TLG 4138 093 :: EPHRAEM SYRUS :: De abstinendo a cupiditatibus carnalibus, et de certamine ac de multa securitate, ad fratrem qui excidit EPHRAEM SYRUS Theol., vel Ephraem Graecus De abstinendo a cupiditatibus carnalibus, et de certamine ac de multa securitate, ad fratrem qui excidit Dup. Assemani, J.S., Sancti patris nostri Ephraem Syri opera omnia, vol. 3 Rome (1732) 64b–67a. Citation: Page — (line) | ||
224(1t) | Περὶ τοῦ ἀπέχεσθαι τῶν σαρκικῶν ἐπιθυμιῶν, | |
2t | καὶ περὶ ἀγῶνος καὶ ἀσφαλείας πολλῆς | |
---|---|---|
3t | Πρὸς ἀδελφὸν ἐκπεσόντα | |
1 | Οἱ ἐν τοῖς ἰατρείοις θεραπευόμενοι οὐκ ἐπιχαίρονται ταῖς ἀλλήλων συμ‐ φοραῖς, οὐδὲ ἐξουθενεῖ ἕκαστος τὸν πλησίον διὰ τὴν νόσον, ἀλλὰ σπουδάζει ἕκαστος μὲν ἀπαλλαγῆναι τοῦ πάθους, καὶ τῆς συνειλημμένης αὐτῷ ὀδύνης ἐλευθερωθῆναι, τῷ δὲ πλησίον χεῖρα ὀρέγει κατὰ τὸ δυνατὸν πρὸς τὸ εὐμαρῶς | |
5 | φέρειν τὰς ἀλγηδόνας τῶν πόνων. Δέον οὖν καὶ ἡμᾶς παρακαλεῖν εἷς τὸν ἕνα, καὶ νουθετεῖν, μάλιστα δὲ ἐν καιρῷ πειρασμῶν, ἵν’ ὄντως λυτρωθῶμεν τῆς πι‐ | |
κρᾶς δουλείας τῆς ἁμαρτίας, καὶ τῆς τυραννίδος τοῦ Διαβόλου, καὶ τὰ πεπυρω‐ | 224 | |
225 | μένα αὐτοῦ βέλη σβέσαι, πρὶν ἡμᾶς διαδέξεται τὸ πῦρ ἐκεῖνο τὸ ἄσβεστον· καὶ τότε κλαύσομεν κλαυθμῷ ἐν ὀδύνῃ καρδίας ἡμῶν, καὶ οὐκ ἔσται ὁ παρακαλῶν. Πρῶτον μὲν οὖν συγγνώμην αἰτῶ καὶ ἱλασμὸν [γενέσθαι] τῶν ἐμῶν ἁμαρ‐ τιῶν· ἔπειτα δὲ ἄρχομαι ἀγαπητικὴν συμβουλὴν ποιεῖσθαι πρὸς σέ, τῆς ἁγίας | |
5 | Γραφῆς λεγούσης· ἔλεγξον σοφόν, καὶ ἀγαπήσει σε· ἄσοφον δέ, καὶ μισήσει σε· καί, δίδου σοφῷ ἀφορμήν, καὶ σοφώτερος ἔσται· γνώριζε δικαίῳ, καὶ προσθή‐ σει τοῦ δέχεσθαι. Θαυμάζω πῶς μετὰ τοσαύτας παραινέσεις σεαυτοῦ ἠμέλησας, καὶ τὰς πρὸς Θεὸν συνθήκας ἐπάτησας. Φόβον πρόσκαιρον εὐλαβηθείς, σεαυτὸν ἐπὶ τὸ ξίφος ὤθησας. | |
10 | Τίς οὕτως ἱκανὸς ἐν κατανύξει ἐπαξίως κλαῦσαι τοῦτον τὸν ἀφανισμόν; Ἐπικίνδυνος ἡ ἐνθύμησις, καὶ τὸ λέγειν αἰσχρόν. Τίς οὕτως ἱκανὸς ἐν πίστει καὶ γνώσει ἐξειπεῖν τὰς ἡτοιμασμένας κολάσεις τῶν δελεαζομένων ἐν τῇ νόσῳ | |
τῆς φθορᾶς ταύτης, καὶ ἀτίμου ἐργασίας, καὶ ἐσχάτου δυσωδίας; Ποία ἀπολο‐ | 225 | |
226 | γία αὕτη; Ὅτι ὁ ἐνοχλῶν, φησίν, ἡγούμενος· καὶ δέδοικα μήποτε κακοποιήσε‐ ταί με. Ποία πόρωσις τοιαύτη, ἢ ποῖος σκοτισμός; Ποῦ τοίνυν ἡ διδασκαλία τοῦ Σωτῆρος ἡμῶν Θεοῦ; Ἔφη γάρ· μὴ φοβεῖσθε ἀπὸ τῶν ἀνθρώπων κτεινόν‐ των τὸ σῶμα, καὶ ψυχὴν μὴ δυναμένων ἀποκτεῖναι· φοβήθητε δὲ μᾶλλον τὸν | |
5 | δυνάμενον καὶ ψυχὴν καὶ σῶμα ἀπολέσαι ἐν γεέννῃ. Ποῦ ἡ διδαχὴ τῶν Ἀπο‐ στόλων καὶ Προφητῶν, καὶ τῶν Ψαλμῶν ἡ μελέτη; Ὁ ἀθλητὴς πρὸ ἀγῶνος συγχρίεται, ἵνα ἐν καιρῷ ἀγώνων στεφανίτης ἀναδειχθῇ. Ὁ στρατιώτης πρὸ ἐπαναστάσεως πολέμου γυμνάζεται, ἵνα ἐν καιρῷ πολέμου δόκιμος ἀναδειχθῇ· ἡμεῖς δέ ἐσμεν εἰρήνης στρατιῶται καὶ εὐδίας κυβερνῆται. Ἐπελάθου δι’ οὗ ἐξ‐ | |
10 | ῆλθες ἐκ τοῦ κόσμου, καὶ τῶν κατὰ σάρκα γονέων σεαυτὸν ἐμάκρυνας; Ἀνθρώ‐ πινος φόβος κατεκράτησέ σου τῆς ψυχῆς; Ἀλγεῖ μοι περὶ σοῦ, ἀδελφέ. Ἐπειδὴ δὲ εἴρηκας ὅτι οἱ λόγοι αὐτῶν σα‐ θροῦσί μου τὴν διάνοιαν, ἀλλὰ μνημονεύσωμεν τοῦ Παροιμιαστοῦ λέγοντος· μέλι ἀποστάζει ἀπὸ χειλέων γυναικὸς πόρνης· τὸ ἡδὺ τῆς ἐπιθυμίας μέλι αἰνιτ‐ | |
15 | τόμενος. Καὶ τί ἐπιφέρει, λέγων· ἣ πρὸς καιρὸν λιπαίνει σὸν φάρυγγα, ὕστερον | 226 |
227 | δὲ πικρότερον χολῆς εὑρήσεις, καὶ ἠκονημένον μᾶλλον ὑπὲρ μάχαιραν δίστο‐ μον. Καὶ ἐν ἑτέρῳ λέγει περὶ τῶν ἐνδεδυμένων ἐνδύματα προβάτων, καὶ ἔσωθεν τυγχάνουσι λύκοι ἅρπαγες, καὶ ἐργάται ὄντες τῆς ἀνομίας. Φησὶ γὰρ Ἀπόστο‐ λος· καὶ διὰ τῆς χρηστολογίας καὶ εὐλογίας ἐξαπατῶσι τὰς καρδίας τῶν ἀκά‐ | |
5 | κων. Οὐκ ἐννοεῖς δὲ καὶ τοῦτο, ὅτι καὶ ἑκατὸν ἔτη ἐὰν δουλεύσωμεν τῇ ἀσωτίᾳ, ἔσχατον τούτων θάνατος ἡμᾶς ἐκτρίψει, καὶ μετὰ θάνατον κρίσις; Εἰ δὲ λέγεις ὅτι δυνάστης τυγχάνει, νόει τοῦτο, ὅτι καὶ οἱ ἐπαναστάντες τῇ μακαρίᾳ Σωσάννῃ, ἐν Βαβυλῶνι, ἄρχοντες ὑπῆρχον τοῦ λαοῦ. Καὶ ὁ μακάριος Ἰωσὴφ ἀργυρώνη‐ τος ὑπῆρχε τῇ Αἰγυπτίᾳ. Οὐκ ἀκήκοας δὲ τοῦ λέγοντος· μὴ λάβῃς πρόσωπον | |
10 | κατὰ τῆς ψυχῆς σου, μηδὲ αἰσχυνθῇς εἰς πτῶσίν σου; Ἔστι γὰρ αἰσχύνη ἐπά‐ γουσα ἁμαρτίαν, καὶ ἔστιν αἰσχύνη δόξα καὶ χάρις. Οὐκ ἔστιν ἡμῖν ἀπολογία· οὐ γὰρ ἄβατον γῆν οἰκοῦμεν. Βοήσας τις βιαζόμενος ἐπισυνῆξε πλῆθος πρὸς | |
βοήθειαν. | 227 | |
228 | Προσχῶμεν δὲ μήπως ἐξ ἡμῶν ἡ αἰτία τοῦ σφάλματος γεγένηται· μυ‐ σαρὸν γὰρ καὶ βαρὺ τὸ πρᾶγμα. Ὅρα μὴ κινήματα ἀπρεπῆ παρ’ ἡμῖν πολιτεύε‐ ται. Μὴ ἐσθὴς μαλακή, μὴ ἀρωμάτων ἀποφορὰ ἐν ἱματίοις, ὡς αἱ θήλειαι, ἀλλὰ μᾶλλον ἡ ψυχὴ ἐχέτω ἀποφορὰν εὐωδίας τοῦ Ἁγίου Πνεύματος, δι’ ἀρί‐ | |
5 | στης πολιτείας. Μὴ πόδες πρὸς ὡραϊσμὸν σμηχόμενοι· πάνυ γὰρ ἀντίκειται τῇ σωφροσύνῃ τοῦτο τὸ μελέτημα. Μὴ τὸ ἱμάτιον ὑπεράνω τῶν σκελῶν· ἀναισχυν‐ τίαν γὰρ τῆς ψυχῆς κατηγορεῖ. Μὴ βλέμματα ἄτακτα· μὴ πρόχειροι εἰς γέλωτα· μὴ γελοῖα ἀποφθέγγεσθαι· μὴ φίλαρχοι καὶ φιλάργυροι· μὴ γαστρίμαργοι καὶ μέθυσοι καὶ ἀπαίδευτοι καὶ ἀνευλαβεῖς· μὴ ἀνήσυχοι καὶ μισέργατοι· μὴ λόγοι | |
10 | αἰσχροὶ καὶ σχήματα χαρακτηρίζοντα τὸ πάθος· μὴ φωνὴ πρὸς ἔρωτα καὶ ἀπά‐ την φιλοκαλλουμένη. Ταῦτα γὰρ καὶ τὰ τούτοις ὅμοια ψεκτὰ καὶ ἀθέμιτα καὶ ἀλλότρια Χρι‐ στιανῶν ὑπάρχουσι, καὶ πᾶς ὁ ἐν τούτοις ἀναστρεφόμενος χαλεπὸν ἑαυτῷ καὶ βαρὺ κατασκευάζει τὸ κρῖμα τῆς ὀργῆς· καθότι οὐκ ἐκάλεσεν ἡμᾶς ὁ Θεὸς ἐπὶ | |
15 | ἀκαθαρσίᾳ, ἀλλ’ ἐν ἁγιασμῷ. Οὔπω μέχρις αἵματος ἀντικατέστημεν πρὸς τὴν | 228 |
229 | ἁμαρτίαν ἀνταγωνιζόμενοι· οὔπω ὑπὲρ τοῦ Σωτῆρος ἡμῶν Ἰησοῦ Χριστοῦ ἤχθημεν ἐπὶ ἡγεμόνας καὶ βασιλεῖς. Τολμῶ λέγειν ὅτι δεδικαίωται Σόδομα ἐξ ἡμῶν. Οὔπω ἐπὶ βήματος δικαστοῦ προήχθημεν καὶ ὑπεμείναμεν τὰς βασάνους δι’ εὐσέβειαν· οὔπω ἐθεασάμεθα κάμινον λαύρῳ πυρὶ ὑποκαιομένην· οὔπω ἐθε‐ | |
5 | ασάμεθα τήγανα ὑποκαιόμενα, ὀβελίσκους ὀξεῖς πεπυρωμένους, καὶ λέβητας κηροῦ καὶ πίσσης ἀναβράζοντας· οὔπω θηρίοις παρεβλήθημεν ὑπὲρ εὐσεβείας καὶ ὑπεμείναμεν· οὔπω ἥψατο ἡμῶν χεὶρ δημίων, ὧν τὸ βλέμμα κατακάμπτει καρδίαν τοῦ προκειμένου· οὔπω ἐθεασάμεθα ξίφη ἠκονημένα ἡμῖν ἐπιφερόμενα, καὶ δεδοίκαμεν. Οὐχὶ ταῦτα πάντα ὑπέμειναν οἱ τοῦ Χριστοῦ μάρτυρες; | |
10 | Ἀλλὰ φοβῇ, ὅτι ἡγούμενος τυγχάνει; Γίνωσκε ὅτι μείζονι ἄρχοντι ὑπό‐ κειται, ὃς ἐξετάσει ἑκάστου τὰ ἔργα, καὶ τὰς βουλὰς ἐρευνήσει. Ταῦτα δὲ φημὶ οὐχ ὡς κρίνων, μὴ γένοιτο, ἀλλὰ συμπάσχων ὡς συστρατιώτης· γέγραπται | |
γάρ· πολλὰ γὰρ πταίομεν ἅπαντες. Εἰ μὴ γάρ, ὅτι ὁ Θεὸς πλάσας ἡμᾶς καὶ | 229 | |
230 | ἑνώσας ἑαυτῷ σάρκα κατηξίωσεν ἐμφανῶς βαδίσαι ἐπὶ τῆς γῆς, καὶ διὰ τοῦ εὐλογημένου καὶ ἁγίου αὐτοῦ βήματος ἁγιάσαι τὴν γῆν· ἐπεὶ ἡγούμην ἂν καὶ αὐτὴν τὴν γῆν μολύναι ἀπὸ πλήθους τῶν ἀνομιῶν μου. Ἐντολὴν δὲ ἔχομεν νουθετεῖν καὶ παρακαλεῖν εἷς τὸν ἕνα ἐν λόγῳ ἀληθείας. Μὴ οὖν ἀντικατάξωμεν | |
5 | τὴν ζωὴν εἰς θάνατον, μηδὲ τὰ ἄφθαρτα ἐν τοῖς φθειρομένοις, μήποτε φανῶμεν ἀλόγων ζῴων ἀλογώτεροι. Ἀλλ’ ὡς λογικοὶ τῆς φωνῆς τοῦ πλάσαντος ἡμᾶς Θεοῦ ἀκούσωμεν λέγοντος· ἅγιοι ἔσεσθε, διότι ἐγὼ ἅγιός εἰμι. Ἔτι γὰρ μικρὸν | |
ὅσον καὶ ἔρχεται τὸ πρόσταγμα τὸ φοβερὸν ψυχὴν λαβεῖν τοῦ σώματος. | 230 |