TLG 4138 092 :: EPHRAEM SYRUS :: De his, qui animas ad impudicitiam pelliciunt, cum dicant nihil mali esse

EPHRAEM SYRUS Theol., vel Ephraem Graecus
(Syrus: A.D. 4)

De his, qui animas ad impudicitiam pelliciunt, cum dicant nihil mali esse

Source: Phrantzoles, Konstantinos G. (ed.), Ὁσίου Ἐφραίμ τοῦ Σύρου ἔργα, vol. 5. Thessalonica: Το περιβόλι της Παναγίας, 1994: 207–223.

Dup. Assemani, J.S., Sancti patris nostri Ephraem Syri opera omnia, vol. 3 Rome (1732) 56c–64b.

Citation: Page — (line)

207

(1t)

Περὶ τῶν δελεαζόντων ψυχὰς πρὸς ἀσέλγειαν,
2tἐν τῷ λέγειν, ὅτι οὐδέν ἐστι τὸ πρᾶγμα
1 Τῷ προφήτῃ Ἰεζεκιὴλ εἶπεν ὁ Θεός· καὶ σύ, υἱὲ ἀνθρώπου, σκοπὸν δέ‐ δωκά σε τῷ οἴκῳ Ἰσραήλ, καὶ ἐὰν ἀκούσῃς ἐκ στόματός μου λόγον, καὶ δια‐ πειλήσῃς αὐτοῖς παρ’ ἐμοῦ. Ἐν τῷ λέγειν με τῷ ἀνόμῳ, θανάτῳ θανατωθήσῃ, καὶ οὐ διεστείλω, οὐδὲ ἐλάλησας τοῦ διαστεῖλαι τῷ ἀνόμῳ τοῦ ἀποστρέψαι ἀπὸ
5τῶν ὁδῶν αὐτοῦ, τοῦ ζῆσαι αὐτόν· ὁ ἄνομος ἐκεῖνος τῇ ἀνομίᾳ αὐτοῦ ἀποθα‐ νεῖται, καὶ τὸ αἷμα αὐτοῦ ἐκ τῆς χειρός σου ἐκζητήσω. Σὺ δὲ ἐὰν διαστείλῃ τῷ ἀνόμῳ, καὶ μὴ ἀποστρέψῃ ἀπὸ τῆς ὁδοῦ τῆς ἀνομίας αὐτοῦ, ὁ ἄνομος ἐκεῖνος
ἐν τῇ ἀδικίᾳ αὐτοῦ ἀποθανεῖται, καὶ σὺ τὴν ψυχήν σου ῥύσῃ.207

208

Ταῦτα δὲ ἀκούοντες, ἀγαπητοί, μετὰ φόβου καὶ τρόμου τὴν ἑαυτῶν σωτη‐ ρίαν κατεργασώμεθα, μὴ περικακοῦντες πρὸς νουθεσίαν ἀλλήλων, μὴ τὰ πρὸς χάριν ἡδονῆς διαλεγόμενοι ἀλλήλοις, ἀλλὰ τὸ συναρμόζον τῇ ἑκάστῳ ἡμῶν σωτηρίᾳ· ἐν τούτοις γὰρ εὐδοκεῖ ὁ Κύριος.
5 Ὁ γὰρ Ἐχθρὸς οὐκ ἠρεμεῖ ἐφαπλῶν τὰς ἰδίας παγίδας. Ἀναγκαῖον οὖν καὶ ἡμᾶς μὴ ἀμελεῖν τῆς ἐν ἀλλήλοις ἀγάπης. Δυνατὸς γάρ ἐστιν ὁ Θεὸς συν‐ τρίψαι αὐτοῦ τὰς παγίδας καὶ ῥύσασθαι ἡμᾶς τῆς ἐκείνου κακουργίας. Ἐμοῦ δὲ ἡ καρδία ἀλγεῖ καὶ τὰ ἐντός μου ἐστράφη ἐν ἐμοί, περὶ ὧν ἀκήκοε τὸ οὖς μου. Ὅθεν ἀδελφικὴν συμβουλίαν ἄρχομαι πάλιν ποιεῖσθαι πρὸς σέ. Μή σε ἀπατά‐
10τωσαν ἄνδρες φιλήδονοι καὶ ἀπονενοηκότες τῆς ἑαυτῶν ψυχῆς πράττειν ἔργα δυσσεβείας· αὐτοὶ γάρ εἰσιν οἱ ἀπόγονοι Σοδόμων. Ὧν γάρ τις τὰ ἔργα ζηλοῖ, ἐξ ἀνάγκης τούτων υἱὸς κληθήσεται. Φεῦγε τοίνυν τὴν τούτων ἐργασίαν καὶ μίμησιν, ἵνα σὺν τῷ κρίματι καὶ τὴν ἐπωνυμίαν διαδράσῃς. Δεινοὶ γάρ εἰσι τῇ προαιρέσει, καὶ πικροὶ τοῖς τρό‐
15ποις, οἱ χαλεποὶ κόλακες. Οἱ μὲν προφανῶς ἀπατᾶν σπουδάζουσιν, οἱ δὲ καὶ208

209

εὐλάβειαν ὑποδύονται καὶ ταπείνωσιν ὑποκρίνονται, κατὰ τὸ γεγραμμένον· ἔχον‐ τες μόρφωσιν εὐσεβείας, τὴν δὲ δύναμιν αὐτῆς ἠρνημένοι. Ὅθεν καὶ διὰ τὸ μὴ ἐλεγχθῆναι ὑπὸ τῆς τεκνογονίας, κυβείᾳ κέχρηνται ταῖς ἡδοναῖς· ἀφῄρηται γὰρ ἀπ’ αὐτῶν ὁ τοῦ Θεοῦ φόβος καὶ ἡ ἐπίγνωσις αὐτοῦ, καὶ οὐ μόνον αὐτὰ ποι‐
5οῦσιν, ἀλλὰ καὶ συνευδοκοῦσι τοῖς πράττουσι. Καὶ τὸ μέγα καὶ βαρὺ τοῦτο ἀσέ‐ βημα σφόδρα κατευτελίζουσιν, ἵνα πάντα ἄνθρωπον ἀγρεύσωσι πρὸς παράβασιν ἐντολῶν Θεοῦ. Ὃν τρόπον γὰρ οἱ βουλόμενοι ἀνελεῖν λέοντα, μετὰ τὸ ὀξύναι τὸ δόρυ ἐπιχρίουσι μέλαν τὸν σίδηρον πρὸς τὸ ἀμαυρῶσαι τὸ στίλβον, καὶ οὕτω καιρίαν τὴν πληγὴν αὐτῷ διδοῦσιν, οὕτω καὶ οὗτοι διὰ τοῦ κατευτελισμοῦ καὶ
10κολακείας ἀνόμου προσκαλοῦνται τοὺς ὑπηκόους ἐπ’ ὀλέθρῳ τῆς ἑαυτῶν ψυχῆς. Καὶ ὥσπερ ἐκ φωλεοῦ τινος ἐκπορεύεται πλῆθος ἰοβόλων θηρίων, οὕτω καὶ ἐκ καρδίας τῶν τοιούτων ἀνθρώπων ἐκπορεύεται πλῆθος διαλογισμῶν πονηρῶν· καρδία γάρ, φησί, διεστραμμένη τεκταίνεται κακὰ ἐν παντὶ καιρῷ.
Χρὴ οὖν βραχέα παραθέσθαι ἐκ τῶν θείων Γραφῶν πρὸς ἔλεγχον καὶ209

210

ἀνατροπὴν ἀνθρώπων πονηρῶν, ἐπανόρθωσιν δὲ καὶ ἀσφάλειαν τῶν μετανοεῖν βουλομένων. Φησὶ γὰρ ὁ Παροιμιαστής· υἱέ, φύλασσε νόμους πατρός σου, καὶ μὴ ἀπώσῃ θεσμοὺς μητρός σου· ἄφαψαι δὲ αὐτοὺς ἐν σῇ ψυχῇ διαπαντὸς καὶ ἐγκλοίωσαι ἐπὶ σῷ τραχήλῳ. Ἡνίκα ἐὰν περιπατῇς, ἐπάγου αὐτὴν καὶ μετὰ
5σοῦ ἔστω· ὡς δ’ ἂν καθεύδῃς φυλάσσωσί σε, ἵνα ἐγειρομένου σου συλλαλῶσί σοι. Ὅτι λύχνος ἐντολὴ νόμου καὶ φῶς, καὶ ὁδὸς ζωῆς ἔλεγχος καὶ παιδεία, τοῦ φυλάσσειν σε ἀπὸ γυναικὸς ὑπάνδρου καὶ ἀπὸ διαβολῆς γλώσσης ἀλλο‐ τρίας. Μή σε νικήσῃ κάλλους ἐπιθυμία, μηδὲ ἀγρευθῇς σοῖς ὀφθαλμοῖς, μηδὲ συναρπασθῇς ἀπὸ τῶν αὐτῆς βλεφάρων· τιμὴ γὰρ πόρνης ὅση καὶ ἑνὸς ἄρτου,
10γυνὴ δὲ ἀνδρῶν τιμίας ψυχὰς ἀγρεύει. Ἀποδήσει τις πῦρ ἐν κόλπῳ, τὰ δὲ ἱμά‐ τια οὐ κατακαύσει; Ἢ περιπατήσει τις ἐπ’ ἀνθράκων πυρός, τοὺς δὲ πόδας οὐ κατακαύσει; Οὕτως ὁ εἰσελθὼν πρὸς γυναῖκα ὕπανδρον, οὐκ ἀθῳωθήσεται, οὐδὲ πᾶς ὁ ἁπτόμενος αὐτῆς. Οὐ θαυμαστόν, ἐὰν ἁλῷ τις κλέπτων· κλέπτει
γὰρ ἵνα ἐμπλήσῃ ψυχὴν πεινῶσαν. Ἐὰν δὲ ἁλῷ, ἀποτίσει ἑπταπλάσια, καὶ πάν‐210

211

τα τὰ ὑπάρχοντα αὐτοῦ δοὺς ῥύσεται ἑαυτόν. Ὁ δὲ μοιχὸς δι’ ἔνδειαν φρενῶν ἀπώλειαν τῇ ἑαυτοῦ ψυχῇ περιποιεῖται· ὀδύνας τε γὰρ καὶ ἀτιμίας ὑποφέρει, τὸ δὲ ὄνειδος αὐτοῦ οὐκ ἐξαλειφθήσεται εἰς τὸν αἰῶνα. Μεστὸς γὰρ ζήλου θυμὸς ἀνδρὸς αὐτῆς οὐ φείσεται ἐν ἡμέρᾳ κρίσεως. Οὐκ ἀνταλλάξεται οὐδενὸς λύτρου
5τὴν ἔχθραν, οὐδὲ μὴ διαλυθῇ πολλῶν δώρων. Υἱέ, φύλασσε ἐμοὺς λόγους, τὰς δὲ ἐμὰς ἐντολὰς κρύψον παρὰ σεαυτῷ. Υἱέ, τίμα τὸν Κύριον, καὶ ἰσχύσεις· πλὴν δὲ αὐτοῦ μὴ φοβοῦ ἄλλον. Φύλαξον ἐμὰς ἐντολάς, καὶ βιώσεις· τοὺς δὲ ἐμοὺς λόγους ὥσπερ κόρας ὀμμάτων. Περίθου δὲ αὐτοὺς σοῖς δακτύλοις, ἐπί‐ γραψον δὲ αὐτοὺς ἐπὶ τὸ πλάτος τῆς καρδίας σου. Εἶπον τὴν σοφίαν σὴν ἀδελ‐
10φὴν εἶναι, τὴν δὲ φρόνησιν γνώριμον περιποίησαι σεαυτῷ, ἵνα σε τηρήσῃ ἀπὸ γυναικὸς ἀλλοτρίας καὶ πονηρᾶς, ἐάν σε λόγοις τοῖς πρὸς χάριν ἐμβάλληται. Ἀπὸ γὰρ θυρίδος ἐκ τοῦ οἴκου αὐτῆς εἰς τὰς πλατείας παρακύπτουσα, ὃν ἂν ἴδῃ τῶν ἀφρόνων τέκνων νεανίαν ἐνδεῆ φρενῶν, παραπορευόμενον παρὰ γω‐ νίαν ἐν διόδοις οἴκων αὐτῆς, καὶ λαλοῦντα ἐν σκότει ἑσπερινῷ, ἡνίκα ἂν ἡσυχία
15νυκτερινὴ ᾖ καὶ γνοφώδης· ἡ δὲ γυνὴ συναντᾷ αὐτῷ εἶδος ἔχουσα πορνικόν, ἣ211

212

ποιεῖ νέων ἐξίπτασθαι καρδίαν. Ἀνεπτερωμένη δέ ἐστι καὶ ἄσωτος, ἐν οἴκῳ δὲ οὐχ ἡσυχάζουσιν οἱ πόδες αὐτῆς, χρόνον γάρ τινα ἔξω ῥέμβεται, χρόνον δὲ ἐν πλατείαις παρὰ πᾶσαν γωνίαν ἐνεδρεύει. Εἶτα ἐπιλαβομένη ἐφίλησεν αὐτόν, ἀναιδεῖ δὲ προσώπῳ προσεῖπεν αὐτῷ· θυσία εἰρηνική μοι ἐστί· σήμερον ἀποδί‐
5δωμι τὰς εὐχάς μου. Ἕνεκεν τούτου ἐξῆλθον εἰς συνάντησίν σου· ποθοῦσα τὸ σὸν πρόσωπον εὕρηκά σε. Κειρίαις τέτακα τὴν κλίνην μου, ἀμφιτάποις δὲ ἔστρωκα τοῖς ἀπ’ Αἰγύπτου. Διέρραγκα τὴν κοίτην μου κρόκῳ, τὸν δὲ οἶκόν μου κινναμώμῳ. Ἐλθὲ καὶ ἀπολαύσωμεν φιλίας ἕως ὄρθρου, δεῦρο καὶ ἐγκυ‐ λισθῶμεν ἔρωτι. Οὐ γὰρ πάρεστιν ὁ ἀνήρ μου ἐν οἴκῳ· πεπόρευται ὁδὸν μα‐
10κράν. Ἔνδεσμον ἀργυρίου λαβὼν ἐν τῇ χειρὶ αὐτοῦ, δι’ ἡμερῶν πολλῶν ἐπανή‐ ξει εἰς τὸν οἶκον αὐτοῦ. Ἀπεπλάνησε δὲ αὐτὸν πολλῇ ὁμιλίᾳ, βρόχοις τε τοῖς ἀπὸ χειλέων ἐξώκειλεν αὐτόν. Ὁ δὲ ἐπηκολούθησεν αὐτῇ κεπφωθείς, ὥσπερ δὲ βοῦς ἐπὶ σφαγὴν ἄγεται, καὶ ὡς κύων ἐπὶ δεσμοὺς ἢ ὡς ἔλαφος τοξεύματι πε‐ πληγὼς εἰς τὸ ἧπαρ· σπεύδει δὲ ὥσπερ ὄρνεον εἰς παγίδα, οὐκ εἰδὼς ὅτι περὶ
15ψυχῆς τρέχει. Νῦν οὖν, υἱέ, ἄκουέ μου καὶ πρόσεχε ῥήμασι στόματός μου. Μὴ212

213

ἐκκλινάτω εἰς τὰς ὁδοὺς αὐτῆς ἡ καρδία σου, καὶ μὴ πλανηθῇς ἐν ἀτραποῖς αὐτῆς· πολλοὺς γὰρ τρώσασα καταβέβληκε, καὶ ἀναρίθμητοί εἰσιν, οὓς πεφό‐ νευκεν. Ὁδοὶ ᾅδου ὁ οἶκος αὐτῆς κατάγουσαι εἰς τὰ ταμιεῖα τοῦ θανάτου. Καὶ εἰ ἐπὶ γυναικῶν τοσαύτη ἡ ἀποτομία, πολλῷ μᾶλλον ἐπὶ τῶν ἀλλή‐
5λοις κατεργαζομένων τὴν ἀσχημοσύνην μεῖζον καὶ φοβερώτερον τὸ κρῖμα τῆς ὀργῆς. Ἀλλ’ ἴσως ἐλθών τις λέξει· καὶ πόθεν τούτων ἡ ἀπόδειξις; Ἐκ τῶν θείων Γραφῶν παραστήσω σοι. Γέγραπται ἐν τῇ Γενέσει· Ἀβραὰμ κατῴκησεν ἐν γῇ Χαναάν, Λὼτ δὲ κατῴκησεν ἐν γῇ τῶν περιχώρων, καὶ ἐσκήνωσεν ἐν Σοδό‐ μοις. Οἱ δὲ ἄνθρωποι ἐν Σοδόμοις πονηροὶ καὶ ἁμαρτωλοὶ ἐναντίον τοῦ Θεοῦ
10σφόδρα. Νόει οὖν τὴν δύναμιν τοῦ λόγου, ὅτι πονηροὺς καὶ ἁμαρτωλοὺς ἀπο‐ φηνάμενος τούτους οὐκ ἐπαύσατο ἄχρι τούτου, ἀλλὰ προσέθηκεν εἰπών, σφόδρα. Καὶ πάλιν λέγει· τῷ δὲ Ἀβραὰμ εἶπε Κύριος· κραυγὴ Σοδόμων καὶ Γομόρρων πεπλήθυνται, καὶ αἱ ἁμαρτίαι αὐτῶν μεγάλαι σφόδρα· δεικνὺς διὰ τούτων τὸ
χαλεπὸν καὶ μυσαρὸν καὶ βαρὺ τῆς τῶν ἀνθρώπων ἐκείνων παρανομίας. Τίνι213

214

οὖν δεῖ πείθεσθαι; Τῇ θείᾳ Γραφῇ ἢ ἀνθρώποις φιληδόνοις καὶ ἀπεστερημένοις τῆς ἀληθείας; Οἱ γὰρ φιλήδονοι ἀναισχύντῳ προσώπῳ πρὸς ἀλλήλους ἐροῦσι· οὐ κρινεῖ ὁ Θεὸς ταῦτα, σωματικὰ γάρ εἰσι. Ταῦτα δὲ προβάλλονται, ὅπως τὸν τῆς δικαιοκρισίας τοῦ Θεοῦ φόβον περιαροῦσι τῆς τοῦ πλησίον καρδίας, ἵν’
5οὕτως ἀφόβως καὶ ἀνεπισχέτως τὰς ὀρέξεις αὐτῶν κατεργάζωνται, καὶ μὴ ᾖ ὁ διελέγχων. Πόσους ἐπλάνησαν οἱ λόγοι οὗτοι; Πόσους διέφθειραν; Πόσους ἀπώλε‐ σαν; Καὶ πῶς μὲν ὁ διολισθήσας περὶ ἑαυτοῦ ἔχει τὸν κίνδυνον, ὁ δὲ καὶ ἑτέ‐ ρους ἀναπείθων, καὶ ἐξέλκων τῆς εὐσεβείας, καὶ κατὰ κρημνοῦ φέρων ἀνίλεως
10αὐτῷ ἡ κρίσις, κατὰ τὸ γεγραμμένον; Οὗτοι τοὺς ἀληθεῖς καὶ ἀψευδεῖς λόγους τοῦ Κυρίου ψευδηγορεῖν κατατολμῶσι, βλασφημοῦντες διὰ τὰς ἑαυτῶν ἐπιθυ‐ μίας. Εἰ γὰρ τοὺς ἑαλωκότας ἐν αἰσχρότητι ταύτῃ καὶ μὴ μετανοήσαντας, οὐ κρινεῖ ὁ Θεός, κατὰ τὸν ἐκείνων ληρώδη λόγον, παύσεται ἐκ τούτου πᾶσα ἡ δι‐
καιοκρισία τοῦ Θεοῦ. Οὐκ ἔστι δὲ οὕτως, οὐκ ἔστι. Μὴ γένοιτο! Πιστὸς γὰρ214

215

Κύριος ἐν πᾶσι τοῖς λόγοις αὐτοῦ, καὶ ὅσιος ἐν πᾶσι τοῖς ἔργοις αὐτοῦ. Εἰ γὰρ περὶ ἀργοῦ λόγου λόγον μέλλομεν ἀποδιδόναι ἐν ἡμέρᾳ κρίσεως, πολλῷ μᾶλλον περὶ πράξεων βεβήλων τὰς εὐθύνας ὑφέξομεν, ἐάνπερ διὰ μετανοίας μὴ ἐξευμενίσωμεν τὸν δίκαιον καὶ ἀπαραλόγιστον Κριτήν. Πῶς δὲ ἀκούοντες τὸ
5τοῦ Ἀποστόλου ῥητόν, οὐκ ἐρυθριῶσι, τὸ λέγον· οὐ γὰρ ἐκάλεσεν ἡμᾶς ὁ Θεὸς εἰς ἀκαθαρσίαν, ἀλλ’ εἰς ἁγιασμόν; Δικαίως εἴρηται περὶ αὐτῶν· δι’ ὃ παρέδω‐ κεν αὐτοὺς ὁ Θεὸς ἐν ταῖς ἐπιθυμίαις αὐτῶν εἰς ἀκαθαρσίαν, τοῦ ἀτιμάζεσθαι τὰ σώματα αὐτῶν ἐν ἑαυτοῖς. Καὶ πάλιν λέγει· διὰ τοῦτο παρέδωκεν αὐτοὺς ὁ Θεὸς εἰς πάθη ἀτιμίας, αἵ τε γὰρ θήλειαι αὐτῶν ἤλλαξαν τὴν φυσικὴν χρῆσιν
10εἰς τὴν παρὰ φύσιν· ὁμοίως τε καὶ οἱ ἄρρενες ἀφέντες τὴν φυσικὴν χρῆσιν τῆς θηλείας ἐξεκαύθησαν ἐν τῇ ὀρέξει αὐτῶν εἰς ἀλλήλους, ἄρρενες ἐν ἄρσεσι τὴν ἀσχημοσύνην ἐπιδεικνύμενοι, καὶ τὴν ἀντιμισθίαν ἣν ἔδει τῆς πλάνης αὐτῶν ἐν ἑαυτοῖς ἀπολαμβάνοντες. Καὶ καθὼς οὐκ ἐδοκίμασαν ἔχειν τὸν Θεὸν ἐν ἐπι‐ γνώσει, παρέδωκεν αὐτοὺς ὁ Θεὸς εἰς ἀδόκιμον νοῦν, ποιεῖν τὰ μὴ καθήκοντα·
15πεπληρωμένους πάσῃ ἀδικίᾳ, 〈πορνείᾳ〉, πονηρίᾳ, κακίᾳ, πλεονεξίᾳ· μεστοὺς215

216

φθόνου, ἔριδος, δόλου, κακοηθείας· ψιθυριστάς, καταλάλους, θεοστυγεῖς, ὑβρι‐ στάς, ὑπερηφάνους, ἀλαζόνας, ἐφευρετὰς κακῶν, γονεῦσιν ἀπειθεῖς, ἀσυνέτους, ἀσυνθέτους, ἀστόργους, ἀνελεήμονας, οἵτινες τὸ δικαίωμα τοῦ Θεοῦ ἐπιγνόν‐ τες, ὅτι οἱ τὰ τοιαῦτα πράσσοντες ἄξιοι θανάτου εἰσίν, οὐ μόνον αὐτὰ ποιοῦσιν,
5ἀλλὰ καὶ συνευδοκοῦσι τοῖς πράσσουσιν. Ὁρᾷς ὅτι ὅσα λαλοῦσιν ἢ διαπράττονται ἀδόκιμα, ἔξω δοκίμου νοὸς προ‐ βάλλονται; Μὴ οὖν προσχῶμεν τοῖς ἀπατηλοῖς αὐτῶν λόγοις, ἵνα μὴ ἔλθῃ καὶ ἐφ’ ἡμᾶς τὰ προλεχθέντα· μηδὲ δῶμεν χώραν ἡδονικοῖς τε καὶ θανατηφόροις λογισμοῖς, ἵνα μὴ ῥηθῇ καὶ ἐφ’ ἡμᾶς τὸ γεγραμμένον· διέστρεψαν τὸν ἑαυτῶν
10νοῦν, καὶ ἐξέκλιναν τοὺς ὀφθαλμοὺς αὐτῶν τοῦ μὴ βλέπειν εἰς τὸν οὐρανόν, μηδὲ μνημονεύειν κριμάτων δικαίων. Λέγει δὲ καὶ ὁ μακάριος ἀπόστολος Πέ‐ τρος· οἶδε Κύριος εὐσεβεῖς ἐκ πειρασμοῦ ῥύεσθαι, ἁμαρτωλοὺς δὲ εἰς ἡμέραν κρίσεως κολαζομένους τηρεῖν, μάλιστα δὲ τοὺς ὀπίσω σαρκὸς ἐν ἐπιθυμίαις
μιασμοῦ πορευομένους, καὶ κυριότητος καταφρονοῦντας. Τολμηταί, αὐθάδεις,216

217

δόξας οὐ τρέμουσι βλασφημοῦντες, ὅπου Ἄγγελοι ἰσχύει καὶ δυνάμει μείζονες ὄντες, οὐ φέρουσι κατ’ αὐτῶν βλάσφημον κρίσιν. Οὗτοι δὲ ὡς ἄλογα ζῷα φυσι‐ κά, γεγεννημένα εἰς ἅλωσιν καὶ φθοράν, ἐν οἷς ἀγνοοῦσι βλασφημοῦντες, ἐν τῇ φθορᾷ αὐτῶν καταφθαρήσονται, κομιούμενοι μισθὸν ἀδικίας· ἡδονὴν ἡγούμενοι
5τὴν ἐν ἡμέρᾳ τρυφήν. Σπίλοι καὶ μῶμοι ἐντρυφῶντες ἐν ταῖς ἀπάταις αὐτῶν συνευωχούμενοι ὑμῖν. Ὀφθαλμοὺς ἔχοντες μεστοὺς μοιχαλίας καὶ ἀκαταπαύ‐ στους ἁμαρτίας, δελεάζοντες ψυχὰς ἀστηρίκτους, καρδίαν γεγυμνασμένην πλε‐ ονεξίας ἔχοντες, κατάρας τέκνα! Καταλιπόντες εὐθεῖαν ὁδὸν ἐπλανήθησαν, ἐξα‐ κολουθήσαντες τῇ ὁδῷ τοῦ Βαλαὰμ τοῦ Βοσόρ, ὃς μισθὸν ἀδικίας ἠγάπησεν,
10ἔλεγξιν δὲ ἔσχεν ἰδίας παρανομίας· ὑποζύγιον ἄφωνον ἐν ἀνθρώπου φωνῇ φθεγ‐ ξάμενον, ἐκώλυσε τὴν τοῦ Προφήτου παραφρονίαν. Οὗτοί εἰσι πηγαὶ ἄνυδροι καὶ ὁμίχλαι ὑπὸ λαίλαπος ἐλαυνόμεναι, οἷς ὁ ζόφος τοῦ σκότους εἰς αἰῶνα τε‐ τήρηται. Ὑπέρογκα γὰρ ματαιότητος φθεγγόμενοι, δελεάζουσιν ἐν ἐπιθυμίαις
σαρκὸς ἀσελγείας τοὺς ὁλικῶς ἀποφεύγοντας τοὺς ἐν πλάνῃ ἀναστρεφομένους,217

218

ἐλευθερίαν αὐτοῖς ἐπαγγελλόμενοι, αὐτοὶ δοῦλοι ὑπάρχοντες τῆς φθορᾶς. ᾯ γάρ τις ἥττηται, τούτῳ καὶ δεδούλωται. Εἰ γὰρ ἀποφυγόντες τὰ μιάσματα τοῦ κόσμου ἐν ἐπιγνώσει τοῦ Κυρίου ἡμῶν καὶ Σωτῆρος Ἰησοῦ Χριστοῦ, τούτοις δὲ πάλιν ἐμπλακέντες ἡττῶνται, γέγονεν αὐτοῖς τὰ ἔσχατα χείρονα τῶν πρώτων.
5Κρεῖσσον γὰρ ἦν αὐτοῖς μὴ ἐπεγνωκέναι τὴν ὁδὸν τῆς δικαιοσύνης ἢ ἐπιγνοῦσιν εἰς τὰ ὀπίσω ἀνακάμψαι ἀπὸ τῆς παραδοθείσης αὐτοῖς ἁγίας ἐντολῆς· συμβέβηκε 〈δὲ〉 αὐτοῖς τὸ τῆς ἀληθοῦς παροιμίας· κύων ἐπιστρέψας ἐπὶ τὸν ἴδιον ἔμετον, καὶ ὗς λουσαμένη εἰς κύλισμα βορβόρου. Τί πρὸς ταῦτα ἀντερεῖν δυνήσονται οἱ ψυχρολόγοι, καὶ νέων ψυχῶν ἀπα‐
10τεῶνες; Διελέγχει δὲ αὐτοὺς καὶ ἕτερος μαθητὴς λέγων· Ἰούδας, Ἰησοῦ Χρι‐ στοῦ δοῦλος, ἀδελφὸς δὲ Ἰακώβου, τοῖς ἐν Θεῷ Πατρὶ ἠγαπημένοις καὶ Ἰησοῦ Χριστῷ τετηρημένοις κλητοῖς· ἔλεος ὑμῖν καὶ εἰρήνη ἐν ἀγάπῃ πληθυνθείη. Ἀ‐ γαπητοί, πᾶσαν σπουδὴν ποιούμενος τοῦ γράφειν ὑμῖν περὶ τῆς κοινῆς ἡμῶν
σωτηρίας, ἀνάγκην ἔσχον γράψαι ὑμῖν, ἐπαγωνίζεσθαι παρακαλῶν τῇ ἅπαξ218

219

παραδοθείσῃ τοῖς ἁγίοις πίστει. Παρεισέδυσαν γάρ τινες ἄνθρωποι, οἱ πάλαι προγεγραμμένοι εἰς τοῦτο τὸ κρῖμα, ἀσεβεῖς, τὴν τοῦ Κυρίου χάριν μετατιθέν‐ τες εἰς ἀσέλγειαν, καὶ τὸν μόνον Δεσπότην καὶ Κύριον ἡμῶν Ἰησοῦν Χριστὸν ἀρνούμενοι. Ὑπομνῆσαι δὲ ὑμᾶς βούλομαι, εἰδότας ἅπαξ πάντα, ὅτι Κύριος
5λαὸν ἐκ γῆς Αἰγύπτου σώσας, τὸ δεύτερον τοὺς μὴ πιστεύσαντας ἀπώλεσεν, ἀγγέλους τε τοὺς μὴ τηρήσαντας τὴν ἑαυτῶν ἀρχήν, ἀλλ’ ἀπολιπόντας τὸ ἴδιον οἰκητήριον, εἰς κρίσιν μεγάλης ἡμέρας ἐν δεσμοῖς ἀϊδίοις ὑπὸ ζόφον τετήρηκεν. Ὡς Σόδομα καὶ Γόμορρα, καὶ αἱ περὶ αὐτὰς πόλεις τὸν ὅμοιον τρόπον τούτοις ἐκπορνεύσασαι καὶ ἀπελθοῦσαι ὀπίσω σαρκὸς ἑτέρας, πρόκεινται δεῖγμα, πυρὸς
10αἰωνίου δίκην ἐπέχουσαι. Ὁμοίως μέντοι καὶ οὗτοι ἐνυπνιαζόμενοι, σάρκα μὲν μιαίνουσι, κυριότητα δὲ ἀθετοῦσι, δόξας δὲ βλασφημοῦσιν. Ὁ δὲ Μιχαὴλ ὁ ἀρχάγγελος, ὅτε τῷ Διαβόλῳ διακρινόμενος διελέγετο περὶ τοῦ σώματος Μω‐ υσέως, οὐκ ἐτόλμησε κρίσιν ἐπενεγκεῖν βλασφημίας, ἀλλ’ εἶπεν· ἐπιτιμήσαι σοι
Κύριος. Οὗτοι δὲ ὅσα μὲν οὐκ οἴδασι βλασφημοῦσιν, ὅσα δὲ φυσικῶς ὡς τὰ219

220

ἄλογα ζῷα ἐπίστανται, ἐν τούτοις φθείρονται. Οὐαὶ αὐτοῖς, ὅτι τῇ ὁδῷ τοῦ Κάϊν ἐπορεύθησαν, καὶ τῇ πλάνῃ τοῦ Βαλαὰμ μισθοῦ ἐξεχύθησαν, καὶ τῇ ἀντιλογίᾳ τοῦ Κορὲ ἀπώλοντο. Οὗτοί εἰσιν ἐν ταῖς ἀγάπαις ὑμῶν σπιλάδες, συνευωχού‐ μενοι ἀφόβως, ἑαυτοὺς ποιμαίνοντες, νεφέλαι ἄνυδροι ὑπὸ ἀνέμων παραφερό‐
5μεναι, δένδρα φθινοπωρινὰ ἄκαρπα, δὶς ἀποθανόντα, ἐκριζωθέντα, κύματα ἄγρια θαλάσσης ἐπαφρίζοντα τὰς ἑαυτῶν αἰσχύνας, ἀστέρες πλανῆται, οἷς ὁ ζόφος τοῦ σκότους εἰς αἰῶνα τετήρηται. Προεφήτευσε δὲ καὶ [ἐν] τούτοις ἕβδομος ἀπὸ τοῦ Ἀδὰμ Ἐνώχ, λέγων· ἰδοὺ ἦλθε Κύριος ἐν ἁγίαις μυριάσιν Ἀγγέλων αὐτοῦ, τοῦ ποιῆσαι κρίσιν κατὰ πάντων καὶ ἐλέγξαι πάντας τοὺς ἀσεβεῖς περὶ πάντων
10ἔργων ἀσεβείας αὐτῶν, ὧν ἠσέβησαν, καὶ περὶ πάντων σκληρῶν λόγων, ὧν ἐλάλησαν κατ’ αὐτοῦ. Οὗτοί εἰσι γογγυσταί, μεμψίγοροι, κατὰ τὰς ἐπιθυμίας
ἑαυτῶν πορευόμενοι, καὶ τὸ στόμα αὐτῶν λαλεῖ ὑπέρογκα, θαυμάζοντες προ‐220

221

σώπῳ ὠφελείας χάριν. Ὑμεῖς δέ, ἀγαπητοί, μνήσθητε τῶν προειρημένων ῥη‐ μάτων ὑπὸ τῶν Ἀποστόλων τοῦ Κυρίου ἡμῶν Ἰησοῦ Χριστοῦ, ὅτι ἔλεγον ὑμῖν ὅτι ἐπ’ ἐσχάτου τοῦ χρόνου ἐλεύσονται ἐμπαῖκται κατὰ τὰς ἑαυτῶν ἐπιθυμίας τῶν ἀσεβειῶν πορευόμενοι. Οὗτοί εἰσιν οἱ ἀποδιορίζοντες, ψυχικοί, Πνεῦμα μὴ
5ἔχοντες. Ὑμεῖς δέ, ἀγαπητοί, ἐποικοδομοῦντες ἑαυτοὺς τῇ ἁγιωτάτῃ ὑμῶν πί‐ στει, ἐν Πνεύματι Ἁγίῳ προσευχόμενοι, ἑαυτοὺς ἐν ἀγάπῃ Θεοῦ τηρήσατε, προσδεχόμενοι τὸ ἔλεος τοῦ Κυρίου ἡμῶν Ἰησοῦ Χριστοῦ, εἰς ζωὴν αἰώνιον. Καὶ οὓς μὲν ἐλέγχετε διακρινομένους, οὓς δὲ σῴζετε ἐκ πυρὸς ἁρπάζοντες, οὓς δὲ ἐλεᾶτε ἐν φόβῳ, μισοῦντες καὶ τὸν ἀπὸ τῆς σαρκὸς ἐσπιλωμένον χιτῶνα.
10Τῷ δὲ δυναμένῳ φυλάξαι ὑμᾶς ἀπταίστους, καὶ στῆσαι κατ’ ἐνώπιον τῆς δόξης αὐτοῦ ἀμώμους ἐν ἀγαλλιάσει, μόνῳ Θεῷ, διὰ Ἰησοῦν Χριστὸν τὸν Κύριον ἡμῶν, δόξα, μεγαλωσύνη, κράτος, ἐξουσία, πρὸ παντὸς τοῦ αἰῶνος, καὶ νῦν,
καὶ εἰς πάντας τοὺς αἰῶνας. Ἀμήν.221

222

Γέγραπται δὲ καὶ ἐν τῷ νόμῳ Μωυσέως, ὃς ἐὰν κοιμηθῇ μετὰ ἄρρενος κοίτην γυναικός, βδέλυγμα ἐποίησαν ἀμφότεροι· θανάτῳ θανατούσθωσαν, ἔνο‐ χοί εἰσιν. Ἰδοὺ ἐξήλεγκται καὶ διαπέπτωκεν ὁ ληρώδης αὐτῶν λόγος. Μὴ οὖν ἀπα‐
5τάτωσαν οἱ ἐν ἀσωτίᾳ ζῶντες σέ, μηδὲ οἱ ἐν ὑποκρίσει δελεάζοντες ψυχὰς ἀστη‐ ρίκτους. Ἀλλὰ τούτους ὅρα, καὶ τὸν βίον διαμιμοῦ τῶν ἐν φόβῳ, συνειδήσει ἀγαθῇ, λατρευόντων τῷ Κυρίῳ. Ἐγὼ δὲ οὐχ ὡς δίκαιον ἐμαυτὸν συνιστῶν καὶ ἄμεμπτον ἐν τοῖς ἔργοις ταῦτα λαλῶ πρὸς σέ· εἰμὶ γὰρ κατεγνωσμένος τοῖς ἔργοις καὶ ἀτιμίας πλήρης. Ἀλλὰ μνήμην λαβὼν τῶν ὑπὸ σοῦ ῥηθέντων, καὶ ἡλίκοις
10κινδύνοις περιπίπτουσιν οἱ νεόφυτοι ἐκ συναναστροφῆς ἀθέσμου καὶ ἀκρίτου συγ‐ καταβάσεως, τούτου χάριν ἠναγκάσθην τούτοις χρήσασθαι τοῖς λόγοις. Χρὴ γὰρ πάντα Χριστιανόν, μᾶλλον δὲ πάντα ἄνθρωπον, τρέμειν καὶ ἀγω‐ νιᾶν περὶ τῆς τοῦ πλησίον σωτηρίας, καθότι μέλη ἐσμὲν ἀλλήλων. Ἐξαιρέτως δὲ χρὴ ἀσκανδαλίστους διαφυγόντας πρὸς Κυρίον, δεδιότας τὴν ἀπειλὴν τοῦ εἰ‐
15πόντος· ὃς δ’ ἂν σκανδαλίσῃ ἕνα τῶν μικρῶν τούτων τῶν πιστευόντων εἰς ἐμέ,222

223

συμφέρει αὐτῷ ἵνα κρεμασθῇ μύλος ὀνικὸς περὶ τὸν τράχηλον αὐτοῦ, καὶ κατα‐ ποντισθῇ ἐν τῷ πελάγει τῆς θαλάσσης. Χρὴ οὖν ἐγρηγορέναι, καὶ νήφειν, καὶ νουθετεῖν, καὶ παρακαλεῖν εἷς τὸν ἕνα, πρὶν ἡμᾶς καταλάβῃ τὰ κακά. Ὥσπερ γὰρ οἱ σπείροντες ἐν δάκρυσιν, ἐν ἀγαλλιάσει θεριοῦσιν, οὕτως οἱ σπείροντες εἰς
5τὴν σάρκα ἑαυτῶν, ἐκ τῆς σαρκὸς θεριοῦσι φθοράν· καὶ οὐκ ἔστι προσωποληψία παρὰ τῷ Κυρίῳ. Πρόσχωμεν οὖν ἑαυτοῖς, μετὰ δακρύων μετανοοῦντες τῷ Κυρίῳ, ἵνα ῥυσθῶμεν τοῦ φόβου ἐκείνου τοῦ μέλλοντος. Ἀκούομεν γὰρ τοῦ Προφήτου λέ‐ γοντος· τίς ἀναγγελεῖ ὑμῖν τὸν τόπον τὸν αἰώνιον; Τίς ἀναγγελεῖ ὑμῖν ὅτι πῦρ
10καίεται; Καὶ πάλιν λέγει· καὶ ἐξελεύσονται, καὶ ὄψονται τὰ κῶλα τῶν ἀνθρώ‐ πων τῶν παραβεβηκότων ἐν ἐμοί· ὁ γὰρ σκώληξ αὐτῶν οὐ τελευτήσει, καὶ τὸ πῦρ αὐτῶν οὐ σβεσθήσεται, καὶ ἔσονται εἰς ὅρασιν πάσῃ σαρκί. Προσεύχου δὲ περὶ ἐμοῦ, παρακαλῶ, ὅπως κἀγὼ καταξιωθῶ ποιῆσαι καρπὸν εὐπρόσδεκτον
τῷ Κυρίῳ ἡμῶν Ἰησοῦ Χριστῷ. Ἀμήν.223