TLG 4138 091 :: EPHRAEM SYRUS :: Aduersus improbas mulieres

EPHRAEM SYRUS Theol., vel Ephraem Graecus
(Syrus: A.D. 4)

Aduersus improbas mulieres

Source: Phrantzoles, Konstantinos G. (ed.), Ὁσίου Ἐφραίμ τοῦ Σύρου ἔργα, vol. 5. Thessalonica: Το περιβόλι της Παναγίας, 1994: 198–206.

Dup. Assemani, J.S., Sancti patris nostri Ephraem Syri opera omnia, vol. 3 Rome (1732) 70d–74b.

Citation: Page — (line)

198

(t)

Κατὰ τῶν πονηρῶν γυναικῶν
1 Οὐδὲν τοίνυν ἐφάμιλλον θηρίον γυναικὸς πονηρᾶς καὶ γλωσσώδους. Τί γὰρ λέοντος δεινότερον ἐν τετράποσιν, ἢ τί ὠμότερον δράκοντος ἐν ἑρπετοῖς; Ἀλλ’ οὐδὲν πλὴν γυναικὸς πονηρᾶς! Ὅτι δὲ λέων καὶ δράκων ἐν τῷ κακῷ ἔλαττον τυγχάνουσι, μαρτυρεῖ καὶ ὁ Σοφὸς λέγων· συνοικῆσαι λέοντι καὶ δρά‐
5κοντι εὐδόκησον, ἢ μετὰ πονηρᾶς γυναικός· καὶ γὰρ λέοντες τὸν Δανιὴλ ἐν τῷ λάκκῳ ᾐδέσθησαν, τὸν δὲ Ναβουθὲ Ἰεζάβελ ἐφόνευσε· τὸ κῆτος τὸν Ἰωνᾶν ἐν τῇ κοιλίᾳ ἐφύλαξε, Δαλιλὰ δὲ τὸν Σαμψὼν ξυράσασα, τοῖς ἀλλοφύλοις παρέ‐
δωκε· δράκοντες καὶ ἀσπίδες καὶ κεράσται τὸν Ἰωάννην ἐν τῇ ἐρήμῳ ἐτρόμα‐198

199

σαν, Ἡρῳδιὰς δὲ αὐτὸν ἐν ἀρίστῳ ἀπέτεμεν· οἱ κόρακες τὸν Ἠλίαν ἐν τῷ ὄρει διέθρεψαν, ἡ δὲ Ἰεζάβελ αὐτὸν μετὰ τὴν εὐεργεσίαν τοῦ ὑετοῦ πρὸς φόνον κατε‐ δίωκε· καὶ φοβηθεὶς ἔφυγεν εἰς τὴν ἔρημον ὁδὸν ἡμερῶν τεσσαράκοντα, καὶ ἀθυμήσας ᾐτήσατο ἀποθανεῖν, λέγων· Κύριε ὁ Θεός, ἱκανούσθω νῦν· λάβε τὴν
5ψυχήν μου ἀπ’ ἐμοῦ, ὅτι οὐ κρείσσων ἐγώ εἰμι ὑπὲρ τοὺς πατέρας μου. Οἴμοι, ὁ Προφήτης ἐφοβήθη γυναῖκα! Ὁ τῆς οἰκουμένης ὅλον τὸν ὑετὸν ἐν τῇ γλώσσῃ βαστάζων· ὁ πῦρ οὐρανόθεν ῥήματι καταγαγὼν καὶ δι’ εὐχῆς νεκρὸν ἐγείρας, γυναῖκα ἐφοβήθη! Οὐδεμία γὰρ κακία συγκρίνεται γυναικὶ πονηρᾷ. Μαρτυρεῖ μοι τῷ λόγῳ καὶ ὁ Σοφός, λέγων· οὐκ ἔστι κεφαλὴ ὑπὲρ κεφαλὴν ὄφεως, καὶ
10οὐκ ἔστι κακία ὑπὲρ κακίαν γυναικός. Ὢ τὸ κακὸν τοῦ Διαβόλου καὶ ὀξύτατον ὅπλον! Διὰ γυναικὸς γὰρ ἐξ ἀρ‐ χῆς τὸν Ἀδὰμ ἐν τῷ παραδείσῳ διέστρεψε· διὰ γυναικὸς τὸν Ἰωσὴφ ἐν φυλακῇ
κατέκλεισε· διὰ γυναικὸς τὸν Δαυῒδ πρὸς τὴν τοῦ Οὐρίου δολοφονίαν ἐξέμηνε·199

200

διὰ γυναικὸς τὸν Σολομῶντα τὸν σοφώτατον πρὸς παράβασιν κατέστρεψε· διὰ γυναικὸς τὸν Ἠλίαν ἐδίωξε· διὰ γυναικὸς τὸν Σαμψὼν ἐτύφλωσε 〈καὶ〉 τὸν πρόδρομον Χριστοῦ ἀπέτεμε· διὰ γυναικὸς πάντας καταράττει, πάντας ἀτιμά‐ ζει, πάντας φονεύει, πάντας ψέγει, πάντας ὑβρίζει. Γυνὴ γὰρ ἀναιδὴς οὐδενὸς
5φείδεται· οὐχ ἱερέα ἐντρέπεται, οὐ προφήτην αἰδεῖται, οὐ πολιὰν τιμᾷ. Ὢ κακὸν κακοῦ κάκιστον, γυνὴ πονηρά! Κἂν μέν ἐστι πονηρά, τῇ κακίᾳ πλουτεῖ· ἂν δὲ καὶ πλοῦτον ἔχῃ τῆς πονηρίας αὐτῆς συνεργοῦντα, δισσὸν τὸ κακὸν καὶ ἀφόρητον ζῷον, ἀθεράπευτος ἡ νόσος, ἀνήμερον 〈τὸ〉 θηρίον. Ἐγὼ γὰρ οἶδα καὶ ἀσπίδας κολακευομένας ἡμεροῦσθαι, καὶ λέοντας καὶ παρδάλεις
10τιθασσευομένας πραΰνεσθαι, γυνὴ δὲ πονηρὰ καὶ ἀναιδής, καὶ ὑβριζομένη μαί‐ νεται, καὶ κολακευομένη ἐπαίρεται. Κἂν ἄνδρα ἔχῃ ἄρχοντα, νύκτωρ καὶ μεθ’ ἡμέραν τοῖς λόγοις αὐτὸν ἐκμοχλεύουσα πρὸς δολοφονίαν ὀξύνει, ὡς Ἡρῳδιὰς
τὸν Ἡρῴδην. Κἂν πένητα ἔχῃ ἄνδρα, πρὸς ὀργὰς καὶ μάχας αὐτὸν διεγείρει.200

201

Κἂν χήρα τυγχάνῃ, αὐτὴ δι’ ἑαυτὴν τοὺς πάντας ὑβρίζει καὶ διασύρει. Φόβῳ γὰρ Θεοῦ οὐ χαλινεῖ τὴν γλῶσσαν· οὐκ εἰς τὸ μέλλον κριτήριον ἀποβλέπει· οὐ πρὸς Θεὸν ἀνανεύει· οὐ φιλίας οἶδε φυλάττειν θέσμια. Οὐδέν ἐστι γυναικὶ πο‐ νηρᾷ παραδοῦναι τὸν ἴδιον ἄνδρα εἰς θάνατον· τὸν γὰρ δίκαιον Ἰὼβ ἰδία γυνὴ
5πρὸς θάνατον προεδίδου, λέγουσα· εἰπόν τι ῥῆμα πρὸς Κύριον, καὶ τελεύτα! Ὢ προαιρέσεως πονηρᾶς! Ὢ γνώμης ἀνοσίου! Ἀνδρὸς τὰ σπλάγχνα ὑπὸ τῶν ἀναζεουσῶν φλυκτίδων ὥσπερ ἐπ’ ἀνθρακιαῖς καιόμενα, καὶ ὅλην τὴν σάρκα αὐτοῦ σκώληξι συνελισσομένην, οὐ κατεκάμφθη πρὸς οἶκτον, βλέπουσα αὐτὸν ὅλον δι’ ὅλου στενάζοντα καὶ ἀγωνιῶντα καὶ συνεχῶς ἐκλυόμενα ἕλκη φέροντα·
10οὐκ ἐμαλάχθη πρὸς εὐσπλαγχνίαν θεωροῦσα τόν ποτε ἐν βασιλικῇ πορφυρίδι, ἄρτι ἐπὶ κοπρίας καθήμενον γυμνὸν καὶ σηπόμενον· καὶ οὐκ ἐμνημόνευσε τῆς πρὸς αὐτὸν ἀρχόντων φιλίας καὶ συνηθείας, καὶ ὅσον δι’ αὐτὸν ἐμεγαλύνθη καὶ ἐδοξάσθη, ἀλλ’ εἰπόν τι ῥῆμα πρὸς Κύριον, καὶ τελεύτα. Ὢ χάρις γυναικός! Ὢ μάλαγμα ὀδυνῶν δραστήριον! Ὢ φιλία ὁμοζύγου!
15Οὐκ ἀρκεῖ γὰρ αὐτῷ ἡ πρόσκαιρος ὀδύνη, ἀλλὰ καὶ αἰώνιον αὐτῷ προεξένησε201

202

διὰ τῆς βλασφημίας τὴν κόλασιν. Θέλεις ἰδεῖν τῆς πονηρίας ταύτης γυναῖκα ὁμό‐ τροπον; Ἴδε μοι τὴν Δαλιλάν, πῶς τὸν ἴδιον ἄνδρα ξυρήσασα καὶ δήσασα, τοῖς ἀλλοφύλοις παρέδωκε τὸ ἴδιον μέλος, τὸν ἴδιον σύνευνον· ὃν καὶ ἔθαλπεν, ὃν ἐκολάκευεν, ὃν κατεφίλει, ὃν ὑπὲρ ἑαυτὴν ἀγαπᾶν ὑπεκρίνετο. Ὃν χθὲς ἠγάπα,
5σήμερον ἠπάτα· ὃν χθὲς ἔθαλπεν ἀγαπῶσα, σήμερον ἔθαπτεν ἀπατῶσα. Καὶ μὴν οὐκ ἦν ὡραῖος; Καὶ τίς αὐτοῦ ὡραιότερος, ὅς γε ἑπτὰ βόστρυχας ἐπὶ τῆς κεφαλῆς ἔφερε, τῆς ἑπταφώτου χάριτος τὴν εἰκόνα βαστάζων; Καὶ μὴν οὐκ ἦν ἀνδρεῖος; Καὶ τίς αὐτοῦ ἀνδρειότερος, ὅς γε λέοντα φοβερὸν ἐν ὁδῷ μόνος ἐπά‐ ταξε, καὶ μιᾷ σιαγόνι ὄνου χιλίους ἀλλοφύλους κατέστρεψεν; Ἀλλὰ καὶ τοσοῦ‐
10τον ἦν ἅγιος, ὡς διψήσαντα αὐτόν ποτε ἐν σπάνει ὕδατος εὔξασθαι, καὶ ἐκ τῆς κατεχομένης ἐν τῇ χειρὶ αὐτοῦ σιαγόνος νεκρᾶς ὕδωρ πηγάσαι, κἀκεῖθεν ἀρύ‐ σασθαι. Καὶ τὸν οὕτως ἅγιον, τὸν οὕτως ὡραῖον, τὸν οὕτως ἀνδρεῖον ἰδία γυνὴ
κατέβαλε, καὶ ὡς πολέμιον δήσασα τοῖς ἀλλοφύλοις παρέδωκεν. Ὃν ἐκτυφλώ‐202

203

σαντες εἶχον εἰς παίγνιον. Καὶ ὃν οὔτε λέοντες, οὔτε ἀλλόφυλοι ἀντιστῆναι ἴσχυ‐ ον, τοῦτον ἡ ἰδία γυνὴ κατέβαλε. Καὶ πόθεν τοῦτο ἴσχυσεν; Ἐκ τῆς τοῦ ἀνδρὸς ἀγαθότητος. Τὸ γὰρ μυστήριον τῆς ἰσχύος αὐτοῦ νύκτωρ δόλῳ ἀποσυλήσασα, αὐτὸν γυμνὸν κατέσφαξε. Διὰ τοῦτο παραγγέλλει ἡμῖν ὁ Προφήτης, λέγων·
5ἀπὸ τῆς συγκοίτου σου φύλαξαι τοῦ μὴ ἀναθέσθαι τι αὐτήν. Ποῖον θηρίον, εἰπέ μοι, κατὰ τοῦ ἰδίου ἄρρενος τοιαῦτα ἐμελέτησέ ποτε; Ποία δράκαινα τὸν ἴδιον ὁμόζυγον ἀπολέσθαι ἐθέλει; Ποία δὲ λέαινα τὸν αὐτῆς ἄνδρα πρὸς σφαγὴν παραδίδωσιν; Οὕτως ἀληθῶς, οὐκ ἔστι κακία ὑπὲρ κακίαν γυναικός. Οὐκοῦν ὁ ἔχων γυναῖκα πονηρὰν γινωσκέτω ἤδη τῶν ἀνομιῶν αὐτοῦ
10κεκομιεῖσθαι μισθόν. Φησὶν ὁ Σοφός· γυνὴ πονηρὰ ἀνδρὶ ἁμαρτωλῷ δοθήσεται. Πᾶς ὁ βλέψας γυναῖκα, φησί, πρὸς τὸ ἐπιθυμῆσαι αὐτήν, ἤδη ἐμοίχευσεν ἐν τῇ καρδίᾳ αὐτοῦ. Ὄντως φοβερὸν τὸ παράγγελμα καὶ πολλῆς χρεία τῆς νή‐ ψεως. Τί γάρ ἐστι γυνή; Παγὶς κεκοσμημένη καὶ ἐξαπατῶσα τοὺς ἀνθρώπους ἐν
ἡδοναῖς. Φαιδρῷ μὲν τῷ προσώπῳ, καὶ ὑψηλῷ τῷ τραχήλῳ, καὶ τοῖς ὀφθαλ‐203

204

μοῖς ἀνανεύουσα, καὶ ταῖς παρειαῖς μειδιῶσα, μελῳδοῦσα δὲ τῇ γλώσσῃ, καὶ τῇ φωνῇ θέλγουσα, καὶ τοῖς λόγοις δελεάζουσα, καὶ τὸν χιτῶνα σύρουσα, καὶ τοῖς ποσὶ παίζουσα, καὶ τῷ σχήματι ἀρέσκουσα, καὶ τῷ σώματι ἐκπορνεύουσα, καὶ τοῖς ἔργοις φονεύουσα. Πολλοὺς γάρ, φησί, τρώσασα, καταβέβληκε· καὶ
5ἀναρίθμητοί εἰσιν οὓς πεφόνευκε. Διὸ καὶ λέγει· ἐν κάλλει γυναικὸς πολλοὶ ἐπλανήθησαν, καὶ ἐκ τούτου φιλία ὡς πῦρ ἀνακαίεται. Τί ἐστι γυνή; Ἐπὶ γῆς ναυάγιον, πηγὴ κακίας, θησαυρὸς ῥυπαρίας καὶ πονηρίας, θανατηφόρος συντυχία, ὀφθαλμῶν ὄλισθος, ψυχῶν ὄλεθρος, καρδίας λόγχη, νέων ἀπώλεια, σκῆπτρον ᾅδου, κρημνώδης πόθος.
10 Τί ἐστι γυνή; Αἰτία Διαβόλου, ἀνάπαυσις Ὄφεως, Διαβόλου παραμυθία, ἀπαρηγόρητος ὀδύνη, ὑποκαιομένη κάμινος, σῳζομένων σκάνδαλον, ἀθεράπευ‐ τος κακία, καθημερινὴ λέσχη, ξενοδοχεῖον ἀσώτων, ἐργαστήριον δαιμόνων.
Τί γυνή; Φίλτρον πονηρίας, ἀναίσχυντον θηρίον, ἀκράτητος ὁρμή, ἀχαλί‐204

205

νωτον στόμα, μυστηρίων θρίαμβος, σκοτίας ὁδηγός, παραπτωμάτων διδάσκα‐ λος, ἀπολαύσεως πονηρία, ἀκόρεστος ἐπιθυμία, κολάσεως αἰωνίου πρόξενος. Τί γυνή; Γήϊνον φρόνημα, ἀνδρὸς ῥᾳθυμία, συγκοιμωμένη ἀκρασία, συν‐ εγειρομένη μέριμνα, ἱματισμένη ἔχιδνα, αὐθαίρετος μάχη, καθημερινὴ ζημία,
5οἰκίας χειμών, ἀνδρὸς ναυάγιον, ἀνήμερον θηρίον, μοιχῶν καταγώγιον, ὅπλον Διαβόλου, ἐπιθυμητὴ λύσσα, παγκόσμιος θάνατος. Εἰκότως οὖν ἔλεγεν ὁ Σοφός· μικρὰ πᾶσα κακία πρὸς κακίαν γυναικός. Σὺ δέ, εἰ βούλει τοῦ τοιούτου πάθους καὶ θηρίου ἀποδράσαι, ἄκουε τοῦ Παροι‐ μιαστοῦ λέγοντος· οἱ ὀφθαλμοί σου ὀρθὰ βλεπέτωσαν, τὰ δὲ βλέφαρά σου νευέ‐
10τω δίκαια· καὶ μή σε νικήσῃ κάλλους ἐπιθυμία, μηδὲ ἀγρευθῇς σοῖς ὀφθαλμοῖς, μηδὲ συναρπασθῇς ἀπὸ τῶν αὐτῆς βλεφάρων· γυνὴ γὰρ ἀνδρὸς τιμίαν ψυχὴν ἀγρεύει.
Νῦν οὖν, υἱέ μου, ἄκουέ μου. Μὴ ἐκκλινάτω εἰς τὰς ὁδοὺς αὐτῆς ἡ καρ‐205

206

δία σου, καὶ μὴ πλανηθῇς ἐν ἀτραποῖς ὁδοῦ αὐτῆς· πολλοὺς γὰρ τρώσασα κα‐ ταβέβληκε, καὶ ἀναρίθμητοί εἰσιν οὓς πεφόνευκε· καὶ μὴ ἐπιστήτω σὸν ὄμμα πρὸς αὐτήν, ἀλλ’ ἀποπήδησον 〈καὶ〉 μὴ χρονίσῃς. Ὅταν οὖν ἴδῃς γυναῖκα εὔμορφον, λάμπουσαν, ἔχουσαν ὀφθαλμὸν φαι‐
5δρόν, στίλβουσαν ἀπὸ τῆς παρειᾶς, εὐμήχανόν τινα ὥραν φέρουσαν ἐπὶ τῆς ὄψεως, φλέγουσά σου τὸν λογισμὸν καὶ τὰς ἐπιθυμίας αὔξουσαν, ἐννόησον ὅτι γῆ τὸ θαυμαζόμενον, ὅτι σποδὸς τὸ ἐγκαῖον, καὶ παύσεται λυσσῶσα ἡ ψυχή. Ἀνακάλυψον αὐτῆς τὸ δέρμα τῆς ὄψεως τῷ λογισμῷ, καὶ τότε πᾶσαν ὄψει τῆς εὐμορφίας τὴν εὐτέλειαν· οὐδὲν γὰρ ἕτερον εὑρήσεις, ἀλλ’ ἢ ὀστέα καὶ φλέβας
10καὶ δυσωδίαν. Ἐννόησον δὲ πάλιν ταύτην γηράσκουσαν, ἀλλοιουμένην, θνῄ‐ σκουσαν, ἅπαν καταρρέον τὸ ἄνθος ἐκεῖνο. Ἐννόησον τί θαυμάζεις, καὶ αἰσχύν‐
θητι· καὶ αἰσχυνθείς, μετανόησον.206