TLG 4138 090 :: EPHRAEM SYRUS :: Sermo de uirginitate

EPHRAEM SYRUS Theol., vel Ephraem Graecus
(Syrus: A.D. 4)

Sermo de uirginitate

Source: Phrantzoles, Konstantinos G. (ed.), Ὁσίου Ἐφραίμ τοῦ Σύρου ἔργα, vol. 5. Thessalonica: Το περιβόλι της Παναγίας, 1994: 187–197.

Dup. Assemani, J.S., Sancti patris nostri Ephraem Syri opera omnia, vol. 3 Rome (1732) 74b–79c.

Citation: Page — (line)

187

(t)

Λόγος περὶ παρθενίας
1 Περὶ παρθενίας καὶ ἁγιασμοῦ ψυχῆς Παῦλος ἀπόστολος, ὁ ἄριστος σύμ‐ βουλος, πάντας ἡμᾶς διδάσκει, καὶ κρείττονα ἡγεῖται τὸν βαθμὸν τῆς παρθενίας 〈καὶ〉 ἀνώτερον τοῦ κόσμου· ὁ γὰρ ἔχων γυναῖκα, φησὶν ὁ Ἀπόστολος, ταύτην ἔχει μέριμναν, πῶς γυναικὶ ἀρέσει, ὁ πολιτευόμενος δὲ ἐν παρθενίᾳ, ἀεὶ ταύτην
5ἔχει μέριμναν, πῶς τῷ Κυρίῳ ἀρέσει. Ἐκείνη ἡ μέριμνα ἀπάγει εἰς κόλασιν· αὕτη δὲ ἡ μέριμνα εἰς ζωὴν αἰώνιον. Μακάριος ἄνθρωπος ὁ ἔχων τὴν μέριμναν τῷ Κυρίῳ ἀρέσαι, καὶ φυλάσσων καθαρὸν τὸ σῶμα τὸ ἴδιον, ἵνα γένηται ναὸς ἅγιος καὶ ἄχραντος Χριστοῦ τοῦ βασιλέως. Ἐγένου ναὸς ἑκουσίως, ἄνθρωπε; Πρόσεχε οὖν σεαυτῷ ἐν ἡμέρᾳ καὶ νυ‐
10κτί, ἵνα μὴ διαφθαρῇ ὁ ναός, ὃν ἐκτήσω ἐν τῇ σῇ ἐξουσίᾳ. Αὐτὸς τῇ σῇ βουλῇ187

188

καὶ τῇ σῇ ἐξουσίᾳ ἐγένου ναὸς Θεοῦ, οὐχὶ δὲ κατὰ βίαν, ἀλλὰ τῇ προθυμίᾳ. Οἶδας καὶ αὐτὸς σαφῶς, ὁ γενόμενος ἄνθρωπος τοῦ Θεοῦ τοῦ Ὑψίστου, ὅτι Πνεῦμα Θεοῦ οἰκεῖ ἐν τῷ ναῷ, ἐάν ἐστι καθαρὸς καὶ ἁγιάζει ἑαυτόν, ἵνα ἐστὶν εὔχρηστος τῷ ἰδίῳ Δεσπότῃ.
5 Ἄκουσον, ἀδελφέ μου γνήσιε, καὶ γράψον τὰ ῥήματα τῆς ἐμῆς εὐτελείας ἐπὶ τῇ καρδίᾳ σου. Περίζωσον σεαυτὸν πίστει τῇ εἰλικρινεῖ, ἐλπίδι καὶ ἀγάπῃ, καὶ στῆθι ὡς δυνατός, φυλάττων ναὸν Θεοῦ ἀπὸ πάντων ῥυπαρῶν λογισμῶν. Γενοῦ δὲ ὅλος αὐτὸς ὀφθαλμὸς διηνεκῶς κατασκοπῶν, θεωρῶν τοῦ Πονηροῦ πειρατάς. Ἐπιρρίπτουσιν ἀεὶ πειραταὶ τοῦ Πονηροῦ, ὅπως εὕρωσί τινα χαῦνον
10καὶ μετέωρον, ἵνα διαφθείρωσιν ἐκείνου ἀθλίου τὸν ναὸν τοῦ σώματος, καὶ μη‐ κέτι ὑπάρχει εὔχρηστος τῷ Δεσπότῃ. Πρόσεχε οὖν σεαυτῷ, ἵνα μήποτε εὑρεθῇς εἰσδεχόμενος αὐτὸς τοῦ Πονη‐ ροῦ πειρατάς. Συνιεῖς, ὧ ἀδελφέ, τίνες εἰσὶ πειραταὶ Πονηροῦ καὶ φονευταί; Λογισμοὶ ῥυπαροί, ἐπιθυμίαι κακαί, θυμοί τε καὶ ταραχαί, ὀργαὶ καὶ ἐρίθειαι
15καὶ δουλεῖαι τῶν παθῶν. Οὗτοί εἰσι πειραταὶ ἀναίσχυντοι καὶ κακοί, μὴ παυό‐188

189

μενοί ποτε, μηδὲ κορεννύμενοι ἀπὸ τῆς πονηρίας, καὶ νικώμενοι ἀεὶ αὑτοὺς ἐπιρρίπτουσιν. Ἀναίσχυντος τυγχάνει ῥίζα ἐπιθυμίας. Ἐὰν ἐκκοπῇ καθ’ ἡμέ‐ ραν, βλαστάνει καθ’ ὥραν. Ἐκρίζωσον, ἀδελφέ, ῥίζαν ἐπιθυμίας ἀπὸ τῆς σῆς καρδίας, ἵνα μὴ καθ’ ὥραν προβαίνῃ καὶ βλαστάνῃ. Κἂν μυριάκις ἐκτέμνῃς, δὶς
5τοσοῦτον ἐκφύει, ἐὰν μὴ ῥίζα αὐτῆς ἐκριζωθείη παντελῶς. Ἀγώνισαι συνεχῶς, ἵνα ᾖς ναὸς Θεοῦ ἄσπιλος καὶ ἄμωμος. Ἐὰν σὺ εὐτρεπίσῃς τὸν ναόν σου τῷ Θεῷ, αὐτὸς Θεὸς ἅγιος δίδωσιν ἀντάλλαγμα τὸν τερπνὸν παράδεισον εἰς τὴν σὴν ἀνάπαυσιν, διὰ νίκης τῶν παθῶν καὶ ῥυπαρῶν λογισμῶν. Περιγενοῦ φυ‐ λάττων τὸν ναόν σου ἅγιον, ἵνα ἐστὶν εὐπρεπής, εὐπρόσδεκτος τῷ Θεῷ.
10 Πρόσεχε οὖν σεαυτῷ, μὴ ἀντὶ τοῦ ἁγίου καὶ ἀχράντου Δεσπότου τὸν Ἐ‐ χθρὸν τὸν μιαρὸν εἰσάξῃς εἰς τὸν ναόν, καὶ φθαρῇ σου ναὸς δι’ ἀναισχυντίας τοῦ μισοκάλου Ἐχθροῦ. Ἀναίσχυντος τυγχάνει, ἀναιδὴς τῇ προθέσει. Πλειστάκις ἐπιτιμῶν ἔξω αὐτὸν ἐκβάλλεις, αὐτὸς δὲ ἀναισχύντως τοῦ εἰσελθεῖν πυκτεύει. Ἐὰν τοῦτον εἰσαγάγῃς εἰς τὸν ναὸν τοῦ σώματος, ἀναίτιος ὁ Θεός, ἄχραντος
15καὶ ἅγιος. Οὐκ αὐτὸς ἀπώσατο, ἀλλὰ σὺ ἐδίωξας. Εἰσήγαγες μιαρόν, ἀπώλε‐189

190

σας ἅγιον. Βασιλέα μισήσας, τύραννον ἠγάπησας. Πηγῆς ζωῆς ἀποστάς, τῷ βορβόρῳ ὁμιλεῖς, καὶ τοῦ φωτὸς στερηθείς, μετὰ σκότους κοινωνεῖς. Διὰ σὴν χαυνότητα σεαυτὸν παρέδωκας τῷ ἐχθρῷ καὶ μιαρῷ. Ὁ Θεὸς ἅγιος εὐδόκησεν οἰκῆσαι ἐν τῷ ναῷ σου ἀεί, αὐτὸς δὲ ἐλύπησας τὸν ἀγαθὸν Κύριον, ἀκόρεστον
5Δεσπότην, ποθοῦντα δοῦναί σοι τὴν αὑτοῦ βασιλείαν. Τοῖς γινομένοις ναοῖς ἀμώμοις καὶ καθαροῖς, ἐνοικεῖ ὁ Θεὸς ἐν τῷ αὑτῶν σώματι. Ἐὰν αὐτὸς ποθῇς ἀεὶ ἐνοικῆσαι τὸν Θεὸν ἐν τῷ σώματί σου πάσας τὰς ἡμέρας σου, ὅσας ζῇς ἐπὶ τῆς γῆς, αὐτὸς Θεὸς ἅγιος ἐν ἑαυτοῦ παραδείσῳ, ἐν φωτὶ ἀνεικάστῳ καὶ ζωῇ ἀθανάτῳ, εἰς αἰῶνα αἰῶνος, μετὰ χαρᾶς μεγάλης ἀναπαύσει σε ἐκεῖ. Ἤκουσας
10τοῦτο ἄρα, ἢ καὶ ἔγνως αὐτός, ὅτι μία ἡμέρα ἐν τῷ φωτὶ ἐκείνῳ τῆς βασιλείας τοῦ Θεοῦ χίλια ἔτη εἰσὶν ἐν τῷ αἰῶνι τούτῳ. Ἄνοιξον καρδίαν σου, κατάδεξαι, ἀδελφέ. Ἐπιπόθησον Θεὸν πάσας τὰς ἡμέρας σου. Γλυκασμὸς καὶ φωτισμὸς καὶ χαρὰ ἀεί ἐστιν ἐπιπόθησις Θεοῦ. Ἂν
ποθῇς αὐὸν ἀεί, ἐνοικήσει ἐν σοὶ ἀεί. Θεὸς ζηλωτής ἐστιν. Ἄχραντός ἐστι καὶ190

191

ἅγιος. Ἐνοικήσει ἐν τῇ ψυχῇ τῶν φοβουμένων αὐτόν, καὶ ποιεῖ θέλημα ἀγαπη‐ σάντων αὐτόν. Θέλεις εἶναι τοῦ Θεοῦ ναὸς ἅγιος καὶ ἄμωμος; Ἔχε εἰκόνα αὐτοῦ ἐν καρ‐ δίᾳ σῇ ἀεί. Εἰκόνα Θεοῦ φημὶ οὐ διὰ χρωμάτων ἐπὶ ξύλου τύπωσιν, ἢ ἐπί τινος
5ἄλλου, ἀλλ’ ἐκείνην λέγω τὴν εἰκόνα τοῦ Θεοῦ τὴν διὰ καλῶν ἔργων, νηστειῶν, ἀγρυπνιῶν, κατορθωμάτων καλῶν, ἐγκρατειῶν καὶ εὐχῶν ζωγραφουμένην ἀσπίλως ἐν τῇ ψυχῇ διηνεκῶς· καὶ χρώματα εἰκόνος οὐρανίου Δεσπότου κατορ‐ θώματά εἰσι καὶ λογισμοὶ καθαροί, γυμνότης τῶν γηΐνων μετὰ πρᾳότητος καὶ σεμνοῦ βίου ἀεί.
10 Χωρὶς ἀγῶνος οὐδεὶς στεφανοῦται ἐν βίῳ καὶ ἐν τῇ πολιτείᾳ τῆς ἀσκήσε‐ ως. Πάλιν ἄνευ ἀγῶνος οὐδεὶς δύναται ἐπιτυχεῖν ἀμαράντου στεφάνου καὶ ζωῆς αἰωνίου· σκάμματι γὰρ ἔοικεν ὁ βίος οὗτος ἀεί. Ἀγωνισταὶ τέλειοι τῇ ἑαυτῶν προθυμίᾳ ἀφόβως δεικνύουσιν ἑαυτοὺς ἐν τῷ σκάμματι, οἱ δὲ δειλοὶ καὶ χαῦνοι τῇ αὑτῶν χαυνότητι τοῦ ἀγῶνος φεύγουσιν. Ἀγωνισταὶ τέλειοι καὶ ἐγκρατεῖς
15ἀσκηταὶ πρὸ ὀφθαλμῶν ἔχουσι τὸν τερπνὸν παράδεισον, προσδοκῶντες πάντοτε191

192

ἐν αὐτῷ ἀπολαῦσαι τῶν αὑτοῦ ἀγαθῶν, ἐν φωτὶ αἰωνίῳ καὶ ζωῇ ἀθανάτῳ. Θέλεις ἀγωνίσασθαι καὶ τέλειος δειχθῆναι; Ἔνδυσαι τὰς ἀρετὰς ὡς ἱμά‐ τιον ἀεί. Ἐνεδύσω ἀρετήν; Ἀγώνισαι συνεχῶς μὴ ἐκδύσασθαι αὐτήν. Φοβήθητι τὸν οἶνον, μήποτε θριαμβεύσῃ, καὶ γυμνωθῇς ἀρετῶν, καθάπερ ἐγυμνώθη ὁ
5ἀρχαῖος δίκαιος. Ἔγνως δύναμιν οἴνου; Εἰ δὲ οὔ, ἀκρόασαι, κἀγώ σοι ἀπαγ‐ γελῶ. Νῶε ἀνὴρ δίκαιος, ὅσιος, εὐπρεπὴς ἐν γενεᾷ ἐκείνῃ, ἐφθάρη ἀφ’ ἑαυτῆς· ὅστις καὶ ἠξιώθη ἀκοῦσαι παρὰ Θεοῦ ῥήματα καὶ ἐπαίνους τῆς αὑτοῦ εὐσεβείας. Θεὸς γὰρ αὐτῷ εἶπε· σὲ μόνον ἑώρακα δίκαιον ἐν γενεᾷ διεφθαρμένῃ ταύτῃ. Οὗτος οὖν ὁ δίκαιος, ὁ νικήσας κατακλυσμὸν ὑδάτων, ἀπὸ τοῦ οἰκτροῦ οἴνου
10ἐνικήθη καθεύδων. Ὕδατα ἀμύθητα οὐκ ἐνίκησαν αὐτόν, οἶνος δὲ εὐτελὴς ἐν ὕπνῳ ἐγύμνωσε τὸ σῶμα τοῦ δικαίου, τοῦ γενομένου πάλιν πατριάρχου γε‐ νεῶν. Αὐτὸς πάλιν ὁ οἶνος καὶ τὸν Λὼτ τὸν ὅσιον ἐν ὕπνῳ ἐσύλησεν· ἔκλεψε γὰρ παρ’ αὐτοῦ διὰ τῶν θυγατέρων σύλληψιν παρὰ φύσιν. Δικαίων καὶ ὁσίων ὁ
οἶνος οὐκ ἐφείσατο, σὲ δὲ ὄντα εὐτελῆ πόσῳ μᾶλλον νικήσει;192

193

Φοβήθητι, νέε, πάντοτε ἀπὸ οἴνου· οἶνος γὰρ οὐδέποτε φείδεται τοῦ σώ‐ ματος· πῦρ ἀνάπτει ἐν αὐτῷ ἐπιθυμίας κακῆς. Μὴ χαυνωθῇ σου τὸ σῶμα εἰς τὴν αὐτοῦ πύρωσιν, ἵνα μὴ καταληφθῇς ὑπὸ λογισμῶν πονηρῶν καὶ μελέτης κακίστης. Ἄπρακτος μὲν τυγχάνεις κοινωνίας σώματος, καὶ ἐν πράξει κοινω‐
5νεῖς διὰ κακῆς μελέτης τῇ σκιᾷ καὶ εἰδώλῳ τῆς αὐτῆς ἁμαρτίας. Ἐάν τε γὰρ προληφθῇς ἐν τῷ εἰδώλῳ τούτῳ καὶ σκιᾷ καὶ μελέτῃ, ὁμιλῶν τε καὶ πράττων, πάντοτε μεταμελεῖς, πάντοτε οἰκοδομεῖς καὶ πάντοτε καθαιρεῖς. Εἴδωλα ἁμαρτί‐ ας παραστήκει πάντοτε ὀφθαλμοῖς διανοίας. Φαντάζει θεωρίαν, πληθύνει ὁμιλίαν, γλυκαίνει τὴν μελέτην. Χαυνοῦται ὁ λογισμός, ἡττᾶται ἀοράτως, ἁμαρτάνει
10ἀδήλως. Πᾶσι μὲν θεαταῖς θεωρεῖται προδήλως πλήρης ὢν εὐλαβείας· ὁ αὐτὸς δὲ τυχὼν τῇ αὑτοῦ συνειδήσει βασανίζεται ἔνδον, μεταγινώσκων ἀεί, λυπούμε‐ νος συνεχῶς, ὅτι ἔχει ἔλεγχον τὴν αὑτοῦ συνείδησιν. Τοῦτο εἰωθός ἐστιν ἐπιθυ‐ μίας κακῆς, ἅμα ἐπετέλεσε τὴν αὑτῆς ἁμαρτίαν· καὶ τοῖς ἴχνεσιν ἐπακολουθεῖ λύπη. Σχήματι μὲν δείκνυσι πρόσωπον εὐλαβείας, ἔσωθεν δὲ τυγχάνει μὴ ἔχων
15παρρησίαν παντελῶς πρὸς τὸν Θεόν.193

194

Τίς ἄρα μὴ θρηνήσει, καὶ τίς ἄρα μὴ κλαύσει, ὅτι ἐν μιᾷ ῥοπῇ χαυνοῦται ὁ λογισμός, καὶ τότε ἑκουσίως ἁμαρτάνει τῷ Θεῷ, καὶ διώκει ἀπ’ αὐτοῦ χάρι‐ σμα οὐράνιον, τὸν ἁγιασμὸν λέγω καὶ παρθενίαν [φημί]! Ὅσον γὰρ χρόνον ἐστὶν ἅγιος καὶ καθαρὸς ὁ ναὸς τοῦ σώματος, ὁ Θεὸς ὁ Ὕψιστος ἐνοικεῖ ἐν τῷ
5ναῷ. Ἐὰν δὲ διαφθαρῇ καὶ μιανθῇ ὁ ναός, παραχρῆμα ὁ ἅγιος καὶ ἄχραντος Δεσπότης ἀφίησι τὸν ναόν, καὶ ἀντὶ τοῦ ἁγίου καὶ οὐρανίου φωτὸς εἰσέρχεται ὁ μιαρός, καὶ αὐλίζεται ἐκεῖ· σὺν αὐτῷ δὲ εἰσέρχεται ἐπιθυμία κακὴ μαινομένη πάντοτε. Τίς ἄρα ἐστὶν οὗτος ὁ μὴ ἔχων δάκρυα, καὶ λάβῃ ταῦτα πάντα εἰς τὴν
10ἑαυτοῦ καρδίαν, ὅτι ὁ Θεὸς ὁ ἅγιος ἀπώσατο τὸν ναόν, ἐνῴκησε δὲ ἐν αὐτῷ ἐπιθυμία κακή; Ἐὰν οὖν συνιῇ τοῦτο, τίς ἄρα ἀπώσατο, πόθεν που ἐξέπεσε, καὶ τίνος ἐχωρίσθη, οὐ μὴ κορεσθῇ ποτε δακρύων καὶ στεναγμῶν. Εἴ τις ἐν τῷ ἀγῶνι ἡττᾶται χαυνότητι, ἐὰν ἴδῃ ἕτερον ἐν τῷ αὐτῷ ἀγῶνι νικήσαντα τὴν πά‐ λην, καὶ νικητὴν φανέντα στέμμασι καὶ βραβείοις, καὶ πάντας ἐπαινοῦντας κύ‐
15κλωθεν τὸν νικητήν· ὅταν ἴδῃ ἐκεῖνος ὁ φυγὼν τὸν ἀγῶνα, τότε συνέχει αὐτὸν
μεταμέλεια δεινή, ἑαυτὸν βασανίζει ἀπὸ λύπης μεγάλης, καὶ λέγει ἐν ἑαυτῷ·194

195

διὰ τί μιᾷ ῥοπῇ ἡττηθεὶς τῷ λογισμῷ ἔφυγα τὸν ἀγῶνα; Καὶ ἑτέρους θεωρῶ νικήσαντας τὸν ἀγῶνα, οἳ ἐν δόξῃ μεγάλῃ καὶ ἐπαίνοις μεγίστοις ἐτέλεσαν ἀγῶνα· ἐγὼ δὲ μετ’ αἰσχύνης κρυβήσομαι, ἀποδρὰς ἐκ τοῦ αὐτοῦ ἀγῶνος. Οὕτω καὶ ἐν ἡμέρᾳ τῆς ἀνταποδόσεως, ὅταν ἴδωσιν ἐκεῖ χαῦνοι καὶ ἁμαρτωλοὶ
5δικαίους καὶ ἁγίους μετὰ χαρᾶς μεγάλης τοὺς μὲν ἐν παραδείσῳ, ἄλλους δὲ ἐν βασιλείᾳ, ἑτέρους ἐν νεφέλαις ἱπταμένους ἐν φωτί, ἑαυτοὺς δὲ οἱ ἄθλιοι ἐν πυρὶ τῷ ἀσβέστῳ καὶ σκότει τῷ ἐξωτέρῳ. Τότε συνέχει αὐτοὺς μεταμέλεια δεινὴ καὶ κλαυθμὸς ἀνωφελής. Διὸ παρακαλῶ σε, ἀδελφέ μου, γενοῦ ἀεὶ μιμητὴς τῶν τελείων πατέρων,
10τῶν γενομένων ναῶν ἁγίων καὶ ἀμώμων τοῦ ἀχράντου Δεσπότου. Βάδισον τοῖς ἴχνεσι τῶν ἁγίων πατέρων, τῶν πολιτευσαμένων ἐν παρθενίᾳ ἁγνῇ καὶ ἀσκήσει σεμνῇ, καὶ ἐν εὐχῇ, καὶ ἐν νηστείᾳ. Ἀγάπα τὴν ἄσκησιν, πόθησον τὴν προσευχήν, ὁμιλίαν οὖσαν Δεσπότου· πᾶσα γὰρ προσευχὴ ἁγία καὶ καθαρὰ τῷ
Δεσπότῃ ὁμιλεῖ. Προσευχὴ δὲ τελείων ποθησάντων τὸν Θεόν, μετὰ μεγάλης195

196

χαρᾶς παρρησίας τε πολλῆς εἰς αὐτὸν οὐρανὸν ἀναβαίνει συνεχῶς. Ἄγγελοι 〈καὶ〉 Ἀρχάγγελοι ἀγάλλονται ἐν αὐτῇ, καὶ ἔμπροσθεν τοῦ θρόνου τοῦ ἁγίου καὶ ὑψηλοῦ Δεσπότου ἁπάντων παριστάνουσιν αὐτήν. Τότε γὰρ χαρά ἐστιν, ὅταν προσενέγκωσιν ἔμπροσθεν τοῦ Δεσπότου προσευχὰς τῶν δικαίων ἀγαπών‐
5των τὸν Θεόν. Σπούδασον οὖν, ἀδελφέ, τοῦ γενέσθαι μιμητὴς βίου καὶ ἀρετῶν τῶν ὁσίων πατέρων. Βάδισον ἐν τῇ ὁδῷ τῆς αὐτῶν πολιτείας. Ἄσκησον ὡς καὶ αὐτοί. Ἄσκησον τῇ ἐννοίᾳ, ἄσκησον τῷ πνεύματι, ἄσκησον τῷ σώματι, ἄσκησον καὶ σχήματι, ἄσκησον καὶ βρώματι, ἄσκησον καὶ τῇ γλώττῃ, ἄσκησον καὶ βλέμματι,
10ἄσκησον καὶ τῷ λογισμῷ, ἄσκησον καὶ γέλωτι, ἵνα δειχθῇς ἐν πᾶσιν ὡς τέλειος ἀθλητής. Πρόσεχε οὖν σεαυτῷ, μήποτε μετέωρος εὑρεθῇς εὐχόμενος. Ὅταν δὲ πα‐ ραστήσῃς τῷ Θεῷ προσεύξασθαι, μετὰ φόβου καὶ τρόμου παράστηθι αὐτῷ. Ἀ‐ πόκοψον κύκλωθεν ἀπὸ τῆς σῆς καρδίας λογισμούς, καὶ μέριμναν ἀπὸ πάντων
15τῶν γηΐνων· γίγνου δὲ ὅλος αὐτὸς ἄγγελος οὐράνιος ἐν ὥρᾳ τῆς προσευχῆς,
καὶ οὕτως ἀγώνισαι, ἵνα ἐστὶν εὐχὴ ἁγία καὶ καθαρά, ἄσπιλος καὶ ἄμωμος,196

197

ἵνα ἴδωσιν αὐτὴν αἱ οὐράνιαι πύλαι, καὶ χαιρόμεναι εὐθὺς ἀνεῳχθῶσιν αὐτῇ· ἵνα ἰδόντες αὐτὴν Ἄγγελοι καὶ Ἀρχάγγελοι, πάντες εὐφραινόμενοι συναντήσω‐ σιν αὐτήν, καὶ ἔμπροσθεν τοῦ ἁγίου καὶ ὑψηλοῦ θρόνου τοῦ ἀχράντου Δεσπότου προσενέγκωσιν αὐτήν. Οὕτω γενοῦ πάντοτε τῇ ὥρᾳ τῆς προσευχῆς, ὡς Χερου‐
5βεὶμ καὶ Σεραφείμ, προσκείμενος τῷ Θεῷ. Μελέτησον, ἀδελφέ, εἰς τὰ ῥήματα ταῦτα, καὶ μελῴδησον αὐτὰ μετὰ φό‐ βου καὶ χαρᾶς. Βρώματα πνευματικὰ χορηγοῦσι τῇ ψυχῇ. Γλυκαίνουσιν αὐτὴν ἀπὸ τῆς πικρότητος τοῦ βίου τοῦ ματαίου, καὶ κουφίζουσιν αὐτὴν ἀπὸ βάρους μεριμνῶν τῶν γηΐνων πραγμάτων. Πάντα ὅσα ἤκουσας, σπεῦσον διατηρῆσαι.
10Ἀνάπαυσον τὸν Θεὸν ἐν τῷ νοΐ σου ἀεί, ὅπως εὑρεθῇς ἐκεῖ ἔχων παρρησίαν ἐν τῇ ὥρᾳ ἐκείνῃ τῇ φρικτῇ καὶ φοβερᾷ, ὅταν ἔλθῃ ὁ Χριστὸς ἀποδοῦναι ἑκάστῳ κατὰ τὴν αὐτοῦ πρᾶξιν. ᾮ ἡ δόξα καὶ τὸ κράτος εἰς τοὺς αἰῶνας τῶν αἰώνων.
Ἀμήν.197