TLG 4138 089 :: EPHRAEM SYRUS :: De diuina gratia EPHRAEM SYRUS Theol., vel Ephraem Graecus De diuina gratia Dup. Assemani, J.S., Sancti patris nostri Ephraem Syri opera omnia, vol. 3 Rome (1732) 42e–47b. Citation: Page — (line) | ||
176(t) | Περὶ τῆς θείας χάριτος | |
1 | Σπεῦδε ἔχειν τὴν θείαν χάριν ἐν τῇ διανοίᾳ, ἵνα μὴ ἐμπαιχθῇς. Θεράπευσον αὐτὴν ὡς φύλακα, ἵνα μὴ λυπηθεῖσα καταλίπῃ σε. Ὡς διδάσκαλον ἀοράτων τί‐ μησον, ἵνα μὴ ἀπούσης αὐτῆς ὡς ἐν σκότει προσκόπτῃς. Δίχα αὐτῆς μὴ θελή‐ σῃς ἀγωνίσασθαι, ἵνα μὴ ἀποθάνῃ αἰσχρῶς. Μὴ πορευθῇς ἄνευ αὐτῆς πορείαν | |
---|---|---|
5 | ἀρετῆς· ὁ γὰρ Δράκων ἐπιβουλεύει σοι. Ἐκτὸς αὐτῆς μὴ πραγματεύσῃ τὰ τῆς ψυχῆς· εἰσὶ γὰρ πολλοὶ οἱ παραφέροντες τὴν διάνοιαν δι’ ὁμοιότητος. Ἐὰν μὴ συμπαρῇ σοι πλέοντι, εἰς ἀνόνητον οἱ πόνοι σου περιστήσονται. Ἐὰν μὴ ἀλείψῃ σε πρὸς πολεμίους, πολλὰ πονέσας οἰμώξεις αἰσχρῶς. Ἐὰν μὴ αὕτη σὺν σοὶ ᾖ, ἀγνοεῖς τοῦ Ὄφεως τὴν δολιότητα. | |
10 | Σὺ γίνου ἕτοιμος ὑπακούειν· ὑποδείκνυσι γάρ σοι πάντα σαφῶς. Ἔσο | 176 |
177 | σπουδαῖος πρὸς τὴν ταύτης διάθεσιν, καὶ θᾶττον ἀμεριμνήσεις. Ἀγαγοῦ αὐτὴν σαυτῷ πρὸς συμβίωσιν, καὶ παρέξει σοι κοινωνίαν ἀνέμπαικτον. Ἀδελφὴν κτῆσαι αὐτήν, ὡς ἡ Γραφὴ εἴρηκε, καὶ τὴν ὁδὸν τοῦ πατρός σου δηλώσει σοι. Ποιήσει σε υἱὸν Ὑψίστου, ἐὰν σὺ ποιήσῃς αὐτὴν ἀδελφήν. Ὡς μήτηρ δώσει σοι | |
5 | τοὺς μαστοὺς αὐτῆς, καὶ ὡς νήπιον ἀπὸ τῶν ἐπιβούλων φυλάξει σε. Ἀναγάγῃ σε ὡς παιδίον ἄφροντιν, καὶ εἰς ἄνδρα σε παραστήσει τέλειον. Πίστευσον αὐτῆς τῇ στοργῇ· αὕτη γάρ ἐστιν ἀρχὴ πάσης τῆς κτίσεως. Οὐχ ὁρᾷς τέως τὴν στορ‐ γὴν αὐτῆς, διότι καὶ οἱ νήπιοι γαλουχούμενοι ἀγνοοῦσι τῆς μητρὸς τὴν ἐπιμέ‐ λειαν. Μακροθύμησον, ἄφες σεαυτὸν τῇ ἐκείνης βουλῇ, καὶ οὕτω συνήσεις τὰς | |
10 | εὐεργεσίας αὐτῆς. Καὶ οἱ παῖδες οὐκ ἴσασι πῶς ἀνατρέφονται· προκόπτοντες δὲ θαυμάζουσιν, ὅτε ἀνδρυνθῶσι, καὶ τὴν διάθεσιν φυσικὴν τρέπουσιν εἰς προαιρε‐ τικήν. Καὶ σὺ ἐὰν ἐπιμείνῃς, συνήσεις τὴν λυσιτέλειαν. Ἐκ τοῦ Ἰωσὴφ ἐπίστησον, ὅτε ἐποίμαινεν· οὐκ ἐφάπαξ αὐτὸν προήγαγε, πολλαῖς δὲ προπαιδείαις ἐγύμνασεν. Ἠγνόει ὁ νέος τὸ γενησόμενον, ἀλλ’ ἠνέ‐ | |
15 | σχετο αὐτῆς ὡς ἤθελεν. Ὅτε στέφανον αὐτῷ ὡς βασιλεῖ περιέθηκε, συνῆκεν | 177 |
178 | αὐτῆς τὴν ὠφέλειαν. Ὅτε θρόνον αὐτῷ ἐνεπίστευσεν ἐξουσίας, ἔγνω τὴν αἰχμα‐ λωσίαν, ὅτι αὐτῆς ἦν δοκίμιον. Ὡς μήτηρ διδάσκει τέχνην, οὕτως αὐτὸν δι’ ὑπομονῆς θεοσέβειαν ἐδίδαξεν. Ὡς διδάσκαλος παιδεύων υἱὸν ἴδιον, οὕτως αὐτὸν ἐν δουλείᾳ κατεπόνησεν. Ὡς πατὴρ τύπτω τέκνον, ἵνα γένηται σοφόν, | |
5 | οὕτως αὐτὸν ἐν πόνοις ἐνέβαλεν. Ἠνέσχετο τῶν καλῶν συμβουλιῶν αὐτῆς, καὶ ἐτίμησεν αὐτὸν ὡς υἱὸν πρωτότοκον. Ἔδειξεν ἡ χάρις τίνος ἐστὶ φύσεως, καὶ τὸν γενόμενον υἱόν, βασιλέα κατέστησεν. Ἐβασίλευσε σὺν αὐτῷ, διὰ τοῦτο καὶ μέχρι τέλους κατώρθωσεν. Οὐκ ἀφῆκεν αὐτὸν ἐπὶ τῆς ἀρχῆς, ὅτι καὶ αὐτὸς οὐκ εἴασεν αὐτὴν πειραζόμενος. Συνέπραττεν αὐτῷ, καὶ διέπρεψεν, ὅτι καὶ αὐτὸς ἐν | |
10 | ἀνάγκῃ ἔστερξεν αὐτῆς τὴν διάθεσιν. Ἤνεγκε τὴν ἐπιτιμίαν αὐτῆς ὡς μητρός, καὶ ἐκληρονόμησεν αὐτῆς τὴν εὐπρέπειαν. Ἐβάστασεν αὐτῆς τὴν ἀγανάκτησιν ὡς διδασκάλου, καὶ γέγονε διδάσκαλος ἀοράτων σοφός. Τὰ καθ’ ἕκαστον οὐκ ᾔδει, καὶ ὑπακούσας αὐτῆς, ἔγνω τὰ κατὰ πάντας ἀνθρώπους. Τί ἐποίει, ἠγνό‐ ει, καὶ ἐπὶ τέλει βασιλεῦσι τί ποιήσωσι συνεβούλευε. Καὶ ἐν τίσιν ἦν, οὐκ ἐγί‐ | |
15 | νωσκε, καὶ ἐν τίσι καιροῖς πάντες ἄνθρωποι γενήσονται, ἀπήγγειλε. Διὰ πόσων | 178 |
179 | διήρχετο οὐκ ἠπίστατο, καὶ πόσοι καὶ ποῖοι καιροὶ παρελεύσονται, σαφῶς ἀπε‐ κρίνατο. Καὶ ὅτι δίχα τῆς χάριτος οὐδεὶς οἶδε τὰ ἀόρατα, πάλιν ἡ κατ’ αὐτὸν πρᾶξις δηλώσειε. Σοφοὶ ἦσαν οἱ Αἰγύπτιοι, ἀλλὰ ἦσαν μωροί, ἐκείνῃ μὴ συν‐ αλλάξαντες. Ἐδόκουν καὶ ἀόρατα εἰδέναι ὡς ἐπαοιδοί, ἀλλ’ ἐδείχθη ἡ γνῶσις | |
5 | αὐτῶν ὅτι σκότει ἐσπαργάνωτο. Εἶπε καὶ ὁ Παῦλος ὅτι πνευματικὰ πονηρίας εἰσίν, ἵνα μάθωμεν ὅτι ἔχουσι καὶ οὗτοι γνῶσιν ἀοράτων, ἀλλὰ ἄκυρον, ὅτι οὐδὲν ἐπέγνωσαν. Μαθὸν ἔτι ἐκ τῶν κατὰ τὸν Ἰωσήφ, ὅτι ἡ χάρις ἡ θεία νικᾷ πάντων ἀοράτων ἐπιδρομήν, καὶ οὐδὲν αὐτὴν λέληθε. Διὰ τοῦτο ὁ ἔχων αὐτήν, οὐκ ἐπηρεασθήσεται. Αὕτη πάλιν λαθεῖν οὐ δύναται· φῶς γάρ ἐστι, καὶ ὑπὸ | |
10 | σκοτίας οὐκ ἀναλίσκεται. Περὶ τῶν κατὰ τὸν Ἰωσὴφ λέγει καὶ Παῦλος ὅτι [καὶ] ὁ πνευματικὸς πάντα ἀνακρίνει, αὐτὸς δὲ ὑπ’ οὐδενὸς ἀνακρίνεται. Εἰ ἔγνωμεν τίς ἡ κρίσις τοῦ Θεοῦ, καταγνῶμεν τῆς κοσμικῆς κρίσεως. Διδάσκα‐ λοι νηπίων Αἰγύπτιοι, ἀλλὰ Ἰωσὴφ ἔδειξεν ὅτι οὐδὲ μαθηταὶ εἶναι ἠδύναντο. | |
Εἰ οἱ διδάσκαλοι ἄφρονες καὶ ἀνόητοι, ἐπὶ πλεῖον οἱ μαθηταὶ ἔσονται. Μὴ ἔχον‐ | 179 | |
180 | τες τὴν δύναμιν, λόγους εὐψόους συνέθηκαν· καὶ αἱ πόρναι μὴ ἔχουσαι διάθεσιν, κόσμῳ πλάνης ἀποκέχρηνται. Ὁ Ἰωσὴφ νέος ὢν ἀγράμματος, Αἰγυπτίους πρεσβύτας ἐνίκησε 〈διὰ〉 τῆς αὐτῆς χάριτος· καὶ οἱ Ἀπόστολοι ἰδιῶται ἦσαν καὶ ἀγράμματοι, ἀλλ’ ἥττησαν τοὺς Φαρισαίους πολλὰ λέγοντας, εἰπόντες· | |
5 | ὑμεῖς κρίνατε, εἰ ἐστὶ δίκαιον μὴ λαλεῖν ἃ εἴδομεν, ἢ 〈μὴ〉 ποιεῖν ἃ ἐμάθομεν εἰς ἴασιν ἀνδρῶν. Κἀκεῖνοι ἀπεσιώπησαν. Ἡ αὐτὴ χάρις γέγονεν ἐν τοῖς Ἁγίοις· εἶπε γὰρ ὁ Χριστὸς ὅτι τὸ Πνεῦμα τὸ Ἅγιον διδάξει πάντα τὰ παραγενόμενα. Λέγει καὶ ὁ Ἀπόστολος ὅτι τοῦ Θεοῦ ἔχομεν τὸ Πνεῦμα· διὰ τοῦτο οἴδαμεν τὰ πάντα. Εἶπεν· οὐκ ἔχομεν τὸ πνεῦμα | |
10 | τοῦ κόσμου· ἵνα γνῶμεν ὅτι οἱ σοφοὶ Αἰγύπτιοι τούτῳ τῷ πνεύματι μαθητευθέντες οὐδὲν ᾔδεισαν. Πνεῦμα καὶ τοῦ κόσμου προσηγόρευσεν, ἐπειδὴ καὶ οἱ ἄνθρωποι | |
καὶ τὰ κτήνη ψυχὴν ἔχειν λέγονται. Οὐ ποιεῖ πρόκριμα τῇ χάριτι τοῦ Θεοῦ τὸ | 180 | |
181 | ὄνομα· οὔτε γὰρ ἐξ ὀνομάτων ἡ πρᾶξις, ἀλλ’ ἐκ πράξεων τὰ ὀνόματα. Νοήσατε ἐκ τοῦ δικαίου Ἰωσὴφ ὅτι δεῖ ὑμᾶς διὰ πειρασμῶν ἐπιγνῶναι τῆς χάριτος τὴν εὐπρέπειαν. Οἶδα ὅτι πολλοὶ ποθοῦσι γενέσθαι αὐτῆς υἱοί, ἀλλ’ οὐ τὸ θέλειν ἐστίν, ἀλλὰ τὸ ἑτοιμάσασθαι. Οἶδα ὅτι πολλοὶ διὰ τὴν πίστιν υἱοὶ | |
5 | αὐτῆς ὠνομάσθησαν, ἀλλ’ οὐ πολλοὶ κληρονομοῦσιν αὐτὴν διὰ τὴν ἀμέλειαν. Οὐ πάντες τιμῶσι τὰς μητέρας ἀνδρωθέντες, οὕτως εἰ καὶ πολλοὺς ἡ χάρις ἐγαλούχησεν, ἀλλ’ ὑπὸ σπανίων τετίμηται. Οὐ πάντες συνίασιν ὠδῖνας τῆς τε‐ κούσης καὶ πόνους ἀνατροφῶν, οὕτω καὶ ἐν ἡμῖν βραχεῖς εἰσὶν οἱ πρὸς τὴν εὐεργεσίαν αὐτῆς συνδιατιθέμενοι. Καὶ εἰ θέλετε γνῶναι τί τὸ ἔργον τῆς χάρι‐ | |
10 | τος, πάλιν ὑμῖν Ἰωσὴφ ὁδηγήσειε. Πάντων προνοεῖ ὡς μήτηρ φαύλων τε καὶ ἀγαθῶν· διὰ τοῦτο καὶ τοὺς Αἰγυπτίους διέθρεψεν. Ὀλίγους ἔχει κληρονόμους, μεθ’ ὧν συναγάλλεται. Ἐὰν ἀτακτῶσιν, ἀνέχεται. Ἐὰν ἀσεβῶσιν, ἀποστρέφε‐ ται. Καὶ ὅμως τὰ σπλάγχνα αὐτῆς οὐκ ἀποκλείει, ἵνα μὴ ἀποθάνωμεν. | |
Εἰ περὶ τοὺς ἀχαρίστους τοιαύτης ἐστί, τί δειλιῶμεν τὴν συνδιατριβὴν | 181 | |
182 | αὐτῆς; Εἰ περὶ τοὺς παροινοῦντας χρηστή ἐστι, διατί οὐ συνιῶμεν ὅτι ἐπὶ τοὺς ἐρωμένους αὐτῆς ὅλη ἐκχέεται; Μήτε ἀκηδιάσωμεν κρυπτομένης αὐτῆς, μήτε ὀλιγωρῶμεν παιδευούσης πειραζόμενοι. Οἶδε τὸ συμφέρον, καὶ τὴν φύσιν ἐπί‐ σταται. Γινώσκει τὸ μέτρον ἑκάστου καὶ δίδωσι πρὸς ἀπόλαυσιν. Ἐπέχει τὴν | |
5 | εὐεργεσίαν, κρύπτουσα ἡμᾶς πρὸς ὠφέλειαν. Ἀνέχεται γογγυζομένη, καὶ ὡς ἰατρὸς ἀσθενοῦσιν οὐ δίδωσιν ἄρτου ἢ οἴνου ἀπόλαυσιν. Συνίετε ὃ λέγω, ἵνα 〈μὴ〉 περὶ τῶν εὐδήλων διατρίβωμεν. Τίς ἡ χάρις, τίς ἡ φύσις, τίς ἡ γνῶσις, τίς ἡ προαίρεσις, τίς ἡ πλῆξις, τίς ἡ μετουσία; Καὶ ὁ Παῦλος εἴρηκεν ὅτι διαιρέσεις εἰσὶ χαρισμάτων, καὶ ὅτι πρὸς | |
10 | τὸ συμφέρον δίδονται. Μήτε οὖν ἀπιστήσωμεν μὴ λαμβάνοντες, μήτε ὅμοια ζητῶμεν λαμβάνοντες. Μὴ πρὸς τὸ διάφορον διστάζωμεν, ὅτι οὐχ ἡ αὐτὴ χάρις ἐστὶ νομίζοντες, ἀλλὰ πρὸς τοὺς καιροὺς καὶ τοὺς ἀνθρώπους καὶ τοὺς τρόπους | |
ἀποβλέψωμεν. Οὔτε Αἰγύπτιος νῦν κρατεῖ, οὔτε λιμώττει Χαναάν. Οὐκ ἔστιν | 182 | |
183 | Ἰακὼβ ὁ δίκαιος, οὔτε γένος Ἰσραὴλ ὀφεῖλον ἐξ Αἰγύπτου ἐξελθεῖν, κληρο‐ νομῆσαι τὴν γῆν Χαναάν. Οὐ ποιμένες ἀδελφοί, οὐ Μαδιηναῖοι ἔμποροι, οὐκ Ἰωσὴφ ἐνθουσιώμενος ἐνυπνίοις. Ἀπὸ τῶν λοιπῶν τῶν ἀπὸ τῆς Γραφῆς, καὶ αὐτὴν εἶναι τὴν χάριν πιστεύ‐ | |
5 | ομεν, καὶ τὴν πίστιν τὴν αὐτήν. Εἰ ἦν τὰ πάντα τοιουτότροπα, οὐ πρόνοιαν, ἀλλὰ φύσιν διοικεῖν ᾠόμεθα· ἀλλ’ ὡς ὁ Ἄβελ ἔτυχε τῆς χάριτος, ὅτι καὶ ἀπο‐ θανὼν διὰ τοῦ αἵματος αὐτοῦ τῷ Θεῷ προσωμίλησεν, Ἐνὼχ μετετέθη μὴ ἰδεῖν θάνατον, καὶ ὁ Νῶε ἐν τῇ χάριτι διεσώθη ἀπὸ τοῦ κατακλυσμοῦ, καὶ ἐπὶ τῆς παρούσης καταστάσεως πολλή ἐστιν ἡ διάκρισις, ὅτι καὶ διάφορός ἐστιν ἡ προ‐ | |
10 | αίρεσις. Ἀπὸ τῆς χάριτος καὶ περὶ τῆς δοκιμῆς συνήσωμεν. Οὐ πάντες τοῖς αὐτοῖς περιπίπτουσι πειρασμοῖς, ἐπειδὴ οὐ πάντες τῆς αὐτῆς διανοίας ἐπιλαμβάνονται· ὅτι περὶ ἑνὸς στεφάνου φιλονεικοῦντες, διαφόρως καὶ ἀθλοῦσι καὶ ἀγωνίζονται. Ἀπὸ τῶν ἐν τῇ θαλάσσῃ πλεόντων, πιστεύσατε μίαν μὲν εἶναι τὴν θάλασσαν, | |
15 | διαφορὰν δὲ τῆς πορείας. Πᾶσαι αἱ νῆες ἶσοι· αἱ μὲν οὐρίᾳ πλέουσαι ἐκινδύνευ‐ | 183 |
184 | σαν, αἱ δὲ ἐξ ἐσχάτων κινδύνων διεσώθησαν· καὶ πολλαὶ πλέουσαι ὑφ’ ἑνὸς ἀνέ‐ μου διαφόρως συνέχονται. Καὶ οἱ τόποι καὶ τὰ ἀκρωτήρια ἀνέμους κινοῦσι καὶ κύματα, καὶ κυβερνητῶν τέχνας ἢ ἐμποδίζουσιν ἢ κατευθύνουσι. Καὶ πλάσεις νηῶν αἴτιοι γίνονται, καὶ ὀθόνη πηδαλίων ἡ βραχυτάτη, ἵνα φανερὸν ᾖ ἐν ὑμῖν | |
5 | περὶ τῆς ὑμετέρας καταστάσεως. Εἴ τι οὖν λείπει τοῖς εἰρημένοις, ὑμεῖς ἀναπληρώσατε· ἐγὼ γὰρ ὡς ἰδιώ‐ της τῆς τέχνης, ἃ οἶδα ἔγραψα πόθῳ ὑπακοῆς. Διὸ καὶ ἐπεχείρησα προπετεύ‐ σασθαι, ἀλλ’ οἶμαι μηδένα μέμψασθαι, ὑμῶν μεσιτευόντων. Διὰ γὰρ τὸ μὴ δύ‐ νασθαι παραιτεῖσθαι, προῆλθον ἐπὶ τὸ μέρος τῆς ἐκζητήσεως, καὶ θέλων εἰπεῖν | |
10 | ἀκριβέστερον, εἰκὸς ὅτι προσέκρουσα. Οὐκ ἀρνοῦμαι τὴν φύσιν, οὐ καυχῶμαι τὴν πρᾶξιν, οὐκ ἀπαιτῶ τὴν ἐξο‐ μοίωσιν. Ὁ λόγος ὑμῶν ὑπηρέτης. Εἰ βίος οὐ μαρτυρεῖ, τῷ λόγῳ ὑπομιμνῄ‐ σκοντι χρήσασθε. Ἔστω ὁ λόγος κάτοπτρον τῆς φυσικῆς ὑμῶν πράξεως, καὶ ἴδετε ἐν αὐτῷ ὡς ἐν διαυγεῖ ὕλῃ τὴν ἀρετὴν ὑμῶν τὴν ἄϋλον. Θαυμάσατε ἑαυ‐ | |
15 | τοὺς ἀναγινώσκοντες, μωμοσκοπήσατε δὲ τὰ σφάλματα τοῦ γράψαντος. Τὰ | 184 |
185 | ἐνδέοντα τῷ λόγῳ διὰ τῆς πράξεως διορθώσασθε. Ἐλέγξατε τὴν ἰδιωτείαν τοῦ τυπώσαντος τῆς ἀρετῆς τὸν χαρακτῆρα. Διαπτύσατε τὸν ἐξεικονίσαντα τελείαν πρᾶξιν ἀτελεῖ ῥήματι. Σύνετε τὴν σπουδὴν καὶ μὴ μέμψησθε τὴν ἄγνοιαν. Νοή‐ σατε τὴν ἀπειρίαν καὶ τὸ ἐπιτήδευμα μὴ ἀποβάλησθε. Ὑμεῖς μοι τὰ παρ’ ὑμῶν | |
5 | ἀναμφίβολα πορίσατε. Εὐχὰς ἐκτενεῖς καὶ στοργὴν πατρικήν, ἐφ’ οἷς πλουτεῖτε, ἀφθόνως παράσχετε· ὅτι κἀγὼ τὴν πενίαν τῆς διηγήσεως οὐκ ἀπεκώλυσα. Ἐδάνεισα πτωχὸς ὢν πλουσίοις. Οὐ θέλω τὸ κεφάλαιον, τὴν ἀμοιβὴν ἀπαιτῶ. Οὐκ ἐπαίνους αἰτῶ, ἀλλὰ προσευχάς. Οὐ μισθὸν αἱροῦμαι λαβεῖν, ἀλλὰ χάριν δέξασθαι. Οὐκ οἶδα τὸ ἔργον ἄξιον εἶναι τῆς ἐπιταγῆς· ἐννοῶ δὲ ὅτι παρασχεῖν | |
10 | θέλοντες ἐκελεύσατέ μοι εἰπεῖν, μὴ χρῄζοντες ὑπομνήσεως. Οἱ ἔχοντες τὴν πη‐ γήν, σταγόνος οὐ προσδέονται. Οἱ τὴν ποίμνην νέμοντες, οὐκ ἐνδεεῖς εἰσι γά‐ λακτος. Οἱ τὸν ἄρτον κλῶντες, ψιχίων οὐ χρῄζοντες. Οἱ τὸ μέλι γεωργοῦντες, οὐκ ἐπιδεεῖς εἰσιν μαθεῖν τίς ἡ γεῦσις αὐτοῦ. Οἱ τὸν μαργαρίτην κεκτημένοι, δι’ ὀβολὸν οἰκτρὸν οὐ καταπονηθήσονται. Δότε ἡμῖν τῆς γεωργίας ὑμῶν, ὅτι τὸν | |
15 | παράδεισον ἐξελάβετε. Παράσχεσθε ψυχῆς τροφήν, οἱ τῷ ξύλῳ τῆς ζωῆς τρεφό‐ | 185 |
186 | μενοι. Ὥσπερ γὰρ τὰ φαινόμενα πρόσκαιρα, οὕτω καὶ ὁ λόγος ὁ πρὸς ὑμᾶς. Ἀλλ’ αὐτοὶ αὐτὸν ποιεῖτε αἰώνιον, ὅτι τῇ πράξει ὑπόστασιν αὐτῷ παρέχετε | |
αἰωνίαν. | 186 |