TLG 4138 088 :: EPHRAEM SYRUS :: Sermo asceticus perutilis EPHRAEM SYRUS Theol., vel Ephraem Graecus Sermo asceticus perutilis Dup. Assemani, J.S., Sancti patris nostri Ephraem Syri opera omnia, vol. 3 Rome (1732) 38b–42d. Citation: Page — (line) | ||
166(t) | Ἀσκητικὸν ὠφέλιμον | |
1 | Οἱ βουλόμενοι κατὰ ἀλήθειαν ἑαυτοὺς τῷ Κυρίῳ ἀποδοῦναι πρὸς τὴν μέλλουσαν τῆς βασιλείας ἐπαγγελίαν, διὰ τὸν Πονηρὸν ἀνταγωνιζόμενον παντὶ τρόπῳ, ποικίλως ἑκάστην ψυχὴν πολεμεῖν. Πρὸ πάντων οὖν πίστιν ἑδραίαν καὶ ἐλπίδα βεβαίαν ἕκαστος ὀφείλει ἀναλαβεῖν, ἵνα δι’ αὐτῶν δυνηθῇ τὰ πεπυρωμένα | |
---|---|---|
5 | τοῦ Πονηροῦ βέλη σβέσαι. Κἂν μυρία τοίνυν ὁ ἀντικείμενος ποιῇ, βουλόμενος χαυνοῦν τὴν προαίρεσιν καὶ ἀποσπᾶν τῆς ἐλπίδος καὶ τῆς ἀγάπης εἰς τὸν Κύ‐ ριον, πολεμῶν τῇ ψυχῇ διαφόρως· ἤτοι ἔνδοθεν θλίψεις διὰ τῶν τῆς πονηρίας πνευμάτων ἐπάγων τῇ ψυχῇ, ἤτοι λογισμοὺς [καὶ] πονηροὺς καὶ ματαίους καὶ ἀθεμίτους καὶ ῥυπαροὺς ἐνσπείρων, καὶ τῶν προτέρων ἁμαρτημάτων τὴν μνήμην | |
10 | ποιῶν, καὶ κατακρίνων τὴν ψυχὴν πρὸς τὴν προαίρεσιν εἰς χαύνωσιν εἰσελθεῖν, | 166 |
167 | ὡς ἀδύνατόν ἐστι σωτηρίας τυχεῖν, ὥστε εἰς ἀνελπιστίαν ἐγεῖραι τὴν ψυχήν, ὡς ἐξ αὐτῆς τὰ τῶν ματαίων καὶ πονηρῶν λογισμῶν ἀτοπήματα γεννώσης ἐν καρ‐ δίᾳ, καὶ οὐχ ὡς ἀλλοτρίου πνεύματος ἁμαρτίαν λογιζομένου ἔνδον καὶ ὑπο‐ σπείροντος αὐτῇ. | |
5 | Τοῦτο τῆς κακίας ὑποτιθεμένης, καὶ μὴ βουλομένης γνωρίζεσθαι ὅτι ἐστὶ μετὰ τῆς ψυχῆς ἀλλότριον τοῦ Θεοῦ ἐγκόσμου πνεῦμα πλάνης, πρὸς τὸ εἰς ἀπελπισμὸν τὴν ψυχὴν ἀγαγεῖν, ἤτοι πόνους σώματος ἐπενέγκαι ἀσθενείαις, ἤτοι δι’ ἀνθρώπων ὀνειδισμοὺς καὶ θλίψεις ἐπιφέρειν. Καὶ ἐὰν διὰ τούτων πάν‐ των ὁ Πονηρὸς ἐπιχειρῇ πολεμεῖν τὴν ψυχήν, ὁ ἄνθρωπος τῆς πρὸς Κύριον | |
10 | ἐλπίδος μὴ ἐκστῇ, ἀλλὰ πλέον προσκολληθείη ἑκάστοτε, ὡς μόνῳ χρηστῷ καὶ εὐσπλάγχνῳ καὶ δυναμένῳ τῆς ψυχῆς τὰ ἀσθενήματα ἰάσασθαι· αὐτὸν ἀεὶ ἀγαπῶν καὶ αὐτὸν μελετῶν· τοῦτο λογιζόμενος, ὅτι ἀπὸ Θεοῦ ἐὰν ἀποστῶ, ἀποστραφεὶς τοῦ ὀρθοῦ τῆς ἀσκήσεως βίου, [καὶ] πρὸς τίνα δυνατὸν ἀπελθεῖν, εἰ μὴ τάχα εἰς ἀπώλειαν, καίγε, ἐὰν ἐμαυτὸν [καὶ] παραδῶ ταῖς τοῦ Πονηροῦ | |
15 | συμβουλίαις καὶ μυρίαις τοίνυν μαχαίραις τῶν πεπυρωμένων βελῶν, παθῶν | 167 |
168 | τῆς κακίας καὶ τῶν ἀτόπων καὶ πονηρῶν λογισμῶν ἑκάστης ἡμέρας; Ἑκάστῳ τῶν ἀδελφῶν ἐὰν ἐμβάλῃ ὁ Πονηρὸς καὶ τὸ χαυνῶσαι καὶ ἀπο‐ στρέψαι τῆς ὁδοῦ τῆς δικαιοσύνης καὶ ἀπελπισμὸν ἄγειν, τοσούτῳ μᾶλλον ὀφεί‐ λει καταφυγεῖν καὶ ἐλπίσαι ἐπὶ τῷ Θεῷ, ὅτι οὕτω βούλεται δοκιμασθῆναι τὰς | |
5 | εἰς αὐτὸν προσφευγούσας ψυχάς, ὅπως γνωρισθῇ ἐξ ἀληθείας ὅτι πάντα μισή‐ σαντες, Θεὸν μόνον ἠγάπησαν· καὶ πολλὰ κακὰ ὑπὸ τῆς κακίας παθόντες, τῷ μόνῳ Θεῷ προσεγγίζειν καὶ τὸ θέλημα αὐτοῦ ἐπιτελεῖν, αὐτοὶ πλείονα πόθον πρὸς αὐτὸν ἐκτήσαντο· καὶ μυρίους θανάτους ὑπεριδόντες, Θεὸν μόνον ἠγάπη‐ σαν· καὶ αὐτὸν μόνον κληρονομῆσαι ἐπιθυμήσαντες, Θεὸν μόνον ἠγάπησαν· καὶ | |
10 | πᾶσαν τὴν σπουδὴν καὶ τὸν πόνον αὐτῶν καὶ τὸν ἀγῶνα πάσας τὰς ἡμέρας, ὡς μικρὸν ἡγησάμενοι· καὶ οὐδὲν ἄξιον τῶν ἐλπιζομένων ἀγαθῶν ποιεῖν δυνάμενοι· χίλια γὰρ ἔτη τοῦ αἰῶνος τούτου ἐν τῷ αἰωνίῳ καὶ ἀφθάρτῳ κόσμῳ τοσοῦτον ἔχει τὴν σύγκρισιν, ὡς ἐάν τις ἔχῃ μίαν ψάμμον ἀφ’ ὅλης τῆς ψάμμου τῆς θα‐ λάσσης· οὕτως ἀπέραντος καὶ ἄπειρος καὶ ἀκήρατός ἐστιν ὁ τῶν δικαίων αἰὼν | |
15 | καὶ ἡ τῶν οὐρανῶν βασιλεία. | 168 |
169 | Αἱ τοιαῦται οὖν ψυχαί, καὶ συνέσει ἀγωνισάμεναι, καὶ τοιαύτῃ ἐλπίδι ὑπομείνασαι, καὶ πάσαι θλίψεις διὰ τὴν πρὸς τὸν Κύριον ἐλπίδα ὑπερπηδῶσαι, καὶ τοιαύτην ἐλπίδα βεβαίως κρατοῦσαι, οὐ καταισχυνθήσονται, ἀλλ’ ἐπιτεύξον‐ ται τῆς αἰωνίου καὶ ἀληθινῆς ζωῆς, δόκιμοι ἐν πειρασμοῖς εὑρεθεῖσαι κατὰ τὸ | |
5 | εἰρημένον· τίς ἡμᾶς χωρίσει ἀπὸ τῆς ἀγάπης τοῦ Θεοῦ; Θλῖψις ἢ στενοχωρία ἢ διωγμὸς ἢ γυμνότης ἢ κίνδυνος ἢ μάχαιρα, καὶ τὰ ἑξῆς; Καὶ πάλιν· ἡ θλῖψις ὑπομονὴν κατεργάζεται, ἡ δὲ ὑπομονὴ δοκιμήν, ἡ δὲ δοκιμὴ ἐλπίδα. Καὶ ὁ Κύ‐ ριος· ἐν τῇ ὑπομονῇ ὑμῶν κτήσασθε τὰς ψυχὰς ὑμῶν. Καὶ πάλιν· ὁ ὑπομείνας εἰς τέλος, οὗτος σωθήσεται. | |
10 | Ὥστε πᾶσαι αἱ ἐπιφερόμεναι τοῦ Πονηροῦ θλίψεις τῷ ἀνθρώπῳ, ἐὰν ἐλπί‐ δι καὶ μακροθυμίᾳ γενναίως ὑπομείνῃ, στηριγμὸν καὶ ἑδραιότητα, καὶ πλέον δόκιμον αὐτὸν ἀπεργάσασθαι γεγόνασι. Συλλόγισαι γάρ μοι· ἐὰν ὅλης τῆς γῆς σε καταστήσωσι βασιλέα μόνον, καὶ τοὺς θησαυροὺς τῆς οἰκουμένης μόνῳ σοι προσενέγκωσι, καὶ εἰ μόνος ἐβασίλευες καὶ ἐκράτεις τῆς οἰκουμένης, ἐξ ὅτου τὸ | |
15 | γένος τῶν ἀνθρώπων ἔκτισται ἕως τῆς συντελείας τοῦ αἰῶνος, ἀντικατήλλασαι | 169 |
170 | τὴν ἀληθινὴν καὶ ἀπέραντον καὶ αἰώνιον ζωήν, τὴν τῶν οὐρανῶν βασιλείαν, ἥτις τέλος καὶ διαδοχὴν οὐκ ἔχει; Δῆλον ὅτι, ἐὰν ὀρθῶς διακρίνῃς, ἐρεῖς· μὴ γένοιτό μοι ἀντικαταλλάξαι τὴν φθαρτὴν βασιλείαν τῇ ἀπεράντῳ βασιλείᾳ, ὡς ὁ Κύριος εἴρηκεν· τί γὰρ ὠφελήσει ἄνθρωπον ἐὰν τὸν κόσμον ὅλον κερδήσῃ, | |
5 | τὴν δὲ ψυχὴν αὐτοῦ ζημιωθῇ; Ἢ τί δώσει ἄνθρωπος ἀντάλλαγμα τῆς ψυχῆς αὐτοῦ; Ὥστε παντὸς κόσμου καὶ τῆς βασιλείας αὐτοῦ καὶ χρημάτων καὶ δόξης ψυχὴ μόνη τιμιωτέρα καὶ ἀξιολογωτέρα ἐστίν—οὐχ ὅτι γε ἡ τῶν οὐρανῶν βα‐ σιλεία ἐντιμοτέρα ἐστίν—ὅτι ἐν οὐδενὶ τῶν κτισμάτων εὐδόκησεν ὁ Θεὸς τῆς ἰδίας φύσεως, τοῦ Πατρός, κοινωνῆσαι καὶ συνᾶραι· οὐκ οὐρανῷ, οὔτε ἡλίῳ, | |
10 | οὔτε σελήνῃ, οὔτε ἄστροις, οὔτε γῇ, οὔτε θαλάσσῃ, οὔτε ἑτέρᾳ τινὶ τῶν ὁρωμέ‐ νων κτίσει, ἢ μόνῳ τῷ ἀνθρώπῳ τῷ ἀγαπῶντι αὐτὸν ὑπὲρ πάντα. Εἰ οὖν τὰ μεγάλα τοῦ κόσμου κτίσματα, ἢ πλοῦτον, ἢ καὶ αὐτὴν τὴν ἐπί‐ γειον βασιλείαν, λογισμῷ ὀρθῷ λαβόντες, οὐχ αἱρούμεθα ἀντικαταλλάξαι τῇ | |
αἰωνίῳ καὶ οὐρανίῳ τῆς ζωῆς βασιλείᾳ, πῶς οἱ πλείονες ἀντικαταλλάσσουσιν | 170 | |
171 | αὐτὴν ταλαιπώροις καὶ ἐξουδενωμένοις τοῦ κόσμου πράγμασιν, οἷόν τι ἐπιθυμίᾳ τινὶ τοῦ κόσμου τούτου, ἢ ματαίᾳ δόξῃ, ἢ αἰσχρῷ κέρδει; Ὅπερ γάρ τις τοῦ αἰῶνος τούτου ἀγαπᾷ, καὶ εἰς ὅ, τι δεσμεύεται οἱῳδήποτε κοσμικῷ καὶ φθαρτῷ πράγματι, ἐκείνῳ καὶ ἀντικαταλλάσσεται τὴν τῶν οὐρανῶν βασιλείαν. Ὃ γάρ | |
5 | τις ἀγαπᾷ, ἐκεῖνο θεὸς αὐτοῦ ἐστι, καθὼς εἴρηται· ᾧ γάρ τις ἥττηται, τούτῳ καὶ δεδούλωται. Χρὴ γὰρ τὸν ὄντως ζωῆς ἀθανάτου ὀρεγόμενον, καὶ βασιλείας οὐρανῶν ἐπιθυμίαν ἔχοντα, ἁπάντων τῶν τοῦ αἰῶνος τούτου ἀνώτερον καὶ μεί‐ ζονα γενέσθαι, καὶ ὑπερβῆναι πάντας ὅρους κοσμικοὺς καὶ πᾶσαν δόξαν γηΐνην, καὶ ὅλους δεσμοὺς ὕλης διαρρῆξαι, καὶ τὴν ἐπουράνιον τοῦ Χριστοῦ δόξαν ἀγα‐ | |
10 | πῆσαι, καὶ μηδὲν ἕτερον σὺν ἐκείνῃ τῇ ἀγάπῃ μιγνύειν, καὶ ἀγαπᾶν τι τοῦ αἰῶ‐ νος τούτου ἢ τοῦ βίου τούτου. Οἱ γὰρ πρὸς τὸν Θεὸν ὄντως ἀληθινὴν ἀγάπην ἀναλαβόντες, ὥσπερ μάχαιρα δίστομος πᾶσαν ἀγάπην ἑτέραν κόσμου διακόπτει, καὶ πάντα δεσμὸν ὕλης διαρρήσσει, καὶ οὐδέν τι τῶν φαινομένων τὴν ψυχὴν ἐκείνην κατέχειν δύναται, οὐχ ἡδονή τις, οὐ δόξα, οὐ πλοῦτος, οὐ δεσμὸς ἀγά‐ | |
15 | πης σαρκικῆς, οὐδέ τι τῶν τῆς ὕλης πραγμάτων, ἀλλ’ ἡ μόνον Θεὸν ἀγαπῶσα | 171 |
172 | ψυχή, σὺν αὐτῷ οὐδὲν ἕτερον τοῦ αἰῶνος τούτου ἀγαπᾷ, ἀλλ’ ὅλην αὐτῆς τὴν ἀγάπην καὶ τὸ θέλημα αὐτῷ μόνῳ ἐγκρεμάσασα, καὶ αὐτῷ μόνῳ προσδεθεῖσα, ἅπασαν ἀγάπην χοϊκὴν καὶ ὑλικὴν ὑπερβαίνει καὶ νικᾷ. Δίστομος μάχαιρα ἀγάπη πνεύματος διὰ τῆς ἰδίας εὐτελοῦς ἀγάπης κτησαμένη· ἥτις ἀγάπη καὶ | |
5 | μάχαιρα δύναται πᾶσαν ὕλην διακόψαι, καὶ πάντας ὅρους γῆς ὑπερβαίνειν, καὶ μόνῳ Θεῷ συνενωθῆναι, καὶ τὸ αὐτοῦ θέλημα διὰ παντὸς ἐργάζεσθαι. Ἀγώνων τοίνυν μεγάλων καὶ πόνων ἰσχυρῶν ἐστι τὰς μεγάλας ἐπαγγε‐ λίας τῆς αἰωνίου ζωῆς καρπώσασθαι· χρὴ γάρ τινα ὅλον ἐξ ὅλου ἑαυτὸν τῷ Κυρίῳ ἀποδοῦναι, καθὼς γέγραπται, ἐξ ὅλης καρδίας καὶ δυνάμεως καὶ ἰσχύος, | |
10 | καὶ ὅλῳ θελήματι, καὶ ἀνακρεμάσαι καὶ ἑαυτὸν σταυρῶσαι ψυχῇ καὶ σώματι, διηνεκῶς τε καὶ ἀδιαλείπτως, ἐν πάσαις ταῖς ἁγίαις αὐτοῦ ἐντολαῖς, ὅπως δυ‐ νηθῇ τυχεῖν τῆς ἐπηγγελμένης ζωῆς τοῖς τὸν Θεὸν ἀγαπῶσι καὶ αἰωνίου ζωῆς καταξιωθῆναι θέλουσιν. Εἰ γὰρ ἐν τῇ ἐπιγείῳ καὶ παρερχομένῃ καὶ φθαρτῇ βα‐ | |
σιλείᾳ μεγάλοι ἱδρῶτες καὶ κάματοι καὶ πόνοι καὶ μόχθοι ἀνύονται, ὅπως οἱ | 172 | |
173 | τούτων ὀρεγόμενοι δυνηθῶσι προκόψαι, καὶ ἔν τινι τιμῇ δόξης ἢ ἀρχῆς παρερ‐ χομένης ἐλθεῖν, πόσῳ μᾶλλον ὑπὲρ τῆς αἰωνίου καὶ ἀγηράτου καὶ ἀφθάρτου βασιλείας πονῆσαι καὶ μοχθῆσαι καὶ ἀγωνίσασθαι ὅλῃ προθυμίᾳ μετὰ χαρᾶς προσήκει, ὑπὲρ τοῦ τηλικαύτας ἀφθάρτους δόξας κληρονομῆσαι; Δίκαιον γάρ | |
5 | σοι φαίνει ἵνα τὰ ἐπὶ τῆς γῆς πράγματα καὶ παρερχόμενα, καὶ αἱ φθαρταὶ δόξαι τηλικούτων καμάτων καὶ πόνων δέωνται πρὸς τὸ κτήσασθαι ταύτας, αἰῶνας αἰώνων ἀγηράτους καὶ ἀτελευτήτους σὺν Χριστῷ βασιλεῦσαι ἐλπίζειν, μηδὲ βραχύν τινα χρόνον τοῦτον τὸν ἐπὶ γῆς πονέσαι καὶ ἀγωνίσασθαι προσήκει, ὅπως ἐν καιρῷ ὅλους αἰῶνας βασιλεύσῃς ἐν Θεῷ; | |
10 | Ἐγὼ οἶμαι ὅτι καὶ τῷ πάνυ βραχὺν νοῦν ἔχοντι δῆλον ὅτι δίκαια κατα‐ φανήσεται ταῦτα· ἐν ὀλίγῳ χρόνῳ ἀθλῆσαι καὶ ἀγωνίσασθαι καταδραμεῖν, ὅπως τὴν νίκην εἰς αἰῶνας ἄρηται, ἤπερ ἐν ὀλίγῳ χρόνῳ, μὴ ἀνδραγαθήσαντα, ἀλλὰ χαυνωθέντα καὶ ἐν γηΐναις ἡδοναῖς ἀναστραφέντα, τὸ ἥττημα καὶ τὴν αἰσχύνην εἰς αἰῶνας ἀπενέγκασθαι. Ἐπὰν γάρ τις ἔργοις τοῖς ἀγαθοῖς σχο‐ | |
15 | λάζῃ, καὶ τοῖς ὑπὸ Γραφῶν λαλουμένοις πράγμασιν ἐνδιατρίβῃ, πάντες λόγοι, | 173 |
174 | ἤτοι Γραφαί, ἤτοι συντάγματα, καὶ αὐτῶν τῶν ἔξωθεν φιλοσόφων βίβλοι περὶ τούτων κεκράγασι, τοῦτον ἐπαινοῦντες καὶ τοῦτον αὐχοῦντες· καὶ πᾶσαι γλῶσσαι περὶ τούτου διαμαρτύρονται, τὸν ἐν τοῖς πράγμασι τῶν Γραφῶν τοῖς ἔργοις διατελοῦντα. Ἐκεῖνός ἐστι παρὰ Θεῷ ἀληθὴς φιλόσοφος, ὁ πάντοτε ταῖς | |
5 | ἑαυτοῦ κακαῖς ἐπιθυμίαις ἀντιτασσόμενος. Ὁ γὰρ ἐν λόγῳ φιλοσοφίας κοσμού‐ μενος καὶ ἐγκαυχώμενος, καὶ τὰς ἰδίας ἐπιθυμίας μὴ ὑποτάσσων, οὗτος παν‐ τελῶς ἄσοφος καὶ μωρὸς λογισθήσεται, διὰ τὸ ἐν ἀλόγοις παθήμασιν αὐτὸν ἐξε‐ τάζεσθαι. Οὐ χρὴ τοίνυν ἐν πολυλογίᾳ τὸν τοῦ Θεοῦ ἄνθρωπον ἑαυτὸν ἐπιδοῦναι, | |
10 | ἀλλὰ τῷ ἔργῳ τῆς ἀληθείας προσέχειν, καὶ τοῖς ὑπὸ τῶν ἁγίων Γραφῶν πα‐ ρηγγελμένοις ἐπιτηδεύμασιν ἐνέχεσθαι καὶ ἐνδιατρίβειν. Καὶ γὰρ πάντες οἱ λό‐ γοι τῶν θείων Γραφῶν, ἤτοι λόγων κοσμικῶν, περὶ τῶν ἀγαθῶν εἰρήκασιν ἔργων, καὶ κατὰ τῶν πονηρῶν ἐπιτηδευμάτων τιμωρίας ὡρίσαντο. Εἰ τοίνυν ἐπὶ τοῖς ἔργοις τῆς ἀρετῆς τοῖς ἀγαθοῖς καὶ ἀναστροφῇ ἀγαθῇ καὶ καλῇ διατε‐ | |
15 | λεῖς, ἰδοὺ περὶ σοῦ πάντες διηγοῦνται, τὴν σὴν μνήμην διαγγέλλοντες τῷ ἐν | |
αὐτοῖς τοῖς ἔργοις τῆς ἀρετῆς τῆς ὑπὸ πάντων ἐπαινουμένης ἐνδιατρίβοντι. | 174 | |
175 | Σπουδάσωμεν οὖν ἐν ταῖς ἐντολαῖς τοῦ Κυρίου πάντοτε ἀναστρέφεσθαι, ὡς τηλικούτων ἀγαθῶν κληρονομίαν ἐλπίζοντες λαβεῖν, καὶ τοῦ Πνεύματος τὴν μετουσίαν πάντοτε τὴν προσδοκίαν ἔχωμεν, ἵνα ψυχῇ τε καὶ σώματι ἁγιασθέν‐ τες ἐντεῦθεν, καὶ πασῶν τῶν ἐντολῶν διὰ τῆς μετουσίας τοῦ Πνεύματος ὑφ’ | |
5 | ἡμῶν πληρωθεισῶν, Χριστοῦ ἄξιοι γενώμεθα· καὶ οὕτως υἱοὶ τοῦ ἐπουρανίου Πατρὸς διὰ τῆς κοινωνίας τοῦ Πνεύματος αὐτοῦ γενέσθαι καταξιωθέντες, κλη‐ ρονόμοι μὲν Θεοῦ, συγκληρονόμοι δὲ Χριστοῦ κατὰ τὸν ἀποστολικὸν λόγον γε‐ νόμενοι, τῶν αἰωνίων ἀγαθῶν ἀπολαῦσαι σὺν Χριστῷ καταξιωθῶμεν εἰς τοὺς | |
ἀπεράντους αἰῶνας. Ἀμήν. | 175 |