TLG 4138 086 :: EPHRAEM SYRUS :: De non scandalizando proximo, et de recta vitae ratione, adhortatio

EPHRAEM SYRUS Theol., vel Ephraem Graecus
(Syrus: A.D. 4)

De non scandalizando proximo, et de recta vitae ratione, adhortatio

Source: Phrantzoles, Konstantinos G. (ed.), Ὁσίου Ἐφραίμ τοῦ Σύρου ἔργα, vol. 5. Thessalonica: Το περιβόλι της Παναγίας, 1994: 154–161.

Dup. Assemani, J.S., Sancti patris nostri Ephraem Syri opera omnia, vol. 3 Rome (1732) 33c–36c.

Citation: Page — (line)

154

(1t)

Περὶ τοῦ μὴ σκανδαλίζειν τὸν πλησίον,
2tκαὶ περὶ ὀρθοῦ βίου
3tΠαραίνεσις
1 Τοὺς προσελθόντας ἐπὶ τὸ στάδιον τῆς εὐσεβείας καὶ τὴν χεῖρα ἐπὶ τὸ ἄροτρον ἐπιβαλόντας, οὐ χρὴ εἰς τὰ ὀπίσω ἀποσπᾶν καὶ ἐμπόδιον αὐτοῖς καθε‐ στάναι τοῦ σκοποῦ τῆς πρὸς Θεὸν εὐαρεστήσεως, ἀλλὰ μᾶλλον πρὸς τελειότητα χειραγωγεῖν. Εἴρηται γὰρ περὶ τῶν τοιούτων, ὅτι ὁ ἁπτόμενος ὑμῶν, ὡς ὁ
5ἁπτόμενος τῆς κόρης τοῦ ὀφθαλμοῦ αὐτοῦ. Ὁ οὖν μὴ βουλόμενος καταλύειν τὴν ἐντολὴν τοῦ Θεοῦ, ἀσφαλιζέσθω ἑαυτὸν πάντοθεν μὴ σκανδαλίσαι τὸν ἕτε‐
ρον· μάλιστα δὲ τὸν προσελθόντα Κυρίῳ τῷ Θεῷ καὶ τοὺς τοῦ κόσμου βρόχους154

155

ἀποφυγόντα, ἵνα μὴ συγκαταριθμηθῇ καὶ αὐτὸς οἷς ὁ Προφήτης καταμέμφεται λέγων· οὐαὶ ὁ ποτίζων τὸν πλησίον αὐτοῦ ἀνατροπὴν θολεράν, καὶ οὐαὶ οἱ ἐπι‐ χαίροντες ἐπὶ κακοῖς, καὶ οἱ εὐφραινόμενοι ἐπὶ διαστροφῇ κακῇ· ὧν αἱ τρίβοι σκολιαί, καὶ καμπύλαι αἱ τροχιαὶ αὐτῶν, τοῦ μακράν σε ποιῆσαι ἀπὸ ὁδοῦ
5εὐθείας καὶ ἀλλότριον τῆς δικαίας γνώμης· ἐν τούτοις γὰρ ἐνόχους ἑαυτοὺς κα‐ θιστῶσι τῆς ὀργῆς τοῦ Θεοῦ, καθὼς ἐν τῷ Εὐαγγελίῳ ἀπεφήνατο λέγων· λυσι‐ τελεῖ ἀνθρώπῳ ἵνα μύλος ὀνικὸς περιτεθῇ περὶ τὸν τράχηλον αὐτοῦ καὶ ῥιφῇ εἰς τὸ πέλαγος τῆς θαλάσσης, ἢ ἵνα σκανδαλίσῃ ἕνα τῶν μικρῶν τούτων τῶν πιστευόν‐ των εἰς ἐμέ. Ἀπόρρητος γὰρ ἡ ἐκ τούτου ἐγγινομένη βλάβη τε καὶ ζημία.
10 Διαγραψώμεθα τοιγαροῦν τὴν ὑπόθεσιν κατὰ τὸ δυνατόν, ἵνα ἐκ τοῦ μι‐ κροῦ τούτου ὑποδείγματος ἀπεικάσωμεν τὸ ὅλον τῆς ἐμπορίας, καὶ κατανοήσαν‐ τες τὴν τοσαύτην βλάβην, φόβῳ τηρήσωμεν ἑαυτούς, μὴ τιθέναι πρόσκομμα τῷ πλησίον ἢ σκάνδαλον. Υἱός τις ὑπῆρχε μονογενὴς τοῖς γεννήσασιν αὐτόν, καὶ
ἠγάπων τοῦτον σφόδρα, καθότι πᾶσαν τὴν ἐλπίδα μετὰ Θεὸν εἰς τοῦτον εἶχον,155

156

προσδοκῶντες δι’ αὐτοῦ ἔχειν τὴν καλλίστην καὶ πρέπουσαν τοῦ βίου ἐσχάτην ἐλπίδα, καὶ τὴν τοῦ γένους διαδοχὴν καὶ ἀνανέωσιν διὰ τῆς τούτου παιδοποιΐας ἔσεσθαι. Ὁ δὲ νεανίας ἄφνω πάντα ῥίψας τὰ πρόσκαιρα, καταλαμβάνει τὴν ἔρημον καὶ γίνεται μοναχός, λύπην ἀφόρητον καταλιπὼν τοῖς οἰκείοις. Κλαίει
5ὁ πατήρ, θρηνεῖ ἡ μήτηρ, τῆς προσδοκωμένης ἐλπίδος αἰφνιδίως στερηθέντες, ἀναλογιζόμενοι ἅμα ὅτι οὐ δυνατὸν αὐτὸν ἔσεσθαι, ὥσπερ ἦν πρὸ τῆς ἀναχω‐ ρήσεως. Οὔτε γὰρ οἴκου πατρικοῦ ἔτι προστῆναι δυνατόν, οὔτε πρὸς παιδο‐ ποιΐαν ἐπιτήδειον, καθότι ἠρνήσατο ἑαυτὸν ἄνθρωπον εἶναι, ἐν τούτῳ τῷ μέρει ἁγιωσύνην ἀμφιασάμενος, καὶ ἐν σώματι ὑπάρχων τῶν ἤδη ἐν μνημείῳ ἐρριμ‐
10μένων νεκρῶν οὐδὲν ἀπεοικὼς τοῖς κατὰ τὸν βίον πράγμασι. Τούτου χάριν κλαίει ὁ πατήρ, καταπενθεῖ ἡ μήτηρ, τὴν τοῦ ἰδίου υἱοῦ ἐπικουρίαν ἐπιζητοῦντες. Ἡ νύμφη μετὰ τοὺς ἀρραβῶνας ἀνετράπη. Ἐὰν χει‐ ροτέχνης ἦν, τὴν τέχνην πόρρω ἀπέρριψεν. Ἐὰν πραγματείαν μετήρχετο, ἡ
ἐμπορία παρημέληται. Ἐὰν ἐν στρατείᾳ κατηριθμεῖτο, ταύτης ξένος γεγένηται.156

157

Ἐὰν ἐν ἀξιώματι κατετέτακτο, τούτου ὑπερεφρόνησε· καὶ σχεδὸν λύσις τοῦ οἴκου ἐκ τῆς ὑποθέσεως γεγένηται. Πάντα γὰρ τὰ ὁρώμενα καὶ τὴν προσπάθειαν τῶν αἰσθητῶν πραγμάτων δίκην τριχῶν ἀποτεμών, γυμνὸς εἰσῄει ἐν τῷ σκάμματι τῆς εὐσεβείας, ἵνα Χριστὸν κερδήσῃ, τὸν Κύριον τῆς δόξης. Ἄρ’ οὖν ἄξιος σκαν‐
5δάλου καὶ ἀνατροπῆς ὁ τοιοῦτος; Μὴ γένοιτο! Τίς τοίνυν εἰς τοσαύτην κακίαν ἐξέλθοι, ὥστε προδότης καὶ καταποντιστὴς ἕλοιτο εἶναι τῆς τοσαύτης χρηστῆς ἐμπορίας; Ἢ τίς εἰς τοσαύτην ἀφοβίαν τοῦ κρείττονος ἤλασεν, ὥστε τὸν τρέχοντα καλῶς ἐκκόψαι τῆς προθυμίας καὶ ὀρθῆς προαιρέσεως, ὅπως τῶν ἐπιγείων ἀποξενωθεὶς τῶν οὐρανίων μὴ ἐφίκοιτο; Ἐὰν
10γὰρ μετὰ τὴν ἀποταγὴν καὶ ἀναχώρησιν τοῦ βίου ἄρξηταί τις χωλαίνειν πρὸς τὴν ἀρετήν, καὶ μετ’ ὀλίγον ἔξω βαίνειν τῆς εὐθείας ὁδοῦ καὶ τὸ ὄμμα εἰς τὰ ὀπίσω περιστρέφειν, οὗτος καὶ ἐν τῷ παρόντι βίῳ εἰς παράδειγμα ἔσται, καὶ μετὰ τὴν ἔξοδον τῆς τῶν οὐρανῶν βασιλείας στερηθείς, ἀνάξιον ἑαυτὸν καταστήσει τοῦ χοροῦ τῶν Ἁγίων. Ἀλλὰ καὶ τοῖς γονεῦσιν ἡ τούτου ῥᾳθυμία εἰς ἐντροπὴν
15γενήσεται. Οἱ φίλοι περίλυποι. Οἱ ἐχθροὶ ἐπιχαίρουσιν ἐπὶ τῇ τούτου ῥᾳθυμίᾳ157

158

καὶ ἐκπτώσει. Οἱ οἰκεῖοι θάνατον αὐτῷ ἐπικαλοῦνται, ὅτι τῶν ἐπιγείων στερη‐ θείς, τῶν οὐρανίων οὐκ ἐδράξατο· καὶ προφάσει εὐσεβείας τὸν τοῦ Διαβόλου ὑπεισῆλθε ζυγόν· τὸν γὰρ ἔννομον ἀπωσάμενος γάμον, ἐν πορνείαις καὶ ἀσελ‐ γείαις ἐγκυλινδεῖται, καὶ ἐν κραιπάλαις καὶ μέθαις διημερεύει.
5 Θρηνοῦσιν οἱ γονεῖς τὰς ζημίας, ἅμα τῇ τούτου ψυχῇ· ὁ δὲ πλανηθεὶς τῇ καρδίᾳ καὶ τὰς ὁδοὺς ἑαυτοῦ παραφθείρας, οὐδὲν τούτων προσποιεῖται, ἀλλὰ τὴν εὐλάβειαν ῥίψας χαμαί, τὴν ἀναίδειαν ὑποδύεται, καὶ ἀσχημονῶν οὐκ ἐντρέπεται· οὐδὲ γὰρ ἀνθρώπους αἰσχύνεται, οὐδὲ τὴν τοῦ Θεοῦ ἀγανάκτησιν ἐν νῷ λαμβάνει· διότι οὔτε τοῖς γονεῦσι τὴν ὀφειλομένην καὶ πρέπουσαν ἀπένει‐
10με τιμήν, οὔτε τῷ πνευματικῷ ἔργῳ ἄξιον ἑαυτὸν παρέστησεν. Ἐντεῦθεν λοιπὸν ἀναφύονται λοιδορίαι πρὸς τὸ ἐπάγγελμα, καὶ πρὸς αὐτὴν τὴν εὐσέβειαν βλασ‐ φημίαι, ὅπερ φοβερόν ἐστι καὶ λέγειν. Καὶ ὥσπερ ἀσεβὴς ὅταν ἔλθῃ εἰς βάθος κακῶν καταφρονεῖ, οὕτω καὶ οὗτος εἰς τοσαύτην ἀφοβίαν ἐξοκείλας οὐ κατα‐
πτήσσει, ἀλλ’ ὥσπερ ὁ ἀπεμπολήσας πάντα αὐτοῦ τὰ ὑπάρχοντα καὶ ὠνησάμενος158

159

ἑαυτῷ στολὴν πολύτιμον, ὕστερον δὲ ἀπομανεὶς ἐνέπλησε ταύτην ἐπιβλήματα ῥακώδη ῥερυπωμένα· ᾗ ὁ χρησάμενος οὐκέτι εἰς ἔπαινον καὶ δόξαν, ἀλλ’ εἰς χλεύην καὶ ὄνειδος αὐτῷ ἔσται. Τίς γὰρ οὐ καταγελάσειε τὸν χθὲς ἐν ὄρει ἑαυτὸν περιζώσαντα πρὸς ὑπηρεσίαν τῶν ὁμοψύχων ἀδελφῶν κατὰ μίμησιν τοῦ
5Κυρίου ἡμῶν Ἰησοῦ Χριστοῦ, σήμερον 〈δὲ〉 ὑπὸ οἰκετῶν δορυφορούμενον, καὶ ὑπὸ θεραπαινίδων νιπτόμενον τοὺς πόδας, καὶ ἐν μαλακῇ στρωμνῇ ἀνακλινόμε‐ νον [τοὺς πόδα], καὶ πρὸς τὸν ὑγρὸν καὶ ἐμπαθῆ βίον πάλιν ῥέψαντα; Ἢ τίς οὐ χλευάσει τὸν χθὲς ἐν κελλίῳ ἐγκεκλεισμένον, καὶ συντυχίας πολλῶν ἀπο‐ τρεπόμενον, σήμερον 〈δὲ〉 μετὰ γυναικαρίων ἀσέμνων συνδιαιτώμενον, καὶ ἐν
10καπηλείοις οἰνοφλυγοῦντα; Ἢ τίς οὐ μέμψηται τὸν χθὲς πάντα τὰ βιωτικὰ αὐθαιρέτως ῥίψαντα καὶ ἀκτημοσύνην ἀσπασάμενον, σήμερον 〈δὲ〉 ἐν δικαστη‐ ρίοις προσεδρεύοντα, καὶ τὰ ἤδη καταγνωσθέντα φιλοτίμως πάλιν πρὸς ἑαυτὸν ἀνακαλούμενον· καὶ τὸν ἑαυτοῦ νοῦν ἐκ τῶν οὐρανίων πρὸς τὰ χαμαίζηλα με‐ τοικήσαντα, καὶ τοῖς δικασταῖς δίκην ἀνδραπόδων γλιχόμενον ἀκολουθοῦντα,
15καὶ ἀντὶ προσευχῆς καὶ μελέτης λογίων Θεοῦ δικολόγοις προσδιαλεγόμενον, καὶ159

160

ἀντὶ ἁπλότητος καὶ ἀκακίας δεινότητα ἠθῶν τε καὶ λόγων μεταλαμβάνοντα; Εἴθε δὲ κἂν ἐκ τῶν ὁρωμένων δικαστηρίων εἰς νοῦν ἐλαμβάνομεν τὸ κρι‐ τήριον τὸ μέλλον, καὶ ἐφύγομεν τὰς περιστάσεις τοῦ βίου, καὶ μετεβάλλομεν τὸν τρόπον πρὸς εὐσέβειαν. Τότε γάρ, τότε χαρὰ ἔσται ἐν Ἀγγέλοις, καὶ εὐφρο‐
5σύνη τοῖς σπουδαίοις, καὶ ἀνάκτησις τοῖς οἰκείοις· τὸ γὰρ πένθος τῶν δυσφορη‐ σάντων ἐπὶ τῇ ἀναχωρήσει μεταβάλλεται εἰς εὐφροσύνην διὰ τὴν ἀρίστην τοῦ υἱοῦ πολιτείαν. Μακαρίζονται γὰρ ὑπὸ φίλων καὶ μάλιστα ὁρώντων τὰς περι‐ στάσεις τῶν ἀναστρεφομένων ἐν τῷ βίῳ· καὶ ὡς δῶρον Κυρίῳ τῶν Θεῷ προσ‐ ενέγκαντες μακαρίζονται. Καυχᾶται τὸ γένος ἐπὶ ταῖς ἀνδραγαθίαις τοῦ γενναίου
10ἀθλητοῦ, καὶ γεγηθότες ἐπερωτῶσι τοὺς παρατυγχάνοντας· ἡ δὲ ἀρετὴ κρυβῆναι οὐ δύναται. Ἀκούουσι τὴν ἐπικρατοῦσαν περὶ αὐτοῦ ἀγαθὴν φήμην, καὶ δοξά‐ ζουσιν ἐπὶ τούτοις τὸν Κύριον, καὶ ἑαυτοὺς οἰκείους καὶ συγγενεῖς τοῦ ἀγωνι‐ στοῦ διαβεβαιοῦνται ὑπάρχειν. Οἱ ἐν ἀξιώματι τὸν ἀπὸ ἀξιωμάτων ἐγκωμιά‐
ζουσιν· οἱ στρατιῶται τὸν ἀπὸ στρατιωτῶν ὑπερθαυμάζουσιν· οἱ συντεχνῖται τὸν160

161

ἀπὸ ὁμοιοτέχνων ἐπαινοῦσιν. Οὕτω τοῖς πᾶσι ποθεινοὺς καὶ ἐπιδόξους ἡ ἀρετὴ τοὺς κατωρθωκότας καθίστησιν ἐν Κυρίῳ. Διὸ ἐν δόξῃ στεφανωθήσονται καὶ ἐν
τῇ βασιλείᾳ τῶν οὐρανῶν.161