TLG 4138 085 :: EPHRAEM SYRUS :: Ode optime fluens, in eos qui cotidie peccant et cotidie paenitentiam agunt

EPHRAEM SYRUS Theol., vel Ephraem Graecus
(Syrus: A.D. 4)

Ode optime fluens, in eos qui cotidie peccant et cotidie paenitentiam agunt

Source: Phrantzoles, Konstantinos G. (ed.), Ὁσίου Ἐφραίμ τοῦ Σύρου ἔργα, vol. 5. Thessalonica: Το περιβόλι της Παναγίας, 1994: 149–153.

Dup. Assemani, J.S., Sancti patris nostri Ephraem Syri opera omnia, vol. 3 Rome (1732) 31d–33b.

Citation: (Line)

1tᾨδὴ εὔρυθμος,
2tεἰς τοὺς ὁσημέραι ἁμαρτάνοντας
3tκαὶ ὁσημέραι μετανοοῦντας
1 Μέχρι τίνος, ὦ φίλε, ἀνισχόμενος τοῦ Ἐχθροῦ, ὁσημέραι ἐκτελεῖς τὰ ἐράσμια αὐτοῦ; Μέχρι τίνος, ὦ φίλε, σωματικοῖς δουλεύεις θανατηφόροις οὖσιν; Ἀνάσχου μοι συμβουλίας τῆς σὲ ζωοποιούσης καὶ καθαιρούσης σὴν ψυχὴν ὁμοίως καὶ τὸ σῶμα. Πρόσελθε τῷ Σωτῆρι τῷ ἰωμένῳ πάντας τοὺς
5προσπίπτοντας αὐτῷ ἐν μετανοίᾳ καὶ πίστει τελείᾳ. Ἐν πᾶσι σεμνοῖς, ἡ μετά‐ νοια μεγάλη καὶ σωτήριος.
Ἅπαξ ἀνανήψας, μὴ βαπτίζου τῇ μέθῃ, καθ’ ἡμέρας πλημμελῶν, οἰκο‐ δομῶν, καθαιρῶν, ὑφαίνων, ἀναλύων, τοῖς παιδίοις ἐοικώς, ἃ πολλάκις οἰκίας ἐν σπουδῇ ἀνήγειραν καὶ πάλιν στραφέντα συνέχεαν. Ἐκτρέπου τὸν σκορπίον,149
10οὗ τὸ κέντρον ἐπέγνως· φεῦγε σπουδῇ τὸν ὄφιν, οὗ τῆς λύμης ἐπίσθου· ὁ γὰρ λίθῳ τῷ αὐτῷ δεύτερον ἐπιπεσών, τυφλός ἐστιν ἢ σκαιός, οὐχ ὁρῶν τὸ φευκτέ‐ ον. Ταύτην ἔχων τὴν σπουδήν, μετανοίᾳ πρόσιθι. Τοῦτον ἔχων τὸν τρόπον, ἱλάσκου τὸν πλάσαντα ταπεινὸς καὶ κατηφής· κεκυφὼς καὶ στενάζων· ἐπαλγῶν τοῖς φθάσασι· προσέχων τοῖς ὑστέροις. Οὕτω ποτὲ Ζακχαῖος ὁ τελώνης ἐσώθη.
15Οὕτω πάλιν Ματθαῖος Χριστοῦ δοῦλος ἐφάνη. Οὕτω καὶ πόρνη γυνή, ἑταιρὶς τρυφῶσα καὶ λυσσῶσα ἀκολάστως, πρόσκομμα τῶν ὁρώντων, τοῦ Σωτῆρος τοὺς πόδας ταῖς θριξὶν ἐκμάξασα, ἐκ λάκκων ἀνεσπάσθη βαθέων καὶ ἀνόμων. Οὕτω καὶ σὺ τὰς ἀνειμένας ὀφρύας συστείλας, καὶ φανεὶς ἐλεεινός, σεαυτὸν ἀνασώσεις· ἀνορθοῖ γὰρ ὁ Θεὸς τοὺς βραχεῖς, καὶ ταπεινοὺς ἀνυψοῖ, κατασπᾷ
20δὲ καὶ καθαιρεῖ τοὺς ὑψοῦντας ἑαυτούς.
Ἴδε πόλιν Σοδόμων καὶ Γομόρρων, ὠμὸν γένος καὶ ἀπηνὲς καὶ μυσαρόν, θρασὺ καὶ ἀκάθαρτον, ἐν πάσαις ταῖς ὕβρεσι τερπόμενον, βίαιον, ἀκόλαστον, θεῖον βρέξας καὶ [τὸ] πῦρ, παγγενῆ κατέπνιξεν. Ἴδε πόλιν Νινευΐ, τὴν λαμ‐ πράν τε καὶ ὡραίαν, ἀνθοῦσαν ἁμαρτίαις καὶ κακίαις βρύουσαν, 〈καὶ〉 ἠπείλησε150
25συντρίψαι, ἀθρόως ἁλωῆσαι καταστροφῇ τελείᾳ καὶ πτώσει τῆς πόλεως. Ἰδὼν πάλιν ἐν σάκκῳ καὶ σποδῷ τοὺς τρυφῶντας, ἐν λιμῷ καὶ νηστείᾳ, ἐν θρήνῳ καὶ δάκρυσιν, αὐχμῶντας, ὠχριῶντας, δεδιότας, τρέμοντας, ἀναλλήλους, καὶ ξένους, ἑτέρους ἀνθ’ ἑτέρων, ἐν ὁμοίοις ἅπαντας, ἐν ἴσοις τοὺς ἀνίσους, ἐλευθέ‐ ρους καὶ δούλους, εὐπόρους καὶ πένητας, ἄρχοντας, ἀρχομένους, κρατοῦντας,
30ὑπηκόους, ἄρρεν γένος καὶ θῆλυ, πρεσβύτας, θηλάζοντας, πάντας ἰδὼν ταπει‐ νούς, πάντας εὑρὼν σώφρονας, ᾤκτειρεν, ἠλέησεν, ἔσωσεν, ἐφείσατο, τὴν δί‐ κην ἀναλύσας, ἣν λαβεῖν ἠπείλησε, καὶ ψεύστης ὑπομείνας ἢ ἀπηνὴς φανῆναι. Οὕτω τῶν ἁμαρτωλῶν τοὺς ἀκαμπεῖς κολάζει, οὐκ ἐὼν τοὺς εὐπειθεῖς ἀφειδῶς
ἀπολέσθαι.151
35 Σπεύσατε, δεήθητε, σώθητε, φυλάχθητε. Ἕτοιμος Κύριος εἰς χάριν, εἰς ἴασιν. Ταχὺς εἰς βοήθειαν, πρόθυμος εἰς λύτρωσιν. Δίδωσι τοῖς αἰτοῦσι, ἀνοίγει τοῖς κρούουσι, δεομένοις παρέχει, προτείνει τοῖς χρῄζουσιν, οὐ φθονεῖ τοῖς ζη‐ τοῦσιν, οὐ κοτεῖ τοὺς πεσόντας, χεῖρα σῴζειν ὀρέγει. Χαίρει λύσιν ζητοῦσιν, ἀπειλεῖ ἀπειθοῦσιν.
40 Ἐσφάλης, ἀνάνηφε· ἔπεσας, ἐπίστρεφε. Εὔχου, δέου, πρόσπιπτε, αἴτει, ζήτει λαμβάνειν, πεῖθε δοῦναι. Προσκύνει, δέου, σῴζου· δυσώπει τὸν δοῦναι βουλόμενον, τὸν σῶσαι δυνάμενον. Σωθεὶς μὴ ἐκπίπτῃς· πεσὼν ἐξανάστηθι, ἀνορθοῦ. Κατενεχθείς, ὡς πταίσας ἀνάλυε· ἰαθεὶς ἐπίμεινον. Ὑγιαίνων δι’ ὅλου καὶ σωθείς, ἀποστρέφου τὴν νόσον, ἣν ἀπόθου. Μὴ ἀνάψῃς οὖν πάλιν ἣν ἅπαξ
45κατέσβεσας· μὴ προσπέσῃς βορβόρῳ, ὃν καλῶς ἀπέπλυνας· μὴ μιμήσῃ τοὺς χοίρους τοὺς βορβόρῳ χαίροντας· μὴ ζηλώσῃς τοὺς κύνας τοὺς ἐμέτους λάπτον‐
τας. Οὐδεὶς ἅπαξ ἐμβαλὼν τὴν χεῖρα ἐπ’ ἄροτρον, καὶ στραφεὶς εἰς τὰ ὀπίσω, βασιλείαν εὕρατο. Οὐδεὶς ἅπαξ ἐκπλυνθείς, τῷ ῥύπῳ προσέδραμεν. Εἷς Χριστός, μία πίστις, εἷς σταυρός, εἷς θάνατος, μία χάρις, ἓν πάθος,152

(50)

μία καὶ ἀνάστασις. Οὐ δεῖ πάλιν σφάγιον τὸν τυθέντα γενέσθαι, οὐδὲ λύτρον ὑπὲρ σοῦ τὸν αὐτὸν ἐκδοθῆναι. Ἐλυτρώθης, μὴ γένῃ δοῦλος δυσαυθαίρετος· μολυσμῶν ἁμαρτίας ἐλούσω, μὴ ῥυπωθῇς· οὐ γὰρ ἔχεις ἕτερον λουτρὸν πάλιν
εἰς πλύσιν τῇ τομῇ τοῦ θανάτου ἑτοίμως προκείμενον.153