TLG 4138 082 :: EPHRAEM SYRUS :: De amore pauperum

EPHRAEM SYRUS Theol., vel Ephraem Graecus
(Syrus: A.D. 4)

De amore pauperum

Source: Phrantzoles, Konstantinos G. (ed.), Ὁσίου Ἐφραίμ τοῦ Σύρου ἔργα, vol. 5. Thessalonica: Το περιβόλι της Παναγίας, 1994: 137–140.

Dup. Assemani, J.S., Sancti patris nostri Ephraem Syri opera omnia, vol. 3 Rome (1732) 21b–22e.

Citation: (Line)

tΠερὶ φιλοπτωχίας
1 Δεῦτε λοιπόν, ἀδελφοί, περιφρονήσωμεν τὰ πρόσκαιρα καὶ φροντίσωμεν περὶ τῶν ἐπηγγελμένων ἡμῖν αἰωνίων ἀγαθῶν. Σπουδάσωμεν πρὶν συσκοτάσει, πρὶν λυθῆναι τὴν πανήγυριν. Ποιήσωμεν ἑαυτοῖς φίλους ἐκ τοῦ μαμωνᾶ τῆς ἀδικίας. Κτησώμεθα μάρτυρας πολλοὺς πένητας. Ἐξ αὐτῶν ἀγοράσωμεν ἔλαιον,
5καὶ προπέμψωμεν· αὐτοὶ γάρ εἰσιν οἱ τὸ ἔλαιον τῶν λαμπάδων πωλοῦντες· χῆραι, ὀρφανοί, ἀδύνατοι, ἀνάπηροι, χωλοί, τυφλοί, λεπροί, καὶ πάντες οἱ ταῖς θύραις τῶν ἐκκλησιῶν παρακαθεζόμενοι πένητες. Τούτους περιποιησώμεθα· αὐτοὶ γὰρ ἡμῖν τὸν Κριτὴν καταλλάττουσι. Τοὺς μὲν ἐρχομένους πρὸς ἡμᾶς μὴ ἀποστρέψωμεν, ἀλλ’ ἱλαρῶς ἀπαντήσωμεν, τοῖς δὲ μὴ ἰσχύουσιν ἐκπέμψωμεν.
10Τοῦτο τοῦ προτέρου μεῖζον. Ἕκαστος ἐν ταῖς ἐκκλησίαις ἐξεταζέσθω, μήποτε πτωχὸς ἢ ξένος, καὶ εὑρὼν σπουδάσῃ λαβεῖν ἐν τῷ οἴκῳ, καὶ ἀναπαύσῃ. Σπουδὴν ἐχέτω ἕκαστος πρὸς τὸ ἁρπάζειν τὸν πτωχὸν πρὸ πάντων τῶν βουλομένων ποιῆσαι· καὶ γὰρ σὺν τῷ πτωχῷ συνέρχεται ὁ Χριστὸς ἐν τῷ οἴκῳ, ὁ δι’ ἡμᾶς πτωχεύσας· τοι‐137
15αύταις γὰρ θυσίαις εὐαρεστεῖται ὁ Θεός. Καὶ εἰ ὁ δεχόμενος προφήτην μισθὸν προφήτου λαμβάνει, ἄρα ὁ τὸν Χριστὸν αὐτὸν ὑποδεχόμενος, ποταπὸν μισθὸν λαμβάνει; Δῆλον ὅτι τὰ γεγραμμένα· ἃ ὀφθαλμὸς οὐκ εἶδε, καὶ οὖς οὐκ ἤκου‐ σε, καὶ ἐπὶ καρδίαν ἀνθρώπου οὐκ ἀνέβη. Ὁ εἰσάγων τὸν πένητα εἰς τὸν ἴδιον οἶκον, συνάγει τὸν Χριστὸν τὸν εἰπόντα· μακάριοι οἱ ἐλεήμονες. Ὁ ἐλεῶν
20πτωχὸν δανείζει Θεῷ τῷ εἰπόντι· ἐφ’ ὅσον ἐποιήσατε ἑνὶ τούτων τῶν ἐλαχί‐ στων, ἐμοὶ ἐποιήσατε. Ὁ τὸν ξένον ὑπὸ τὴν στέγην δεχόμενος, ὑποδέχεται τὸν Χριστὸν τὸν εἰπόντα· ὁ δὲ Υἱὸς τοῦ Θεοῦ οὐκ ἔχει ποῦ τὴν κεφαλὴν κλῖναι.
Ταῦτα καὶ τὰ ὅμοια τούτων καρποὶ τῆς μετανοίας, καὶ στέφανος καὶ καύ‐ χημα καὶ δόξα τῶν Χριστιανῶν. Μὴ καυχάσθω ὁ σοφὸς ἐν τῇ σοφίᾳ αὐτοῦ, ἢ ὁ138
25δυνατὸς ἐν τῇ δυνάμει αὐτοῦ· πᾶς δὲ ὁ καυχώμενος ἐν Κυρίῳ καυχάσθω. Καύ‐ χημα δὲ χριστιανῶν ἡ ἐντολὴ αὐτοῦ. Καύχημα Χριστιανῶν αἱ τῶν Ἀποστό‐ λων καὶ Προφητῶν διδασκαλίαι. Καύχημα Χριστιανῶν ταπεινοφροσύνη, πνευ‐ ματικὴ πτωχεία καὶ ὑπακοή. Καύχημα Χριστιανῶν ψαλμῳδία μετὰ κατανύξεως. Καύχημα Χριστιανῶν μετάνοια μετὰ δακρύων. Καύχημα Χριστιανῶν πρᾳότης
30μετὰ ἡσυχίας, καὶ τὸ πάντας ὑποκλίνειν καὶ προσκυνεῖν. Καύχημα Χριστιανῶν νίπτειν πόδας ἀδελφῶν. Καύχημα Χριστιανῶν τὸ λέγειν πρὸς τὸν ἕτερον αὐτοῦ, συγχώρησόν μοι, ἔπταισά σοι. Καύχημα Χριστιανῶν ξενοδοχία καὶ συμπάθεια. Καύχημα Χριστιανῶν καὶ σωτηρία τὸ πάντοτε ἐν τῇ τραπέζῃ αὐτοῦ πτωχοὺς καὶ ὀρφανοὺς καὶ ξένους συνεσθίειν· τούτου γὰρ τοῦ οἴκου οὐδέποτε ὁ Χριστὸς
35ἀπολειφθήσεται. Καύχημα Χριστιανῶν τὸ μὴ ἐπιδῦναι τὸν ἥλιον ἐπὶ τῷ παρορ‐
γισμῷ αὐτοῦ, μηδὲ κοιμηθῆναι ἔχοντα κατά τινος. Καύχημα Χριστιανῶν καὶ στέφανος ὑπομένειν τὰς θλίψεις καὶ μὴ ἀγανακτεῖν· ὁ τοιοῦτος φίλος εὑρίσκεται τοῦ εἰπόντος ὅτι ἡ θλῖψις ὑμῶν εἰς χαρὰν γενήσεται. Καύχημα Χριστιανῶν τοὺς ἐν φυλακῇ ἐπισκέπτεσθαι, τουτέστι τοὺς ἐν σπηλαίοις καὶ ὄρεσι καὶ ὀπαῖς τῆς139
40γῆς, ὡς μαθητὴς ἀληθινὸς τοῦ εἰπόντος· ἐν φυλακῇ ἤμην, καὶ ἤλθετε πρός με. Καύχημα Χριστιανῶν μνημονεύειν ἀεὶ τοῦ Θεοῦ καὶ τῆς μεγάλης ἡμέρας τῆς κρίσεως. Καὶ τί οὐ λέγω τὰ μείζονα; Καύχημα Χριστιανῶν καὶ ἔπαινος καὶ σωτηρία ἡ τῆς ὀρθῆς πίστεως ὁμολογία, καὶ τὸ μὴ συγκαταβαίνειν καὶ φιλιά‐ ζειν τοῖς τὰ ἐναντία φρονοῦσιν, ἀλλὰ φυλάττειν τὴν ἐντολὴν καὶ τὴν παρακατα‐
45θήκην ἄσπιλον, ἀνεπίληπτον καὶ ἀνεπίμικτον πάσης αἱρέσεως μέχρι τῆς ἐπιφα‐ νείας τοῦ Κυρίου ἡμῶν Ἰησοῦ Χριστοῦ. Τοῦτον γὰρ ἰδὼν ὁ Κύριος λέγει· ἰδοὺ ἀληθῶς Ἰσραηλίτης, ἤγουν Χριστιανός, ἐν ᾧ δόλος οὐκ ἔστιν. Ἐν τούτοις ὀφείλομεν ἐγκαυχᾶσθαι, ἀδελφοί, καὶ μὴ ἐν ἅρμασι καὶ ἵπποις
καὶ δυναστείᾳ καὶ πλούτῳ.140