TLG 4138 081 :: EPHRAEM SYRUS :: De oratione EPHRAEM SYRUS Theol., vel Ephraem Graecus De oratione Dup. Assemani, J.S., Sancti patris nostri Ephraem Syri opera omnia, vol. 3 Rome (1732) 19d–21a. Citation: (Line) | ||
t | Περὶ προσευχῆς | |
---|---|---|
1 | Μακάριον ὄντως μὴ ἁμαρτάνειν· ἁμαρτάνουσι δὲ μὴ ἀπογινώσκειν, ἀλλὰ πενθεῖν ἐφ’ οἷς ἥμαρτον, ἵνα διὰ τοῦ πένθους πάλιν ἐπιτύχωσι τῆς μακαριότη‐ τος. Καλὸν οὖν πάντοτε προσεύχεσθαι, καὶ μὴ ἐκκακεῖν, ὡς φησὶν ὁ Κύριος. Καὶ πάλιν ὁ Ἀπόστολος· ἀδιαλείπτως προσεύχεσθε, τουτέστιν ἐν νυκτὶ καὶ ἐν | |
5 | ἡμέρᾳ καὶ κατὰ πᾶσαν ὥραν, καὶ μὴ μόνον εἰσερχόμενος εἰς τὴν ἐκκλησίαν, καὶ τὰς λοιπὰς ὥρας ἀμεριμνήσεις· ἀλλ’ εἴτε ἐργάζῃ, εἴτε καθεύδεις, εἴτε ὁδοι‐ πορεῖς, εἴτε ἐσθίεις, εἴτε πίνεις, εἴτε κατάκεισαι, μὴ ἐκκόψῃ τὴν προσευχήν σου· οὐ γὰρ οἶδας πότε ἔρχεται ὁ ἀπαιτῶν σου τὴν ψυχήν. Μὴ ἀναμείνῃς Κυ‐ ριακὴν ἢ ἑορτήν, ἢ τόπου διαφοράς, ἀλλά, καθὼς εἶπεν ὁ προφήτης Δαυΐδ, ἐν | |
10 | παντὶ τόπῳ τῆς δεσποτείας. Εἴτε οὖν ἐν τῇ ἐκκλησίᾳ τυγχάνεις, εἴτε ἐν τῷ οἴκῳ σου, εἴτε ἐν τῇ χώρᾳ· κἂν πρόβατα ποιμαίνῃς, κἂν οἰκοδομὰς ποιῇς, κἂν ἐν συμποσίοις εὑρεθῇς· τῆς προσευχῆς μὴ ἀποστῇς· καὶ ὅτε μὲν δύνασαι κλῖναι τὰ γόνατα, ὅτε δὲ οὐ δύνα‐ σαι, παρακάλει κατὰ διάνοιαν, καὶ ἑσπέρας καὶ πρωῒ καὶ μεσημβρίας. Ἐὰν ἡ | 133 |
15 | προσευχὴ προηγῆται τοῦ ἔργου καὶ ἀνιστάμενος ἐκ τῆς κοίτης τὰ πρῶτά σου κινήματα διὰ προσευχῆς γένωνται, ἡ ἁμαρτία κατὰ τῆς ψυχῆς τὴν εἴσοδον οὐχ εὑρίσκει. Προσευχὴ σωφροσύνης ἐστὶ φυλακτήριον, θυμοῦ παιδαγωγία, τύφου κατα‐ στολή, μνησικακίας καθάρσιον, φθόνου καθαίρεσις, ἀσεβείας διόρθωσις. Προσευ‐ | |
20 | χὴ σωμάτων ἰσχύς, οἰκίας εὐθηνία, πόλεως εὐνομία, βασιλείας κράτος, πολέμου τρόπαιον, εἰρήνης ἀσφάλεια. Προσευχὴ παρθενίας ἐστὶ σφραγίς, γάμου πίστις, ὁδοιπόρων ὅπλον, κοιμωμένων φύλαξ, ἐγρηγορότων θάρσος, γεωργῶν εὐφο‐ ρία, πλεόντων σωτηρία. Προσευχὴ κρινομένων συνήγορος, δεδεμένων ἄνεσις, λυπουμένων παραμυθία, χαιρομένων θυμηδία, πενθούντων παράκλησις, γενε‐ | |
25 | θλίων ἑορτή, ὁμοζύγων στέφανος, ἀποθνῃσκόντων ἐντάφιον. Προσευχὴ Θεῷ ὁμιλία, τῶν Ἀγγέλων ὁμοτιμία, τῶν καλῶν προκοπή, τῶν κακῶν ἀποτροπή, τῶν ἁμαρτανομένων διόρθωσις. Προσευχὴ τῷ μὲν Ἰωνᾷ τὸ κῆτος οἶκον ἐποίη‐ σε, τὸν δὲ Ἐζεκίαν ἐκ τῶν πυλῶν τοῦ θανάτου πρὸς ζωὴν ἐπανήγαγε· τοῖς δὲ παισὶν ἐν Βαβυλῶνι εἰς πνεῦμα δρόσου τὴν φλόγα ἔστρεψε. Διὰ προσευχῆς | 134 |
30 | Ἠλίας ἔδησε τὸν οὐρανὸν τοῦ μὴ βρέξαι ἐπὶ ἐνιαυτοὺς τρεῖς καὶ μῆνας ἕξ. Ἴδετε, ἀδελφοί, πόσα ἰσχύει ἡ προσευχή. Οὐκ ἔστιν ἄλλο τιμιώτερον κτῆμα, ὡς τῆς προσευχῆς, ἐν ὅλῃ ζωῇ τῶν ἀνθρώπων. Ταύτης μηδέποτε χω‐ ρισθῆτε· ταύτης μηδέποτε ἀποστῆτε. Ἀλλά, καθὼς εἶπεν ὁ Κύριος ἡμῶν, προσ‐ ευξώμεθα, ἵνα μὴ εἰς κενὸν γένηται ὁ κόπος ἡμῶν· ὅταν στήκητε προσευχόμε‐ | |
35 | νοι, ἀφίετε εἴ τι ἔχετε κατά τινος, ἵνα καὶ ὁ Πατὴρ ὑμῶν ὁ οὐράνιος ἀφήσῃ τὰ παραπτώματα ὑμῶν. Ὁρᾶτε, ἀγαπητοί, ὅτι εἰς κενὸν κοπιῶμεν προσευχόμενοι, ἐὰν ἔχωμεν ἔ‐ χθραν κατά τινος; Καὶ πάλιν ὁ Κύριος· ἐὰν προσφέρῃς τὸ δῶρόν σου ἐπὶ τὸ θυ‐ | |
σιαστήριον, καὶ ἐκεῖ μνησθῇς ὅτι ἔχει τις κατὰ σοῦ, ἄφες τὸ δῶρόν σου ἔμπροσθεν | 135 | |
40 | τοῦ θυσιαστηρίου, καὶ ἀπελθὼν πρῶτον διαλλάγηθι τῷ ἀδελφῷ σου, καὶ τότε ἐλθὼν πρόσφερε τὸ δῶρόν σου. Λοιπὸν οὖν φανερόν ἐστιν ὅτι, ἐὰν μὴ τοῦτο πρῶτον ποιήσῃς, ἀπρόσδεκτα τυγχάνει πάντα ὅσα προσφέρεις· ἐὰν δὲ ποιήσῃς τὸ πρόσταγμα τοῦ Δεσπότου, τότε μετὰ παρρησίας δεήθητι τοῦ Κυρίου, λέγων· ἄφες μοι, Δέσποτα, τὰ ὀφειλήματά μου, ὡς κἀγὼ ἀφῆκα τῷ ἀδελφῷ μου, τὴν | |
45 | ἐντολήν σου πληρώσας. Ἐγὼ ἀσθενὴς ὢν ἀφῆκα. Ἀποκριθήσεται γὰρ ὁ Φιλάν‐ θρωπος· ἐὰν ἀφῆκας, ἀφίω κἀγώ· ἐὰν συνεχώρησας, συγχωρῶ κἀγὼ τὰ σά· ἐξουσίαν γὰρ ἔχω ἀφιέναι ἐπὶ τῆς γῆς ἁμαρτίας. Ἄφετε καὶ ἀφεθήσεται ὑμῖν. Ἴδετε φιλανθρωπίαν Θεοῦ ἀνείκαστον. Ἴδετε ἀγαθότητα Θεοῦ ἄμετρον. | |
Ἀκούσατε σύντομον σωτηρίαν τῶν ὑμετέρων ψυχῶν. | 136 |