TLG 4138 079 :: EPHRAEM SYRUS :: De caritate

EPHRAEM SYRUS Theol., vel Ephraem Graecus
(Syrus: A.D. 4)

De caritate

Source: Phrantzoles, Konstantinos G. (ed.), Ὁσίου Ἐφραίμ τοῦ Σύρου ἔργα, vol. 5. Thessalonica: Το περιβόλι της Παναγίας, 1994: 118–128.

Dup. Assemani, J.S., Sancti patris nostri Ephraem Syri opera omnia, vol. 3 Rome (1732) 13–17f.

Citation: Page — (line)

118

(t)

Περὶ ἀγάπης
1 Καλῶς εἶπεν ὁ Κύριος ὅτι τὸ φορτίον μού ἐστιν ἐλαφρόν. Ποῖον γὰρ βάρος ἢ ποῖος κόπος ἐστὶ τὸ ἀφεῖναι τῷ ἀδελφῷ τὰ παραπτώματα, ἐλαφρὰ καὶ μηδαμινά, καὶ συγχωρηθῆναι τὰ ἴδια, καὶ δικαιωθῆναι συντόμως; Οὐκ εἶπεν ὅτι, προσαγάγετέ μοι χρήματα, ἢ μόσχους, ἢ χιμάρους, ἢ νηστείαν, ἢ ἀγρυ‐
5πνίαν, ἵνα εἴπῃς, οὐκ ἔχω, οὐ δύναμαι, ἀλλ’ ὅ ἐστιν ἐλαφρὸν καὶ εὔκολον καὶ σύντομον, τοῦτο προσέταξε λέγων· σὺ συγχώρησον τῷ ἀδελφῷ σου τὰ παρα‐ πτώματα, κἀγὼ συγχωρῶ τὰ σά. Σὺ μικρὰ συγχωρεῖς πταίσματα, ἴσως ὀβο‐ λοὺς ὀλίγους, ἢ καὶ τρία δηνάρια, ἐγὼ δὲ τὰ μύρια τάλαντά σοι χαρίζομαι.
Καὶ σὺ μὲν μόνον συγχωρεῖς, τίποτε μὴ χαριζόμενος, ἐγὼ δὲ καὶ τὴν ἄφεσίν118

119

σοι παρέχω, καὶ τὴν ἴασιν καὶ τὴν βασιλείαν χαρίζομαι· καὶ τὸ δῶρόν σου τότε προσδέχομαι, ὅταν διαλλαγῇς τῷ ἐχθραίνοντί σοι, ὅταν μὴ ἔχῃς ἔχθραν κατά τινος, ὅταν ὁ ἥλιος μὴ δύσῃ ἐπὶ τῷ παροργισμῷ σου. Ὅταν πρὸς πάντας εἰρή‐ νην καὶ ἀγάπην ἔχῃς, τότε ἡ προσευχή σου εὐπρόσδεκτος, καὶ ἡ προσφορά σου
5εὐάρεστος, καὶ ὁ οἶκος εὐλογημένος, καὶ σὺ μακάριος. Ἐὰν δὲ σὺ τῷ ἀδελφῷ σου οὐ διαλλάσσῃ, πῶς παρ’ ἐμοῦ συγχώρησιν ζητεῖς; Τοὺς λόγους μου κατα‐ πατεῖς, καὶ συγχώρησιν προστάσσεις; Ἐγὼ ὁ Δεσπότης σου προστάσσω, καὶ οὐ προσέχεις, καὶ σὺ ὁ δοῦλος πῶς τολμᾶς προσφέρειν μοι προσευχήν, ἢ θυσίαν, ἢ ἀπαρχάς, ἔχων ἔχθραν κατά τινος; Ὥσπερ γὰρ σὺ στρέφεις ἀπὸ τοῦ ἀδελφοῦ
10σου τὸ πρόσωπον, οὕτω κἀγὼ ἀπὸ τῆς προσευχῆς σου καὶ τοῦ δώρου σου ἀπο‐ στρέψω τοὺς ὀφθαλμούς μου. Πάλιν δὲ παρακαλῶ, ἀδελφοί, ἐπειδὴ ὁ Θεὸς ἀγάπη ἐστί, καὶ τὰ χωρὶς ἀγάπης γινόμενα οὐκ εὐδοκεῖ ἐν αὐτοῖς. Πῶς ἄρα προσδέξηται ὁ Θεὸς φονέως
προσευχήν, ἢ δῶρα, ἢ ἀπαρχάς, ἢ καρποφορίαν, ἐὰν μὴ πρότερον μετανοήσῃ119

120

κατὰ τὸν λόγον; Ἀλλὰ καὶ πάντως ἐρεῖς μοι· ἐγὼ φονεὺς οὐκ εἰμί. Ἐγὼ δέ σοι οὐκ ἀποδείξω ὅτι φονεὺς εἶ, μᾶλλον δὲ Ἰωάννης ὁ Θεολόγος ἐλέγξῃ σε λέγων· πᾶς ὁ μισῶν τὸν ἀδελφὸν αὐτοῦ, ἀνθρωποκτόνος ἐστί. Λοιπὸν οὖν, ἀγαπητοί μοι ἀδελφοί, μηδὲν προτιμήσωμεν, ἢ σπουδάσωμεν
5κτήσασθαι πλέον τῆς ἀγάπης. Μηδεὶς ἐχέτω κατά τινος, μηδεὶς κακὸν ἀντὶ κα‐ κοῦ τινι ἀποδῷ. Ὁ ἥλιος μὴ ἐπιδυέτω ἐπὶ τῷ παροργισμῷ ἡμῶν, ἀλλ’ ἀφῶμεν τοῖς ὀφειλέταις πάντα, καὶ τὴν ἀγάπην ἐπισπασώμεθα· αὕτη γὰρ καλύπτει πλῆθος ἁμαρτιῶν. Τί γὰρ τὸ ὄφελος, τέκνα, ἐάν τις πάντα ἔχῃ, τὴν δὲ σῴζουσαν ἀγάπην
10μὴ ἔχῃ; Ὥσπερ γάρ τις ἄριστον ποιήσῃ μέγα, ἵνα καλέσῃ βασιλέα καὶ ἄρχον‐ τας, καὶ πάντα ἑτοιμάσῃ πλουσίως, ἵνα μηδὲν αὐτῷ λείπῃ, ἅλας δὲ οὐκ ἔχει, μὴ δύναται βρωθῆναι τὸ ἄριστον ἐκεῖνο; Οὐ πάντως. Ἀλλὰ καὶ τὴν ἔξοδον ἐζη‐
μιώθη, καὶ τοὺς κόπους ἀπώλεσε, καὶ ὕβριν ἑαυτῷ προσήγαγε παρὰ τῶν κε‐120

121

κλημένων ὑπ’ αὐτοῦ. Οὕτως οὖν καὶ ἐνταῦθα. Τί τὸ ὄφελος εἰς ἀνέμους κοπιᾶν χωρὶς ἀγάπης; Χωρὶς γὰρ αὐτῆς πᾶν ἔργον καὶ πᾶσα πρᾶξις ἀκάθαρτος· κἂν παρθενίαν κέκτηταί τις, κἂν νηστεύει, κἂν ἀγρυπνεῖ· εἴτε προσεύχεται, εἴτε δοχὴν ποιεῖ πτωχοῖς· κἂν δῶρα προσφέρειν δοκεῖ, ἢ ἀπαρχάς, ἢ καρποφορίας·
5κἂν ἐκκλησίας κτίζει, εἴτε ἄλλο τι πράττει χωρὶς ἀγάπης, πάντα ἐκεῖνα εἰς οὐδὲν λογισθήσονται παρὰ τῷ Θεῷ· οὐδὲ γὰρ εὐδοκεῖ Κύριος ἐν αὐτοῖς. Καὶ ἄκουε τοῦ Ἀποστόλου λέγοντος· ἐὰν ταῖς γλώσσαις τῶν Ἀγγέλων λαλῶ καὶ τῶν ἀνθρώπων, ἐὰν ἔχω προφητείαν καὶ εἰδῶ τὰ μυστήρια πάντα, καὶ ἔχω πᾶσαν τὴν πίστιν, ὥστε ὄρη μεθιστάνειν, ἀγάπην δὲ μὴ ἔχω, οὐδὲν ὠφε‐
10λοῦμαι. Ὁ γὰρ ἔχων ἔχθραν κατὰ τοῦ ἀδελφοῦ καὶ δοκῶν προσφέρειν τι τῷ Θεῷ, ὡς ὁ θύων κύνα, καὶ ὡς μίσθωμα πόρνης λογισθήσεται. Μὴ οὖν βουληθῇς χωρὶς ἀγάπης ποιεῖν τίποτε, ὅτι ἡ ἀγάπη καλύπτει πλῆθος ἁμαρτιῶν. Ὢ ποίου ἀγαθοῦ καταφρονοῦμεν! Ὢ πόσων ἀγαθῶν στερού‐
μεθα καὶ πόσης χαρᾶς, μὴ κτησάμενοι τὴν ἀγάπην! Ταύτην ὁ Ἰούδας μὴ θελήσας121

122

κτήσασθαι, ἐκ μέσου τοῦ χοροῦ τῶν Ἀποστόλων ἐξῆλθε, καταλιπὼν τὸ φῶς τὸ ἀληθινόν, τὸν ἑαυτοῦ διδάσκαλον, καὶ τοὺς ἰδίους ἀδελφοὺς μισήσας ἐν τῷ σκότει ἐπορεύθη. Διὸ καὶ ὁ κορυφαῖος Πέτρος ἔλεγε· παρέβη Ἰούδας πορευθεὶς εἰς τὸν ἴδιον τόπον. Καὶ πάλιν Ἰωάννης ὁ Θεολόγος· ὁ μισῶν τὸν ἀδελφὸν αὐτοῦ ἐν τῇ
5σκοτίᾳ ἐστί, καὶ ἐν τῷ σκότει περιπατεῖ, καὶ οὐκ οἶδε ποῦ ὑπάγει, ὅτι ἡ σκοτία ἐτύφλωσε τοὺς ὀφθαλμοὺς αὐτοῦ. Ἐὰν δὲ εἴπῃς ὅτι κἂν τὸν ἀδελφόν μου οὐκ ἀγαπῶ, ἀλλὰ τὸν Θεὸν ἀγαπῶ, ἐλέγχει σε ὁ αὐτὸς λέγων· ἐάν τις εἴπῃ, ὅτι ἀγαπῶ τὸν Θεόν, καὶ τὸν ἀδελφὸν αὐτοῦ μισῇ, ψεύστης ἐστίν· ὁ γὰρ μὴ ἀγαπῶν τὸν ἀδελφὸν αὐτοῦ, ὃν ἑώρακε,
10τὸν Θεόν, ὃν οὐχ ἑώρακε, πῶς δύναται ἀγαπᾶν; Ὁ οὖν ἔχων μετὰ τῶν ἀδελ‐ φῶν ἀγάπην, καὶ μὴ ἔχων ἔχθραν κατά τινος, ὁ πληρῶν τὸν λόγον τοῦ Ἀπο‐ στόλου, ὁ ἥλιος μὴ ἐπιδυέτω ἐπὶ τῷ παροργισμῷ ὑμῶν, οὗτος ἀληθῶς ἀγαπᾷ τὸν Θεόν, οὗτος μαθητής ἐστι τοῦ Χριστοῦ εἰπόντος, ὅτι ἐν τούτῳ γνώσονται πάντες ὅτι ἐμοὶ μαθηταί ἐστε, ἐὰν ἀγάπην ἔχητε μετ’ ἀλλήλων.
15Φανερὸν οὖν ἐστιν ὅτι οἱ Χριστοῦ μαθηταὶ ἐκεῖθεν γνωρίζονται, ἐκ τῆς122

123

ἀληθινῆς ἀγάπης· ὁ δὲ ἔχων μῖσος κατὰ τοῦ ἀδελφοῦ, καὶ δοκεῖ ἀγαπᾶν τὸν Χριστόν, ψεύστης ἐστὶ καὶ φρεναπατᾷ ἑαυτόν. Λέγει γὰρ ὁ ἀπόστολος Ἰωάννης ὅτι ταύτην τὴν ἐντολὴν ἔχομεν ἀπ’ αὐτοῦ, ἵνα ὁ ἀγαπῶν τὸν Θεὸν ἀγαπᾷ καὶ τὸν ἀδελφὸν αὐτοῦ. Καὶ πάλιν ὁ Κύριος· ἀγαπήσεις Κύριον τὸν Θεόν σου, καὶ
5τὸν πλησίον σου ὡς σεαυτόν. Καὶ ἐπήγαγε θέλων δεῖξαι τὴν δύναμιν τῆς ἀγά‐ πης, λέγων· ἐν ταύταις ταῖς δυσὶν ἐντολαῖς ὅλος ὁ νόμος καὶ οἱ Προφῆται κρέ‐ μανται. Ὢ θαύματος ἐξαισίου, ὅτι ὁ ἔχων τὴν ἀνυπόκριτον ἀγάπην, ὅλον τὸν νό‐ μον πληροῖ· πλήρωμα γὰρ νόμου ἡ ἀγάπη, ὥς φησιν ὁ Ἀπόστολος. Ὢ δύναμις
10ἀγάπης ἀνείκαστος, ὢ δύναμις ἀγάπης ἀμέτρητος. Οὐδὲν τῆς ἀγάπης τιμιώτε‐ ρον, οὔτε ἐν οὐρανῷ, οὔτε ἐπὶ τῆς γῆς. Διὰ τοῦτο Παῦλος ὁ ἀπόστολος, μαθὼν ὅτι οὐδέν ἐστι τῆς ἀγάπης ἀντάξιον, ἔγραψε καὶ ἀπέστειλεν εἰς τὰ πέρατα τῆς οἰκουμένης, λέγων· ἀδελφοί, μηδενὶ μηδὲν ὀφείλετε, εἰ μὴ τὸ ἀλλήλους ἀγαπᾶν,
καὶ τὰς ψυχὰς ὑπὲρ ἀλλήλων θεῖναι. Αὕτη γάρ ἐστιν ἡ ἀγάπη τὸ κεφάλαιον123

124

πασῶν τῶν ἀρετῶν. Ἡ ἀγάπη τὸ πλήρωμα τοῦ νόμου. Ἡ ἀγάπη ἡ ἀπλανὴς σωτηρία. Αὕτη ἐξ ἀρχῆς ἐνοίκησεν ἐν τῇ καρδίᾳ τοῦ Ἄβελ· αὕτη τοῦ Νῶε κυ‐ βερνήτης γέγονεν· αὕτη τοῖς Πατριάρχαις συνήργησεν· αὕτη τὸν Μωυσῆν διέ‐ σωσεν· αὕτη τὸν Δαυῒδ οἰκητήριον τοῦ Ἁγίου Πνεύματος ἐποίησεν· αὕτη ἐν
5τοῖς Προφήταις κατεσκήνωσεν· αὕτη τὸν Ἰὼβ ἐνίσχυσε. Καὶ τί οὐ λέγω τὰ μεί‐ ζονα; Αὕτη τὸν Υἱὸν τοῦ Θεοῦ ἐκ τῶν οὐρανῶν πρὸς ἡμᾶς κατήγαγε. Διὰ τῆς ἀγάπης ὁ ἄσαρκος σαρκοῦται, ὁ ἄχρονος ἐν χρόνῳ δι’ ἡμᾶς, ὁ Υἱὸς τοῦ Θεοῦ υἱὸς ἀνθρώπου γίνεται. Διὰ τῆς ἀγάπης πάντα πρὸς σωτηρίαν οἰκονομεῖται· ὁ θάνατος κατήργηται, ὁ ᾅδης κατεβλήθη, ὁ Ἀδὰμ ἀνακέκληται καὶ ἡ Εὔα ἠλευ‐
10θέρωται. Διὰ τῆς ἀγάπης μία ποίμνη γέγονεν Ἀγγέλων καὶ ἀνθρώπων. Διὰ τῆς ἀγάπης ἡ κατάρα λέλυται, ὁ παράδεισος ἠνέῳκται, ἡ ζωὴ πεφανέρωται, ἡ βασιλεία τῶν οὐρανῶν ἐπήγγελται. Αὕτη τοὺς ἁλιεῖς τῶν ἰχθύων σαγηνεύσασα, ἁλιεῖς τῶν ἀνθρώπων ἐποίησεν· αὕτη τοῖς Μάρτυσι συνήθλησε καὶ ἐνίσχυσεν·
αὕτη τὰς ἐρήμους πολιτείας ἀνέδειξεν· αὕτη τὰ ὄρη καὶ τὰ σπήλαια ψαλμῳδίας124

125

ἐπλήρωσεν· αὕτη τοὺς ἀνθρώπους ἀγγέλους ἀπειργάσατο· αὕτη ἐδίδαξεν ἄν‐ δρας καὶ γυναῖκας τὴν στενὴν καὶ τεθλιμμένην βαδίζειν ὁδόν. Ἀλλὰ μέχρι ποῦ στήσωμαι διώκων ἀκατάληπτα; Τίς ἱκανὸς πάντα διηγήσασθαι τὰ τῆς ἀγάπης κατορθώματα; Οἶμαι δὲ ὅτι οὐδὲ οἱ Ἄγγελοι κατ’ ἀξίαν διηγήσονται.
5 Ὦ μακαρία ἀγάπη, χορηγὲ πάντων τῶν ἀγαθῶν! Ὦ μακαρία ἀγάπη, ἡ μακαρίους ἀποδεικνύουσα τοὺς ποθοῦντάς σε! Μακάριος ἄνθρωπος καὶ τρισμα‐ κάριος ὄντως ὁ κτησάμενος τὴν ἀγάπην ἐκ καθαρᾶς καρδίας καὶ συνειδήσεως. Περὶ ἀγάπης δὲ ἀκούων μὴ τὴν κοσμικὴν καὶ σαρκικὴν ὑπολάβῃς ἀγά‐ πην, καὶ περὶ καπηλείων καὶ συμποσίων, ὧν ἡ κοιλία καὶ ἡ δόξα θεός, ὧν ἡ
10ἀγάπη τῆς τραπέζης περιώρισται, ὧν ἡ ἀγάπη ἔχθρα εἰς Θεόν· ἔνθα φίλους κα‐ λοῦσι καὶ οὐκ ἐχθρούς, ἔνθα πτωχοὶ οὐ πάρεισιν, ἔνθα γελοῖα καὶ κρότοι χειρῶν καὶ θόρυβοι, ἔνθα μέθαι καὶ ἀτιμίαι· περὶ ἧς ὁ Ἀπόστολος ἔλεγεν· ὃς ἐὰν φίλος εἶναι δοκῇ τοῦ κόσμου, ἐχθρὸς τοῦ Θεοῦ καθίσταται. Περὶ ταύτης
τῆς ἀγάπης, μᾶλλον δὲ τῆς ἀπάτης, καὶ ἵνα μὴ μεῖζον εἴπω, ὅπου ὁ Θεὸς οὐκ125

126

ἐπισκοπεῖ, ἔλεγε [γὰρ] ὁ Θεὸς ὅτι οἱ ἐθνικοὶ τὸ αὐτὸ ποιοῦσιν· ἐὰν γὰρ ἀγαπᾶτε τοὺς ἀγαπῶντας ὑμᾶς, ποία ὑμῖν χάρις ἐστί, ἢ τίνα μισθὸν ἔχετε; Ἡμεῖς δὲ οὐ περὶ τοιαύτης ἀγάπης λέγομεν, οὐ ταύτην καταγγέλλομεν ἢ διώκομεν, ἀλλ’ ἐκείνην τὴν ἀνυπόκριτον, τὴν ἄμωμον, τὴν ἀμίαντον, τὴν ἀσύγ‐
5κριτον, τὴν κατέχουσαν τὰ πάντα, καὶ εἰς πᾶν ἀγαθὸν ὀνομαζομένην, ἣν ὁ Κύ‐ ριος ἡμῶν ἔδειξε, λέγων· ἵνα τις τὴν ψυχὴν αὐτοῦ θῇ ὑπὲρ τῶν φίλων αὐτοῦ. Καὶ γὰρ αὐτὸς ὁ Κύριος ἐδίδαξε, καὶ ἐποίησε, καὶ τὴν ψυχὴν αὐτοῦ ὑπὲρ ἡμῶν ἔθηκεν, οὐ μόνον ὑπὲρ φίλων, ἀλλὰ καὶ ὑπὲρ τῶν ἐχθρῶν· οὕτω γὰρ ἠγάπησεν ὁ Θεὸς τὸν κόσμον, ὥστε τὸν ἀγαπητὸν αὐτοῦ Υἱὸν ἔδωκεν ὑπὲρ ἡμῶν. Διὰ
10τῆς ἀγάπης ταύτης τὴν θείαν ἀγάπην ἔχων Παῦλος ὁ ἀπόστολος ἔλεγεν· ἡ ἀγάπη τῷ πλησίον κακὸν οὐκ ἐργάζεται, οὐκ ἀποδίδει κακὸν ἀντὶ κακοῦ, οὐδὲ λοιδορίαν ἀντὶ λοιδορίας, ἀλλὰ πάντοτε μακροθυμεῖ, χρηστεύεται, οὐ ζηλοῖ, οὐ
παροξύνεται, οὐ λογίζεται τὸ κακόν, οὐ χαίρει ἐπὶ τῇ ἀδικίᾳ, συγχαίρει δὲ τῇ126

127

ἀληθείᾳ· πάντα στέγει, πάντα πιστεύει, πάντα ἐλπίζει, πάντα ὑπομένει. Ἡ τοι‐ αύτη ἀγάπη οὐδέποτε ἐκπίπτει. Ταύτην ὁ ἔχων μακάριος καὶ ἐν τῷ νῦν αἰῶνι καὶ ἐν τῷ μέλλοντι. Ταύ‐ την τὴν μακαρίαν ἀγάπην ὁ ἔχων οὐχ ὑπερηφανεῖ, οὐ φθονεῖ, οὐ μισεῖ τινά
5ποτε, οὐ παρορᾷ πένητα, οὐκ ἀποστρέφεται πτωχόν, οὐ παραβλέπει ὀρφανόν, οὐ χήραν, οὐ ξένον. Ταύτην ὁ ἔχων οὐ μόνον τοὺς ἀγαπῶντας αὐτὸν ἀγαπᾷ· τοῦτο γὰρ καὶ οἱ ἐθνικοὶ ποιοῦσιν· ἀλλὰ καὶ τοὺς θλίβοντας. Ταύτην τὴν θείαν ἔχων ὁ Στέφανος ὁ πρωτομάρτυς ἀγάπην, ὑπὲρ τῶν λιθαζόντων αὐτὸν παρεκά‐ λει, λέγων· Κύριε, μὴ στήσῃς αὐτοῖς τὴν ἁμαρτίαν ταύτην.
10 Πάλιν λέγω, καὶ λέγων οὐ παύσομαι. Μακάριος ἄνθρωπος ὁ πάντα περι‐ φρονήσας τὰ γήϊνα καὶ φθειρόμενα, καὶ τὴν ἀγάπην κτησάμενος. Τοιούτου ὁ μισθὸς καθ’ ἑκάστην ἡμέραν αὐξάνει. Τοιούτου ὁ μισθὸς καὶ ὁ στέφανος ἡτοίμα‐ σται, ἡ βασιλεία τῶν οὐρανῶν κεχάρισται. Τοῦτον πάντες Ἄγγελοι μακαρίζουσι·
τοῦτον ἐπαινοῦσι πᾶσαι αἱ τῶν οὐρανῶν δυνάμεις· τοῦτον μετὰ χαρᾶς ὑποδέξον‐127

128

ται οἱ χοροὶ τῶν Ἀρχαγγέλων. Τούτῳ ἀνοιχθήσονται προθύμως αἱ πύλαι τῶν οὐρανῶν, καὶ μετὰ παρρησίας εἰσελεύσεται, καὶ ἐν τῷ θρόνῳ τοῦ Θεοῦ παρα‐ στήσεται, καὶ τῇ δεξιᾷ τοῦ Θεοῦ στεφανωθήσεται, καὶ αὐτῷ συμβασιλεύσει εἰς τοὺς ἀπεράντους αἰῶνας.
5 Τίς τούτου μακαριώτερος; Τίς τούτου ὑψηλότερος; Τίς τούτου τιμιώτε‐ ρος; Ἴδετε εἰς οἷον ὕψος ἀναφέρει ἡ ἀγάπη τοὺς ἔχοντας αὐτήν. Καλῶς εἶπεν ὁ Ἀπόστολος, μηδενὶ μηδὲν ὀφείλειν ἡμᾶς, εἰ μὴ τὸ ἀλλήλους ἀγαπᾶν. Ὁ Θεὸς γὰρ ἀγάπη ἐστί, καὶ ὁ μένων ἐν τῇ ἀγάπῃ ἐν τῷ Θεῷ μένει, καὶ ὁ Θεὸς ἐν
αὐτῷ μένει, εἰς τοὺς αἰῶνας. Ἀμήν.128