TLG 4138 077 :: EPHRAEM SYRUS :: Sermo animae utilis EPHRAEM SYRUS Theol., vel Ephraem Graecus Sermo animae utilis Dup. Assemani, J.S., Sancti patris nostri Ephraem Syri opera omnia, vol. 3 Rome (1732) 365e–368. Citation: Page — (line) | ||
107(t) | Λόγος ψυχωφελής | |
1 | Μὴ δαπανήσῃς ὅλον τὸν χρόνον τῆς ζωῆς σου ἐν τῇ τοῦ σώματός σου φροντίδι· ἀλλ’ ὅταν πεινάσῃ τὸ σῶμα καὶ τὴν τροφὴν ἀπαιτήσῃ, ἐνθυμήθητι ὅτι καὶ ἡ ψυχὴ τὴν ἰδίαν χρῄζει τροφήν· καὶ ὥσπερ τὸ σῶμα, ἐὰν μὴ λάβῃ τῆς σω‐ ματικῆς, νεκρά ἐστι· καὶ γὰρ διπλοῦς ἐστιν ὁ ἄνθρωπος, καὶ ψυχῇ καὶ σώματι. | |
---|---|---|
5 | Καὶ διὰ τοῦτο ἔλεγεν ὁ Ἰησοῦς· σὺ οὖν, οἰκονόμος, δὸς τὰ τῆς ψυχῆς τῇ ψυχῇ, καὶ τὰ τοῦ σώματος τῷ σώματι· μὴ μόνον τὸ σῶμά σου θρέψῃς, τὴν δὲ ψυχὴν ἀφήσῃς ἔρημον καὶ λιμώττουσαν. Περὶ τῆς τοιαύτης ψυχῆς λέγει ὁ Ἀπόστο‐ λος· ἡ δὲ σπαταλῶσα ζῶσα τέθνηκε. Μὴ οὖν ἐάσῃς σου τὴν ψυχὴν ἀπὸ λιμοῦ νεκρωθῆναι, ἀλλὰ θρέψον αὐτὴν ἐν λόγοις Θεοῦ· ἐν ψαλμοῖς καὶ ὕμνοις καὶ | |
10 | ᾠδαῖς πνευματικαῖς· ἐν ἀναγνώσμασι τῶν θείων Γραφῶν· ἐν νηστείαις καὶ | 107 |
108 | ἀγρυπνίαις· ἐν δάκρυσι καὶ ἐλεημοσύνῃ· ἐν ἐλπίδι καὶ μελέτῃ τῶν μελλόντων ἀγαθῶν, τῶν αἰωνίων καὶ ἀφθάρτων. Ταῦτα καὶ τὰ ὅμοια τούτων τροφή ἐστι καὶ ζωὴ τῆς ψυχῆς. Διὸ καὶ ὁ μέ‐ γας Προφήτης ἔλεγε· γενηθήτω τὰ δάκρυά μου ἐμοὶ ἄρτος ἡμέρας καὶ νυκτός. | |
5 | Ὢ μακαρία ψυχὴ τοῦ προφήτου Δαυΐδ, τὸ δοχεῖον τοῦ Ἁγίου Πνεύματος! Καθ’ ἑκάστην ἡμέραν καὶ νύκτα ἔκλαιε· καὶ ἡμεῖς οἱ μυρίοις κακοῖς ὑπεύθυνοι, οὐδὲ κἂν πρὸς ὥραν μίαν θέλομεν κατανυγῆναι καὶ μετανοῆσαι. Ὤ, πόση χαρὰ γίνεται ἐν τῷ οὐρανῷ, ὅτε ἄνθρωπος ἁμαρτωλὸς ἐπὶ γῆς δακρύσῃ, καὶ ἀπορ‐ ρίψῃ τὴν κακὴν συνήθειαν, καὶ μισήσῃ τὴν ἁμαρτίαν, καὶ εἴπῃ· ἀδικίαν ἐμίσησα | |
10 | καὶ ἐβδελυξάμην καὶ ἐκ πάσης ὁδοῦ πονηρᾶς ἐκώλυσα τοὺς πόδας μου. Μὴ γίνου προπετής, ἵνα μὴ μισηθῇς ὑπὸ πάντων. Μή σοι αὐθαδείας προ‐ ξενήσῃς. Μὴ δὸς ἄνεσιν ποτὲ τῇ σαρκί σου, ἵνα μὴ γένηται βάρος τῇ ψυχῇ σου. Μή σου βλασφημία ἁρπάζῃ τὴν ἐπιθυμίαν. Μή σου ἀπόγνωσις ἀποκλείσῃ τῆς μετανοίας. Μή σε ἀπόνοια ἐκ τῶν οὐρανῶν κατασπάσῃ. Μὴ μεγαλορρημοσύνη | |
15 | τὰ κρυπτά σου θριαμβεύσῃ. Μὴ βασκανία σου τινὰ ἀμαυρώσῃ. Μὴ ἀφροσύνη | 108 |
109 | τὴν σύνεσίν σου τυφλώσῃ. Μὴ μωρία τὴν φρόνησίν σου σκοτίσῃ. Μὴ ἄνοια τὸν νοῦν σου κυριεύσῃ. Μὴ ἀδιακρισία τὴν διάκρισίν σου ἀλλοιώσῃ· ἤ τι ἕτερον τῶν ἀπηγορευμένων διαλαθὸν τὸν νοῦν ἐν τῇ καρδίᾳ σου ὑπεισέλθῃ, καὶ αἰχμαλω‐ τίσῃ σε τῆς βασιλείας τῶν οὐρανῶν. Ἀλλὰ νῆφε, καθὼς γέγραπται, μελετῶν | |
5 | ἡμέρας καὶ νυκτός, μήπως εὕρῃ σου τὸν νοῦν σχολάζοντα ἀπὸ τῆς μελέτης τῶν ἐντολῶν τοῦ Θεοῦ, καὶ ἐπισπείρῃ αὐτοῦ τὰ ζιζάνια. Ἄθλιος καὶ ταλαίπωρος ὁ τῆς ἀγάπης μακρὰν ὑπάρχων· αὐτὸς γὰρ ὀνει‐ ροπολῶν τὰς ἡμέρας αὐτοῦ παρέρχεται. Καὶ τίς οὐ μὴ πενθήσῃ τὸν ἄνθρωπον ἐκεῖνον, τὸν ἀπὸ Θεοῦ μακρὰν ὑπάρχοντα; Λέγω γὰρ ὑμῖν, ἀδελφοί, ὅτι ὁ μὴ | |
10 | ἔχων ἀγάπην Θεοῦ, ἐχθρὸς αὐτοῦ ἐστιν· ἀψευδὴς γὰρ ὁ εἰπών, ὅτι ὁ μισῶν τὸν ἀδελφὸν αὐτοῦ, ἀνθρωποκτόνος ἐστίν· ὁ γὰρ μὴ ἔχων ἀγάπην, φίλος ἐστὶ τοῦ Διαβόλου, τῆς ἀλαζονείας σκεῦος, τῶν καταλαλούντων συνόμιλος, τῆς ὑπερηφανίας ἐργάτης· καὶ ἅπαξ ἁπλῶς, ὄργανόν ἐστι τοῦ Διαβόλου. | |
Ἄθλιος καὶ ταλαίπωρος ὁ μὴ κτησάμενος ὑπομονήν· ὁ γὰρ μὴ ἔχων | 109 | |
110 | ὑπομονὴν ῥιπίζεται ὑπὸ ἀνέμου. Ὕβριν οὐ φέρει, ἐν θλίψεσιν ὀλιγωρεῖ, ἐν ὑπο‐ ταγῇ γόγγυσος, ἐν ὑπακοῇ ἀντίλογος, ἐν ταῖς προσευχαῖς ῥᾴθυμος, ἐν ἀποκρί‐ σεσιν ὀκνηρός, ἐν λογομαχίαις ἀνδρεῖος. Ὁ μὴ ἔχων ὑπομονὴν πολλὰς ζημίας ὑφίσταται, καὶ ἀρετῆς ἐφάψασθαι ὁ τοιοῦτος ἀδυνάτως ἔχει· μᾶλλον δὲ τοῖς | |
5 | εὐδοκιμοῦσιν ἀντίκειται, καὶ τοῖς προκόπτουσι ζηλοτυποῖ. Μακάριος δὲ ὁ ἄν‐ θρωπος ἐκεῖνος ὁ μὴ ῥᾳδίως ὀργιζόμενος ἢ θυμὸν ἐπιδεχόμενος. Ὁ τὸ πνεῦμα τῆς ὀξυχολίας μὴ ἔχων, τὸ Πνεῦμα τὸ Ἅγιον οὐ παροξύνει. Ὁ τοιοῦτος παρὰ πάντων δοξάζεται, ὑπὸ τῶν Ἀγγέλων ἐπαινεῖται, καὶ ὑπὸ Χριστοῦ φιλεῖται. Τὸ τούτου σῶμα καὶ ἡ ψυχὴ πάντοτε ὑγιαίνει· ὁ δὲ τῆς ὀξυχολίας τῷ πνεύματι | |
10 | κρατούμενος, πολλάκις διὰ μηδαμινὸν πρᾶγμα ὀργίζεται. Καὶ ὄντως ἄθλιος καὶ ταλαίπωρος ὁ ἡττώμενος ἐν τούτοις τοῖς πράγμασιν. Ὁ ὀργιζόμενος ἀναι‐ ρεῖ τὴν ἑαυτοῦ ψυχήν. Ὥσπερ πάντων τῶν ἀγαθῶν καὶ πασῶν τῶν ἀρετῶν ὑψηλοτέρα ἐστὶν ἡ ἀγάπη, οὕτω καὶ πασῶν ἁμαρτιῶν βαρυτέρα ἐστὶ τὸ μισεῖν | |
τὸν ἀδελφόν· ὁ γὰρ μισῶν τὸν ἀδελφὸν αὐτοῦ μένει ἐν τῷ θανάτῳ. Καὶ ὁ ἀπο‐ | 110 | |
111 | στερῶν μισθόν, καὶ ὁ μισῶν τὸν ἀδελφὸν αὐτοῦ, εἰς τὸν χαλεπὸν τόπον τοῦ φο‐ νέως κατακριθήσονται. Ἐπειδὰν οὖν ἁμαρτήσῃς, μὴ τὴν παρ’ ἑκατέρου κατηγορίαν ἀνάμενε, ἀλλὰ πρὶν κατηγορηθῇς καὶ διαβληθῇς, σὺ καταγίνωσκε τῶν γινομένων, καὶ τῇ ἐξο‐ | |
5 | μολογήσει πρόσελθε, καὶ μὴ αἰσχυνθῇς. Εἰργάζου τὰ καταισχύνοντά σε, καὶ οὐκ ᾐσχύνου· νῦν δὲ τὰ ῥήματα τὰ δικαιοῦντά σε αἰσχυνθῇς; Εἰπὲ ὦδε, ἵνα μὴ ἐκεῖ εἴπῃς, ὡς μὴ θέλων· ἡ γὰρ ὁμολογία τῶν ἁμαρτημάτων ἀφανισμὸς γίνε‐ ται τῶν πλημμελημάτων. Μὴ γὰρ ἐπειδὴ ἀγνοεῖ, μαθεῖν βούλεται; Οὐχί! Ἀλλὰ βουλόμενος ἡμᾶς εἰς αἴσθησιν ἐλθεῖν τῶν ἐπταισμένων, διὰ τῆς ὁμολο‐ | |
10 | γίας. Μὴ βαρύ τι καὶ ἐπαχθὲς ἐπιζητεῖ παρ’ ἡμῶν ὁ Θεός; Συντριβὴν καρδίας, λογισμῶν κατάνυξιν, ὁμολογίαν πταίσματος, προσεδρίαν ἐπίπονον καὶ ἐπιτετα‐ μένην· μετὰ δὲ τὴν ἐξομολόγησιν, συγγνώμην μὲν αἰτεῖν τῶν ἡμαρτημένων, ἀσφάλειαν δὲ ἀκριβῆ εἰς τὸ ἑξῆς. Πόσῳ τοίνυν βέλτιον ἐνταῦθα μὲν θρηνεῖν καὶ ὀδύρεσθαι τὸν βραχὺν | |
15 | τοῦτον καὶ πρόσκαιρον βίον, ἢ ἐνταῦθα γελάσαντας, ἀπελθεῖν ἐκεῖσε, κολασθη‐ | 111 |
112 | σόμενοι εἰς αἰῶνα αἰῶνος. Ἀλλ’ αἰσχύνῃ καὶ ἐρυθριᾷς τὰ ἁμαρτήματα εἰπεῖν; Τὸ ἁμαρτάνειν μᾶλλον αἰσχύνῃ καὶ μὴ τὸ ἐξομολογεῖσθαι. Ποίησον τῷ λογι‐ σμῷ· ἂν μὴ νῦν ἐξολογήσηται, ἐκεῖ εἰς μέσον τοῦ θεάτρου τῆς οἰκουμένης ἅπαντα ἐξομολογήσεται, ὅπου πλέων ἡ κόλασις, ὅπου μείζων ὁ παραδειγματι‐ | |
5 | σμός. Ἰταμῶς καὶ ἀναισχύντως πράττομεν, ὅταν δὲ ὁμολογῆσαι δέῃ, τότε αἰσχυνόμεθα καὶ ἀναβάλλομεν. Οὐ γάρ ἐστιν αἰσχύνη, ἐὰν ὁμολογήσητε τὰ ἁμαρτήματα, ἀλλὰ δικαιοσύνη καὶ ἀρετή. Εἰ μὴ δικαιοσύνη καὶ ἀρετὴ ἦν, οὐκ ἂν μισθὸν ἔσχεν ἡ ἐξομολόγησις. Ἄκουσον τί φησί· λέγε οὖν σὺ πρῶτος τὰς ἁμαρτίας σου, ἵνα δικαιωθῇς. Μὴ γὰρ διὰ τοῦτο κελεύει ὁμολογῆσαι, ἵνα κο‐ | |
10 | λάσῃ, ἀλλ’ ἵνα συγχωρήσῃ. Ποιήσωμεν οὖν ἀκριβῆ ἐξέτασιν, μὴ περὶ τῶν πράξεων μόνον, ἀλλὰ καὶ περὶ τῶν ῥημάτων καὶ ἐνθυμήσεων· καὶ ἐξετάσωμεν ἀκριβῶς, πῶς ἕκαστος ἑκάστῃ παρῆλθεν ἡμέρᾳ, καὶ ποῖον ἁμάρτημα ἐν αὐτῇ διεπράχθη, καὶ ποῖος ἐδαπανήθη καιρός, καὶ ποῖον κίνημα, ἤγουν ἐνθύμημα, οὐκ εἰς ἀγαθὴν κίνησιν | |
15 | ἡμᾶς διήγειρε· καὶ σπουδάσωμεν, κατὰ τὴν ἀναλογίαν τῶν ἡμαρτημένων, καὶ | 112 |
113 | τὴν μετάνοιαν ἐπιδείξασθαι. Κολάσωμεν τὸ συνειδός, καὶ σφοδρῶς αὐτῷ ἐπιτι‐ μήσωμεν, ὥστε μηκέτι τολμῆσαι μετὰ τὴν ἀνάστασιν εἰς ἐκεῖνο πάλιν τὸ τῆς ἁμαρτίας ἐμπεσεῖν βάραθρον, δεδοικότες τὴν βάσανον τῆς προτέρας πληγῆς. Ἔχε τοίνυν βιβλίον ἐν τῷ συνειδότι, καὶ γράφε τὰ καθημερινὰ ἁμαρτήμα‐ | |
5 | τα, καὶ καθ’ ἑκάστην ἐν μέσῳ ἄγε τὸ βιβλίον, καὶ ἀναλογίζου τὸ ἀγαθὸν ἢ τὸ πονηρόν, ὃ εἰργάσω. Καὶ μνήσθητι τὸν πύρινον ποταμόν, τὸν ἀκοίμητον σκώ‐ ληκα, τὸν πικρὸν ᾅδην, ἵνα τῷ φόβῳ τῶν κολάσεων τὸ ἀγαθὸν προσθῇς, καὶ τὸ πονηρὸν ἀνέλῃς. Δακρύσωμεν πρὸ καιροῦ, ἵνα μὴ βρύξωμεν ἐν καιρῷ. Κλαύ‐ σωμεν ἐν καιροῖς. Ταύτῃ τῇ θυσίᾳ εὐαρεστεῖται ὁ Θεός. Τούτῳ τῷ ὕδατι ἀρδό‐ | |
10 | μενος ὁ ἄνθρωπος καρποφορεῖ. Τούτῳ τῷ ὕδατι ὁ χοῦς νίπτεται. Τούτῳ τῷ ὕδατι τὸ πῦρ σβέννυται· τὸ σκότος φαιδρύνεται· οἱ δεσμοὶ λύονται· οἱ πεπλανη‐ μένοι ἐπιστρέφουσιν· οἱ πάντες σῴζονται· ὁ Θεὸς δοξάζεται. Τούτῳ τῷ ὕδατι καὶ Πέτρος, τῶν προσγενομένων αὐτῷ ῥύπων, ἀπέπλυνεν· ἐξελθὼν γὰρ ἔξω, | |
ἔκλαυσε πικρῶς. | 113 |