TLG 4138 076 :: EPHRAEM SYRUS :: De paenitentia

EPHRAEM SYRUS Theol., vel Ephraem Graecus
(Syrus: A.D. 4)

De paenitentia

Source: Phrantzoles, Konstantinos G. (ed.), Ὁσίου Ἐφραίμ τοῦ Σύρου ἔργα, vol. 5. Thessalonica: Το περιβόλι της Παναγίας, 1994: 9–106.

Dup. Assemani, J.S., Sancti patris nostri Ephraem Syri opera omnia, vol. 3 Rome (1732) 160–205c.

Citation: Page — (line)

9

(t)

Περὶ μετανοίας
1 Καρπὸς πολυφόρος ἐστὶν ἡ μετάνοια, ἀγαπητοί, ὅτι ἐκ παντὸς τρόπου προσφέρει ἔργον Θεῷ ἐνάρετον. Ἀγρὸς πάγκαρπός ἐστιν, ὅτι ἐν παντὶ καιρῷ πολιτεύεται. Δένδρον ὑπάρχει ζωῆς, ὅτι πολλοὺς ταῖς ἁμαρτίαις θνῄσκοντας ἀνίστησιν. Ἐν αὐτῇ ἐγκεντρίζεται πᾶσα ἐπουράνιος κατάστασις, ὅτι συγκοινω‐
5νός ἐστι τῆς θεότητος. Χαίρει ταύτῃ ὁ Θεός, ὡς τῇ δυνάμει τῆς δημιουργίας αὐτοῦ, ὅτι οὓς ἡ ἁμαρτία πειρᾶται ἀπολλύειν, αὕτη ἀναδημιουργεῖ εἰς τὴν τοῦ Θεοῦ εὐδοξίαν. Τὸ ἀζήμιον τοῦ Θεοῦ βαλάντιόν ἐστιν ἡ μετάνοια, ὅτι διαφυ‐ λάττει τῶν ἀνθρώπων τὰς ψυχὰς μὴ ἀπολέσθαι. Ἡ πρόσοδος τοῦ Θεοῦ ἡ δα‐ ψιλὴς αὕτη ἐστίν, ἐπειδὴ καὶ προσφέρει τοὺς ἀνθρώπους, καὶ τοὺς ἁμαρτωλοὺς
10σωρηδὸν ἐπισυνάγει.
Οἶμαι ὅτι οἱ πνευματικοὶ τόκοι ἐν αὐτῇ συνεστήκασι· θερίζει γὰρ ἡ μετά‐9

10

νοια ἃ οὐκ ἔσπειρε· τὸ γὰρ σῶμα σπείρει φθοράν, καὶ ἡ μετάνοια θερίζουσα ταύτην ἐπαίρει εἰς σεμνότητα· ἡ κακία σπείρει τὰ πάθη, καὶ ἡ μετάνοια αὐτὰ ἀποσπείρασα ἐπισπείρει τὴν ἐνάρετον πολιτείαν. Αὕτη λαμβάνει ἃ οὐκ ἔδωκεν. Ἡ εὐσεβὴς τοκίστρια, ἡ ἀπαιτοῦσα ἃ οὐκ ἔδωκε, λέγει τοῖς ἁμαρτωλοῖς· δότε
5μοι τὸ βάρος τῶν ἁμαρτιῶν· τοῦτό μοι ἔστιν ὁ τόκος τῆς πράξεως. Πίστιν ἔχεις; Δὸς τὸν τόκον τῆς πίστεως τῇ μετανοίᾳ. Ἐν αὐτῇ γίνεταί σου ἡ πίστις ἀκατάχρεως. Οὐκ ἔδωκά σοι, φησί, πονηρίαν· ἐμοὶ ταύτην δός, ὦ ἄνθρωπε, καὶ ἀφανίσας αὐτὴν παραστήσω σε Θεῷ ὡς καὶ ὃν ἀνέγνως περὶ τοῦ ταλάντου. Τί λέγει τὸ Εὐαγγέλιον ἐπίγνωθι· ὅτι μετάνοιαν λέγει τοῦ Θεοῦ τὴν
10πραγματείαν. Οἱ ἐμπορευσάμενοι καλῶς ἐδιπλασίασαν τὸ κεφάλαιον· οἱ καλοὶ ἐργάται ἐν αὐτῇ ἐκαλλιέργησαν τοῦ Θεοῦ τὸ γεώργιον. Δι’ αὐτῆς τὴν Ἐκκλη‐ σίαν καρπῶν ἐπλήρωσαν· ἐν αὐτῇ τὰς τοῦ Θεοῦ ἀποθήκας κατεγέμισαν. Δι’ αὐτῆς καὶ ἡ γῆ οὐρανὸς γέγονεν, ὅτι ἀγγέλων, τῶν ἐπὶ γῆς Ἁγίων, πεπλήρω‐ ται. Ἐπαινοῦνται οἱ καλοὶ θεράποντες διὰ τῆς μετανοίας τὸν σπόρον πολυπλα‐
15σιάσαντες· ἀμοιβῶν ἔτυχον οἱ καλοὶ οἰκονόμοι τοῦ Θεοῦ, τὸ ἀργύριον ἐπὶ πολλῷ10

11

κέρδει τοκίσαντες. Ἀπὸ τῶν ἀμοιβῶν τὴν πρᾶξιν μάθωμεν, ἀπὸ τῶν ἐπαίνων γνῶμεν τὸν σπόρον, καὶ ἀπὸ τῶν τόκων ἐπιστῶμεν τὸ κεφάλαιον. Ἐπειδὴ γάρ, φησί, καλῶς ἐνεπορεύσασθε καὶ προσέθεσθε τοῖς πέντε ταλάντοις ἕτερα πέντε, γίνεσθε ἐπὶ δέκα πόλεις. Ἀργύριον λαμβάνεις, Κύριε, καὶ πόλεις χαρίζῃ. Τά‐
5λαντα δέδωκας, καὶ πόλεις προδίδως. Ναί, φησίν· αἱ πόλεις εἰσὶ τῆς μετανοίας γεώργιον. Ἐπειδὴ τῆς ἑαυτῶν σωτηρίας γεγόνατε πρόξενοι, κἀγὼ ὑμᾶς ἄρχον‐ τας λαῶν καθίστημι πρὸς εὐδοξίαν. Καλῶς οὖν εἴπομεν ὅτι τοῦ Θεοῦ βαλάντιόν ἐστιν ἡ μετάνοια, διότι ἐν αὐτῇ ἡ ἐνάρετος πολιτεία συνίσταται. Εἶδεν ὁ Θεὸς ὅτι τὸ γένος τῶν ἀνθρώπων συνταράττει ὁ Ἐχθρός, καὶ
10ἀντικατέστησεν αὐτῷ τὴν μετάνοιαν εἰς καθαίρεσιν. Ἐκεῖνος πείθει ἁμαρτάνειν, ἡ δὲ μετάνοια ἑτοίμη προσδέξασθαι τὸν ἁμαρτάνοντα· ὁ Ἐχθρὸς ἀναγκάζει πα‐ ρανομῆσαι, καὶ ἡ μετάνοια νουθετεῖ ἐπιστρέψαι· ἐκεῖνος βιάζεται εἰς ἀπόγνωσιν, αὕτη ἐλπίδα σωτηρίας ἐπαγγέλλεται. Κατασπᾷ τὴν συνείδησιν ἡ ἁμαρτία, ἡ δὲ μετάνοια βακτηρία αὐτῆς γίνεται εἰς ἀνάπαυσιν· Κύριος γὰρ ἀνορθοῖ κατερραγμέ‐
15νους, ἀλλὰ διὰ τῆς μετανοίας τοῦτο ποιεῖ. Ὅταν γὰρ ἀκούσῃς τοῦ Δαυῒδ λέγον‐11

12

τος, ἡ ῥάβδος σου καὶ ἡ βακτηρία σου, αὐτά με παρεκάλεσαν, σύνες ὅτι διὰ τῆς μετανοίας, εἴρηκε, παρεκάλεσαν. Ὁ Δράκων πείθει ἀσεβεῖν, καὶ λυπεῖσθαι πα‐ ρασκευάζει, ἡ δὲ μετάνοια παρακαλεῖ μὴ ἀδημονεῖν, μηδὲ τὰ πρὸς σωτηρίαν ἀπογινώσκειν. Τυφλοῖ ἡ κακία τὴν διάνοιαν, ἀλλ’ ἡ μετάνοια λύχνον ἅψασα
5δείκνυσιν αὐτῇ τὸν Θεὸν μήκοθεν. Λύχνος τοῖς ποσὶ τοῦ μετανοοῦντος γίνεται ὁ νόμος, ἀλλ’ οὐ δίχα τῆς μετανοίας. Τί λέγεις, Προφῆτα; Ὁ λύχνος οὐ τοῖς ὀφθαλμοῖς φαίνει; Μὴ οἱ πόδες ὀφθαλμοὺς ἔχουσι; Πῶς οὖν ἀφεὶς τοὺς ὀφθαλμούς, τοῖς ποσὶ δίδως τὸ βλέ‐ πειν; Οἱ πόδες τῆς ψυχῆς εἰσιν οἱ ὀφθαλμοί. Ἡ σὰρξ πορεύεται ἵνα ἴδῃ, ἡ ψυχὴ
10δὲ νοοῦσα τοῦτον καθορᾷ μὴ κινουμένη. Τῇ ψυχῇ τὸν λύχνον ὁ Προφήτης ἀνῆ‐ ψεν· οὐ γὰρ χρεία ὕλης τοῖς νοεροῖς ὀφθαλμοῖς. Ἐν τῇ μετανοίᾳ ὁ νόμος γίνε‐ ται λύχνος, ἐπειδὴ οἱ ἁμαρτάνοντες δι’ αὐτῆς πάλιν τῷ Θεῷ συντυγχάνουσιν. Ἐσκοτίσθη ὁ ἀνομήσας. Οὐ θεωρεῖ τὴν ἀγαθότητα. Πῶς; Ἐπειδὴ ἀπογνώσεως αὐτὴν ὁ Ἐχθρὸς ἐμπίμπλησιν· ἡ δὲ μετάνοια ὡς καλὸς ἰατρὸς τοὺς κόπους καὶ
15τὸ νέφος τῆς ψυχῆς περιαιροῦσα, τὸ φῶς τῆς τοῦ Θεοῦ χρηστότητος αὐτῇ δεί‐
κνυσι. Περικόπτει τοῖς ἀσεβοῦσι τὴν ἀνάνευσιν ὁ Διάβολος, ὑποτιθέμενος τῆς12

13

μετανοίας τὸ τραχύ, καὶ ἡ μετάνοια ὁρῶσα τὴν πανουργίαν, γλυκυτέρα προσ‐ έρχεται, λέγουσα· μόνον Θεοῦ ὑπομνήσθητε, κἀγὼ ὑπὲρ ὑμῶν ἀγωνίζομαι. Λάβετε ἐν νῷ τὴν εὐσπλαγχνίαν αὐτοῦ, κἀγὼ πρεσβεύω ὑπὲρ ὑμῶν μετὰ στενα‐ γμοῦ. Μόνον κουφότερον στενάξατε, ἁμαρτωλοί, μετανοοῦντες, καὶ ποιῶ ὑμᾶς
5οἰκέτας Θεοῦ. Εἶπε καὶ Ἠσαΐας προφήτης· ὅταν ἀποστραφεὶς στενάξῃς, τότε σωθήσῃ. Ἰδού σοι μαρτυρίαν προσάγω, φησί· μετανόησον μόνον. Ἐὰν στενάξῃ ὁ ἁμαρτήσας, σὺν τῷ στεναγμῷ καὶ τὸ βάρος τοῦ Δράκοντος συνεξέρχεται· καὶ κουφισθείσης τῆς διανοίας, τὸ νέφος τῆς ἀγνοίας ἀποδιώκει, καὶ γίνεται ἐν γα‐ λήνῃ τῆς ψυχῆς ὁ ὀφθαλμός, καὶ εὐθὺς ἡ μετάνοια χειραγωγεῖ αὐτὴν πρὸς
10σωτηρίαν. Τότε οὐ μόνον στενάξει, ἀλλὰ καὶ δακρύσει ἐν πόνῳ πλείονι. Διατί; Ἐ‐ πειδὴ ἡ ψυχὴ ὡς πατέρα ἰδοῦσα τὸν Θεὸν διὰ χρόνου· κινεῖται εἰς δάκρυα, ὅτι εἶδε διὰ χρόνου τὸν γεννήσαντα. Διὸ ποιεῖται δάκρυα, καὶ πείθει Θεὸν ὅτι στέρ‐ γει πατρὸς εὔνοιαν, καὶ καθαίρεται ἀπὸ τῆς ὀφιώδους καταστάσεως. Οὐκ ἤκου‐
15σας ὅτι εἶπεν ὁ Δαυΐδ, λούσω καθ’ ἑκάστην νύκτα τὴν κλίνην μου; Ἀλλὰ πρῶτον13

14

ἐστέναξε, καὶ οὕτως ἐδάκρυσε. Δείκνυμί σοι καὶ ἀπὸ τῆς μεγίστης φύσεως, ὅτι πρῶτον ἄνεμος γίνεται, καὶ ὁ ὑετὸς αὖθις ἐπιγίνεται· πρῶτον βροντὴ ὠρύεται, καὶ αὖθις τὸ νέφος ἀποστάζει. Ἔστι στεναγμὸς δίχα φωνῆς, καθὼς ὁ ἅγιος Παῦ‐ λός φησι, ὅτι 〈τὸ〉 Πνεῦμα στεναγμοῖς ἀλαλήτοις ἐντυγχάνει ὑπὲρ ἡμῶν. Μνήμη
5τοῦ Θεοῦ τοῖς ἁμαρτωλοῖς στεναγμὸς γίνεται, ὅτι πάλιν ὁ Δαυῒδ λέγει· ἐμνή‐ σθην τοῦ Θεοῦ, καὶ εὐφράνθην· οἱ γὰρ μετανοοῦντες χαίρουσιν, ὅτι ἀπηλλάγησαν τῶν δεσμῶν τοῦ Δράκοντος. Οὐκ ἔστι χείρων δεσμὸς ὡς ἡ ἐκ τῆς ἁμαρτίας τύφλωσις, οὔτε ἄλυσις πρὸς τὴν τῆς ὄψεως πήρωσιν, ὅτι ἡ ψυχὴ ἐν σκότει ἐστὶ τῆς ἁμαρτίας, ἐν ἁλύ‐
10σει πεφυλάκισται. Ἐν φυλακῇ ἀφωτίστῳ διατελοῦσα ἀγνοεῖ ὅτι ἐν ἀγνοίᾳ δια‐ πορεύεται. Εἶπε καὶ ἑτέρωθι ὁ ψαλμός· οὐκ ἔγνωσαν, οὐδὲ συνῆκαν· ἐν σκότει διαπορεύονται· ὅτι ἡ ἄγνοια τόπος ἐστὶ φυλακῆς, τὴν ψυχὴν συμποδίζων εὐχε‐ ρῶς. Καὶ ὁ Παῦλος ἀπόστολος εἴρηκεν ὅτι ὁ Θεὸς μετέστησεν ἡμᾶς ἐκ τῆς ἐξ‐ ουσίας τοῦ σκότους εἰς τὴν βασιλείαν τοῦ υἱοῦ αὐτοῦ· ἦν γὰρ ἡ ἀνθρωπότης ὡς
15ἐν σκότει συγκεκλεισμένη διὰ τὴν ἀγνωσίαν τῆς θεότητος.14

15

Ἔλουεν ἐν δάκρυσι τὴν κλίνην αὐτοῦ ὁ στενάξας Δαυΐδ· ἦν γὰρ ῥερυπωμέ‐ νος τῇ μοιχείᾳ· ἀλλ’ ἔλουεν ἐν δάκρυσι τὴν στρωμνὴν αὐτοῦ, ἣν ἐρρύπωσε τῇ παρανόμῳ συμπλοκῇ. Ὁ αὐτὸς δὲ εἶπεν· ἐκοπίασα ἐν τῷ στεναγμῷ μου. Κό‐ πος δὲ στεναγμοῦ ἐστὶ τῶν δακρύων τὸ πλῆθος· κόπος στεναγμοῦ ἐστὶ καρδίας
5πόνος. Οὐκοῦν συνέστη ὅτι καὶ τὰ δάκρυα πληθύνουσι προαγόντων τῶν στενα‐ γμῶν. Ὅταν γὰρ ἴδῃ ὁ ἀντίπαλος ὅτι ἡττᾶται ὑποβάλλων τοῖς ἀσεβοῦσιν ἀπό‐ γνωσιν, ἄλλον ὑπεισάγει τρόπον· κολακεύει προσμένειν ἐν τοῖς πάθεσι, καὶ κατευθύνει αὐτῶν ἐν ταῖς αἰσχίσταις πράξεσι. Πάλιν δὲ ἡ μετάνοια αὐτῷ ἀντιτί‐ θησιν, ἀπὸ τοῦ συνειδότος τὴν κολακείαν ἀφανίζουσα. Νύττει τὴν συνείδησιν,
10πλήττει τὸν λογισμόν, ἵνα διυπνίσῃ κοιμωμένην τὴν ψυχήν. Ἡ γὰρ κολακεία ταράσσει τὴν συνείδησιν, νέφος γίνεται κατ’ αὐτῆς, καὶ ἀντιφράττει αὐτῆς τὴν πρὸς Θεὸν πρόσοδον. Ἔχει ἡ συνείδησις οἰκείωσιν φυσικὴν καὶ παραγκωνίζεται τὴν παρείσακτον κολακείαν, ὅτι πολλάκις ἀναιδῶς προσηνέχθη ἡ ἁμαρτία. Ἀπὸ παρατάσεως
15χρόνου ἡ συνείδησις περιγίνεται· ἢ γὰρ ἐν σκότει φοβηθέντα ἐλέγχει, ὅτι δι’ ἁ‐15

16

μαρτίας τοῦτο ὑφίσταται—λέγει γὰρ ἡ Γραφή· φεύγει ὁ ἀσεβὴς οὐδενὸς διώκον‐ τος· καὶ πάλιν· δίκαιος ὡς λέων πέποιθεν, ἀσεβὴς δὲ φεύξεται καὶ τὴν σκιὰν ἑαυτοῦ· καὶ ὁ νόμος φησί· καὶ ἐμβαλῶ δειλίαν εἰς τὴν καρδίαν ὑμῶν, καὶ φεύ‐ ξεσθε οὐδενὸς διώκοντος, καὶ διώξεται ὑμᾶς φωνὴ φύλλου φερομένου ὑπὸ ἀνέ‐
5μου—ἢ ἐν νηῒ ὑπὸ σάλου κυμάτων ταραχθείσῃ, ὑπομιμνῄσκει δὲ ἀσέβειαν· ἢ ἐν σεισμῷ, ὑποτίθεται παρανομίας· ἢ ἐν ὁδῷ μονωθέντα, ἀνάγει ἐπὶ τὰ πάθη. Τέλος μὴ ἐπιστρέψαντα, ἐν ἀσθενείᾳ καὶ νόσῳ προσπεσόντα σώματος, διελέγχει, ὥστε αὐτὸν ἐκ τῆς φιλοζωΐας ἐπαγγείλασθαι Θεῷ τὰ πρὸς ἀνατροπὴν τῆς ἁμαρ‐ τίας. Ἐκ τῆς προσηνοῦς ζωῆς δεδιὼς ἀποθανεῖν, ἀνέχεται ὑπὸ τοῦ συνειδότος
10νυσσόμενος 〈καὶ〉 προσέδραμε τῇ μεσίτιδι Θεῷ καὶ ἀνθρώποις μετανοίᾳ. Εἰ μὴ ἡδὺ κατεφάνη αὐτῷ τὸ παρόν, παρελογίζετο τὴν σεμνότητα τῆς μετανοίας· ἀλλὰ θέλων ἔτι ζῆν καὶ δεδιὼς τὸ ἐπίμοχθον, ἐπιστρέφει πρὸς τὸν Θεόν, ἵνα ζήσῃ
ἔτη πλείονα.16

17

οὕτω πέπονθεν ὁ ἐν τῷ Εὐαγγελίῳ νεώτερος, ὁ πρὸς τοῦ πατρὸς κλῆρον λαμβάνων καὶ ἀποδημίαν μακρὰν στειλάμενος· ἀνήλωσε μετὰ πορνῶν τὴν οὐσίαν· ἐθρύπτετο εὐωχούμενος αἰσχρῶς· κατεδαπάνησε πάντα τὰ περιόντα· καὶ οὐκ ἠδυνήθη ἐνέγκαι κἂν πρὸς βραχὺ μόνωσιν· ἡ γὰρ μετάνοια λαβοῦσα
5τοῦ προτέρου βίου τὸ ἡδύ, ἔτρεψεν εἰς ἔλεγχον· ὅτι οὐκ ἀπὸ τοῦ συμβεβηκότος ἡ ἀπορία, ἀλλὰ κατά τινος ἐχθροῦ ἀποπλάνησιν γέγονεν. Ἐπόθει τὴν ζωήν, ἣν εἶπον ποθητήν, καὶ μὴ φέρων θλιβῆναι, ἤνεγκε τὸν ἔλεγχον τῆς συνειδήσεως. Τὸ οὖν ἁπαλὸν τῆς διαγωγῆς αἴτιον γέγονε τῆς ἐπιστροφῆς. Τὸ μοχθηρὸν τῆς ἀπορίας, καὶ ἄκοντα αὐτὸν ἤγαγε πρὸς τὴν εὐσέβειαν. Τί λέγει ὁ νεώτερος;
10Πορεύσομαι πρὸς τὸν πατέρα μου καὶ ἐρῶ αὐτῷ· πάτερ, ἥμαρτον εἰς τὸν οὐρα‐ νὸν καὶ ἐνώπιόν σου. Ὢ τῆς μετανοίας τῆς σοφῆς! Ὢ τῆς εὐτέχνου οἰκονομίας! Ὅτι οὔτε ὅλως ζημιοῖ τὸν Θεὸν ἡ μετάνοια. Ἢ γὰρ μακροθυμοῦσα ἢ παρορῶσα ἢ προτρεπομέ‐ νη, τὸ ἀζήμιον φυλάττει τῷ κεκτημένῳ. Ἠνέσχετο ἡ μετάνοια ἀπατηθῆναι τὸν
15νεανίσκον. Ἐχόρευσεν εἰς αὐτὸν ὁ Διάβολος, ἐποίησεν ὃ ἠθέλησεν. Ἡ μετάνοια17

18

ἡσύχασεν, ἐσιώπησεν ὁ ἔλεγχος τῆς συνειδήσεως. Ἐκέλευσεν αὐτῷ τέως μὴ ἐπιθέσθαι, καὶ ὅτε εὗρε καιρὸν ἀνάγκης, ὡς μήτηρ τὰ σπλάγχνα αὐτῆς ἁπλώ‐ σασα περιεπτύξατο. Ἀφεῖλεν αὐτὸν τῆς μητρῴας ἡδονῆς, ἵνα ἀποκαταστήσῃ εὐσεβείᾳ τῇ μητρί. Κεράτια δίδωσιν ὁ Δράκων τοῖς ὑπηκόοις· πατριὸς γὰρ ὢν
5τῶν ἀλλοτρίων τέκνων οὐ φείδεται. Πείθει τὰ πατρικὰ ἀναλῶσαι κακῶς. Ἐπαγγέλλεται φαντάζων. Πολύφροντιν ποιεῖ κοιμώμενον, καὶ διυπνισθέντα γελᾶν, ὁρῶντα ἑαυτὸν γυμνὸν καὶ πένητα. Ὢ τῆς πανουργίας τοῦ Δράκοντος! Ὅτι οὕτω καὶ τοὺς πρωτοπλάστους ἐγύμνωσεν. Ἐπηγγείλατο γὰρ θεότητα, καὶ ὡς σκώληκας ἐν γῇ κυλίεσθαι παρεσκεύασεν, ἀπογυμνώσας αὐτούς. Εἰ μὴ
10ἦν ἡ μετάνοια, ἔκπαλαι τὸ τῶν ἀνθρώπων ᾤχετο γένος. Εἰ μὴ θᾶττον ὤρεξε χεῖρα διὰ τῆς ἀπολογίας, οὐκ ἂν νῦν ὁ κόσμος συνίστατο. Λέγει οὖν ὁ νεώτερος· πάτερ, ἥμαρτον εἰς τὸν οὐρανὸν καὶ ἐνώπιόν σου. Ἐπέγνω τὸν πατέρα ὁ ἁμαρτήσας υἱός, ἐλέγχων ὅτι πατριός ἐστι καὶ ἐπίβου‐
λος ὁ πλανήσας· καὶ εἶδε τὸν δόλον, εἶδε τὴν πλάνην, προσέδραμεν ὡς πρὸς18

19

μητέρα, τὴν μετάνοιαν. Ἐπείνασεν ἐπὶ χρόνον, κεράτια σιτούμενος· ἐδίψησεν ἐπὶ πολὺ τὸν μετὰ χοίρων βόρβορον προσιέμενος· ἀλλ’ ἡ μετάνοια, ὡς μήτηρ εὔσπλαγχνος, παράγουσα τοὺς μαστούς, πάλιν ἐγαλούχει τὸν νεανίσκον. Νή‐ πιον ὄντα ἄρτῳ ἐξέθρεψε διὰ τὴν πίστιν, καὶ γενόμενον νεανίσκον γαλουχεῖ, ὅτι
5ἡ ἁμαρτία τὴν δύναμιν αὐτοῦ κατεδαπάνησεν. Εἰ μὴ γάλακτος τύχῃ, οὐκ ἂν ἰᾶτο· πάνυ γὰρ ἠσθένησεν ὑπὸ τῆς αἰσχρότητος καταδαπανήσας τὴν φυσικὴν διάνοιαν. Καὶ ἀδυναμοῦντα διαναστῆναι, ἡ μετάνοια γαλουχήσασα ἐξανέστησε. Λίαν ἀσθενοῦντα ἐθεράπευσε καὶ τῷ πατρὶ ἀπέδωκε· τὸ πλανώμενον πρόβατον τῷ ποιμένι παρέστησεν.
10 Ὁρᾷς πῶς ἀζήμιον διαφυλάττει τὸν Θεὸν ἡ μετάνοια; Ὁρᾷς ὅτι οὐ πρῶ‐ τον τὸ αὐστηρὸν προσίεται τοῖς ἁμαρτάνουσιν, ἀλλὰ τὸ προσηνὲς καὶ εὔκολον; Οὐ προσέθηκε νηστείαν, οὐκ ἀπῄτησεν ἐγκράτειαν, οὐκ ἀγρυπνίαν, ἀλλὰ ἀπὸ ἐξομολογήσεως αὐτὸν ἀνηγόρευσεν. Ἀπὸ τῶν κουφοτέρων ποιεῖται τὰς ἀρχάς, εἰδυῖα ὅτι εὐγνώμων ἐστὶν ἡ συνείδησις. Αὕτη ἀναδέχεται τὴν ψυχὴν καὶ σπου‐
15δάζει τὸ χρέος αὐτὴν εἰσπράξασθαι. Αὕτη τῆς μετανοίας συμμύστης ἐστὶ καὶ19

20

σπεύδει καθᾶραι αὑτήν. Τίκτει παντὶ ἡ συνείδησις μέριμναν· θέλει μόνον εἰς ἐπίγνωσιν ἐνέγκαι τὴν διάνοιαν, καὶ οἶδεν ὅτι εἰς τὰ λοιπὰ ἕξει αὐτὴν ὑπήκοον. Οἶδε τῆς φύσεως τὴν συγγένειαν· αὕτη γὰρ αὐτὴν ἀνεθρέψατο. Οἶδε τῆς ψυχῆς τὸ εὐήνιον· ὅτι ἐν αὐτῇ ὡς ἐπιβάτης γίνεται. Πείθει τὴν μετάνοιαν ἀπὸ κουφο‐
5τέρων αὐτῇ προσελθεῖν, ἀναδεχομένη αὐτῆς τὴν ἀνταπόδοσιν. Μόνον, φησί, στέναξον, καὶ ἡ ψυχὴ δούλη σου γίνεται. Μόνον σύνες ὅτι ἐπιτάξεις αὐτῇ. Ἄρ’ οὖν ἀπὸ μικροῦ σπέρματος ποιήσει τὸ δένδρον τῆς ζωῆς. Βούλεται μόνον τὴν μετάνοιαν καταδέξασθαι. Θέλει ἐρεῖσαι ἡ μετάνοια ἐν τοῖς ἁμαρτά‐ νουσι, καὶ ῥᾳδίως αὐτοὺς Θεῷ προσάγει. Παρεισελθεῖν βούλεται, ὡς ἥλιος, καὶ
10πᾶσαν φωτίσαι τὴν διάνοιαν. Σπεύδει νομὴν κτήσασθαι ἐν ἡμῖν, καὶ μετ’ οὐ πο‐ λὺ κτήματα εἶναι ποιεῖ Θεῷ· ὡς ἡ ζύμη ἀρξαμένη ὅλον ζυμοῖ τὸ φύραμα. Διὰ τοῦτο καὶ τὰ ἐλαφρὰ προβαλλομένη, τὰ τραχέα ἀποκρύπτεται. Τεχνίτης ἐστίν, ὅτι οἶδε τὴν πανουργίαν τοῦ Δράκοντος. Οἶδεν ὅτι ὡς κύων μώλωπας ἀπολείχει καὶ οὐ θέλει τοὺς ὀδόντας ταῖς ἁμαρτίαις ἐν βάθει
15πῆξαι. Οἶδεν ὡς χοῖρος βορβόροις ἥδεσθαι, καὶ βούλεται τοὺς τοῖς πάθεσι βορ‐20

21

βοροῦντας αὐτὸν μὴ ἀποβάλλεσθαι. Ἐὰν ῥίψῃ ὡς κόπρον τοὺς ἀσεβεῖς, ὁ χοῖρος αὐτοὺς καταναλίσκει· ἐὰν ὡς νεκριμαῖα αὐτοὺς ἀποβάληται, ὁ κύων αὐτοὺς κατεσθίει δεινῶς. Εἶπε καὶ ἐν Ψαλμοῖς· ἐλυμήνατο αὐτὴν ὗς ἐκ δρυμοῦ, καὶ μονιὸς ἄγριος κατενεμήσατο αὐτήν, ὅτι ἐν παντὶ τόπῳ προσεδρεύει τοῖς
5ἀκαθάρτοις ἐπὶ τοσοῦτον. Ἡ δὲ μετάνοια φείδεται τοῦ τῶν ἀνθρώπων γένους, ὅτι καὶ θηριάλωτα περισῴζει Θεῷ. Ἐν τῷ Δαυῒδ δείκνυται ὅτι ἐξείλετο ἔριφον ἐκ τῆς ἄρκτου, ἵνα δειχθῇ ἡ τοῦ Θεοῦ ἀγαθότης. Τίς οὖν ἡ ἄρκτος; Ἡ ἀνομία. Καὶ ἔριφος; Ὁ λῃστὴς ἐν σταυρῷ διὰ τὴν ἀνομίαν προσηλωμένος. Ἐπέστρεψεν ὁ παράνομος,
10ἐνύγη ἀπὸ τῆς συνειδήσεως, ὡμολόγησε τὴν ἀσέβειαν, ἐπέγνω τὸν βασιλέα τῆς δόξης, ἐπίστευσεν αὐτοῦ τῇ θεότητι, καὶ λαλήσαντος αὐτοῦ λόγον, ὡς ὁ Δαυῒδ τὴν ἔριφον, οὕτω καὶ ὁ Χριστὸς ἐκ στόματος τοῦ θανάτου τὸν λῃστὴν ἐξείλετο. Οὐκ ἔστιν ἀπογνῶναι σωτηρίας, ἀδελφοί, ἔχοντες μητέρα τὴν μετάνοιαν.
Οὐκ ἔστιν ἀπελπίσαι σωτηρίας, ἀγαπητοί, ὑπὸ τοιαύτης μητρὸς παρακαλουμέ‐21

22

νους ἡμᾶς. Τὰ θηριάλωτα τῷ Θεῷ εἰς τὸν παράδεισον προσήγαγε, καὶ ἡμᾶς ἀποστραφήσεται; Ἐκείνους τοὺς ἔξω τῆς Ἐκκλησίας ἠλέησε, καὶ ἡμᾶς οὐκ οἰκτιρήσει; Τοὺς μήπω πιστεύσαντας προτρέπεται, καὶ τοὺς ἤδη πιστεύσαντας ἀποβαλεῖται; Οὐδεὶς θέλων λαβεῖν ὃ οὐκ ἔχει, ὃ ἔχει ἀπόλλυσι· καὶ πῶς ὁ
5Θεὸς καὶ Πατήρ, οὓς ἐκτήσατο ἐν τῷ αἵματι τοῦ Υἱοῦ αὐτοῦ, ῥᾳδίως ἀποκτή‐ σεται; Οὐδείς, ὃ μετὰ πόνου συναθροίζει, εὐχερῶς σκορπίζει· καὶ πῶς ὁ Θεὸς τοὺς ἐξ ἐθνῶν ἐν μόχθῳ τῶν Ἀποστόλων δεξάμενος ἀποβαλεῖται εὐχερῶς; Μὴ γὰρ ματαίως βεβούλευται τοῦ Υἱοῦ αὐτοῦ τὴν παρουσίαν, ἢ τοῦ αἵματος αὐτοῦ τὴν ἔκχυσιν εἰς οὐδὲν ἐλογίσατο, ἢ τὴν οἰκονομίαν τοῦ θανάτου αὐτοῦ θέλει πα‐
10ραγράψασθαι, ἢ τὴν δόξαν τῆς ἀναστάσεως αὐτοῦ οὐδὲν ἡγήσατο, ἵνα ἡμᾶς τοὺς διὰ τῶν μυστηρίων τούτων σωθέντας ῥᾳδίως ἀποστραφῇ; Αὐτὸς ἔπεμψε τὸ Πνεῦμα τὸ Ἅγιον καὶ τὴν Ἐκκλησίαν ἡγίασε· τοὺς Ἀποστόλους ἐξαπέστει‐ λε τοῖς ἔθνεσιν εὐαγγελίσασθαι. Εἰ μὴ θέλει ἡμᾶς σωθῆναι, εἰκῆ τὰ τοσαῦτα παρέσχετο· ἢ γὰρ ἠγνόησε τὰ καθ’ ἡμᾶς, ἢ ἐνέπαιξε τοῖς ἔθνεσιν· ἀλλ’ ἑκάτερον
15ἀθέμιτον, καὶ τὸ λογίσασθαι· οὔτε γὰρ ἠγνόησεν, οὔτε τι περιττὸν ἐποίησεν·
ἔχει δὲ ἡμᾶς ποίμνην αὐτοῦ, καὶ ποιμὴν ἡμῶν ἐστι, καὶ νῦν καὶ εἰς τὸν παρά‐22

23

δεισον. Ἔδωκε τὴν μετάνοιαν, ὡς ὕδωρ καθάρσιον. Ἄν τι πλημμελήσωμεν, ἐν αὐτῇ ἀπολουόμεθα. Ἔχομεν αὐτὴν λουτρόν, οὐχὶ παλιγγενεσίας μόνον, ἀλλὰ ἀνακαινίσεως. Ἐάν τι ἁμαρτήσωμεν, δι’ αὐτῆς ἀποπλυνόμενοι καθαροὶ γινόμεθα. Ἔσχεν ὁ νόμος δαμάλεως σποδὸν εἰς ῥαντισμόν, ἡμεῖς τῆς μετανοίας ἔχομεν
5τὴν νέκρωσιν. Ἐκεῖ διὰ σποδοῦ ἐκαθαίροντο, καὶ ἡμεῖς ἄρτον ὡς σποδὸν ἐσθίον‐ τες τῶν ἐγκλημάτων ἀπαλλαττόμεθα. Ὁ νόμος δίδωσι καὶ ὕσσωπον πρὸς καθα‐ ρισμόν, τὸ δὲ Εὐαγγέλιον βοτανοφάγιον ἐξαγγέλλει εἰς τὴν διὰ τῆς μετανοίας συγγνώμην. Πόας φαγὼν ὁ Βαπτιστὴς ἀπέδωκεν ἄνδρα τέλειον· ὅτι περὶ μετα‐ νοίας κηρύσσων σκοπὸς μετανοούντων ἐγένετο. Εἶχε καὶ ὕδωρ ὁ ῥαντισμὸς τῆς
10καθάρσεως, ἐπειδὴ καὶ παρ’ ἡμῖν μέτρῳ τὸ ὕδωρ οἱ μετανοοῦντες πίνουσι. Τοῦ Θεοῦ τὸ θυσιαστήριόν ἐστιν ἡ μετάνοια· δι’ αὐτῆς γὰρ οἱ ἁμαρτάνον‐ τες αὐτὸν ἐξιλάσκονται· ἀλλὰ καὶ ἀδάπανον ποιεῖ τὸν προσάγοντα, ἵνα πόσον
ἐστὶ τὸ μέσον τοῦ νόμου καὶ τοῦ Εὐαγγελίου νοήσωμεν. Πολλάκις διὰ τὸ ἀνά‐23

24

λωμα τινὲς ἐν τῷ νόμῳ παρῃτοῦντο ἐξαγγεῖλαι αὐτῶν τὰς ἁμαρτίας, καὶ ἐγέ‐ νετο πρόφασις κακίας ἡ φειδὼ τῆς θυσίας. Περιεῖλε καὶ τοῦτο ὁ Χριστὸς παρα‐ γενόμενος, δοὺς τὴν μετάνοιαν ἀδάπανον θυσιαστήριον. Οἶμαι χαίρειν τὸν Ὄφιν ἐπὶ τῇ φειδοῖ τῶν θυόντων· αἰτίαν γὰρ εὕρισκε παρανομίας. Δυσὶ κακοῖς
5ἡλίσκοντο οἱ φειδόμενοι· ὅτι οὐχ ὡμολόγουν ἐπὶ ταῖς ἁμαρτίαις, καὶ ὅτι κατε‐ φρόνουν τοῦ νόμου. Ὅρα πόσα ὁ Σωτὴρ εὐηργέτησεν, ὅτι διὰ τῆς μετανοίας ἑκάτερον πρόρρι‐ ζον ἐξωλόθρευσε. Πολλοὶ καὶ πενόμενοι, οὐ φειδόμενοι δέ, οὐκ ἐθυσίαζον· ἡ δὲ μετάνοια προφθάνει καὶ τῶν πενήτων τὴν πρόφασιν· ὅτι δίχα ἀναλωμάτων ἐξι‐
10λάσκεται. Ἔνιοι ὀκνοῦντες ἢ προχείρως οὐχ εὑρίσκοντες, οὐκ ἔθυον ὑπὲρ ἁμαρ‐ τιῶν ἱλασκόμενοι· ἡ δὲ μετάνοια συνέστειλε τῶν πάντων τὴν πρόφασιν, προσφέ‐ ρουσα θυσίαν συνειδήσεως. Οὐ ζητεῖ γὰρ ἔριφον, ἀλλ’ ἐξομολόγησιν· οὐκ ἀπαιτεῖ πρόβατον εἰς θυσίαν, ἀλλ’ ὁμολογεῖν ἀπὸ συνειδήσεως. Οὐκ ἔχεις τρυγόνα ὁ ἁμαρτήσας· Στέναξον, καὶ ὁ Θεὸς ὑπὲρ τρυγόνα σοι τοῦτο λογίζεται. Οὐκ ἔχεις
15ὄρνεον; Δάκρυσον, καὶ ἀντὶ θυσίας σοι λογισθήσεται. Οὐκ ἔχεις περιστεράν;24

25

Ἐξάγγειλόν σου τὰς ἁμαρτίας Θεῷ, καὶ γίνονταί σοι ὁλοκαυτώματα. Ἐὰν εὔξῃ, δέχεται ὁ Θεός, ὡς μόσχον, τὴν προσευχήν σου. Ἐὰν γνησίως ὑποπέ‐ σῃς, ὑπὲρ ταύρου θυσίας ἡγεῖταί σου τὴν σπουδήν. Ὢ τῆς μεγίστης μετανοίας! Ὢ τῶν ἐν αὐτῇ θαυμασίων! Ὅτι μία οὖσα
5πάντα δύναται. Ἡ γῆ καρποὺς δίδωσι καὶ τὰ ποίμνια ἔρια, ἡ δὲ μετάνοια ὡς γῆ ἕστηκε καὶ ὡς στερέωμα, ἐπειδὴ ἀντὶ καρπῶν καὶ πετεινῶν γίνεται τοῖς ἁμαρτάνουσιν. Ἵνα τί σοι ἀγοράσαι πρόβατον; Ἡ μετάνοιά ἐστι τῆς Ἐκκλησίας τὸ ποίμνιον. Ἵνα τί σοι πρίασθαι ὄρνεον; Οὐρανός ἐστιν ἡ μετάνοια, ἀντὶ πετει‐ νῶν, πείθουσα τὸν Θεόν. Ἵνα τί σοι μαγειρεύειν σεμίδαλιν; Αὕτη σε ἀκαπνίστῳ
10πόνῳ ἐξιλάσεται. Ὢ τῆς τοῦ Εὐαγγελίου χάριτος! Ὅτι πάντα τὸν νόμον διωρθώσατο. Ὁ λαὸς αὐτὸς ἑαυτῷ γίνεται ἐν τῇ Ἐκκλησίᾳ ἱερεύς, ἐπειδὴ ἔχει τὴν συνείδησιν θυσιάζουσαν ὑπὲρ αὐτοῦ. Ἀπὸ καρδίας προσεύχεται, καὶ αὐτὸς ὑπὲρ ἑαυτοῦ ἐξι‐ λάσκεται. Οὐκοῦν οὐκ ἐν τῷ νόμῳ πληροῦται τὸ τοῦ Μωσέως λόγιον, ἀλλ’ ἐν
15τῷ Εὐαγγελίῳ συστήσεται· εἶπε γὰρ πρὸς τὸν Ἰσραήλ, ὅτι βασίλειον ἱεράτευ‐25

26

μα, ἔθνος ἅγιον. Καὶ Ἠσαΐας ὁμοίως εἶπεν· ὑμεῖς δὲ κληθήσεσθε ἱερεῖς Κυρίου, λειτουργοὶ Θεοῦ πάντες. Ἀλλ’ οὐδεὶς ἐκ τοῦ λαοῦ τῶν Ἰουδαίων ἑαυτὸν προσ‐ φέρει τῷ Θεῷ· ἐν δὲ τῇ Ἐκκλησίᾳ καὶ οἱ ἁμαρτωλοὶ μετανοοῦντες ἱερεῖς γίνον‐ ται, ὅτι ἑαυτοὺς τῷ Θεῷ ὡς θυσίαν προσάγουσιν.
5 Ὢ τῆς ἐνεργοῦς χάριτος τῆς μετανοίας! Ὅτι ἱερεῖς χειροτονεῖ τοὺς ἁμαρ‐ τήσαντας. Ὢ τῆς μεγίστης ἐν αὐτῇ παρακλήσεως! Ὅτι τοῖς μετανοοῦσιν ἱερα‐ τικὸν ἀξίωμα παρέχεται. Οὔπω ἀπηλλάγη τοῦ χρέους, καὶ γίνεται ὑπὲρ τὸ χρέος διὰ τῆς μετανοίας· οὔπω τὸ φορτίον ἀπέθετο, καὶ διὰ τῆς χάριτος ἐπικε‐ κούφισται. Ἐν τῷ ἀξιώματι ἀμεριμνεῖ. Τὸν ἱλασμὸν οὐκ ἐπαγγέλλεται καὶ τὴν
10ἄφεσιν, ἀλλὰ δίδωσιν· οὐκ εἰς ἐλπίδας ἄγει τὸν ἁμαρτήσαντα, ἀλλὰ φωνῇ μόνῃ κρατεῖ· πείθει ὅτι ἀπαλλαγήσεται. Λέγει πρὸς αὐτόν· ἐπίγνωθι, ὃ ἔχεις, καὶ μὴ ἀνάμενε· ἀλλ’ ἡ εὐεργεσία μείζων. Σύνες ὃ κρατεῖς, καὶ γνῶθι ὅτι ἤδη ἑαυτῷ πατρωνεύεις. Πείθω σε περὶ τῶν μελλόντων ἐκ τῆς δεδομένης σοι χάρι‐
τος. Πιστώθητι περὶ εὐσπλαγχνίας Θεοῦ, ὅτι ἡδέως ἔσχεν, ὅτι προσῆλθες αὐ‐26

27

τῷ. Δεικνύει σοι τὴν χρηστότητα, ὅτι σε πρὸ τῆς ἀφέσεως ἱερέα ἐχειροτόνησεν. Ὢ τῆς τοῦ Θεοῦ χάριτος! Ὃς μήπω λαβών, πρῶτος δίδωσι, καὶ ὅτι βραχὺ ὁρῶν μεγάλα χαρίζεται. Οὔπω ἐστέναξεν ὁ ἁμαρτήσας, καὶ ἤδη αὐτῷ παρρησίαν δέδωκεν· οὔπω ἐδάκρυσε, καὶ φθάσας παρέσχεν αὐτῷ τὴν πρὸς
5αὐτὸν πρόσοδον. Μεγάλη ἡ μετάνοια, καὶ Θεῷ λίαν προσφιλεστάτη, ὅτι τὸ θέ‐ λημα αὐτοῦ ὄντως ποιεῖ. Ἀρχιερατεύει Θεῷ ἐξόχως· ἰδοὺ γὰρ καὶ ἱερέας αὐτῷ χειροτονεῖ ὁσημέραι. Αὕτη ἐστὶν ἡ τοῦ Θεοῦ τράπεζα· δι’ αὐτῆς γὰρ ἐσθίει τῶν ἀνθρώπων τὴν σωτηρίαν. Λέγει καὶ ὁ Σωτήρ· ἐμὸν βρῶμά ἐστιν, ἵνα ποιῶ τὸ θέλημα τοῦ Πατρός μου τοῦ ἐν οὐρανοῖς. Ἄρ’ οὖν ἡ μετάνοιά ἐστι τοῦ Θεοῦ ὁ
10ἄρτος ὁ θαυμάσιος. Ἐσθίει ὁ Θεὸς δι’ αὐτῆς τίνα; Τὴν ἐξομολόγησιν τῆς συνει‐ δήσεως. Πίνει διὰ τῆς μετανοίας τῶν δακρύων τὴν διάθεσιν. Ὀσμῆς εὐώδους ἀπολαύει ἐν αὐτῇ, τῶν στεναγμῶν τὴν γνησίαν αἴσθησιν· γίνονται γὰρ Θεῷ ὡς οἶνος εὐωδέστατος. Τὰ ποικίλα ἐδέσματα τοῦ Θεοῦ εἰσὶ ταῦτα, ἐγκράτεια, νηστεία, ἀγρυπνία
15καὶ προσευχὴ ἐκτενής, ὑποταγὴ μετὰ ταπεινώσεως· τούτοις γὰρ ὁ Θεὸς ἥδεται27

28

ἢ τοῖς ἄλλοις θύμασι. Λέγει γὰρ ἐν Ψαλμοῖς, ὅτι οὐ φάγομαι κρέα ταύρων ἢ αἷμα τράγων πίομαι. Τί οὖν τρώγει ὁ Θεός, ὦ Προφῆτα; Τίνι χαίρει ποτῷ; Ἀποκρίνεται Δαυῒδ καὶ λέγει· θέλεις ἵνα φάγῃ ὁ Θεός; Εἰ θέλεις θρέψαι Θεόν, θῦσον τῷ Θεῷ θυσίαν αἰνέσεως, καὶ πᾶσαν τὴν τοιαύτην θυσίαν καταδέχεται·
5καὶ ἀπόδος τῷ Ὑψίστῳ τὰς εὐχάς σου, καὶ προσφέρεις αὐτῷ ποτὸν ἄριστον. Λέγει γὰρ Παῦλος ὁ ἀπόστολος ὅτι ἡ τῶν ἀγαθῶν ἔργων πρᾶξις ἄρτος ἐστὶ τοῦ Δεσπότου, τὴν λογικήν, φησί, λατρείαν ἡμῶν προσφέροντες· οἱ γὰρ πάντες ἐν τῷ ἑνὶ ἄρτῳ τοῦ Χριστοῦ ἓν σῶμα ἐσμέν· ἐν γὰρ τῷ Χριστῷ ὡς ἄρτος προσφε‐ ρόμεθα· ὁ γὰρ Χριστός ἐστιν ὁ ἀμνὸς τοῦ Θεοῦ ὁ αἴρων τὴν ἁμαρτίαν τοῦ κό‐
10σμου, καὶ ἡ μετάνοια τῶν ἁμαρτησάντων περιαίρει τὴν ῥυπαρὰν συνείδησιν. Μετανοήσωμεν οὖν οἱ ἁμαρτήσαντες, ἵνα κατισχύσωμεν τοῦ Διαβόλου. Μετανοήσωμεν ἐκτενῶς, ἵνα τῷ Θεῷ τὰ ἀρεστὰ ποιήσωμεν. Πολύτροπός ἐστιν ἡ μετάνοια, διὸ καὶ ποικίλην ποιεῖται Θεῷ τὴν παράθεσιν. Τρέφει Θεὸν δι’ αἰνέσεως, ὡς εἴπομεν, καὶ πάλιν δι’ ἐξομολογήσεως. Τρέφει αὐτὸν δι’ ἐγκρα‐
15τείας καὶ εὐσεβείας καὶ ἀσκήσεως. Τρέφει αὐτὸν δι’ ἐλεημοσύνης ποικίλως·28

29

ἄτοπον γὰρ ἀνθρώπους ἀρίστων ποιεῖσθαι ποικίλην παράθεσιν, τὸν δὲ Θεὸν ἕνα τρόπον ἔχειν παραθέσεως. Εἶπεν οὖν ὁ Χριστὸς τοῖς ἐλεήμοσιν, ὅτι ἐφ’ ὅσον ἐποιήσατε ἑνὶ τούτων τῶν ἐλαχίστων, ἐμοὶ ἐποιήσατε. Τί οὖν; Οὐ παρῆν, καὶ πῶς εὖ πέπονθεν; Οὐ συνελάλει, καὶ πῶς συνήσθιεν; Οὐ συνεκλήθη, καὶ πῶς
5συνανέπιπτε; Λέγει ὁ Προφήτης ὅτι τὸν οὐρανὸν καὶ τὴν γῆν πληροῖ ὁ Θεός. Ἄρ’ οὖν παρῆν πανταχῇ, καὶ ἀπέλαυε δοξαζόμενος. Τί οὖν; Καὶ τοῖς κακούρ‐ γοις οὐ συμπάρεστι; Ναί, πάρεστιν ἵνα ἐλέγξῃ τὰ γινόμενα, οὐχ ἵνα συνευδο‐ κήσῃ τῇ ἁμαρτίᾳ· ἡ γὰρ εὐδοκία τοῦ Θεοῦ ἐν τοῖς Ἁγίοις ἐστίν· ἡ δὲ ἐπιστασία τῆς ἀπειλῆς αὐτοῦ ἐν τοῖς παρανόμοις. Καὶ πῶς, φησίν, εἶπεν ὁ Προφήτης ὅτι
10μακρὰν ἀπέχει ὁ Θεὸς ἀπὸ τῶν ἁμαρτωλῶν; Οἱ τυφλοί σε διδάξουσιν ὅτι φαί‐ νει ὁ ἥλιος, καὶ αὐτοὶ αὐτὸν οὐ βλέπουσι, καὶ ἐγγὺς αὐτῶν ἐστι καὶ μακράν· 〈ἐγγὺσ〉 εἰς ἔλεγχον, μακρὰν δὲ εἰς εὐδοκίαν. Εἰ ποιεῖ τις ἐν κρυφίῳ τι, κἀγὼ οὐκ ὄψομαι αὐτόν, φησὶ Κύριος; Οὐκοῦν ἐγγύς ἐστιν ἵνα ἐλέγξῃ, μακρὰν δέ,
ὅτι οἱ ἁμαρτωλοὶ αὐτὸν οὐχ ὁρῶσι.29

30

Τί οὖν; Οἱ δίκαιοι αὐτὸν ὁρῶσι, ὅτε πράττουσι τὸ καλόν; Τὸ Εὐαγγέλιόν σε διδάξει, λέγον· τῷ δεχομένῳ τοὺς λόγους μου ἐμφανίσω αὐτῷ ἐμαυτόν, καὶ ἐλευσόμεθα ἐγὼ καὶ ὁ Πατήρ μου, καὶ μονὴν παρ’ αὐτῷ ποιήσομεν. Πῶς ἔσται ταῦτα; Λέγει τοῖς μαθηταῖς αὐτοῦ· ὁ ὑμᾶς δεχόμενος ἐμὲ δέχεται, καὶ ὁ ἐμὲ
5δεχόμενος δέχεται τὸν ἀποστείλαντά με. Ὅτε οὖν ξένους δέχῃ διὰ τὸν Χριστόν, ὁρᾷς τὸν Χριστόν, ὅταν ἀσθενοῦντας ἀναπαύσῃς δι’ αὐτόν, βλέπεις αὐτόν, ὅτε ποιεῖς πᾶν ὁτιοῦν δι’ αὐτόν, ὑπ’ ὄψιν σοῦ ἐστι, καὶ θεωρεῖς τὸν Θεόν. Ὁ Θεός, φησίν, ἀγάπη ἐστίν. Ἐὰν τὴν ἀγάπην ἔχῃς, ὁρᾷς ὃν ἔχεις ἐν σοί. Πῶς δὲ ὁρᾷς; Καὶ πάλιν ἄκουσον· χαίρῃ ποιῶν τὸ καλόν, ἀγαλλιᾷ πράτ‐
10των ἀγάπην, εὐφραίνῃ ἐκτελῶν ὑπακοήν. Ἡ οὖν ἀγάπη ἐστὶ χαρὰ καὶ ἀγαλ‐ λίασις· αὕτη δέ σοι συνεργός ἐστιν ἐν ταῖς ἀγαθαῖς πράξεσι. Βλέπεις Θεὸν τὸν συνεργοῦντά σοι· οὐδεὶς γὰρ ἀγνοεῖ τὸν σὺν αὐτῷ ἐργαζόμενον. Ἀγάπη οὐκ ἐμφαίνεται τοῖς ὀφθαλμοῖς τῆς σαρκός. Οὔτε εἶδέ τις δικαιοσύνην, οὔτε ἔδειξεν
ἄλλῳ τὴν ἑαυτοῦ ἁγιότητα· φαίνεται δὲ τοῖς ὀφθαλμοῖς τῆς ψυχῆς. Χαίρων καὶ30

31

ἀγαλλιώμενος ἐφ’ οἷς πράττεις ἀγαθοῖς, ὁρᾷς τὸν Θεόν, καὶ μὴ ἀρνοῦ ὅτι οὐ βλέπεις αὐτόν· ὁ γὰρ Θεὸς ἀγάπη ἐστί. Μὴ ἐπειδὴ οὐχ ὁρᾷς σωφροσύνην, οὐ βλέπεις αὐτὴν διὰ τῆς πράξεως; Οὕτως, εἰ καὶ μὴ ὁρᾷς Θεὸν τοῖς αἰσθητοῖς ὀφθαλμοῖς, ἀλλὰ διὰ τῆς ἀγάπης βλέπεις αὐτόν· πᾶς γὰρ ὁ ποιῶν τὸ καλὸν
5χαίρει· διὸ καὶ Παῦλος εἴρηκε· πάντοτε χαίρετε, ἀδιαλείπτως προσεύχεσθε. Καὶ πῶς, φησίν, εἶπε τὸ Εὐαγγέλιον, ὅτι Θεὸν οὐδεὶς ἑώρακε πώποτε; Οὐκ εἶδε μὲν οὐδεὶς μέγεθος ἢ φύσιν· διὰ συμβόλων δὲ εἶδον οἱ Ἅγιοι. Διὰ πυ‐ ρὸς βάτου ὁ Μωυσῆς, διὰ λαίλαπος ὁ Ἰώβ, διὰ νεφέλης ὁ Ἠσαΐας, διὰ φωτὸς ὁ Παῦλος, διὰ φωνῆς πᾶς ὁ Ἰσραήλ. Καὶ νῦν οἱ Ἅγιοι διὰ τῶν πράξεων, δη‐
10λαδὴ διά τινων μέσων χειραγωγούμενοι. Οἱ βασιλεῖς ἀγνοούμενοι φαίνονται, ἀλλὰ διὰ τέχνης γραφικῆς. Οὐκ οἶδας τὸν βασιλέα, καὶ ὁρᾷς αὐτὸν εἰς τὰς εἰκόνας· οὐκ οἶδας τοῦ οἰκοδόμου τὸ πρόσωπον, καὶ ἐν τῇ οἰκοδομῇ ὁρῶν τὸ
ἔργον, βλέπεις τὸν ἄνθρωπον. Οὕτως αὐτὸν βλέπεις, ὅτι θαυμάζεις. Οὐ γνωρί‐31

32

ζεις τὸν τέκτονα, ἀλλ’ ἀπὸ τῆς γλυφῆς ὁρᾷς αὐτόν, καὶ ἑτέροις ἀγγέλλεις τὰ περὶ αὐτοῦ. Ὁρᾷς παρά τινος σφαγέντα λέοντα, καὶ μὴ εἰδὼς θαυμάζεις αὐτὸν διὰ τῆς ἰσχύος. Ἀκούοντες περὶ τοῦ Δαυΐδ, ὅτι τὸν Γολιὰθ λίθῳ ἀπέκτεινεν, ὁρᾶν δοκοῦμεν τὸν δίκαιον, καὶ ἀπὸ τῆς πίστεως τὸν ἄνδρα θαυμάζομεν. Εἶπε
5καὶ ἐν Ψαλμοῖς· γενηθήτω τὰ ὦτά σου προσέχοντα εἰς τὴν φωνὴν τῆς δεήσεώς μου· καὶ ἐμάθομεν ὅτι καὶ δι’ ἀκοῆς ἐστὶ θεάσασθαι. Οὕτω μὲν οὖν καὶ ἡμεῖς ὁρῶμεν, ἐὰν θέλωμεν, καὶ διὰ τῆς ἀγαθῆς πρά‐ ξεως· οἱ Προφῆται δὲ εἶδον γενναιότερον, ὅτι δι’ ἐμφανεστέρας ἐνεργείας ἐβιώ‐ σαντο. Ἔστι καὶ ἐν τοῖς ἀοράτοις ἰδεῖν πλέον καὶ ἔλαττον. Εἰσὶ καὶ πράττοντες
10τὸ καλὸν πλέον καὶ ἔλαττον. Καὶ εἰσὶν οἱ πλέον σπουδάζοντες, καὶ ἔλαττον πράττοντες, καὶ εἰσὶν οἱ ἔλαττον σπουδάζοντες, καὶ πλέον πράττοντες. Οἱ δίκαιοι διὰ μικρῶν πράξεων μᾶλλον δυσωποῦντες Θεὸν παρ’ ἐνίους πράττοντας πολλά· οὐ γὰρ πρὸς τὴν πρᾶξιν ἀφορᾷς ὁ Θεός, ἀλλὰ πρόθεσιν· καὶ οὐ βλέπει τὸ γινό‐
μενον, ἀλλὰ τὸ διὰ σπουδῆς τελούμενον. Ἡ χήρα λύσει τοῦ εἰρημένου τὴν ζήτη‐32

33

σιν, ὅτι δυσὶν ὀβολοῖς τοὺς πολυχρύσους ἐνίκησε. Καὶ ἐν τῇ σκηνῇ δὲ τοῦ μαρ‐ τυρίου οἱ τὰς αἰγείας τρίχας προσενέγκαντες ὁμοῦ τοῖς πολυχρύσοις εὐλογήθη‐ σαν· καὶ οἱ νήθοντες τὸν βύσσον σὺν τῷ χρυσῷ παραπλήσιοι ἦσαν τοῖς τρίχας ὑφαίνουσιν εἰς κάλυμμα τῆς σκηνῆς τοῦ μαρτυρίου.
5 Βλέπουσιν οὖν οἱ Ἅγιοι Θεὸν διαφόρως, ὥσπερ οὖν καὶ πολυτρόπως αὐτὸν τρέφουσι διὰ τὴν τῆς πράξεως διαφορὰν καὶ τῆς χάριτος. Πάντες μὲν οὖν τρέφουσιν, ἀλλὰ πάντων πλέον ἡ μετάνοια πανηγυρίζει τῷ Θεῷ· ἐπειδὴ καὶ τὸ Εὐαγγέλιον λέγει, ὅτι χαίρει ὁ Θεὸς ἐπὶ ἑνὶ ἁμαρτωλῷ μετανοοῦντι ἢ ἐπὶ ἐνε‐ νήκοντα ἐννέα δικαίοις. Ἑορτὴν ἐγείρει τῷ Θεῷ ἡ μετάνοια, ὅτι καὶ τὸν οὐρανὸν
10κινεῖ πρὸς εὐωχίαν. Ἄγγελοι εὐφραίνονται, τῆς μετανοίας αὐτοὺς καλούσης εἰς ἄριστον. Πάντα τὰ ἐπουράνια τάγματα εὐωχοῦνται διὰ τῆς μετανοίας τὴν εὐ‐ φροσύνην χορηγούμενα. Οὐ θύει αὐτοῖς μόσχους, οὐδὲ πρόβατα, ἀλλὰ παρατί‐ θησιν ἀνθρώπων ἁμαρτωλῶν σωτηρίαν εἰς ἀγαλλίασιν. Θυσιάζει τοὺς ἁμαρτή‐
σαντας ἡ μετάνοια, ἀλλὰ πάλιν αὐτοὺς ζωοποιεῖ. Θανατοῖ αὐτούς, ἀλλὰ πάλιν33

34

ἐκ νεκρῶν ἀνίστησι. Πῶς; Ἄκουσον! Ἁμαρτωλοὺς παραλαμβάνει, καὶ δικαίους αὐτοὺς ποιεῖ. Χθὲς νεκροὶ ἦσαν, σήμερον αὐτῷ ζῶσι διὰ τῆς μετανοίας. Οἱ χθὲς ἀλλότριοι, σήμερον οἰκεῖοι Θεῷ. Οἱ χθὲς παράνομοι, σήμερον ἅγιοι. Μεγίστη χωνεία ἡ μετάνοια, ἀγαπητοί. Χαλκὸν λαμβάνουσα, χρυσὸν
5ποιεῖ μεταβάλλουσα. Μόλυβδον αἴρει καὶ ἀργύριον ἀποδίδωσιν. Ὢ, τί πολλὴν παρέχει τῷ Θεῷ πρόσοδον ἡ μετάνοια! Πόσην εἰσφέρει πραγματείας ὠφέλειαν! Χωνεύει, καὶ οὐδὲ μισθοὺς ἀπαιτεῖ τὸν κεκτημένον. Χωνεύει, καὶ οὐ χρῄζει ξύ‐ λων καὶ πυρός. Χωνεύει, καὶ ἐργατῶν οὐ προσδέεται. Τίς ἡ τέχνη; Τίς ἡ ἐπί‐ νοια; Τίς ἡ τῆς μεταβολῆς δύναμις; Αὐτὸς ὁ μόλυβδος ἑαυτὸν καίει. Πῶς; Ὅτι
10οἱ ἁμαρτήσαντες αὐτοὶ ἑαυτοῖς γίνονται χωνεία. Τὰ ξύλα καίει τὸ πῦρ, καὶ μί‐ σθιοι ἀπὸ τῆς ὑπομνήσεως τῶν ἁμαρτιῶν πυροῦνται. Ἐπὶ τοσοῦτον δὲ ἐκπυ‐ ροῦσι στεναγμοὶ τὴν ψυχήν, ἐμπνέοντες κατὰ τοῦ σώματος, ὥστε λυθῆναι καθ’ ἑαυτῶν. Τοσαύτη γλυκύτης καὶ κουφισμός ἐστιν ἐν ἑαυτοῖς! Τότε γὰρ ἄρχονται
λύεσθαι τὰ τῆς κακίας, ὅτε στενάξαντες δακρύσουσι. Καὶ λυθέντα τὰ τῆς προτέ‐34

35

ρας καταστάσεως καθαίρει ἡ μετάνοια, πρὶν ἢ ἡ χάρις συγκραθεῖσα τῇ διανοίᾳ ποιήσει χρυσὸν τὸν μόλυβδον. Εἰ εἶδες τὸν ὕελον, πῶς γίνεται ὑακίνθινος καὶ σμαράγδινος καὶ σαπφείρι‐ νος, οὐκ ἀπιστήσεις ὅτι ἡ μετάνοια ποιεῖ ὡς ἀπὸ μολύβδου ἄργυρον καὶ χρυσὸν
5ἀπὸ χαλκοῦ. Εἰ δὲ ἡ ἀνθρωπεία τέχνη οἶδε κεράσαι φύσιν φύσει καὶ ἀλλοιῶσαι τὰ πρότερον ὄντα, πῶς μᾶλλον ἡ χάρις τοῦ Θεοῦ καὶ πλέον ποιῆσαι δυνήσεται; Ἐπέθηκε πέταλα χρυσᾶ τῷ ὑέλῳ ὁ ἄνθρωπος, καὶ γέγονε χρυσὸς τὴν ἐπιφάνειαν ὁ πρόσθεν ὕελος. Οὕτω καὶ ἡ χάρις τὸν χθὲς παράνομον, σήμερον ποιεῖ Θεοῦ θεράποντα, οὐ μόνον ἐπιπολαίως, ἀλλὰ καὶ τῇ κατὰ Θεὸν συνειδήσει. Εἰ γὰρ
10ἤθελε μῖξαι χρυσὸν ὁ ἄνθρωπος, ἐγίνετο ἂν χρυσώδης ὁ ὕελος· ἀλλὰ τὴν ζημίαν φεύγων ἐπετεχνάσατο τῇ ἐπιβολῇ τοῦ λεπτοτάτου πετάλου. Ἡ δὲ μετάνοια θαρροῦσα τῇ φιλίᾳ τοῦ Θεοῦ συγκιρνᾷ τὸν μετανοήσαντα τῇ χάριτι τοῦ Ἁγίου Πνεύματος, καὶ ὅλον δι’ ὅλου υἱὸν Θεοῦ ποιεῖ τὸν ἄνθρωπον, ἵνα μὴ ἔχῃ τινὰ ἐπίθεσιν.
15Ὁ ἅγιος νόμος εἶπε τὰ ἁγιαστήρια ὅλα ἀπὸ χρυσοῦ δημιουργεῖν. Οὐκ35

36

ἀφίησι τόπον διάκενον ἐν τοῖς κειμηλίοις ὁ νομοθέτης, ἵνα μάθωμεν τοὺς ἁγί‐ ους τοῦ Θεοῦ, ὅτι ὁλόκληρον ἔχουσι τὴν ἁγιότητα. Οὐκ ἀφίησι κοῦφον ἐν τοῖς ἁγίοις σκεύεσιν, ἵνα μὴ ἔχῃ τι κενὸν καὶ οὐ πρακτικὸν ὁ τοῦ Θεοῦ λειτουργός. Οὐκ ἀφίησι τυχόντα χῶρον ἐν τοῖς ἁγίοις αὐτοῦ σκεύεσιν, ἵνα μὴ παρείσδυσιν ὁ
5Ἐχθρὸς ἔχῃ, ποῦ ἀποκρύπτεσθαι. Εἶπε καί τις τῶν σοφῶν· ἐὰν πνεῦμα τοῦ ἐξουσιάζοντος ἀναβῇ ἐπὶ σέ, τόπον σου μὴ ἀφῇς. Ἄκουσον ὁ μετανοῶν, καὶ ἐξ ὅλης καρδίας πρόσελθε τῷ Θεῷ. Ἄκουσον ὁ ἁμαρτήσας, καὶ ὁλόκληρον τὴν εὐσέβειαν ἀνταποδίδωσί σοι. Σὺ σαυτὸν χωνεύ‐ εις, σὺ σαυτὸν ἐτάζεις, σὺ σαυτὸν μεταβάλλεις. Οὐκ ἔσται σοί τις ἕτερος, ἐν ᾧ
10ἂν ᾖς διάκονος. Οὐδείς σοι πρόφασις γίνεται, ἵνα μὴ ᾖς ὁλόκληρος. Ἐὰν μόνον ἔξωθεν ἔχῃς τὴν εὐσέβειαν, ἐπίπλαστος εἶ. Εἰ ἔχεις κουφότητα, εἰ ἔχεις τόπον τυχόντα, οὐ δύνῃ εἶναι σκεῦος ἅγιον. Ὁ διάκενος τόπος ἀτελεῖς δείκνυσιν. Ἡ προσφορὰ τὰ τέλεια θύει· πρόβατον, φησίν, ἄρσεν τέλειον ἐνιαύσιον προσοίσεις
Κυρίῳ τῷ Θεῷ σου. Εἴπω σοι πῶς γίνεταί τις τέλειος ἐν μετανοίᾳ, ἵνα καὶ τὸν36

37

τρόπον ἀκούσας μὴ ἔχῃς πρόφασιν. Ἄκουσον! Περὶ φαρμακείας μετανοεῖς; Πᾶν ἴχνος αὐτῆς ἐξόρισον. Μὴ ἀφεὶς τὰ φανερὰ ἐν τοῖς κρυπτοῖς πολιτεύῃ. Ἀφῆκας τὸ ἀνελεῖν ἀνθρώπους; Καὶ τῆς γλώττης κράτει· μὴ συκοφαντεῖν, μὴ λοιδορεῖν, μὴ ἐπιπλέκειν. Περὶ
5εἰδωλολατρίας μετανοεῖς; Φεῦγε κληδόνας, οἰωνισμούς, παρατηρήματα· μέρη ταῦτα εἰδωλολατρίας εἰσίν· ὅτι καὶ ἐν τούτοις συμβολικοῖς μαντεύονται, ἀστρο‐ λογοῦσι, προσέχουσι μαθηματικοῖς τερατοσκόποις. Περὶ πορνείας μετανοεῖς; Πάσης αὐτῆς κατάγνωθι· ὅτι πᾶσαν ἀσέλγειαν αὕτη ἐγέννησε. Φείδου γέλωτος, εὐτραπελίας, αἰσχρολογίας, γαστριμαργίας· ταῦτα γὰρ ὁδὸς ἐπὶ πορνείαν. Περὶ
10ἀδικίας μετανοεῖς; Πᾶσαν αὐτὴν ἄπωσε· πάντα γὰρ πλεονασμὸν φιλαργυρίας αὕτη ἐβλάστησε. Περὶ ἐπιορκίας μετανοεῖς; Παντελῶς ἑαυτὸν ψεύδους ἀπόστη‐ σον καὶ κλοπῆς· βάραθρον γάρ ἐστι καὶ πρόθυρον ἐπιορκίας τὸ ψεῦδος. Περὶ
πονηρίας μετανοεῖς; Φεῦγε τὸν θυμόν, τὸ μῖσος, τὸν φθόνον. Ἀνθίστασο τῇ δει‐37

38

λίᾳ καὶ πάσῃ φαυλότητι. Περὶ ἀφροσύνης μετανοεῖς; Μὴ μόνον παραιτοῦ τὰ θεωρεῖα, ἀλλὰ καὶ τὸν ἐν οἴκῳ καὶ τὸν πανταχῇ γέλωτα, καὶ πᾶσαν τέρψιν κο‐ σμικὴν ἄπωσε· παλιννοστῆσαι γὰρ τὰ τοιαῦτα ἀναγκάζουσι. Περὶ κακοδοξίας μετανοεῖς; Αἱρετικοῖς μὴ πλησίαζε. Περὶ δυσπιστίας μετανοεῖς; Πᾶν συμπόσιον
5δημοτικὸν ἀποστρέφου. Περὶ μάχης μετανοεῖς; Ἔθισόν σου τὴν γλῶτταν πραέως ἀποκρίνεσθαι. Σὺ σαυτὸν χωνεύεις ὁ ἁμαρτήσας· σὺ σαυτὸν ἐκ νεκρῶν ἀνιστᾷς. Ἐὰν οὖν ἐξ ἡμισείας ποιῇς τι, ἑαυτὸν ἀδικεῖς. Εἰ γὰρ τὸ παρὰ βραχὺ καὶ παρ’ ὀλίγον ἐστὶν ἐλλιπὲς καὶ ἀτελές, πόσῳ μᾶλλον τὸ παρὰ τὸ ἥμισυ; Τὶς ἐζήτησε καὶ ἐνε‐
10πόδισε τὸ ὀλίγον τῷ ὅλῳ, καὶ ἐνίκησε τὸ μικρὸν τὴν πλείονα μοῖραν· καὶ πάλιν νικήσει τὸ ἥμισυ τὸ ἕτερον ἥμισυ. Εἰ μὴ γὰρ ἐξ ὁλοκλήρου μετανοεῖς, καὶ γί‐ γνῃ ἐξ ἡμισείας δίκαιος· ὅτι οὐδὲν ὀνήσει τὸν χοῖρον ἐξ ἡμισείας εἶναι καθαρὸν τὸ διχηλεῖν ὁπλήν· ἀποβέβληται γὰρ τὸ καθαρὸν ὅλον. Καὶ σύ, ἐὰν μὴ τελείως ἐπιστρέψῃς, ἔσῃ ὡς 〈ὁ〉 ὗς καὶ ὁ δασύπους· καὶ αὐτὸς γὰρ ἐξ ἡμισείας ὢν κα‐
15θαρός, ὅλος ἐστὶν ἀκάθαρτος. Ὁ μὲν γὰρ μηρυκισμὸν ἀνάγει, ἀλλὰ καὶ κυνοπο‐38

39

δεῖ· ὁ δὲ ὗς διχηλεῖ μέν, ἀλλ’ οὐκ ἀνάγει· καὶ εἰσὶν ἀκάθαρτα ἀμφότερα. Λέγει ὁ Σωτήρ, μὴ βάλητε τὰ ἅγια τοῖς κυσὶ καὶ τοὺς μαργαρίτας τοῖς χοίροις, καὶ δείκνυσι τοὺς ἐξ ἡμισείας προσελθόντας ὡς χοίρους, καὶ τοὺς ἐπιστρέφοντας ἐπὶ τὴν ἁμαρτίαν ὡς κύνας· ἔθος γὰρ αὐτοῖς τοῖς ἰδίοις ἐμέτοις κεχρῆσθαι πάλιν.
5 Ὁλόκληρον οὖν ἀποβαλοῦ τὴν πονηρίαν. Μωυσῆς ὁ προφήτης, ὅτε ἥμαρ‐ τεν ὁ λαός, ἐκέλευσεν αὐτοῖς τὸν ὄφιν σταυρῶσαι, τουτέστι τὴν ἁμαρτίαν καταρ‐ γῆσαι, καὶ οὐκ ἐποίησεν αὐτὸν διάκενον, ἀλλὰ χυτὸν καὶ ὁλοσφύρατον. Διὰ τί; Ἵνα δείξῃ σοι ὅτι τελείως ὀφείλεις ἀποστρέφεσθαι τὴν πονηρίαν· καὶ ὁλοκλήρως χαλκοῦν αὐτὸν ἐποίησεν, ἐπειδὴ ῥίζα πάντων τῶν κακῶν ἐστὶν ἡ φιλαργυρία.
10Χυτὸν οὖν αὐτὸν ἐκ τῆς χώνης προέλαβεν, ἵνα σου τὴν πύρωσιν προχεομένην εἰς φθορὰν τῆς διανοίας ἀνακόψῃ. Ἐσταύρωσε δὲ τὰ τρία ταῦτα, ἐπειδὴ διὰ
τούτων ὁ τῆς ψυχῆς θάνατος ἔχει τὴν πρόφασιν. Ὄφις ἧν τὸ βλεπόμενον.39

40

Διὰ τί δὲ ἐν ὄφεσιν ἐπαιδεύθησαν; Ἐπειδὴ τὴν τῶν προπατόρων ἔννοιαν ἐπανειλήφασιν. Ἐκεῖνοι ἐπὶ βρώματι διπλοῦ καρποῦ παρέβησαν, καὶ οὗτοι ἐπὶ βρώμασιν ἐγόγγυσαν. Τὸ ἀπόντος λαλεῖν περί τινος κακὰ γογγυσμὸς καταλα‐ λιᾶς ἐστι. Διὰ τοῦτο καὶ ψαλμὸς εἶπε· καὶ κατελάλησαν τοῦ Θεοῦ ἐν τῇ ἐρήμῳ.
5Οὐκοῦν καὶ ἐν τῷ παραδείσῳ, ὃ γέγονε διὰ τοῦ ὄφεως, γογγυσμός. Εἶπε καὶ Μαλαχίας ὁ προφήτης τῷ Ἰσραήλ, ὅτι κατελάλησαν τοῦ Κυρίου. Οἱ δὲ εἶπαν· ἐν τίνι κατελαλήσαμεν αὐτοῦ; Ἄρ’ οὖν διὰ τὴν ὁμοίαν πρᾶξιν τοῖς ὄφεσιν ὑπε‐ βλήθησαν, ἵνα μάθωσιν ὅτι ὁ τῷ Ἀδὰμ θανάτου πρόξενος Δράκων, καὶ αὐτοὺς ἐθανάτωσε. Διὰ τοῦτο ἐπὶ ξύλου τὸν ὄφιν ἤρτησεν, ἵνα καὶ τὸ δένδρον δεικνὺς
10πείσῃ τὴν ὁμοιότητα, καὶ οἱ προσέχοντες σῴζωνται· οὐ διὰ τὸν ὄφιν, ἀλλὰ διὰ τὴν μετάνοιαν. Ἔβλεπον γὰρ αὐτόν, καὶ τῆς ἁμαρτίας ὑπεμιμνῄσκοντο. Πρὸς
ἐπιστροφὴν ἐνύττοντο, καὶ ἐσῴζοντο πάλιν· ἡ μετάνοια γὰρ καὶ τὴν ἔρημον40

41

οἶκον Θεοῦ ἐποίει. Ὁ γὰρ λαὸς ἁμαρτήσας διὰ μετανοίας ἐγίνετο ἐκκλησίας ἄθροισμα, καὶ ἄκοντες γὰρ προσεκύνουν τὸν σταυρὸν Ἰουδαῖοι· προεφήτευσε γὰρ ὁ Θεὸς τὴν σκληροκαρδίαν αὐτῶν. Ὢ τῆς ἀσεβείας τῶν Ἰουδαίων! Ὅτι τὸν ὄφιν προσκυνοῦσι, καὶ τὸν Χρι‐
5στὸν ἀποστρέφονται. Ὢ τῆς παρανοίας αὐτῶν! Ὅτι διὰ τὸν ὄφιν σταυρὸν σέβουσι, καὶ τὸν σταυρωθέντα Χριστὸν οὐ προσκυνοῦσιν. Ὢ τῆς μανικῆς καταστάσεως! Ὅτι τὴν μὲν κακίαν αἰδοῦνται, τὴν δὲ εὐσέβειαν πολεμοῦσι. Ταῦτα δὲ ὁ Θεὸς ἐν τῷ ὄφει προεδείκνυε, κατηγορῶν τῆς ἀσεβείας τῶν Ἰουδαίων. Ταῦτα προέλεγεν, ὅτι μᾶλλον τὸν Δράκοντα ἢ τὸν Χριστὸν προσκυ‐
10νήσουσιν. Ἔδειξεν ὅτι τὰ εἴδωλα σέβουσιν, ἢ γὰρ τοῦ Θεοῦ ὑπακούουσι. Προη‐ γόρευσε τὸ μέλλον, καὶ τὸ τέλος ἐμήνυσεν· ὅτι νεκρὸς ὁ ὄφις τοῖς δικαίοις ἐν Χριστῷ γενήσεται, ἀλλὰ τοῖς Ἰουδαίοις ζῶν καὶ ἐνεργῶν πιστευθήσεται. Χαλ‐ κοῦς ὁ δράκων. Διὰ τί; Ὅτι ᾔδει ὁ Θεὸς ὅτι τὴν κακίαν ὁ Ἰσραὴλ εἰδωλοποιή‐ σας προσκυνήσει. Ὁ Θεὸς τὸν ὄφιν ἐσταύρωσεν, ἵνα δείξῃ ὅτι ἡ κακία νεκρά
15ἐστι τοῖς ὑπηκόοις τοῦ Θεοῦ. Ἐνέκρωσε τὴν ἁμαρτίαν, καὶ οἱ Ἰουδαῖοι ἐν τοῖς41

42

ἔργοις αὐτῶν ἐκ νεκρῶν αὐτὴν ἤγειραν. Ἰδοὺ ἀσεβῶν δύναμις· ὅτι καὶ αὐτοὶ ἐκ νεκρῶν ἐγείρουσι. Ἐπικατάρατος ἡ τοιαύτη ἐκ νεκρῶν ἀνάστασις· μικρὸν γὰρ ὕστερον ὡς φάσμα διαλυθήσεται. Ὅτι τῆς ματαιότητος σημειοφόροι οἱ Ἰουδαῖοί εἰσι, διὰ τοῦτο καὶ αὐτοὶ ματαιωθήσονται, καὶ ἡ πρᾶξις αὐτῶν.
5 Εἶπεν οὖν ὁ Θεὸς τοῖς Ἰουδαίοις· προσκυνήσατε τῷ σταυρῷ, ὅτι ἐν αὐτῷ σωθήσεσθε. Οἱ δὲ ἀφέντες αὐτὸν τῷ Διαβόλῳ ὑπήχθησαν. Ὁ Θεὸς τὸν Δράκοντα ἔδησε, καὶ οἱ Ἰουδαῖοι αὐτὸν λύουσιν. Ὁ Χριστὸς τὴν ἁμαρτίαν ἐσταύρωσεν ἐπὶ τοῦ οἰκείου σταυροῦ, καὶ ὁ Ἰσραὴλ οὐκ ἐπίστευσεν. Ἀνέβη ἐπὶ τὸν σταυρὸν οὐχ ὡς κατάκριτος, ἀλλ’ ἵνα σταυρώσῃ τὸν Δράκοντα, καὶ ὁ Ἰσραὴλ σταυρωθέντα
10αὐτὸν οὐκ ἐπελάβετο. Θέλετε δεῖξαι ὑμῖν ὅτι δύο σταυροὶ ἦσαν ἐπὶ Χριστοῦ; Ἀπὸ τῶν λῃστῶν μάθετε. Θέλετε μαθεῖν ὅτι τὸν Δράκοντα λύουσιν οἱ Ἰουδαῖοι, ἵνα τὸν Χριστὸν μὴ παραδέξωνται; Ἀφέντες γὰρ τὸν ἀθῶον σταυροῦσθαι Χριστόν, τὸν Βαραβ‐ βᾶν ᾐτήσαντο χαρισθῆναι αὐτοῖς. Ὃν ὁ Θεὸς κατέκρινεν, ἔλυσαν, καὶ τὸν ἀθῶον
15Χριστὸν κατέκριναν. Ὁρᾷς ὅτι τὸν Δράκοντα ὁ Θεὸς ἐνέκρωσεν, οἱ δὲ Ἰουδαῖοι42

43

αὐτὸν ἤγειραν; Λέγει ὁ Χριστός, δέδωκα ὑμῖν ἐξουσίαν πατεῖν ἐπάνω ὄφεων, ἵνα δείξῃ ὅτι ἐν τῷ σταυρῷ αὐτοῦ τὴν κακίαν ἐσταύρωσεν· ὡς καὶ ὁ Πατὴρ αὐτοῦ ἐν τῇ ἐρήμῳ πεποίηκε. Διπλοῦν ἐστιν ἐν τῷ σταυρῷ τὸ μυστήριον· τὸ δὲ ὅλον λυσιτελές· ἄφεσιν
5περιέχει ἁμαρτιῶν 〈καὶ〉 κακίας ἀναίρεσιν· καταλλαγὴν Θεοῦ καὶ ἀνθρώπου δηλοῖ, καὶ θανάτου καθαίρεσιν· σωτηρίαν εἰς περιποίησιν βασιλείας σημαίνει, καὶ τοῦ Δράκοντος τὸν θάνατον. Διὰ τοῦτο λέγει ὁ Χριστός· ὡς τὸν ὄφιν ὁ Μω‐ υσῆς ἐν τῇ ἐρήμῳ ὕψωσεν, οὕτω δεῖ ὑψωθῆναι τὸν Υἱὸν τοῦ ἀνθρώπου ὑπὸ τῶν Ἰουδαίων. Ὕψωσιν καλεῖ τὸν σταυρόν, σημαίνων τὴν μετὰ τοῦτο εἰς οὐρανοὺς
10αὐτοῦ ἀνάστασιν. Πρόσχες δὲ ὅτι οὐκ εἶπεν ὁ Θεὸς καθαιρεθῆναι τὸν ὄφιν ἀπὸ τοῦ ξύλου τοῖς ὑπηκόοις· πάντα γὰρ ἡ ματαιότης ἀπὸ φθορᾶς εἰς φθορὰν παρα‐ δίδωσιν. Ἡ ἀπώλεια τῆς ματαιότητός ἐστιν ἀδελφή· ἰδοὺ γὰρ τῷ Ἐχθρῷ πα‐ ρέπονται. Ἐκ τῶν γεννηθέντων αὐτῶν ἐπιγνῶμεν, οἵας φύσεώς ἐστιν ὁ Ἐχθρός, καὶ φύγωμεν τῆς κακίας αὐτῶν τὴν κατάστασιν.
15Θέλω ἔτι ἐπιτεῖναι τὸν λόγον; ὁλοσφύρατον ὁ Θεὸς ἐσταύρωσε τὸν ὄφιν,43

44

ἵνα δείξῃ ὅτι οὐκέτι ὑποστήσεται ἐξοριζομένης αὐτοῦ πάσης τῆς ἐνεργείας. Ὁ ἰὸς τὸν χαλκὸν ἐγέννησε, τρέψας τὴν φύσιν αὐτοῦ εἰς ἀπωλείας φύσιν, καὶ ὁ χαλκὸς ἰὸν ἔτεκεν, ὅτι ἐκ τῆς τροπῆς αὐτοῦ προελήλυθεν, ἵνα νοήσωμεν πῶς εἴρηται ὅτι ψεύστης ἐστὶν αὐτός, καὶ ὁ πατὴρ αὐτοῦ. Ὅλον οὖν ἀπολέσει ὁ
5Θεὸς καὶ νεκρώσει· τοῦτο γὰρ καὶ ἐν τῷ Μωυσῇ ᾐνίξατο. Πρόσεχε οὖν, μή σε ἀπατήσῃ ὁ Δράκων τῇ τροπῇ τῆς Αἰγύπτου, ἵνα μὴ ἀποθάνῃς, ὡς οἱ Ἰουδαῖοι ἐν τῇ ἐρήμῳ. Ἰδού, δίχα καὶ τῆς πράξεως ἡ ἁμαρ‐ τία γίνεται, ὅπως ἀσφαλίσῃ τῆς κακίας τὴν δεινότητα. Οὐκ εἶχε τὴν Αἴγυπτον εἰς τὴν ἔρημον, καὶ διὰ τῆς μνήμης αὐτὴν τῇ ψυχῇ παρέστησεν. ᾨκοδόμησε
10τὴν χώραν, καὶ εἰς ἐπιθυμίαν ἐκίνησε τὴν διάνοιαν· ὑπέμνησε τοὺς λέβητας, καὶ ἐξέκαυσε τὴν προαίρεσιν· προήγαγε φαντασίᾳ τὰ κρέα, καὶ τὴν ἐπιθυμίαν τῆς γαστρὸς ἀνεκαίνισε· σκορόδων καὶ σικύων διήγειρε τὸν ἔρωτα, ἵνα τὴν ψυχὴν ποιήσῃ καταγνῶναι τοῦ ἄρτου, ὃν Θεὸς ἔδωκε.
Νόει ὃ λέγω, καὶ σαφῶς ἄκουε, ὅτι ἐὰν ἔχῃς τόπον διάκενον, ἔχει ποῦ44

45

παρεισδύει ἡ ἀσέβεια. Οὕτω καὶ τῇ Εὔᾳ ἐποίησε, δι’ ἐπιθυμίας τρέψας αὐτὴν εἰς παρακοὴν Θεοῦ καὶ παράβασιν ἐντολῆς. Ἐὰν τοίνυν μετανοῇς περὶ γαστριμαρ‐ γίας, περὶ πάσης αὐτῆς μετανόησον· διὰ γὰρ τῶν ἐλαχίστων πάλιν παρεισέρχε‐ ται· διὰ τῶν εὐκαταφρονήτων περικλέπτει τὴν διάνοιαν. Οἶδα ὅτι οὐ κακὸν
5ἀπολαῦσαι τῶν τοῦ Θεοῦ κτισμάτων, ἀλλὰ κακὸν γίνεται, ὅταν μὴ διακρίσεως μετέχῃ. Λέγουσι πολλοὶ ὅτι βαρὺ τὸ Εὐαγγέλιον, ἀπὸ λογισμοῦ μόνου κακὸν εἰσ‐ πραττόμενον. Ἰδοὺ καὶ ὁ νόμος τοῦτο ποιεῖ. Ἐπεθύμησεν ὁ Ἰσραὴλ Αἴγυπτον, καὶ ὡς ἐκεῖ γενόμενος κατεκρίθη· ἐπεθύμησε κρεῶν αἰγυπτίων, καὶ ὡς φαγὼν
10ἀπεβλήθη. Καλῶς οὖν εἶπε τὸ Εὐαγγέλιον· εἴ τις ἴδῃ γυναῖκα πρὸς τὸ ἐπι‐ θυμῆσαι, ἤδη ἐμοίχευσεν αὐτὴν ἐν τῇ καρδίᾳ αὐτοῦ. Τὸν Ἰσραὴλ ὁ φόβος τοῦ Φαραὼ ἐκώλυσε παλινδρομῆσαι εἰς Αἴγυπτον, καὶ τὸν ἄνευ πράξεως μοιχὸν ὁ τοῖχος ἐνεπόδισεν ἀλλοτρίαν διαφθεῖραι γαμετήν. Ἐκείνους ἡ ὀκνηρία τῆς ὁδοῦ ἐπεῖχε τοῦ μὴ ὁρμῆσαι ἐπὶ τὴν Αἴγυπτον, καὶ τοῦτον ἡ ἀσφάλεια συνέσχε τὸ μύ‐
15σος ἐργάσασθαι. Καλῶς οὖν ἔκρινεν ὁ Θεὸς τὴν ἐπιθυμίαν τῆς πράξεως, ἐπειδὴ45

46

ὁρᾷ ἐν καρδίαις, καὶ οἶδεν ὅτι, εἰ εἶχεν ἐξουσίαν, διεπράξατο ἂν τὴν ἁμαρτίαν. Πάλιν τινὲς λέγουσι· πῶς τῷ Χριστῷ πάσας τὰς βασιλείας τῆς γῆς ἐν ῥιπῇ ὀφθαλμοῦ ἔδειξεν ὁ Διάβολος; Ἀπὸ τοῦ Ἰσραὴλ μάθωσιν ὅτι πᾶσαν τὴν Αἴγυπτον ὁ Ἐχθρὸς ὡς παροῦσαν ἐδείκνυεν. Ἐκεῖνοι διὰ τῆς ἐπιθυμίας ἔβλε‐
5πον, ὁ δὲ Χριστὸς διὰ τῆς ὑποβολῆς ἐθεώρει. Ἔβλεπεν ἐκεῖνος ὃ ἐποίει, δοκῶν ἀπατᾶν τὸν Κύριον. Πολὺ μὲν τὸ διάφορον, πλὴν ὅτι οὐ μέγα καὶ ἄπιστον τὸ λεγόμενον· διὸ καὶ πᾶσαν αὐτοῦ ὁ Ἐχθρὸς ἐκένωσε τὴν ὁρμήν· διὰ τοῦτο καὶ πάσας τὰς βασιλείας τῆς γῆς αὐτῷ παρέστησεν. Ἔσπευσε γὰρ φαντάσαι, ἀλλ’ οὐκ ἐβράδυνε γελασθῆναι· ἔσπευσεν ὑποσκελίσαι, ἀλλ’ ἐτάχυνε καθαιρεθῆναι.
10 Πρὸς σέ μοι ὁ λόγος τὸν μετανοοῦντα, ἵνα μὴ σχῇς τόπον διάκενον. Πρὸς σὲ λέγω, ἵνα ᾗς στερεὸς διὰ τὴν πέτραν. Διὰ τοῦτο καὶ Πέτρον καλεῖ τὸν ἀπόστολον, τὸν πρὶν καλούμενον Σίμωνα· ἵνα τὸ στερρὸν αὐτοῦ τῆς πίστεως
ἡμῖν ὑπογράψῃ. Εἶπε καὶ ὁ Προφήτης, ὅτι ἐστήρικται ἡ καρδία τοῦ εὐσεβοῦς,46

47

ἵνα μὴ σαλευθῇ. Ὀφείλεις οὖν καὶ σὺ στερεῶς μετανοῆσαι, ὡς Πέτρος, ὅτι στε‐ ρεῶς ἥμαρτες. Εἰπέ μοι, ὅτε ἐπόρνευες, ἡ ψυχή σου μετὰ τοῦ σώματος ἔπραττε, καὶ πῶς νῦν θέλεις σωφρονῆσαι τῷ σώματι; Ὅτε ἐλῄστευες, ὁ νοῦς σου μετὰ τῆς σαρκὸς ἠγωνίζετο, καὶ πῶς νῦν εὐσταθῆσαι βούλει μόνον ἐπὶ σχήματος; Οἱ
5νόμοι οὐ κρίνουσιν, εἰ μὴ τὸ ἔργον ἀπελεγχθῇ, καὶ οὐ κολάζονται τοὺς ἐν σχή‐ ματι ἀνδροφόνους. Οὕτω καὶ ὁ Θεὸς οὐ δέχεται μετάνοιαν μὴ τὸ ἔργον στερεὸν ἀποδεικνύουσαν. Πολλοὶ ἀπομιμοῦνται τῶν βασιλέων τὰ διαδήματα, ἕτεροι δὲ τῶν τυράν‐ νων τὰς πράξεις· καὶ οὐ διὰ τοῦτο ὡς τύραννοι κρίνονται, ἢ ἐκεῖνοι ὡς βασιλεῖς
10προσκυνοῦνται. Καὶ οἱ μετανοοῦντες, εἰ μὴ στερεῶς μετανοήσουσιν, ἔσονται ὡς οἱ ἀπομιμούμενοι. Γίνου σκεῦος στερεόν, πρὸς πᾶν ἔργον ἀγαθὸν ἐξηρτημένον, ἵνα εἰς τὰ ἅγια κειμήλια ἐνταγῇς. Γίνου πέτρα, ἵνα ἐν τῷ Θεμελίῳ χρησιμεύσῃς. Γίνου λίθος τίμιος, ἵνα μὴ ἐν τοῖς ἐπιθέτοις καὶ ψευδέσι κριθῇς.
15Οὐ μόνον μίαν ἁμαρτίαν δρῶσιν οἱ εἰκονικῶς μετανοοῦντες, ἀλλὰ πολ‐
λάς· πείθουσι γὰρ καὶ ἄλλους ἐπὶ σχήματι μετανοεῖν. Οὗτοί εἰσιν οἱ ἐμπαῖκται47

48

καὶ πολλῷ χείρους τῶν εἰς ἀνθρώπους ἀσεβούντων, ὅτι τὸν Θεὸν αὐτὸν διαπαί‐ ζειν πειρῶνται. Οὐ μόνον γὰρ οὐκ ἀφίεται τοῖς τοιούτοις ἡ ἁμαρτία, ἀλλὰ καὶ προστίθεται· ὑποκριτὴς γὰρ γέγονεν εὐσεβείας καὶ οὐ θεράπων. Παίζει τὴν εὐ‐ λάβειαν, καὶ προστίθησιν ἀσέβειαν· σχηματίζει τὸν τρόπον, καὶ μᾶλλον θέατρον
5κινεῖ καταγέλωτος. Ἰουδαῖοι καταγινώσκουσι καὶ Ἕλληνες στηλιτεύουσιν, ὁρῶν‐ τες τὴν Ἐκκλησίαν ἀρετῆς ἀλλοτρίαν καὶ Θεὸν ἐν τοῖς τοιούτοις ἐμπαιζόμενον. Στερεῶς οὖν μετανόησον ὁ ἁμαρτήσας, ἵνα καὶ τῆς ἀφέσεως τύχῃς. Ἀλη‐ θινῶς εἶπεν ὁ Παῦλος, ὅτι ὁ ἐποικοδομῶν ἐπὶ τὸν θεμέλιον ξύλα, χόρτον, κα‐ λάμην, ζημιωθήσεται. Οὐ μόνον περὶ τοῦ κηρύγματος, ἀλλὰ καὶ περὶ τῶν πρά‐
10ξεων ὁ Παῦλος εἶπεν· οὐ μόνον περὶ διδασκαλίας, ἀλλὰ καὶ περὶ μετανοίας. Ὁ χόρτος διάκενόν τι ἐστίν. Εἴ τις οὖν στερεῶς οὐ μετανοεῖ, καλάμη ἐστὶ 〈καὶ〉 ξύλα, ἃ ἐπιπόλαια γίνονται ἐν τοῖς ὕδασιν. Εἴ τις οὖν στερεῶς οὐ προσέρχεται τῇ μετανοίᾳ, ξύλον ἐστί, καὶ οὐ μόνον ἀποβέβληται ὁ τοιοῦτος, ἀλλὰ καὶ ἐν πυρί, φησί, κατακαήσεται. Διὰ τί; Ὅτι καὶ πολλοὺς ἐνεπόδιζε, καὶ Θεὸν παί‐
15ζειν ἐνόμιζε.48

49

Ἑαυτὸν ποιεῖ ὁ μετανοῶν χρυσὸν ἀπὸ χαλκοῦ, καὶ πάλιν ἀπὸ ξύλου πέ‐ τραν. Ὅτε νομίμως μετανοήσει, ἑαυτὸν ἐγείρει ἀπὸ νεκρῶν, καὶ ἀπὸ σκότους γίνεται φῶς. Οὐκοῦν καὶ δημιουργεῖν οἶδεν ὁ εὐσεβής· ἡ μετάνοια γὰρ αὐτῷ γίνεται θείας δυνάμεως αἰτία. Ἐγείρειν αὑτὸν ἀπὸ νεκρῶν, ἀποστολικὸν τὸ
5ἀξίωμα· οἶδε γὰρ ἡ μετάνοια καὶ ἀποστόλους χειροτονεῖν. Αὕτη τὸν Πέτρον τῷ οἰκείῳ ἀξιώματι ἀπέδωκε διὰ τῆς ἀρνήσεως ὀλισθήσαντα· αὕτη τοὺς Ἀποστό‐ λους τῷ ἀποστολικῷ βαθμῷ κατεκόσμησε πάλαι σκανδαλισθέντας καὶ εἰς τὰ ὀπίσω χωρήσαντας· αὕτη Παῦλον [τὸν] ἀπόστολον ἐχειροτόνησεν, ὅτι αὐτὸν ἀπὸ διώκτου κατένυξε γενέσθαι Χριστοῦ θεράποντα. Ὢ τῆς εὐτέχνου χάριτος
10τῆς μετανοίας, ὅτι τοῖς ὑπηκόοις εὐθὺς ἀξίωμα παρέχεται. Οὐ μόνον δὲ ἀπο‐ στόλους ποιεῖ, ἀλλὰ καὶ βασιλέας καθίστησι· μετανοήσαντι γὰρ τῷ Δαυῒδ τὴν βασιλείαν συμπαραμεῖναι παρεσκεύασε. Καὶ προφητείας ἐστὶ πρόξενος· ἐπειδὴ καὶ πᾶς Ἰσραὴλ ἐπιστρέψας πρὸς τὸν Θεὸν τὴν νίκην ἑαυτῷ κατὰ τῶν ἐχθρῶν
περιεποιήσατο. Ἐπροφήτευσε ποτὲ ὁ Γεδεὼν καὶ τῇ Μαδιὰμ ἐξεπολέμησε.49

50

Διαβαίνει ἡ χάρις τῆς μετανοίας καὶ ἐν τοῖς ἔθνεσιν εὐεργετοῦσα· οὐ μό‐ νον γὰρ νῦν, ἀλλὰ καὶ ἐν τῷ νόμῳ πρὸς πᾶσαν σάρκα ἐπολιτεύσατο. Ἤγειρε πόλεις ἡ μετάνοια, καὶ ἔθνη συμπίπτοντα διωρθώσατο. Μιᾷ ἐπιβολῇ τὴν Νινευῒ ἀνῳκοδόμησε πόλιν παμμεγέθη. Δι’ αὐτῆς μανθάνω τοῦ κυριακοῦ ῥητοῦ τὴν
5εὐμένειαν, τοῦ λέγοντος· λύσατε τὸν ναὸν τοῦτον, καὶ ἐν τρισὶν ἡμέραις ἐγερῶ αὐτόν. Ἃς γὰρ ἔλυον πόλεις οἱ δαίμονες διὰ τῆς ἁμαρτίας, ταύτας ὁ Χριστὸς διὰ τῆς μετανοίας ἀνέκτισε. Λύσατε τὸν ναὸν τοῦτον, καὶ ἐν τρισὶν ἡμέραις ἐγερῶ αὐτόν. Καὶ ἡ μετάνοια λέγει Νινευΐταις· ἔτι τρεῖς ἡμέραι, καὶ Νινευῒ κα‐ ταστραφήσεται. Ἀντιπαράθες λόγον λόγῳ, καὶ ῥῆμα ῥήματι, καὶ εὑρήσεις ἐν
10τῷ Χριστῷ ἑρμηνευόμενα τῆς μετανοίας τὰ ῥήματα. Ἐκεῖνος ἐγείρειν ἐπηγγέλ‐ λετο, καὶ αὕτη καταλύσειν ἠπείληται, εἰ μὴ μετενόησεν. Οὐκ ἦν ἀπειλοῦσα ἡ μετάνοια, εἰ μὴ ἠνιάθη ἡ Νινευΐ· οὐκ ἤγειρεν ὁ Χριστὸς τὴν πόλιν τῶν ἁμαρτη‐ σάντων, εἰ μὴ μετενόησεν. Ὁ Χριστὸς ἀνίστησι τῆς μετανοίας προσαγκαλιζόμε‐ νος, καὶ ἀπὸ τῆς οἰκείας ἀναστάσεως δείκνυσιν ὅτι ἡ μετάνοια αἰτία καθίσταται
15παντὸς ἀνθρώπου εἰς ἐξανάστασιν εὐσεβείας.50

51

Τρεῖς ἡμέρας ὁ νόμος καὶ τὸ Εὐαγγέλιον τοῖς ἁμαρτωλοῖς εἰς μετάνοιαν κηρύσσουσι. Διὰ τί; Ἐπειδὴ ἡ χάρις τῆς Τριάδος χορηγεῖ τὴν ἄφεσιν διὰ τῆς ἄγαν χρηστότητος. Τρεῖς ἡμέραι δίδονται τοῖς μετανοοῦσι προθεσμία, ἐπειδὴ διὰ τῆς Τριάδος τῆς ὁμοουσίου ἡ ἀνθρωπότης ἀπεδύσατο τοῦ θανάτου ἔγκλη‐
5μα. Τρεῖς ἡμέρας ἔχει ἡ μετάνοια εἰς τὴν συγγνώμην, ὅτι οἶδε τὴν Τριάδα λύ‐ ουσαν τὸν δεσμὸν τῆς ἁμαρτίας. Διὰ τριῶν ἡμερῶν ἐλύθη ὁ θάνατος, διὰ τριῶν γίνεται ἄφεσις, ὅτι καὶ διὰ τριῶν ἡμερῶν κατέστη ἡ ἀνάστασις. Ἐδύνατο διὰ ῥιπῆς ἅπαντα γενέσθαι, ἀλλὰ διὰ τὸ μυστήριον τῆς Τριάδος, τριῶν ἡμερῶν ἔδησε τὸν Ἐχθρὸν ἡ χάρις, οὐχ ὡς ἀδυνατοῦσα παραυτὰ ποιῆσαι τὰ ὀφείλοντα,
10ἀλλ’ ἵνα δειχθῇ τὸ μυστήριον τῆς θεότητος. Οὔτε ἀφεῖλεν, οὔτε προσέθηκε ταῖς τρισὶν ἡμέραις· τῆς γὰρ Τριάδος οὔτε λειπούσης οὔτε αὐξούσης εὐσέβειά ἐστι πάντως καὶ ὀρθοδοξία· οὔτε γὰρ Μονὰς μόνον, οὔτε Τριὰς ἡ θεότης, ἀλλὰ τὸ συναμφότερον. Διὰ τοῦτο καὶ ἐν τρισὶν ἡμέραις ὁ θάνατος κατηργήθη, καὶ ὁ Δράκων κατηνέχθη, καὶ ἡ ἁμαρτία καθῃρέθη. Ἐν τρισὶν ἡμέραις ὁ οὐρανὸς καὶ
15ἡ γῆ καὶ ἡ θάλασσα συνέστησαν, ἵνα καὶ ἐν τούτῳ δειχθῇ τῆς Τριάδος τὸ μυστή‐51

52

ριον, καὶ τῆς τριημέρου ἀναστάσεως καὶ ἱλασμοῦ τῶν ἀνθρώπων ἡ ἀπόλαυσις. Τρεῖς ἡμέρας Ἰωνᾶς ἐκήρυξε, καὶ οὐδεμίαν νύκτα, ἐπειδὴ οὐκ ἔνι τῇ Τριάδι τροπῆς ἀποσκίασμα. Τρεῖς ἡμέρας εἶπεν ὁ Σωτὴρ καὶ τρεῖς νύκτας, ἵνα δείξῃ ὅτι καὶ οἱ ἁμαρτωλοὶ σκοτεινοὶ ὄντες ἀναστήσονται.
5 Ὢ τῆς μετανοίας ἡ χάρις, ὅτι τὸν κόσμον ἐν τρισὶν ἡμέραις κατήχησεν! Ὢ τῆς μεγάλης ἐν αὐτῇ δυνάμεως, ὅτι ἐδυσώπησε Θεὸν ἀποφηνάμενον! Προσ‐ ῆλθεν αὐτῷ ἐπιεικῶς, ὑπέμνησεν ἰδεῖν αὐτοῦ τὴν χρηστότητα, καὶ παρεσκεύασε τὴν ἀπόφασιν στρέψαι εἰς ἄφεσιν. Ὢ μεγάλης χαρᾶς τῆς μετανοίας, ὅτι πείθει Θεὸν ἀνιέναι τὴν κόλασιν, ἤδη νεμομένην τὴν ἁμαρτίαν τὸ τῶν ἀνθρώπων γέ‐
10νος! Ἀπήντησε γὰρ ἡ μετάνοια τοῖς Ἀγγέλοις τῆς ὀργῆς, καὶ ἠδυνήθη νικῆσαι αὐτούς, μὴ ἐπαγαγεῖν τὸν ὄλεθρον. Ἐκράτησε τὰ ξίφη· ἐκράτησε τὰ δρέπανα τοῦ μὴ θερίσαι τῶν ἀνθρώπων τὸ γένος· καὶ ἰδόντες οἱ τιμωροὶ Ἄγγελοι, κατε‐ πλάγησαν· καὶ εἶπε πρὸς αὐτούς· ἐγὼ ἀνεδεξάμην τοὺς παρανόμους· ἐγγεγύη‐ μαι τὸ τῶν ἀνθρώπων γένος· ἱκανοδότις εἰμὶ πρὸς τὸν Δεσπότην περὶ αὐτῶν.
15Τί ἥκατε νῦν τρέψαι μου τὰ σύμφωνα; Ἔχω προθεσμίαν ῥητήν· συνεθέμην μετὰ52

53

τοῦ Θεοῦ πότε παραστήσω τοὺς μὴ ἐπιστρέψαντας. Τί ἥκατε παρατάξασθαί μου πρὸς τὰ δίκαια; Ἔχω πρὸς ὑμᾶς συγκροτῆσαι δικαστήριον· ἔχω πολλοὺς μάρ‐ τυρας πείθοντας τὸν Δεσπότην τὸν ἐμόν· εἰσί μοι ἀποδείξεις δι’ ὧν δύναμαι προθεσμίας τυχεῖν, ἵνα παραστήσω τὴν ἀνθρωπότητα.
5 Ἀνάγει οὖν τοὺς Ἀγγέλους πρὸς τὸν Θεόν, καὶ ἤρξατο δημηγορεῖν περὶ τῆς ἀνθρωπότητος, καὶ δικαιολογοῦσα ἔλεγε· Δέσποτα, οἶδας ὃν ἔπλασας ἄνθρωπον ὅτι ἐκ πηλοῦ γέγονεν, ὅτι φύσιν ἔχει ἄτονον, ὅτι ἰσχὺν ἔχει εὐδιάλυ‐ τον. Εἰ μὴ γὰρ κοιμηθῇ καθ’ ἑσπέραν, οὐκέτι περίεστιν· εἰ μὴ ὅσον ἡμέρα φάγῃ, οὐ περιγίνεται. Ἐν χειμῶνι ῥιγᾷ, ἐν θέρει καυσοῦται· ἐν ἑσπέρᾳ οὐχ
10ὁρᾷ, ἐν νυκτὶ οὐ θαρρεῖ βαδίζειν. Ἐὰν περιπατῇ, ἀσθενεῖ· ἐὰν ἡσυχάσῃ, ἰλιγγιᾷ· ἐὰν καθίσῃ, ἀδημονεῖ· ἐὰν λαλήσῃ, κοπιᾷ· ἐὰν κατακλιθῇ, μοχθεῖ· ἐὰν στῇ ἐπὶ πολύ, ἀσθενεῖ. Καὶ θέλεις, Δέσποτα, τὴν τοσαύτην ἀσθένειαν, ἵνα συντόμως τῆς ἁμαρτίας περιγένηται; Ἐν λογισμοῖς πολλοῖς ἐστιν ὁ ἄνθρωπος καὶ ἐν ψυχῆς βουλαῖς ἀβεβαίοις· ἐν πράξεσιν ἀμφιβόλοις, ἐν ἔργοις ἀνωμάλοις. Ἐν τοῖς ὁρα‐
15τοῖς ἐμποδιζόμενος, ἐν τοῖς λεληθόσιν ἀπαρασκεύαστος· ἐν ἐπιβουλαῖς ἀνέτοι‐53

54

μος· πρὸς ἀπόκρουσιν τῶν ἐνοχλούντων τῇ διανοίᾳ ἄπορος· πρὸς ἐνεδρεύοντας τῇ ψυχῇ ἀδύναμος· πρὸς ἐπιμέλειαν σώματος ἔμφροντις· πρὸς ἀνατροφὴν γαμε‐ τῆς καὶ τέκνων πολυμέριμνος. Καὶ θέλεις, Δέσποτα, τὴν τοιαύτην φύσιν συντό‐ μως περιγενέσθαι τῆς ἁμαρτίας;
5 Τί δύναται πάλιν ἡ φύσις πρὸς τὸν Διάβολον, Δέσποτα; Τί ἰσχύει σαρκὸς φιλονεικία πρὸς τὸν τηλικοῦτον Δράκοντα, Κύριε; Σὺ εἶπας ὅτι τὴν ἄβυσσον ἡγεῖται ὡς ἐξάλειπτρον. Καὶ τί ἐστιν ἄνθρωπος πρὸς τὴν ὁρμὴν αὐτοῦ; Σὺ εἶ‐ πας ὅτι ἔχει τὴν θάλασσαν ὡς περίπατον. Καὶ τί ἐστι πρὸς αὐτὸν ψυχὴ ἐλαχίστῳ σώματι συγκεκραμένη; Πολλαὶ αἱ δυνάμεις τοῦ Δράκοντος. Ἡ πλάνη αὐτοῦ
10βαθεῖα· ἡ ἁμαρτία πλατεῖα διὰ τῆς ἡδονῆς· τὰ πάθη τῷ σώματι προσεγγίζουσι διὰ τῆς βρώσεως· ἡ ἁμαρτία τῇ σαρκὶ ἐνοχλεῖ διὰ τῆς ἐπιθυμίας· ἡ κακία τῇ ψυχῇ πολεμεῖ διὰ τῆς κενῆς δόξης· τὸν νοῦν πρὸς ἑαυτὴν καθέλκει ἡ πονηρία. Καὶ τί δύναται ὁ ἄθλιος πρὸς τοσοῦτον ὄχλον τῶν ἀντιπάλων; Τί ἰσχύει γῆ καὶ
σποδὸς πρὸς τοσαύτην παράταξιν; Τί ἐστιν ἄνθρωπος μόνος πρὸς τοσαύτην54

55

κακῶν παρεμβολήν; Ἐλέησον, Δέσποτα, φεῖσαι τοῦ πλάσματός σου. Οἰκτείρησον τὸν πηλόν, ὃν δοξάσαι ἠθέλησας. Ἄνες τὴν ἀπειλήν· σύστειλον τὴν ὀξεῖαν κό‐ λασιν· ὑπέρθου τὴν ἀπόφασιν τοῦ θανάτου δι’ ἐμὲ τὴν μετάνοιαν· πλάτυνόν σου τὸν ὅρον τῶν οἰκτιρμῶν καὶ ὕψωσον τοῦ ἐλέους σου τὸ μέτρον· διάνοιξόν σου
5τὴν εὐσπλαγχνίαν· θαυμάστωσον τὰ ἐλέη σου, καὶ τὴν χάριν σου ἐπὶ μῆκος χρόνων ἔκτεινον. Ἐγὼ εἰμὶ ἡ πρεσβεύουσα. Ἐγὼ ἀναδέχομαι τὴν ἀνθρωπότητα, καὶ σπουδάζω σοι αὐτὴν προσαγαγεῖν, ὡς ἔχει φύσεως. Καὶ ἰδὼν ὁ Θεὸς τὴν μετάνοιαν, ἐνέδωκε πρὸς τὴν ἀξίωσιν, καὶ ἐπένευσε τοῖς αἰτήμασι. Συνέθετο διὰ βίου τῷ γένει τῶν ἀνθρώπων συμπεριφέρεσθαι.
10Ἔκρινε τὴν μετάνοιαν ἡγεμονεύειν τῆς ἀσθενοῦς φύσεως, καὶ ἐξουσίαν αὐτῇ δί‐ δωσι τῆς ἀσθενείας τῆς ἀνθρωπότητος. Ἔστησεν ὅρον κρίσεως καὶ παρήγγειλε τῇ μετανοίᾳ μὴ γίνεσθαι ὑπερόριον ἐν ἡμέρᾳ τῆς κρίσεως· μὴ θέλειν ἔτι κρα‐ τεῖν, μᾶλλον δὲ κατηγορεῖν, ὅτι τοσαύτης ἀνοχῆς ὁ ἄνθρωπος περιεφρόνησε· μὴ αἰτεῖν χάριν εἰς προθεσμίαν, ἀλλὰ καὶ ἀγανακτεῖν εἰς ἄμυναν· μὴ φείδεσθαι
15ὑπὲρ τὸ μέτρον ἀνομησάντων, τοὐναντίον δὲ καὶ ἐξελέγχειν τὴν προαίρεσιν· βδε‐
λύττεσθαι τὴν ῥᾳθυμίαν καὶ κατηγορεῖν τῆς ἀμελείας· ἀρνεῖσθαι τοὺς ἄφρονας55

56

καὶ τὴν ἄνοιαν παντελῶς ἐξαγγέλλειν· τῆς διανοίας διαβάλλειν τὴν ἐμπαθῆ προ‐ αίρεσιν καὶ τῆς ψυχῆς τὸν περὶ τὴν ἀρετὴν ὄκνον μυσάττεσθαι. Συντίθεται καὶ αὕτη τοῖς κελευσθεῖσι, καὶ ἀποστρέφει τῶν Ἀγγέλων τὴν ὁρμὴν εἰς ἄνεσιν. Ὁ Θεὸς ἀνῆκε τὴν ἀπειλήν, καὶ οἱ Νινευΐται περιεσώθησαν.
5Ἐπρέσβευσεν ἡ μετάνοια, καὶ ἡ πόλις ἀνεκτήσατο τὴν κατάστασιν. Ἐν τῇ πό‐ λει, πᾶσα 〈ἡ〉 οἰκουμένη νοεῖται, καὶ ἐν τοῖς Νινευΐταις, πᾶσα ἡ ἀνθρωπότης. Ἠσαΐας ὁ προφήτης συμφωνεῖ τῷ νοήματι τούτῳ, ἐπειδὴ ἐπὶ Βαβυλῶνα προ‐ φητεύων ἐπάγει οὕτως· ὁ λόγος, φησίν, ὃν ἐλάλησε Κύριος ἐφ’ ὅλην τὴν οἰκου‐ μένην. Τῷ Ἀδὰμ μόνῳ εἶπε, γῆ εἶ, καὶ εἰς γῆν ἀπελεύσῃ, καὶ ἰδού, πάντες
10ἀποθνῄσκομεν· οὕτω καὶ ἐπὶ Νινευΐ, ἄνεσις εἰς πάντας διαβέβηκεν. Ὁ Χριστὸς ἀνέστη, καὶ ἡ ἀνθρωπότης εὐηγγελίσθη τὴν ἀνάστασιν· ὅρος τοῦ Θεοῦ ἀπὸ ἑνὸς εἰς ἅπαν τὸ γένος ὁρᾷ. Δύο Ἀδὰμ γίνονται· εἷς πατὴρ ἡμῶν εἰς θάνατον· ὅτι θνητὸς γέγονεν ἁμαρτήσας· καὶ ὁ δεύτερος πατὴρ ἡμῶν εἰς ἀνάστασιν· ὅτι ἀθάνατος ὤν, διὰ
15θανάτου τὸν θάνατον καὶ τὴν ἁμαρτίαν ἐνίκησεν. Ὁ πρῶτος Ἀδὰμ ὦδε πατήρ· ὁ56

57

δεύτερος ἐκεῖ, καὶ τοῦ πρώτου Ἀδὰμ ἐστὶ πατήρ. Οὐκ ἐγὼ μόνος τοῦτό φημι, ἀλλὰ καὶ Ἠσαΐας ὁ μέγας ἐν προφήταις φησὶ περὶ τοῦ Χριστοῦ, ὅτι παιδίον ἐγεννήθη ἡμῖν, υἱός, τά τε ἄλλα· καὶ Θεὸς ἰσχυρός, πατὴρ τοῦ μέλλοντος αἰῶνος, καθὼς καὶ τὸ Εὐαγγέλιον εἶπεν. Ἀλλὰ ἐν σαρκὶ διὰ τὴν παροῦσαν κα‐
5τάστασιν, οὗτος ὁ Υἱὸς τοῦ Πατρὸς γίνεται πατὴρ ἐπὶ τῆς μελλούσης καταστά‐ σεως. Διὰ τί; Ἐπειδὴ ὁ θάνατος ἀναγεννᾷ καὶ εἰς ζωὴν αἰώνιον τίκτει τὴν ἀνθρωπότητα. Ὢ τοῦ μεγίστου μυστηρίου! Ὢ τῆς οἰκονομίας τῆς δυσεκφράστου! Ὁ υἱὸς τοῦ Ἀδὰμ πατὴρ αὐτοῦ γίνεται· ἡ γὰρ ἀναγέννησις ἐκβάλλει τὴν φύσιν, ἀντι‐
10κατάγουσα τὴν χάριν τῆς θεότητος. Παύει ἡ χάρις τὴν φύσιν, ἐπειδὴ τὸν θάνα‐ τον ἡ ἀθανασία παύει. Ἡ ἀνάστασις τὴν γένεσιν, ἐπειδὴ τὴν φθορὰν ἡ ἀφθαρσία ἠφάνισε· καθὼς καὶ ὁ Παῦλος εἴρηκεν. Ἐξένισε τὸ μέγα τοῦτο μυστήριον καὶ τὸν Νικόδημον. Ὅτε ὁ Χριστὸς αὐτῷ διηγήσατο, ἤκουσεν ὅτι, ἐὰν μή τις ἀνα‐
γεννηθῇ ἄνωθεν, οὐ μὴ ἴδῃ τὴν βασιλείαν τῶν οὐρανῶν. Καὶ λέγει· πῶς δύναται57

58

ἄνθρωπος ἀναγεννηθῆναι γέρων ὤν; Αὕτη ἡ ἀνάστασις εἰκών ἐστι τῆς ἀναστά‐ σεως. Ἑκατέρας δὲ ὁ Χριστὸς ὑπεστήσατο. Λέγει ὁ Παῦλος· ἐν Χριστῷ Ἰησοῦ ἐγὼ ὑμᾶς ἐγέννησα. Καὶ γάρ φησιν· ὅσοι ἐβαπτίσθημεν εἰς Χριστόν, συνετάφη‐ μεν αὐτῷ διὰ τοῦ βαπτίσματος, ἵνα ἐν αὐτῷ ἀναστῶμεν ἐκ νεκρῶν.
5 Ὁρᾷς ὅτι προοίμιόν ἐστι τῆς ἐξ ᾅδου ἀναστάσεως τὸ βάπτισμα; Ὁρᾷς ὅτι ὁ Κύριος πατήρ ἐστι τῆς ἀναστάσεως; Ὁ υἱὸς ὁ τεχθείς, τὸ παιδίον τὸ γεννηθὲν ἡμῖν, τοσαύτην ἔχει δύναμιν, ὥστε πάντας ἀνθρώπους ἀναγεννῆσαι αὐτὸν ἐπὶ τῆς ἀναστάσεως. Τί λέγεις, Ἠσαΐα; Ἀληθεύομεν ταῦτα λέγοντες, ἢ ἐξ εἰκότων ταῦτα φθεγγόμεθα; Ἀληθεύετε, φησί, καὶ γὰρ ἐγὼ ἤκουσα ὅτι αὐτός ἐστιν
10Υἱός, Θεὸς ἰσχυρός, μεγάλης βουλῆς ἄγγελος, πατὴρ τοῦ μέλλοντος αἰῶνος. Ἄρ’ οὖν τὸ μυστήριον αὐτοῦ ἡ ἀφθαρσία ἐστίν. Οὐκοῦν ἐξ ἑνὸς ὅρου ἐστὶν ὅλον τὸ γένος συμπεριληφθέν, ἵνα πιστεύσῃς ὅτι καὶ ἐκ τῆς Νινευῒ τῆς πόλεως πάσῃ πόλει καὶ τοῖς οἰκήτορσιν ἡ μετάνοια πρεσβεύει τὰ πρὸς σωτηρίαν, καὶ
μεσιτεύει τὰ πρὸς κατάστασιν.58

59

Μεγάλη ἡ μετάνοια τοῖς ἀνθρώποις γέγονεν, ὅτι ὡς ὁρῶντες Θεὸν δι’ αὐτῆς ἐξιλασκόμεθα. Μεγάλη ἡ μετάνοια ἐπὶ τῆς γῆς ἐστιν, ὅτι ταῖς ψυχαῖς κλῖμαξ γίνεται ἐπαναβαίνειν, ὅθεν διὰ τὴν ἁμαρτίαν ἀπεκινήθησαν. Ἀνακτᾶται τὴν φύσιν, καὶ τὸ οἰκεῖον ἀξίωμα ἀποδίδωσι.
5 Μετανοῶμεν καὶ ἡμεῖς, ἀδελφοί, ὡς οἱ Νινευΐται, ἵνα καὶ ἡμεῖς σωτηρίας τύχωμεν. Γνησίως μετενόησαν, ἀληθινῶς καὶ ἐσώθησαν. Ὡς ἥμαρτον, καὶ με‐ τενόησαν, καὶ προσεδέχθησαν. Οὐκ ἐξ ἡμισείας ἐπέστρεψαν· ὅτι βασιλεῖς καὶ ἰδιῶται ὡσαύτως ἐδάκρυσαν. Οὐκ ἐκ μέρους μετέγνωσαν· ὅτι δεσπόται καὶ δοῦλοι ὁμοῦ ὠλοφύροντο. Οὐκ ἐν βραχεῖ μετεμελήθησαν· ὅτι δι’ ὅλου τὰς τρεῖς
10ἡμέρας ἄνδρες σὺν γυναιξί, νήπια καὶ γέροντες, ἐξομολογούμενοι οὐκ ἐπαύσαν‐ το. Ἐπίστευσαν τῇ ἀποφάσει, καὶ ὡς θανόντες πικρὰς φωνὰς ἐπ’ ἀλλήλοις ἠφίεσαν. Ἐγὼ τὴν Νινευῒ ἕνα νοῶ ἄνθρωπον, καὶ τὸ πλῆθος τὰ μέρη τῆς ψυχῆς καὶ τὰ τῆς διανοίας κινήματα ὑπολογίζομαι. Ὃν τρόπον πανδημεὶ ἐκεῖνοι τῇ
15μετανοίᾳ προσῆλθον, τὸν αὐτὸν τρόπον καὶ ἡμεῖς ὅλῃ δυνάμει καὶ πάσῃ τῇ κα‐
ταστάσει ἡμῶν μετανοεῖν ὀφείλομεν.59

60

Ἐν τῷ νόμῳ, οὐ μόνον ὁ Θεὸς τὰ εἴδωλα ἀφανίζειν προσέταξε καὶ τοὺς βωμοὺς καὶ τὰ τεμένη, ἀλλὰ καὶ τὴν σποδὸν τῶν ἐμφρυχθέντων λίθων καὶ ξύλων ἔξω τῆς παρεμβολῆς, ὡς ἐπίρρητον, ἔφη ἀποβάλλεσθαι. Νόει καὶ σὺ ὁ μετανοῶν ὅτι πᾶν ἴχνος κακίας ὀφείλεις ἀποποιεῖσθαι. Ἡ σποδιὰ τῆς κακίας,
5ἐὰν μένῃ ἐν σοί, κνώδαλα ῥυπαρὰ καὶ ἑρπετὰ εὐτελῆ ἐφέλκεται· ἐὰν δὲ αὐτὴν ἀπορρίψῃς, οὐ μή σε ταράξωσι τῆς κακίας οἱ σκνῖπες καὶ οἱ κώνωπες. Ἐὰν αὐτὴν ἀπώσῃ, οὐ μὴ ἐν σοὶ ἐρείσωσι τοῦ Διαβόλου οἱ σκώληκες. Καθάρισόν σου τὴν διάνοιαν ἀπὸ τῶν νεκριμαίων τῆς ἁμαρτίας, καὶ αὐτὴ ἡ τῆς κακίας ὀσμὴ ἀπὸ σοῦ ἀφανισθήσεται. Τὰ νεκριμαῖα τῆς ἁμαρτίας εἰσὶν αἱ τῶν παθῶν
10ὑπομνήσεις· ἐὰν ἐν σοὶ ἐρείσωσι, σκοτοῦσί σου τὴν ὑπόληψιν. Μῶμος γίνεται κατὰ τῆς ἁμαρτίας, ὅτι πολλάκις περιέτρεψε τὰ τοιαῦτα τὴν διάνοιαν. Ποιοῦσιν ἐκ παραλλήλου τὸν λογισμὸν ἐν σκότει ἰλιγγιᾶν, ὅτι ἐνιζάνουσι τοῖς τῆς ψυχῆς ὀφθαλμοῖς, καὶ ὡς λῆμαι πολλαὶ κακίας ἐμφύρουσι τὸν ἔχοντα. Πρόσεχε μὴ ἐπινήχεσθαι τοῖς ὕδασιν, ὡς ἰχθυοφάγοι ὄρνιθες· δίφυ‐
15σοι γὰρ ὄντες ἀκάθαρτοι κρίνονται. Ἐὰν ἀπομείνῃς τῇ ἀπορίᾳ,
ἐν σκότει σε γί‐60

61

νεται περιπορεύεσθαι καὶ ἔσῃ ἰχθὺς ὑπὸ δαιμόνων λεηλατούμενος. Εἶπε γὰρ ὁ Ἰώβ· ὁ δράκων βασιλεύει πάντων τῶν ἐν τοῖς ὕδασιν. Ὁ Μωυσῆς τὰ ἐν τοῖς ὕδασι ζῶα ἐν τῷ σκότει εἶναι προηγόρευσεν, ἐπειδὴ οὐκ ἐπιφαίνει αὐτοῖς τῆς ἡμέρας τὸ φῶς καὶ ὁ ἥλιος. Ἔφη αὐτὰ εἶναι ὑποκάτω τῆς γῆς διὰ τὸ ἀκαταύ‐
5γαστον χωρίον οἰκεῖν. Εἰκότως οὖν λέγει ὁ Θεός, ὅτι βασιλεύει πάντων τῶν ἐν τοῖς ὕδασι, δηλῶν τοὺς ἐν σκότει ἀνθρώπους εἶναι ὑπὸ τὴν ἐξουσίαν αὐτοῦ. Ὁ ἀπόστολος Παῦλος ἔφη ὅτι ὁ Θεὸς μετέστησεν ἡμᾶς ἐκ τῆς ἐξουσίας τοῦ σκό‐ τους εἰς τὴν βασιλείαν τοῦ Υἱοῦ αὐτοῦ, ἐν τῷ φωτί. Οὕτως οὖν ὡς ἐν ἡμέρᾳ εὐσχημόνως περιπατήσωμεν, καὶ μετανοήσωμεν ἐφ’ οἷς ἡμάρτομεν, ἵνα μηκέτι
10ὦμεν ἄθλιοι αὐτοῖς περιπίπτοντες. Ἑαυτοὺς στύψωμεν μετανοοῦντες, ἵνα τὴν χάριν τῆς συγγνώμης ὡς ἀληθινὴν βαφὴν μὴ ἀποπτύσωμεν. Στύψις ἐστὶν ἡ ἐπιμελὴς ἀποβολὴ τῶν ἐναντίων. Οὕτω γὰρ τὸ ἐπιγινόμενον ἡμῖν ἄνθος, ἐγ‐
καιόμενον ἡμῶν ψυχαῖς, οὐκέτι ἀφίσταται.61

62

Πλῦνον σαυτὸν ἐπιμελῶς τοῖς δάκρυσιν, ὡς οἱ βαφεῖς τὰ ἔρια. Ἐπίδος σεαυτὸν εἰς ταπείνωσιν καὶ στένωσιν· οὕτω γὰρ προστύψας ἑαυτὸν τῷ Θεῷ, προσελεύσῃ ἕτοιμος εἰς ὑποδοχὴν χάριτος. Διὰ τοῦτο παλιννοστοῦσι τῶν μετα‐ νοούντων ἔνιοι πρὸς τὴν ἁμαρτίαν, ἐπειδὴ τὸν Ὄφιν ἐν αὐτοῖς κρυπτόμενον
5ἠγνόησαν· εἰ δὲ καὶ ἐπέγνωσαν, ἀλλ’ οὐ τέλειον αὐτὸν ἐξῴκισαν· εἴασαν γὰρ ἐκεῖ ἴχνος τῆς μορφῆς αὐτοῦ, καὶ κατὰ βραχύ, ὡς ἐν μήτρᾳ μορφούμενος, τὴν εἰκόνα τῆς κακίας αὐτοῦ πάλιν ἐξανιστᾷ. Ὅταν ἴδῃς μετανοοῦντα καὶ πάλιν ἁμαρτάνοντα, σύνες ὅτι οὐκ ἀπηλλάγη τῆς διανοίας αὐτοῦ, ὄντων ἐν αὐτῷ πάντων τῶν τῆς κακίας ἑρπετῶν. Γνώρι‐
10σμα δὲ τοῦ στερεῶς μετανοοῦντος τὸ στύφον καὶ αὐστηρὸν κατάστημα, τοῦ τύ‐ φου καὶ οἰήσεως καθαίρεσις· οὗπερ οἱ ὀφθαλμοὶ καὶ ἡ συνηρεφὴς διάνοια πρὸς τὸν ποθούμενον Ἰησοῦν Χριστὸν διαπαντός, συναγομένη φίλτρου ἄλλου ἐξ ἄλλου Χριστοῦ χάριτι, γενέσθαι ὡς ἀπὸ ἐρέας πορφύραν ἢ βλάτταν ἢ κυανοῦν
ἢ ὑάκινθον.62

63

Ἀσφαλίζου τὰς ἐναντίας τῶν ἀρετῶν, ὅτι τῷ πονοῦντι περὶ τὴν μετάνοιαν ἀφροσύνη παρέπεται. Ἐὰν ᾖς νηστεύων καὶ γελᾷς ἀφρόνως, θᾶττον ὑποσκε‐ λίζῃ· ἐὰν ἐν τῇ εὐχῇ δακρύων 〈καὶ〉 ἐν ταῖς συντυχίαις ἀστειεύῃ, ταχέως πτερ‐ νίζῃ· ἐὰν σωφρονῶν ἀδιαφορῇς, οὐ χρονίζῃ τοῦ συμπεσεῖν. Ἐξ ὅλης καρδίας
5ἐστὶ τὸ μετανοῆσαι. Διαπαντὸς τὸν αὐτὸν εἶναι ὀφείλει ὁ μετανοῶν· ἐκεῖνο εἶναι ἀεί, ὃ ἤρξατο. Ἐὰν ὑστερήσῃ, γνώρισμα δίδωσιν ἀτελοῦς ἐπιστροφῆς· ἐὰν με‐ ταβάλληται, ἐλέγχεται ὅτι ἀτονίᾳ ὑπόκειται λογισμοῦ· ὡς μανθάνων νήπιος μετανοεῖ, καὶ ὡς νυττόμενος, ὡς ἐξ ἀνάγκης δακρύει καὶ οὐκ ἐκ προαιρέσεως. Οἱ κοσμικοὶ νόμοι φόβῳ ἐπιστρέφουσι καὶ οὐ κατὰ γνώμην. Οὕτω καὶ
10αὐτὸς μετανοῶν. Δῆλον ὅτι, ἐὰν εὕρω καιρόν, πάλιν τὴν κακίαν περιπτύσσο‐ μαι. Οὐ θέλω σε παντελῶς δακρύειν ὁ μετανοῶν, καὶ ἐν βραχεῖ περπερεύεσθαι· οὐ θέλω σε διαπαντὸς ἐπὶ τῆς ἐκκλησίας εἶναι, καὶ ὡς ἐν ἀγορᾷ σεσοβημένον. Μὴ νόμιζε ὥρας εἶναι Θεοῦ ἐν αἷς εὐπραγεῖν, καὶ ὥρας τοῦ Διαβόλου εἶναι, ἐν
αἷς δεῖ σε ἀσωτεύεσθαι. Μὴ λογίζου καιρὸν εὐσεβείας εἶναι, καὶ καιρὸν παρανο‐63

64

μίας. Τοιαῦτα δρῶσιν οἱ ἐπὶ τῆς σκηνῆς, ὅτι ἐν ταῖς συντυχίαις εἰσὶν εὐκατά‐ στατοι, καὶ ἐν τοῖς θεάτροις γελωτοποιοὶ ἄτιμοι· ἐν τῇ προόδῳ ἀξιόπιστοι, καὶ ἐν τοῖς θεάτροις παγκάκιστοι. Σὺ δὲ τοιοῦτος ἔσο ἐν ἀγορᾷ, οἷος ἐν ἐκκλησίαις· τοιοῦτος ἐν τοῖς πράγμασι, τοιοῦτος ἐν τοῖς λογισμοῖς, τοιοῦτος ἐν ἔργοις, τοι‐
5οῦτος ἐν λόγοις, οἷος ἐν ἐξομολογήσει ἀκριβής. Εἶπε καί τις τῶν Προφητῶν, ἐν ἐκκλησίᾳ Κυρίου μὴ καταλαλεῖτε δάκρυ‐ σιν, οὐ τὴν μετάνοιαν παραιτούμενος καὶ τὴν ἐκ ταπεινῆς καρδίας πρὸς Κύριον ἐξομολόγησιν. Καταλαλιὰν Κυρίου λέγει, ἀλλὰ τὴν ἐν κακῇ προθέσει ἐσχημα‐ τισμένην δακρυολογίαν, ἀβέβαιον οὖσαν τῆς τοιαύτης μετανοίας, λέγει. Καὶ
10πάλιν· μὴ σχίζετε τὰ ἱμάτια ὑμῶν, ἀλλὰ τὰς καρδίας ὑμῶν. Οὐ γὰρ θέλει ἡμᾶς κενοδοξεῖν, ἀλλ’ ὄντως μετανοεῖν. Ὁ Δαυῒδ λέγει· ἐν δάκρυσί μου τὴν στρωμνήν μου βρέξω· οὐκ ἐπὶ ἐκκλη‐ σίας δακρύσομαι, σχῆμα μόνον ἀνθρώποις ἐπιδεικνύμενος, τὴν ἐπὶ τὸ νομίζε‐
σθαι δίκαιος δόξαν θηρώμενος, ἀλλ’ ἐπὶ τῆς κλίνης μου· λούσω καθ’ ἑκάστην64

65

νύκτα τὴν στρωμνήν μου δάκρυσιν· ἵνα συμφωνήσῃ Χριστῷ λέγοντι· τὸ ταμεῖόν σου κλείσας πρόσευξαι, καὶ ἀποδώσει σοι ὁ Πατήρ, δι’ ὃν ποιεῖς ἐν τῷ κρυπτῷ, καὶ Θεὸς ἐξιλάσκῃ ἐν τῷ φανερῷ. Πάλιν αὐτὸς ἔφη· ἐκοπίασα ἐν τῷ στεναγμῷ μου. Διὰ τί; Ἵνα μηδεὶς πάντως ἀκούσῃ. Πόνον γὰρ ποιεῖ τὸ ἐπικρατῆσαι στε‐
5ναγμὸν προσερχόμενον. Ἃ λέγετε, φησίν, ἐν ταῖς καρδίαις ὑμῶν, ἐπὶ ταῖς κοί‐ ταις ὑμῶν κατανύγητε. Οὐκ ἐπὶ τῶν ἀνθρώπων ἐξαγγέλλετε· πολλοὶ γάρ εἰσιν οἱ ἐμπορευόμενοι τὴν ἐξομολόγησιν, ἐνδεικνύοντες τοῖς πολλάκις ἑαυτῶν κρείτ‐ τοσι καὶ λανθάνουσιν· ἕτεροι πραγματεύονται μετανοοῦντες καὶ δόξαν δι’ αὐτῆς ἀγοράζοντες· ἄλλοι τὴν μετάνοιαν τρέπουσιν εἰς ὑπερηφανίαν, καὶ πρὸ τῆς συγ‐
10γνώμης ἄλλο δάνειον καθ’ ἑαυτῶν καταγράφουσιν. Οὔπω τοῦ πρόσθεν χρέους ἀπηλλάγης, καὶ ἕτερον ἐπεισάγεις; Προσῆλθες ἐκλῦσαι δάνειον, καὶ ἕτερον καταδεσμεῖς ὄφλημα; Σπουδάζεις ἐλευθερωθῆναι
ὀφειλῆς, καὶ διττὴν δουλείαν σαυτῷ προξενεῖς; Ταῦτά εἰσι τό, ἡ προσευχὴ65

66

αὐτοῦ γενέσθω εἰς ἁμαρτίαν. Πῶς γὰρ ὁ τοιοῦτος οὐ παλιννοστήσει πρὸς τὴν ἁμαρτίαν; Πῶς οὐ πάλιν τὰ πάθη περιπτύξεται; Πῶς ὁ Ὄφις αὐτὸν ἀτάραχον ἀφήσει; Πῶς τὰ ἑρπετὰ αὐτῷ οὐ δι’ ὄχλου γενήσεται; Οἴμοι, ὅτι ὃ εἶπεν ὁ Χρι‐ στός, εἰς τὸν τοιοῦτον συστήσεται· ὅτι ἑπτὰ ἄλλα πνεύματα πονηρότερα εἰς
5αὐτὸν εἰσοικισθήσονται. Ἐχλεύαζεν ὁ Κάϊν τὸν Θεόν, δῆθεν ἀπολογούμενος, διὸ καὶ τὸν φόνον εὐθύνεται, καὶ ἑπτὰ τιμωρίαις ἐμπλέκεται. Τοῦτο γὰρ ἑρμη‐ νεύει τὸ κυριακὸν λόγιον. Οὐ χρῄζει ἡ μετάνοια κόμπου, οὐδὲ πομπῆς, ἐπιδέεται δὲ ἐξομολογήσε‐ ως. Αὐτάρκης γίνου ἐφ’ ἕκαστα. Μὴ πολύς, μηδὲ πάλιν βραχύς· ἑκάτερον γὰρ
10κατηγορεῖ τὸν μετερχόμενον. Μὴ ἐν ἐκκλησίᾳ κατηφής, μηδὲ πάλιν ἐν ἀγορᾷ σκυθρωπός, ἀλλὰ τὸ σύμμετρον τῆς καταστάσεως σεαυτῷ περιποίησαι. Μὴ ἐν οἴκῳ μοχθηρὸς καὶ ἐν ταῖς πλατείαις ταπεινός. Μὴ ὡς ταλαίπωρος περίλυπος γίνου, μηδὲ ὡς λίαν χαίρων καταγινώσκου, ἀλλὰ πάντα εὐσχημόνως καὶ κατὰ
τάξιν μετέρχου, ὡς εἶπεν ὁ Ἀπόστολος. Οὐκ ἠδίκησε τὸν Δανιὴλ ἡ Βαβυλών,66

67

οὐδὲ σὲ ἡ διαγωγὴ τῆς πόλεως, ἐὰν ᾗς ὄντως θεοσεβής. Οὐ κατέφλεξε τοὺς τρεῖς Παῖδας ἡ κάμινος, οὐδὲ αὐτός, εἰ χάριν ἐντολῆς ἢ κοινωφελοῦς διακονίας ἐν πόλει ἢ ἐν κώμῃ στέλλεσθαι μέλλεις, βλαβήσῃ, ἐὰν μετὰ ἐγκρατείας καὶ πί‐ στεως ῥυθμίζῃς σεαυτόν. Οὐκ ὠλίσθησεν ὁ Τωβίας σὺν τοῖς Νινευΐταις, οὔτε ἐκ
5τῆς τῶν νέων συμβιώσεως κατηνέχθη πρὸς ἀτονίαν. Οὐκ ἐμόλυνε τὴν ἄμωμον τοῦ Λὼτ πολιτείαν ἡ παρανομία τῶν Σοδομιτῶν, οὔτε μετέστησε τὴν στερεὰν αὐτοῦ πίστιν ἡ λυσσώδης αὐτῶν ἀκολασία. Καὶ σὺ ἐὰν ᾗς σπουδαῖος, αἱ ἀγοραί σε οὐ βλάψουσι προϊόντα διὰ Θεόν. Μὴ λάβῃς πρόφασιν τὴν ἡσυχίαν εἰς ἀπή‐ νειαν, μηδὲ τὴν ἄσκησιν ἔχε πρόσκομμα φιλοξενίας. Μὴ κτήσῃ αἰτίαν τὴν ἀκτη‐
10μοσύνην εἰς ἀπανθρωπίαν, μηδὲ γίνου ἄκαρπος χάριν ἐντολῆς. Εἶπεν ὁ Σωτήρ· μὴ γνώτω ἡ ἀριστερά σου τί ποιεῖ ἡ δεξιά σου, ἵνα τὴν κενοδοξίαν τῆς ψυχῆς ἐξορίσῃ. Ὁ αὐτὸς Κύριος λέγει, λαμψάτω τὰ ἔργα ὑμῶν ἔμπροσθεν τῶν ἀνθρώ‐ πων, ὅπως δοξάσωσι τὸν Πατέρα ὑμῶν τὸν ἐν τοῖς οὐρανοῖς, ἵνα σε κοινωνὸν
ποιήσῃ τῆς βασιλείας αὐτοῦ. Πρόχρησον αὐτῷ ἐν τούτῳ τῷ κόσμῳ, καὶ ἀπο‐67

68

δώσει σοι καὶ ἐν τούτῳ ἑκατονταπλασίονα, καὶ ἐν τῷ μέλλοντι ζωὴν αἰώνιον. Δὸς αὐτῷ τὰ μὴ σά, ἵνα δώσῃ σοι τὰ αὐτοῦ. Ἄπιστος ὁ παρὼν αἰών, ἀγαπη‐ τοί, ὅτι γυμνοῖ πάντων τὸν ἔχοντα. Μοχθεῖ ἐν αὐτῷ, πονεῖ εἰς αὐτόν· ὁ δὲ ἀμελῶν αὐτοῦ προσέρχεται ἀνυποκρίτως, πᾶσαν τὴν παραθήκην αὐτοῦ τῶν
5ὧδε ἀποστερῶν. Κρατεῖ τὰ φθαρτὰ ὁ κόσμος οὗτος, ἐπειδὴ τῷ θανάτῳ ἐπερεί‐ δεται. Οἶδεν ὅτι οὐκ ἔχει συνδιώκοντα στερούμενος πάντων, καὶ διανέμει τοὺς ἀλλοτρίους πόνους τῆς ματαιότητος. Τί οὖν οὐ γίνῃ φρόνιμος, ὦ ἄνθρωπε, καὶ ἀφανίζεις τὴν τῶν ὧδε ὁμόνοιαν; Τί οὐκ ἀντιπανουργεύῃ τῇ ματαιότητι καὶ συμφωνεῖς μετανοίᾳ πρὸς τὴν τῶν
10χρημάτων ἐπικράτειαν; Κληρονόμος ἐστὶν ἡ ματαιότης τῶν ἀνθρωπίνων πρα‐ γμάτων, ἐπειδὴ αὐτῆς ἐστιν ὁ περισπασμός. Ἔγγονον ἐγέννησε τὸν περισπασμὸν ἡ πλεονεξία καὶ φιλοδοξία καὶ φιληδονία, καὶ εὐνοεῖ τῇ μητρὶ ὑπὲρ δύναμιν. Νίκησον τοῦ Ὄφεως τὴν τέχνην καὶ φύλαξον εὔνοιαν τῷ Δεσπότῃ. Λάβε τὰ τῆς
ματαιότητος καὶ δὸς αὐτὰ τῷ Θεῷ, ἵνα σὺ τῶν σῶν γένῃ κληρονόμος ἐπὶ τοῦ68

69

μέλλοντος. Παράθου τὰ χρήματα τῷ Θεῷ, καὶ ἡ ματαιότης τῆς κληρονομίας ἐκβέβληται. Διάθου τὴν διαθήκην εἰς σεαυτόν, ὅτι θνητὸς ὢν ἀποθανεῖν ὀφείλεις, καὶ πιστὸς ὢν πάντα ἀπολήψῃ τὰ σά. Ποίησον τὸν θάνατον ἀντὶ κληρονόμου ἐπίτροπον, ἵνα, ὅταν φθάσῃ ὁ καιρὸς τῆς ἀναστάσεως, ὡς ἐννόμου ἡλικίας γε‐
5νόμενος, ἀπολάβῃ ταῦτα. Κρύπτῃ ἐν τῷ θανάτῳ ὡς νήπιος, μὴ ἔχων ἐξουσίαν τῶν σῶν, ἀναφαίνῃ ἐν τῇ ἀναστάσει ὡς αὐθέντης τῶν πόνων σου· ἀποδίδωσί σοι ὁ Θεὸς τὰς παρακαταθήκας σου. Ἐὰν διὰ μετανοίας οἰκτειρήσεις πένητας, μὴ φοβοῦ, ἔχεις εὐγνώμονα με‐ σῖτιν τὴν μετάνοιαν, ἥτις εἰς ὑπόμνησιν Θεοῦ ἀντικαταστήσεταί σοι. Γενήσεταί
10σοι αὕτη ὡς χειρόγραφον, δι’ οὗ εἰσπράξῃ μετὰ τόκων, ἃ ἔδωκας· ὡς ὑπογρα‐ φεὺς ἱκανώτατος προστήσεταί σοι, διακρινομένη ὑπὲρ τῆς εὐθηνίας σου· ὡς ἱκα‐ νοδότις φροντίσει ἐν σοὶ τὴν ἀπόληψιν. Οἱ τόκοι τῶν κεφαλαίων γενήσονταί σοι ἀσυγκριτώτεροι, ὅτι αἰωνίους σοι ἀπολαύσεις παρέχονται. Οἶδα ὅτι καταφρονή‐ σεις τοῦ κεφαλαίου· οὐδεὶς γὰρ οὕτως εὐήθης ἐστίν, ἵνα λύχνον ἅψῃ πρὸς τὸ
15βλέπειν τὸ φῶς, ἀνατείλαντος τοῦ ἡλίου· οὐδεὶς ἐπὶ τοσοῦτον ἄφρων ἐστίν, ἵνα
πηγῆς ἐγγὺς παρούσης ὑδρεύηται μήκοθεν ἐκ λάκκου ὕδωρ ἀχρήσιμον· οὐδεὶς69

70

οὕτω ποιήσειε τῶν φρονούντων, ὥστε καταλιπὼν ἅλωνας σίτου ἐχούσας σω‐ ροὺς παμπληθεῖς [καὶ καταλιπὼν] ζιζανίοις παρακαθέζεται. Εἶπε καὶ ἡ θεία Γραφή, ὅτι τοὺς τόπους τῶν Ἁγίων οὔτε ὀφθαλμὸς εἶδεν, οὔτε οὖς ἤκουσεν, οὔτε ἡ καρδία στοχάζεται. Τίς οὖν ἔτι χρεία τῶν προσ‐
5καίρων εἰς τὴν αἰωνίαν κατάστασιν; Τίς ἐτῶν ἀριθμός, τοῦ αἰωνίου χρόνου ὑπάρξαντος; Πῶς δὲ ἔσονται ἔτη, νυκτῶν μὴ οὐσῶν, ἢ ἀριθμὸς ἑβδομάδων, μῆνες γὰρ οὐκ ἔσονται; Μίαν γὰρ ἡμέραν ἔχει ὁ μέλλων αἰών. Εἶπε καὶ ὁ Προφήτης· οὐκ ἔσται νύξ, οὔτε ἡμέρα, ἀλλὰ πρὸς ἑσπέραν ἔσται φῶς. Καὶ Ἠσαΐας διὰ τοῦτο εἶπεν, εἶναι τοῦ ἡλίου τὸ φῶς ἑπταπλάσιον, καὶ τῆς σελήνης
10ὡς τοῦ ἡλίου· οὐκ ἔσται γὰρ ἔκλειψις. Οὔτε πάλιν γενηθήσεται μηνοειδὴς καὶ διχομηνία, μὴ χρείας οὔσης τῆς τῶν μηνῶν περιδρομῆς εἰς τὴν τῶν τροπῶν κατάστασιν. Οὐκέτι ἔσται ὁ ἥλιος τοὺς δρόμους ἀμείβων καὶ τὰς ἐπιτολὰς αὐτοῦ παραλλάττων· ὅτι οὔτε χειμῶνος, οὔτε θέρους χρεία ἐπὶ τῆς ἀναστάσε‐
ως· μία γὰρ ἡμέρα ἔσται πᾶς ὁ μέλλων αἰών, καὶ οὐδὲν κινηθήσεται ἐκεῖ εἰς70

71

τροπὴν καὶ ἀλλοίωσιν. Εἶπε καὶ ὁ Ἀπόστολος ὅτι ἔτι ἅπαξ σεισθήσεται οὐ μό‐ νον ἡ γῆ, ἀλλὰ καὶ ὁ οὐρανός, τουτέστιν ἀλλοιωθήσονται ἐπὶ τῆς συντελείας, ἵνα μείνῃ τὰ μὴ σαλευόμενα. Τίς οὖν ἐκεῖ χρεία σπόρου, καὶ ὑετῶν, καὶ αὐξήσεως θέρους, καὶ μειώσε‐
5ως φθινοπώρου, καὶ ἐκλείψεως ἐνιαυτοῦ, καὶ πάλιν ἀρχῆς; Αὕτη ἐστὶν ἡ ἐλευ‐ θερία τῆς κτίσεως, τοῦ μηκέτι δουλεύειν αὐτὴν τῇ ματαιότητι· οἱ γὰρ Ἅγιοι τοῖς αἰωνίοις κεχρημένοι, δουλείαν προσκαίρων οὐκ ἐπιδέονται. Ἔστησεν ὁ Θεὸς ἡμέραν, ἐν ᾗ μέλλει κρίνειν τὴν οἰκουμένην ἐν δικαιο‐ σύνῃ. Οὐχὶ ἡμέρας πολλάς, ἀλλὰ μίαν· ταύτης γὰρ ἡ νύξ ἐστι τὸ σκότος τὸ
10ἐξώτερον. Τοῖς Ἁγίοις ἡ μία ἡμέρα ἐστὶν ἡ αἰώνιος ἀπόλαυσις τοῦ φωτός, καὶ τοῖς ἁμαρτωλοῖς ἡ μία νὺξ 〈ἡ〉 αἰώνιος φυλακή. Διὸ καὶ ὁ Χριστὸς λέγει· οὗτοι πορεύσονται εἰς ζωὴν αἰώνιον, καὶ οἱ παράνομοι εἰς κόλασιν αἰώνιον. Ὁ ἥλιος καὶ ἡ σελήνη σὺν τοῖς ἄστροις εἰς ἕνα χῶρον συναθροίζονται τοῦ παραδείσου,
καὶ γίνεται πάλιν σκότος ἡ νύξ· διὰ γὰρ τοὺς ἀνθρώπους τὰ στοιχεῖα τοῦ φωτὸς71

72

ἐτάγησαν ἐν τῷ στερεώματι, ἵνα ἔχωσιν ἄδειαν ἀπολαύσεως ἐπὶ τῆς γῆς περι‐ πορευόμενοι. Ἐποίει τὰ στοιχεῖα τὸν χρόνον, καὶ ἐφώτιζε, καὶ τὰ χρήσιμα τοῖς καρποῖς ἐχρησίμευεν, ἵνα μηνύσῃ τὴν τοῦ Θεοῦ πρόνοιαν, τρεῖς ἔχουσαν ἐνερ‐ γείας, δηλούσας τῆς ἁγίας Τριάδος τὴν θεότητα, τὸ πῦρ, τὸ φῶς καὶ ὁ πόλος,
5σημαίνων τῆς ὁμοουσίου Τριάδος τὴν μίαν φύσιν τὴν ἀγέννητον. Εἰ οὖν παύεται γένεσις καὶ φθορά, οὐκέτι χρόνοι, οὐδὲ ἀριθμοὶ βραχύτατοι, οὐδὲ κύκλος ἑβδο‐ μάδων, δι’ ἡμερῶν ταυτότητος ἀλλασσόμενος, καὶ τροχοῦ δίκην ἐπὶ τὸν αὐτὸν τόπον εἱλισσόμενος. Παράδεισός ἐστι χῶρος τῆς τῶν Ἁγίων ἀναπαύσεως, καθὼς καὶ ὁ Κύ‐
10ριος ἐν τῷ Εὐαγγελίῳ εἴρηκε. Πῶς οὖν ἀφέντες οἱ δίκαιοι τὸν παράδεισον ἐπὶ τῆς γῆς εὐωχηθήσονται; Ὁ Σωτὴρ εἶπε πρῶτον τὴν συντέλειαν, εἶθ’ οὕτω τὴν ἀνάστασιν. Ἔφη ὅτι ὡς φύλλα συκῆς τὰ ἄστρα πεσοῦνται τοῦ στερεώματος. Πῶς οὖν ἔσται χίλια ἔτη ἐπὶ τῆς γῆς σαρκικῶς βιοῦντες οἱ δίκαιοι; Λέγει δὲ καὶ ὁ μακάριος ἀπόστολος Πέτρος ὅτι πάντα τὰ ἐπὶ τῆς γῆς καὶ τοῦ οὐρανοῦ
15ἀπὸ πυρὸς συντελεσθήσονται.72

73

Πῶς οὖν ἔσται τῆς γηΐνης ἀπολαύσεως ἡ χρῆσις; Καινοὺς ἡμῖν οὐρανοὺς ἐπηγγείλατο καὶ γῆν καινήν. Ἄρ’ οὖν οὐδὲν πλέον ἕξουσιν οἱ Ἅγιοι ἀνιστάμενοι. Ὁ Παῦλος εἶπεν ὅτι τὸ παλαιούμενον καὶ γηράσκον ἐγγὺς ἀφανισμοῦ. Ἄρ’ οὖν ἀφανισθήσονται τῶν δικαίων αἱ ἐπαγγελίαι, ἐὰν πάλιν τοῖς προσκαίροις ἀπο‐
5χρήσωνται. Οὐκ εἶπεν ὁ Δεσπότης δύο συντελείας, ἵνα πάλιν μετὰ τὰ χίλια ἔτη γενήσεται συντέλεια. Οὐκ ἔφη ἐν τῇ Ἀποκαλύψει ὁ Ἰωάννης τὴν χρῆσιν τῶν καρπῶν τοῦ Θεοῦ πρόσκαιρον, ἵνα δείξῃ ὅτι αἰώνιος ἡ ἀπόλαυσις. Καὶ πῶς οἴονταί τινες ὅτι μετὰ χίλια ἔτη πάλιν ἔσται συντέλεια τῆς γεώδους καταστάσεως; Οὐχ οὕτως· ἀλλ’ ὡς συνᾴδει ὁ Δαυῒδ τῷ Ἰωάννῃ, καὶ Ἰωάννης τῷ Μωυσῇ λέ‐
10γοντες· δένδρα ἐν φύλλοις ὑγίειαν βαστάζοντα, καὶ ἐν τοῖς καρποῖς αὐτῶν τὴν αἰώνιον ζωήν. Οὐκοῦν ὁ νοερὸς καὶ πνευματικὸς παράδεισός ἐστι χῶρος τῆς αἰωνίου ἀπολαύσεως. Οὐ γὰρ συντελεσθήσεται ἐκεῖνος ὁ παράδεισος· μένει γὰρ ἐν αὐτῷ τὰ μὴ σαλευόμενα· ἐπεὶ γὰρ οὕτως οἱ καινοὶ οὐρανοὶ ἐφαπλοῦνται τῆς ἀφθαρ‐
15σίας, καὶ ἡ καινὴ γῆ ἀνακιρνᾶται τῆς αἰωνίου καταστάσεως καὶ μακαριότητος.73

74

Λέγει καὶ ὁ Μωυσῆς αἰνιττόμενος ὅτι ἐκεῖ ὁ Θεὸς τῆς αἰωνίου ζωῆς τὸ ξύλον ἐφύτευσε, καὶ ὁ Δαυῒδ εἶπε σὺν τῷ Ἰωάννῃ ὅτι τὸ φύλλον αὐτοῦ οὐκ ἀπορρυήσε‐ ται. Οὐκοῦν οὐκ ἐν χιλίοις ἔτεσι διαρκέσει ἡ τῶν Ἁγίων ἀπόλαυσις. Εἰ πάντα ἐν παραβολῇ καὶ ἐν αἰνίγματι ὁ Ἰωάννης ἐν Ἀποκαλύψει ἐλάλησε, καὶ τὰ χί‐
5λια ἔτη συμβολικῶς ἔθετο. Ἀλλὰ σὺ ἀπαιτεῖς με τῶν χιλίων ἐτῶν τὴν ἱστορίαν; Κἀγώ σε ἀπαιτήσω λυχνίαν, καὶ ψῆφον λευκήν, καὶ χλιαρὰν πόσιν, καὶ ἔμετον, ἅτινα γράφων ταῖς ἑπτὰ Ἐκκλησίαις αἰνιγματωδῶς παρέθετο. Εἰ ἀπαιτεῖς με χιλίων ἐτῶν πρώτην ἀνάστασιν, ἀπαιτήσω σε κἀγὼ ἵππον ὠχριοῦντα, καὶ Ἄγγελον, καὶ ζῷον νο‐
10ερὸν λεγόμενον Ἄψινθον, καὶ φύσιν ἔχον πικράν, ὡς τὸ ἄψινθον. Δός μοι τὰς74

75

ἑπτὰ φιάλας καὶ λάβε τὰ χίλια ἔτη. Ἀπόδειξον γυναῖκα εἶναι πόλιν, κἀγώ σοι περὶ τῶν χιλίων ἐτῶν παρέξομαι ἀπόδειξιν. Σαφήνισόν μοι ὅτι γυνὴ ἀπ’ αὐτῆς ὑψουμένη γίνεται Ἱερουσαλήμ, καὶ οὐκέτι γυνή ἐστι, κἀγώ σοι σαφηνίσω περὶ τῶν χιλίων ἐτῶν. Μὴ πόλις γεννᾷ; Μὴ γεννήσασα γίνεται Ἱερουσαλήμ; Μὴ
5θηρίον ἐστὶν ὁ ἄνθρωπος τῆς ἀνομίας; Μὴ ἐν θηρίῳ δέκα κεφαλαὶ κολλῶνται, ἵνα βασιλεύσωσι; Μὴ ἐκ τῶν ἑπτὰ ὄγδοός ἐστι, καὶ οὐκ ἐστὶν ὄγδοος ἀριθμός; Ἑπτὰ γάρ ἐστιν, ὅτι αἱ τρεῖς κεφαλαὶ ἠφανίσθησαν. Μὴ τοῦ θηρίου τὸ ὄνομα ἀδιήγητόν ἐστιν, καὶ ὡς Θεοῦ ἀκατονόμαστον; Μὴ γένοιτο! Μὴ οὐκ ᾔδει τὸ ὄνομα τοῦ θηρίου ὁ λέγων τὸν ἀριθμὸν τοῦ ὀνόματος; Πρῶτον ἐπέγνω τὰς
10συλλαβάς, καὶ οὕτως εἰς τὰ στοιχεῖα διεῖλε τὸ ὄνομα. Πρῶτον ὠνόμασε τὸ ὄνομα παρ’ ἑαυτῷ, καὶ εἶθ’ οὕτως ἐκ τῶν στοιχείων συμβαλὼν τὸν ἀριθμὸν
ἔφη, ὅτι ἑξακόσια ἑξήκοντα ἓξ ἔχει τὰ στοιχεῖα τὴν συμπλήρωσιν. Οὕτως οὖν75

76

καὶ ἐπὶ τῶν χιλίων ἐτῶν τὸ ἀκατάληπτον τῆς αἰωνίου ζωῆς ᾐνίξατο. Εἰ γὰρ ἡμέρα μία παρὰ Κυρίου ὡς χίλια ἔτη, τίς δυνήσεται ἀριθμῆσαι πόσαι ἡμέραι εἰσὶ χιλίων ἐτῶν, καὶ τῶν τοσούτων ἡμερῶν τὰς χιλιάδας τῶν χιλιάδων, καὶ τῶν μυριάδων τὰς μυριάδας; Διὰ τὸ ἀπέραντον οὖν τῶν ἐτῶν, τὰ ἐν ταῖς ἡμέ‐
5ραις, καὶ τῶν ἡμερῶν, 〈τὰ〉 ἐν ταῖς τῶν ἐτῶν χιλιάσι χίλια ἔτη ἐνέταξεν, ἐπὶ τῇ ἀναπαύσει τῆς τῶν Ἁγίων ἀναστάσεως. Οἶδα ὅτι εἶπε λυθήσεσθαι πάλιν τὸν Δράκοντα· ἀλλ’ ἐν αἰνίγματι εἶπεν. Ἡ γυνὴ χρυσῆ ἔσται πόλις, καὶ τεῖχος ἕξει ἐκ πολυτίμων λίθων. Νοοῦμεν δὲ Ἐκκλησίαν εἶναι τὴν γυναῖκα· καὶ πόλιν ὁμοίως τὴν Ἐκκλησίαν. Νοοῦμεν
10χρυσῆν αὐτὴν εἶναι διὰ τὸ ἔνδοξον, καὶ ἐκ λίθων τιμίων διὰ τὸ ἄφθαρτον. Τὸν αὐτὸν τρόπον καὶ Ὄφις ἐδείχθη εἶναι ὁ Διάβολος, καὶ ἡ ἅλυσις αὐτοῦ ἡ τοῦ Θεοῦ ἐπιτιμία, καὶ ὁ δεσμὸς τὸ μηκέτι ἔχειν τὴν ἐξουσίαν κατὰ τῆς ἀνθρωπότη‐ τος. Οὐκοῦν λύεται, ὅταν ἔλθῃ ἐν τῷ Ἀντιχρίστῳ, ἵνα δείξῃ
ὁ Θεὸς ὅτι ἐφίστατο76

77

ἢ ἀφίστατο τῆς ἀνθρωπότητος, μὴ δοὺς αὐτῷ ἐξουσίαν κατ’ αὐτῆς. Ἀλλὰ τὸ πρωθύστερον δοκεῖ σε ξενίζειν, ὅπερ οὐ δεῖ· περὶ γὰρ τῶν δύο παρουσιῶν εἴρηκεν, ἐν αἷς ὁ Δράκων ποτὲ μὲν δεσμεῖται, ποτὲ δὲ λύεται. Ἐδέ‐ θη ἐν τῇ πρώτῃ παρουσίᾳ, εἰπόντος τοῦ Χριστοῦ· ἰδοὺ δέδωκα ὑμῖν ἐξουσίαν
5τοῦ πατεῖν ἐπάνω ὄφεων καὶ σκορπίων, καὶ ἐπὶ πᾶσαν τὴν δύναμιν τοῦ Ἐχθροῦ. Ἐλύθη πάλιν πρὸς βραχύ, λέγοντος Παύλου· ἀνθ’ ὧν οὐκ ἐπίστευσαν τῇ ἀλη‐ θείᾳ οἱ ἀσεβεῖς, πέμψει αὐτοῖς ὁ Θεὸς ἐνέργειαν πλάνης εἰς τὸ πιστεῦσαι αὐτοὺς τῇ ἀδικίᾳ, ἵνα κατακριθῶσιν οἱ μὴ πιστεύσαντες τῇ ἀληθείᾳ. Διὸ καὶ ὁ Σωτὴρ ἔφη τὴν λύσιν τοῦ Ὄφεως, ὅτι ἐπὶ τοσοῦτον ἔσται ἐνεργής, ὥστε σκανδαλι‐
10σθῆναι, εἰ δυνατόν, φησί, καὶ τοὺς ἐκλεκτούς μου. Μὴ ἁλύσει δεσμεῖται πνεῦμά ποτε; Μὴ ἐν ἀβύσσοις φυλακίζεται; Τὸ νοερὸν ζῷον ἀψηλάφητόν ἐστιν· ἀλλ’ ἵνα ἐκ τῶν παρ’ ἡμῖν κολαστηρίων μάθωμεν τὰ ἀόρατα, τοῖς παρ’ ἡμῖν ὀνόμασι
καὶ ὀργάνοις ἀμυντηρίοις καὶ τόποις φυλακτηρίοις εἰς τὴν ὑφήγησιν ἀπεχρήσατο.77

78

Πρώτην δὲ εἶπεν ἀνάστασιν καὶ δευτέραν, ἐπειδὴ δύο εἰσὶ τῶν Ἁγίων τάγματα, τῶν δύο Διαθηκῶν, δεῖξαι θέλων ὅτι οἱ τῆς νέας Διαθήκης ἐν πρώτῳ ἀξιώματι ἀναστήσονται, καὶ ἐν δευτέρῳ οἱ τῆς παλαιᾶς Διαθήκης, μιᾶς οὔσης τῆς ἀναστάσεως καὶ ὑπὸ τὸν αὐτὸν χρόνον συνισταμένης· καθὼς καὶ ὁ Παῦλος
5ἔφη· σαλπίσει γάρ, καὶ πάντες οἱ νεκροὶ ἀναστήσονται. Καὶ ὅτι δύο τάγματα εἶπε, πρώτην καὶ δευτέραν ἀνάστασιν, λέγει ὁ Ἀπόστολος· ἀπαρχὴ Χριστός, ἔπειτα οἱ τοῦ Χριστοῦ· εἶτα τὸ τέλος. Ὅτι δὲ μία πάλιν, καὶ ἐν καιρῷ, ἡ πάν‐ των γενήσεται ἀνάστασις, πάλιν ὁ Παῦλος λέγει· ὅτι αὐτὸς ὁ Χριστὸς ἐν κελεύ‐ σματι, ἐν φωνῇ Ἀρχαγγέλου καταβήσεται ἐξ οὐρανοῦ, καὶ ἐν σάλπιγγι σαλπίσει,
10φησί, καὶ οἱ νεκροὶ ἀναστήσονται πρῶτον, ἔπειτα ἡμεῖς οἱ ζῶντες ἐν νεφέλαις ἁρπαγησόμεθα. Ἰδοὺ καὶ νῦν πρωθύστερον ἀνάστασις εἴρηται· οὐ κατὰ τὴν ἐν Ἀποκαλύψει ἔκθεσιν, ἀλλ’ ἐνήλλαξεν. Ἐκεῖ γὰρ ἔφη πρώτην ἀνάστασιν δικαί‐ ων, ἔπειτα τὴν πάντων· ὧδε δὲ πρώτην τὴν πάντων, εἶτα τῶν δικαίων. Οὐκοῦν
οὐ προκρίνει οὐδὲν τὸ πρωθύστερον· ἡ γὰρ ἐξήγησις ἐπιλύει τὸ ζητούμενον· καὶ78

79

ὅτι ἁγιωσύνην καλεῖ τοὺς δικαίους καὶ ἑαυτόν. Καὶ ὁ Μωυσῆς εἶπεν· ὁ Θεὸς Ἀβραὰμ καὶ Ἰσαὰκ καὶ Ἰακώβ, Θεὸς ζώντων ἐστὶ καὶ οὐχὶ νεκρῶν· ἵνα ἐν τοῖς δυσὶ πράγμασι τούτοις συστῇ τὸ εἰρῆσθαι δύο ἀναστάσεις, οὐ χρονικάς, ἀλλὰ τακτικάς. Ὅθεν ἔφη τὸν Χριστὸν κριτὴν εἶναι ζώντων καὶ νεκρῶν.
5 Ἀλλὰ καὶ τὸ Εὐαγγέλιον κατάμαθε, καὶ ὄψει τῶν δύο ἀναστάσεων τὴν ἕνωσιν καὶ τὴν διαίρεσιν διὰ τὸ σύγχρονον. Καὶ διὰ τὴν πρακτικὴν ἀπόληψιν τὸ λέγειν στῆσαι ἐκ δεξιῶν τὰ πρόβατα, ἐξ εὐωνύμων δὲ τὰ ἐρίφια. Ἰδοὺ οὖν ἐν τῷ αὐτῷ, εἶπε, στήσει· οὐ νῦν καὶ μετέπειτα. Ἀλλ’ ἐπειδὴ πρῶτον τοῖς δικαί‐ οις εἶπεν ὁ Χριστός, ὅτι αὐτοὶ πορεύσονται εἰς ζωὴν αἰώνιον· διὰ τοῦτο καὶ ὁ
10Ἰωάννης εἶπεν, ὅτι οἱ δίκαιοι πρῶτον ἀναστήσονται, καὶ τὰ χίλια ἔτη ἐνέταξεν ἀντὶ τοῦ ἀπεριγράπτου καὶ ἀναριθμήτου χρόνου, ὡς προεῖπον· καὶ γὰρ ὁ Χρι‐ στὸς ἑξῆς εἶπε τοῖς ἁμαρτωλοῖς, ὅτι πορεύσονται εἰς κόλασιν αἰώνιον. Μὴ οἱ δί‐ καιοι μετὰ τὸ βασιλεῦσαι σὺν Χριστῷ χίλια ἔτη πάλιν εἰς κρίσιν ἔρχονται; Μὴ
γένοιτο! Τί γάρ; Τεθνήξονται πάλιν, ἵνα τρίτη ἀνάστασις γένηται δι’ αὐτούς;79

80

Καὶ πῶς λέγει ὁ Παῦλος ὅτι μετὰ τὸ ἀναστῆναι ἐκ νεκρῶν πάντες ἡμεῖς οἱ ζῶντες οἱ περιλειπόμενοι οὐ μὴ φθάσωμεν τοὺς κοιμηθέντας, ἀλλὰ ἀναστάντων πάντων ὁμοῦ, δικαίων καὶ ἀδίκων, τουτέστι ζώντων καὶ νεκρῶν, τότε οὐ μὴ φθάσωμεν, φησίν, οἱ ζῶντες κοιμηθῆναι, ἀλλ’ ἐν νεφέλαις ἁρπαγησόμεθα;
5 Ὅρα οὖν ὅτι ἀναστάντες οἱ δίκαιοι οὐκέτι ἀποθνῄσκουσιν, ἵνα γένηται τρίτη ἀνάστασις καὶ εἰς κρίσιν παραστῶσι Χριστῷ· ὅτι δὲ τῶν τοῦ νόμου Χρι‐ στοῦ πρώτη γένηται ἀνάστασις, εἶτα τῶν ἐν τῷ νόμῳ δικαίων, ἔπειτα πάντων τῶν ἁμαρτωλῶν· καὶ ὅλα ὁμοῦ ἐν ἀκαριαίῳ, οὐκ ἐν προδρομῇ χρόνων ἢ και‐ ρῶν εἰς τὸ γενέσθαι τὴν εἰρημένην ἀπὸ Χριστοῦ διάκρισιν. Αὐτὸς ὁ Παῦλος καὶ
10ἑαυτὸν συνέταξεν εἰπών, ἡμεῖς οἱ ζῶντες, δεικνὺς ὅτι ὁμοῦ ἀναστήσονται τῶν δύο Διαθηκῶν οἱ δίκαιοι σὺν τοῖς ἁμαρτωλοῖς, καὶ οὐκ ἔστιν ἰδιάζουσα τῶν δι‐ καίων τῆς παλαιᾶς Διαθήκης μετὰ τῶν ἁμαρτωλῶν ἀνάστασις, ἢ ἄλλη παρὰ τὴν τῶν ἐν Εὐαγγελίῳ δικαίων· καὶ ὅτι οὐκ εἶπεν, ὑμεῖς οἱ ζῶντες, ὡσανεὶ
τινῶν ζώντων ἐπὶ τῆς συγκαταστάσεως Χριστὸν ποιεῖν ἀνάστασιν ἀπὸ οὐρανοῦ80

81

ἐπὶ γῆς κατερχόμενον. Πάλιν οὖν ἑαυτὸν συνέταξεν εἰπών, ἡμεῖς οἱ ζῶντες. Παῦλος δὲ ἐπὶ Νέρωνος θνῄσκει, καὶ ἐν τοῖς προαστίοις Ῥώμης τέθαπται. Πῶς οὖν δόξειεν ἄν τις, ἔτι ὄντος πλήθους ἀνθρώπων ἐπὶ γῆς, τὸν Χρι‐ στὸν ποιῆσαι διάκρισιν; Ὅτι δὲ πάλιν οὐχ ὡς ἤδη ἀναστάντων τινῶν δικαίων,
5καὶ βασιλευσάντων χίλια ἔτη ἐπὶ γῆς, μεθέπειτα δὲ μεθισταμένων ἀπὸ τῆς γῆς, εἶπεν, ἡμεῖς οἱ ζῶντες, ἐκ τοῦ μὴ εἶναι Χριστὸν μετ’ αὐτῶν ἐν τῇ γῇ φανερόν· εἰ γὰρ μὴ ἦν σὺν αὐτοῖς, οὐδὲ συνεβασίλευον. Εἰ δὲ οὐ συνεβασίλευον, τί ἄρα ἀνέστησαν; Πῶς οὖν ὁ τῆς Ἀποκαλύψεως λόγος τελειωθήσεται· εἰπόντος τοῦ Ἰωάννου, ὅτι Χριστὸς βασιλεύων ἡγήσεται τῶν δικαίων, ὅπερ οὖν καὶ γενήσε‐
10ται; Εἰ δὲ εἶπεν, ὅτι τότε κατέβη ἐξ οὐρανοῦ, κελεύσας Ἀγγέλῳ σαλπίσαι ἀνά‐ στασιν—τοῦτο γάρ ἐστι τὸ καταβήσεται ἐν φωνῇ Ἀρχαγγέλου, τοῦ προδρόμου καὶ κήρυκος, καὶ ἐν κελεύσματι καὶ σάλπιγγι συνέστηκεν ὅτι οὐκ ἦν ἐπὶ γῆς
ἀπὸ χιλίων ἐτῶν, ἀλλ’ ὅτε παραγέγονε—πῶς οὖν ἦσαν προαναστάντες τινὲς81

82

δίκαιοι εἰς τὸ βασιλεῦσαι χίλια ἔτη, τοῦ Χριστοῦ μὴ ὄντος ἐπὶ τῆς γῆς σὺν αὐτοῖς; Ἀλλ’ οὐδὲ ἐν ταύτῃ τῇ καταστάσει ἐν τῇ γῇ ὁ Χριστὸς ἐπὶ τῆς παρου‐ σίας αὐτοῦ ἐλεύσεται ἐν ταπεινώσει, ἀλλ’ ἐνδόξως. Αὐτὸς γὰρ εἶπεν ὅτι, ὡς ἀστραπὴ ὀφθεῖσα φθάνει ἀπὸ ἀνατολῆς εἰς δύσιν, οὕτως ἔσται καὶ ἡ παρουσία
5τοῦ Υἱοῦ τοῦ ἀνθρώπου. Ἄρ’ οὖν τὴν πόλιν Ἱερουσαλὴμ τὴν ἐξ οὐρανοῦ εἰς τὸν παράδεισον ἔφη ἔσεσθαι ἡ Ἀποκάλυψις· αὕτη γάρ ἐστιν ἡ γῆ ἡ καινή, ἡ τὴν τῆς ἀθανασίας κα‐ τάστασιν ἔχουσα. Πάνυ οὖν σφάλλονται οἱ λέγοντες τοπικὴν ἔσεσθαι τοῦ Χρι‐ στοῦ τὴν δευτέραν παρουσίαν, αὐτοῦ ῥητῶς εἰπόντος τοῦ Χριστοῦ· ἰδοὺ ὧδε ἢ
10ἐκεῖ, μὴ πιστεύσητε· ἰδοὺ εἰς τὴν ἔρημον, μὴ ἐξέλθητε· τὸ γὰρ καταβήσεται ἐξ οὐρανοῦ, οὐκ ἔφη ὅτι αὐτοτελῶς αὐτός, ἀλλ’ ἐν φωνῇ Ἀρχαγγέλου, τουτέστι τοῦ Ἀγγέλου βοῶντος τὴν παρουσίαν αὐτοῦ· καὶ διὰ τοῦ Ἀγγέλου νοούντων ὅτι Χριστὸς τὴν δευτέραν παρουσίαν αὐτοῦ ἐπιτελεῖ εἰς διάκρισιν δικαίων τε καὶ ἀδίκων ἐπὶ τῆς γῆς. Ὅθεν λέγει ὅτι ἐν κελεύσματι Χριστοῦ ὁ Ἄγγελος κατα‐
15βήσεται· καὶ διὰ τοῦ προστάγματος αὐτοῦ τοῦ δοθέντος τῷ Ἀγγέλῳ, αὐτῷ τῷ82

83

Χριστῷ γενήσεται ἡ κατάβασις πρὸς τὸ πληρωθῆναι τὴν θείαν Γραφὴν περὶ τῆς δευτέρας παρουσίας αὐτοῦ. Εἰ γὰρ καὶ ἐπὶ γῆς ἐστιν ὁ παράδεισος, καὶ δεῖ τοὺς δικαίους ἐν αὐτῷ συμβασιλεῦσαι Χριστῷ, ἀλλά γε καὶ οὕτως ἔσται σὺν αὐτοῖς ὁ Χριστός, ὡς ὁ ἥλιος ἐπιφαίνων καὶ τοῦ Πατρὸς μὴ χωριζόμενος· ἀπὸ τῶν και‐
5νῶν οὐρανῶν ἐπιλάμπων ἀϊδίως καὶ ἐνεργῶς, ὥστε ῥᾳδίαν εἶναι τοῖς δικαίοις τὴν πρὸς αὐτὸν ἀνάβασιν, καὶ αὐτοῦ τὴν πρὸς αὐτοὺς κατάβασιν· νεφέλῃ δόξης συνυπηρετούμενος, καθὼς εἶπεν ὁ Παῦλος· ὅτι ἐν νεφέλαις ἁρπαγησόμεθα, καὶ πάντοτε σὺν Κυρίῳ ἐσόμεθα, εἴτε ἐν τῇ γῇ 〈τῇ〉 καινῇ τοῦ παραδείσου, εἴτε ἐν τοῖς οὐρανοῖς, ὅπου ἡ ἐπουράνιος Ἱερουσαλήμ. Αὕτη ἐστὶν ἡ βασιλεία Χριστοῦ.
10 Τὸ δὲ καὶ ἄλλο ἐπισημαίνων ὁ Παῦλος, ὅτι Ἄγγελος σαλπίσας ἐν κελεύ‐ σματι Χριστοῦ ποιήσει τὴν ἀνάστασιν, ἵνα πάντες οἱ ἄνθρωποι ἴδωσιν αὐτοῦ τὴν παρουσίαν· διὰ τοῦτο γὰρ ἔφη· οἱ νεκροὶ ἀναστήσονται πρῶτον. Διὰ τί; Ἵνα Χριστὸν ἴδωσιν. Αὖθις δὲ ἐπήγαγε τὴν διαίρεσιν, ἣν εἶπε καὶ ὁ Χριστός, ἐν
ἀμνοῖς καὶ ἐρίφοις. Ὅθεν ὡς ἂν δικαίου τοῦ Παύλου αὐτοῦ, διὰ τοῦτο εἶπεν·83

84

ἡμεῖς οἱ ζῶντες. Διατί ζῶντες οἱ Ἅγιοι χρηματίζονται; Ὅτι ὁ Χριστὸς εἶπεν· οὗτοι πορεύσονται εἰς ζωὴν αἰώνιον, καὶ ὅτι ἀξίωμά ἐστιν ἀκοῦσαι τοὺς δικαί‐ ους ζῶντας. Οὐ μὴν δὲ φήσεις; ἰδοὺ καὶ οἱ ἄνομοι αἰωνίως κολαζόμενοι, οὐκ ἐκλήθησαν ζῶντες. Εἰ μὴ ἐν ζωῇ ἦσαν, πῶς ἐκολάζοντο; Ἀλλὰ ζωὴν νεκρὰν
5εἶναι τὴν τῶν ἁμαρτωλῶν ᾐνίξατο. Ὁ Χριστὸς εἶπε· καὶ οὗτοι πορεύσονται εἰς κόλασιν αἰώνιον. Οὐκοῦν καλῶς εἶπεν ὁ Παῦλος ὅτι ἡ σπαταλῶσα ζῶσα τέθνηκε, καὶ ὁ Χριστὸς κριτής ἐστι δικαίων καὶ ἀδίκων. Οὐκ ἔστι πᾶσα ζωὴ παραπλήσιος· ζῶσι γὰρ καὶ τὰ ἄλογα, ἀλλὰ νεκρῶν οὐδὲν διαφέρουσι. Διὸ καὶ οἱ σφάζοντες
10αὐτὰ ἀκατάκριτοί εἰσι. Καὶ ἡ τῶν ἁμαρτωλῶν ζωὴ θάνατός ἐστι, ἐπειδὴ τῇ φθορᾷ καὶ τῷ θανάτῳ μοχθοῦσι ζῶντες, ἵνα ἀποθάνωσι τὴν αἰωνίαν κόλασιν. Ὁ Σωτὴρ λέγει ὅτι ἐγώ εἰμι ἡ ζωή. Καλῶς οὖν οἱ δίκαιοι ζῶντες καλοῦνται, ὅτι τὸ ἀπολαῦσαι Θεοῦ ἐν διηνεκεῖ τῆς ἐνταῦθα ζωῆς θεωρίᾳ, καὶ μηδὲν ποιεῖν
ἢ πάσχειν κακόν, τοῦτό ἐστιν ἡ ὄντως ζωή.84

85

Κεφάλαιον δὲ ἐπὶ τοῖς εἰρημένοις περὶ τῆς ἀναστάσεως, ὅτι μία ἐστίν, ὅτι πάντες ἐν ῥιπῇ ὀφθαλμοῦ ἐν συντόμῳ ἀναστησόμεθα. Τίνες δὲ ἀλλαγήσονται; Οἱ Ἅγιοι. Ἐν τίνι; Ὅτι ζῶντες γίνονται, κατὰ τὸν τρόπον ὃν εἴπομεν. Ὅθεν αὐτὸς ὁ Ἰωάννης ἔδειξε τί ἐστιν ἀναστῆναι· ἢ ὅτι μεταβεβήκαμεν ἀπὸ τοῦ θανά‐
5του εἰς τὴν ζωήν. Οὕτως οὖν ἀπαρχὴ Χριστός, ὅτι αὐτός ἐστιν ἡ ζωή, ἔπειτα οἱ τοῦ Χριστοῦ, ὅτι καὶ αὐτοὶ ἠλλάγησαν ἀπὸ θνητῶν γενόμενοι ζῶντες· εἶτα, φησί, τὸ τέλος· τουτέστιν ἡ τῶν ἁμαρτωλῶν ἀπόφασις. Ὅτι δὲ ζωή ἐστι τὸ εὐ‐ παθεῖν καὶ μὴ κρίνεσθαι, καὶ τοὐναντίον [ὁ] θάνατος, λέγει ὁ Χριστὸς ὅτι ὁ μὴ πιστεύων τοῖς λόγοις μου, ἤδη κατακέκριται· ὁ δὲ πιστεύων μοι θάνατον μὴ
10ἴδῃ εἰς τὸν αἰῶνα. Καὶ ἐὰν ἀποθάνῃ, ζήσεται. Ἑκάτερον δὲ πρᾶγμα τῇ φύσει τῆς σαρκὸς ἐν ζωῇ ἦν· ἄλλοι δὲ ὀλιγοστοὶ τὴν ζωὴν λιτὴν καὶ θανάτου ἔχουσι κοινωνόν· ἐκείνη δὲ ὄντως ζωὴ τὸ μὴ κρίνεσθαι αἰωνίως. Ὥσπερ γὰρ θάνατος τὸ ἀϊδίως κολάζεσθαι, οὕτω ζωὴ τὸ αἰωνίως ἀναπαύεσθαι. Ἀπαρχὴ Χριστός.
Οὐκ εἶπε, πρώτη ἀνάστασις Χριστός, ἀλλ’ ὡς ἐξ ἅλωνος δραγμάτων ἀπαρχή·85

86

ἵνα σὺ μὴ εἴπῃς δευτέραν ἀνάστασιν, ἀκούων ἔπειτα οἱ τοῦ Χριστοῦ. Οὐ γὰρ διά τινα χρόνον εἶπεν ἀνάστασιν, ἀλλὰ διὰ τὴν προκριτέαν Θεῷ. Εἶτα δέ, φησί, τὸ τέλος. Οὐχ ὅτι μετὰ τὴν ἀνάστασιν ἡ συντέλεια, ἀλλ’ ὅτι μετὰ τὸ πλήρωμα τῶν Ἁγίων, ὡς μηκέτι ἐσομένου Ἁγίου, ἡ ἀνθρωπότης ὡς ἀχρήσιμος Θεῷ
5συντελεσθήσεται. Λέγει γὰρ καὶ ὁ Παῦλος, ὅτι οὐκ ἄδικος ὁ Θεός, ὁ ἐπιφέρων κατὰ τῶν ἀνθρώπων τὴν ὀργὴν αὐτοῦ. Εἰ δὲ ἀπαρχὴ Χριστός, διατί διαίρεσιν ἔφη, ἔπειτα οἱ τοῦ Χριστοῦ; Οὐ μὴ δὲ διὰ πρώτην καὶ δευτέραν ἀνάστασιν. Εἰ γὰρ διὰ δύο ἀναστάσεις εἶπεν, ἔπειτα οἱ τοῦ Χριστοῦ, καὶ εἶτα τὸ τέλος, εὑρεθήσεται καὶ τῶν ἀπίστων ἀπαρχὴ
10ὁ Χριστός. Ἀλλὰ μὴ γένοιτο τοῦτο λογίσασθαι· οὐ γὰρ ἀσεβῶν ἀπαρχὴ ὁ Χρι‐ στός, ἀλλὰ τῶν εὐσεβῶν μόνων. Πῶς δὲ ἔσται ἀνάστασις πρὸ συντελείας, τοῦ Χριστοῦ ἐρχομένου ἐπὶ τῆς δευτέρας παρουσίας αὐτοῦ; Εἰ δὲ ἔρχεται συμβασι‐
λεῦσαι τοῖς δικαίοις, καὶ αὖθις ἄνεισι, καὶ πάλιν κριτὴς παραγίνεται, τρεῖς πα‐86

87

ρουσίας ποιήσεται. Καὶ πῶς οὐδὲ ἐν μιᾷ Γραφῇ τοῦτο γέγραπται; Ἀλλὰ καὶ ἀδύνατόν ἐστιν· εἰ γὰρ ἔλθῃ πρὸ συντελείας, ὁ κόσμος ἔτι ὢν φθαρτός, ἐν φθο‐ ρᾷ καὶ τοὺς δικαίους εἶναι ποιεῖ, καὶ πάλιν θανατοῦνται, καὶ τοῦ συναπολαύοντος αὐτοῖς τῆς φθορᾶς. Ἀλλά γε οὐκ ἔστιν οὕτως· ἀπόκειται γάρ, φησὶν ὁ Ἀπόστολος,
5πάντας ἀποθανεῖν, καὶ μετὰ τοῦτο κρίσις. Οὕτω, φησί, καὶ ὁ Χριστὸς ἅπαξ ἀπέθανε· θάνατος αὐτοῦ οὐκέτι κυριεύσει. Μία οὖν ἐστιν ἡ ἀνάστασις δικαίων καὶ ἀδίκων, ἐν ἀτόμῳ, ἐν ῥιπῇ ὀφθαλμοῦ ἐνισταμένη σαφῶς. Πρὸς σὲ δέ μοι τὸν τῆς μετανοίας ἐπιχειρητὴν ὁ λόγος, ἵνα μάθῃς πόσοις καὶ πηλίκοις ἀγαθοῖς κοινωνόν σε καθίστησιν ἡ μετάνοια. Ἀπὸ τῶν ἁγίων τό‐
10πων γέγονεν ἡ παράβασις, ἵνα γνῷς ὅτι καλὸν κιχρᾶν Θεῷ τὰ παρόντα καὶ μὴ ὑπὸ τῆς ματαιότητος ἐμπαίζεσθαι. Ἐὰν δῷς Θεῷ ἅ σοι δέδωκεν εἰς γυμνασίαν, καταισχύνεις τὸν Ὄφιν, ὅτι κατεφρόνησας ματαίας καὶ προσκαίρου ἀπολαύσεως, δι’ ἧς ἐπτέρνισε τοὺς πρωτοπλάστους. Ἐὰν δόξης περιφρονήσῃς φθαρτῆς, τῷ
Θεῷ μόνον σαυτὸν καταφανῆ ποιήσεις, καὶ καταργήσεις τὸν Δράκοντα· θεότη‐87

88

τος γὰρ δόξαν τοῖς πρωτοπλάστοις εἰς ἐπιθυμίαν ὑπέβαλεν. Ἐὰν μὴ θέλῃς σοφὸς ὀφθῆναι ἐν τῷ βίῳ καὶ περίβλεπτος, καταπλήττεις τὸν Ἐχθρόν· ὅτι διὰ τῆς γνώσεως καὶ τῆς τῶν πάντων πείρας ἐπειράθη ὑποσκελίσαι τοὺς προπάτο‐ ρας. Φάγε, φησί, τὸν καρπὸν τὸν διπλοῦν, καὶ ἔσῃ θεός, ἔχων πεῖραν καλοῦ
5καὶ κακοῦ, καὶ οὐκέτι σοι γενήσεται χρεία ἑτέρου τινός. Ἐπείσθη τὸ γύναιον· ἐτέρφθη τῇ γλυκύτητι· ἐπόθησε τῆς πολυπειρίας, ἧς ἔσχε τὴν ἔννοιαν, πρὸς τὸ μηδενὸς ἐπιδέεσθαι· ἐξέτεινε τὴν χεῖρα, καὶ ἔργῳ τὴν παράβασιν ἀπετέλεσε. Οὐχὶ ὁ Ὄφις λαβὼν τὸν καρπὸν ἐπέδωκε τῇ γυναικί· οὐ γὰρ θέλει ἄκαρπον κακίας εἶναι τὸν ἄνθρωπον· ἡ οὖν Εὔα λαβοῦσα ἔφαγεν. Οὐ γὰρ κρίνει ὁ Θεὸς
10τὸν τῆς κακίας ὑπήκοον, εἰ μὴ ἔργῳ διαπράξηται. Γίνεται καὶ διὰ λογισμοῦ ἔργον· ἡ γὰρ χεὶρ τῆς διανοίας ἐστὶν ἡ συγκατάθεσις. Ὁ φθόνος χειρὶ οὐ γίνε‐ ται, ἀλλὰ διὰ τῆς ψυχῆς τελειοῦται. Νόησον τοίνυν καὶ τὴν μετάνοιαν ποιεῖσθαι τοῖς ἴσοις πλημμελήμασι. Διὰ τοῦτο ἐβάθυνα τὸν λόγον ἐν τοῖς προπάτορσιν, ἵνα σε διδάξω ὅρους μετανοίας
15εἰδέναι. Λόγῳ δυσφημοῦσιν οἱ ἄνθρωποι· ἡ χεὶρ ἐνταῦθα οὐδὲν ἠδίκησεν. Οὕτως88

89

οὖν μετανόησον, ὡς δυνηθῆναι πεῖσαι τὸν χρεωστούμενον ἀφεῖναί σοι τὴν ὀφει‐ λήν. Πεντήκοντα δηνάρια καὶ πεντακόσια ὁ Θεὸς ἀφίησιν. Ὅρα μὴ προσθῇς, ἵνα μὴ ὡς ὁ Ἠσαῦ μετανοῶν ἀποβληθῇς. Δύο ὀφειλαὶ τοῖς ἁμαρτωλοῖς κατε‐ γράφησαν, ἐπειδὴ δύο εἰσὶν ἐντολαὶ ἀγάπης· εἰς τὸν Θεὸν καὶ τὸν πλησίον.
5Ἐὰν ἁμάρτῃς εἰς ἄνθρωπον, πεντήκοντα δηνάρια ὀφείλεις· ἐὰν εἰς Θεὸν ἀσε‐ βήσῃς, πεντακόσια. Αἱ οὖν δύο ὀφειλαὶ ψυχῆς εἰσὶ καὶ σώματος· ἡ τῶν πεντήκοντα τοῦ σώ‐ ματος, τῶν δὲ πεντακοσίων τῆς διανοίας. Ὁ ἀρνούμενος ἀπὸ ψυχῆς ποιεῖ τὸ κακόν, ἢ ἔξω κληθείς, ἢ ἀπὸ μνήμης, ἢ ἀπὸ θυμοῦ, ἢ ἀπὸ καταφρονήσεως· ὁ
10δὲ πορνεύων, ἀπὸ ἀμφοτέρων, ψυχῆς καὶ σώματος, ἢ διὰ πυρώσεως, ἢ διὰ φυσιώσεως, ἢ διὰ σπατάλης, ἢ διά τινα οἴκου ὑπὸ ἐχθρῶν καταστροφήν. Ἐ‐ χρήσατο ἡ ψυχὴ τῇ γλώσσῃ εἰς τὴν ἄρνησιν, καὶ τὸ σῶμα ἐχρήσατο τῆς ψυχῆς
τὴν ἐνέργειαν εἰς τὸ τῆς πορνείας ἀποτέλεσμα. Διὰ τοῦτο, ὡς συνεργοῦντα,89

90

ὁμοῦ καὶ κατακρίνονται. Ὁμοῦ γοῦν καὶ μετανοεῖν ὀφείλουσιν. Εἰς τὴν ἀσέβειαν τοῦ φόνου ἡ ψυχὴ τῆς καρδίας ἐχρήσατο τῇ τέχνῃ· εἰς τὸν τῆς φιλαργυρίας ἐρα‐ νισμὸν ὁμοῦ ἑκάτερα ἔδρασαν· ὁμοῦ καὶ μετανοεῖν ὀφείλουσιν. Ἐπειδὴ τοίνυν ὁ Ἠσαῦ οὐ νομίμως μετενόησεν, ἀπεβλήθη. Ἄρ’ οὖν οὐχ ἡ μετάνοια ἠσθένησεν
5ἐξιλάσασθαι τὸν παράνομον, ἀλλ’ ἡ κουφότης τῆς πράξεως ῥίζαν εἶχε πικρίας ἐν τῇ διανοίᾳ, καθὼς εἶπεν ὁ Παῦλος. Τὴν χλόην αὐτῆς περιέκειρε, τὴν δὲ ῥίζαν κατέλιπε· καὶ ἐφαίνετο μετάνοια, οὐκ ἦν δὲ μετάνοια, ἀλλ’ ἐπίθεσις. Ἐδάκρυσεν, οὐχ ὅτι ἥμαρτεν, ἀλλ’ ὅτι Θεῷ οὐκ ἐνέπαιξεν. Ἔκλαιεν αἰτῶν εὐλογίαν, οὐχ ἵνα εὐχαριστήσῃ Θεῷ, ἀλλ’ ἵνα τῶν σαρκικῶν ἀπολαύσῃ. Κάτω
10ἦν ἡ ῥίζα τῆς πικρίας ἐν τῇ καρδίᾳ, τὰ δὲ φύλλα οἱ λόγοι ἐπὶ τῷ στόματι. Ἐν τῇ διανοίᾳ ἐλογίζετο ἀσέβειαν καὶ ἐν τῷ στόματι εὐλογίας ἐφρόντιζεν. Ἐκράτη‐ σε τὸ ἡγεμονικὸν ἡ κακία, καὶ διὰ τῆς γλώσσης μόνης ἠθέλησεν εὐλογίαν ἐμπορεύσασθαι. Ταῦτα διατί λέγω; Ἵνα σύ, ἐὰν ἔχῃς πικρίαν ἐν τῇ καρδίᾳ, πρῶτον αὐτὴν
15ἐκριζώσῃς· εἶθ’ οὕτω προσέλθῃς Θεῷ. Οὐκ οἶδεν ὁ ἰατρὸς πρὸς πόνον τοῦ ἀσθε‐
νοῦντος, ἀλλ’ ὁ Θεὸς οὐχ οὕτω. Διὰ τοῦτο ὁ μετανοῶν ὀφείλει εἰδέναι ποῦ90

91

τέτρωται. Λέγει οὖν ὁ Θεός, ὡς ἰατρός· λέγε τὰς ἁμαρτίας σου πρῶτος, ἵνα δι‐ καιωθῇς. Μὴ ἄλλα ἐξ ἄλλων εἴπῃς· ἐπεὶ ἑαυτὸν ἀδικεῖς. Κλαίεις ὡς ὁ Ἠσαῦ, καὶ θυμοῦσαι ὡς ὁ Ὄφις ἔνδοθεν; Οὐ προσδέχεταί σου ὁ Θεὸς τὴν τοιαύτην μετάνοιαν, ἐὰν αὐτὸν παρακαλέσῃς περὶ ἀφέσεως καὶ ὀργίζῃ πρός τινα, ὡς ὁ
5Ἠσαῦ κατὰ τοῦ Ἰακώβ. Ηὔχετο εὐλογίας λαβεῖν, καὶ ἤλπιζε Θεὸν αὐτῷ συν‐ εργεῖν εἰς ἀναίρεσιν ἀδελφοῦ. Γέγονε καὶ ὁ κλαυθμὸς ἐναγής, ὅτι τὸ πένθος τοῖς γονεῦσι προνοεῖν ἔσπευδεν. Ὃν ἠξίου εὐλογίας αὐτῷ μεταδοῦναι, ηὔχετο θανεῖν λέγων· πότε μου ἀποθάνῃ ὁ πατήρ, ἵνα ἀνέλω τὸν Ἰακώβ. Οὐ μόνον ἀδελφο‐ κτόνον αὐτὸν ὁ θυμὸς ἀπέδειξεν, ἀλλὰ καὶ πατραλοίαν· ἀεὶ γὰρ ἡ κακία κρυ‐
10πτομένη ἐπαύξει τὴν ἀνομίαν. Ὅθεν προϊόντος τοῦ χρόνου καὶ θεοστυγῆ αὐτὸν ὁ θυμὸς παρεσκεύασεν. Οἶδας, εἰ ἥμαρτες καὶ εἰ ψυχικόν ἐστι τὸ ἁμάρτημα ἢ σαρκικόν. Ὡς οἶδας, οὕτω μετανόησον· τῇ γὰρ μετανοίᾳ οὐδὲν ἀδύνατον, καὶ ψυχὴν νεκρὰν ζῶσαν παραστῆσαι Θεῷ. Τὸ ψυχικὸν ἁμάρτημα πρὸς θάνατον
ὁρᾷ, εἶπεν ὁ Ἰωάννης. Οὕτως οὖν μετανόησον, ὡς τοῦ ζῆν ἀπογνούς, διὰ τοῦ91

92

θανάτου τοῦ σώματος τῆς ψυχῆς ἐξορισάσης τὸν θάνατον. Εἶπε καὶ ὁ Σωτὴρ τοῖς μαθηταῖς· ὁ ἀπολλύων τὴν ψυχὴν αὐτοῦ εὑρήσει αὐτήν. Πῶς; Ὅτι θανεῖν διὰ τῆς μετανοίας ἑλόμενος, ζήσειε διὰ τῆς ἐν αὐτῷ χάριτος. Τὰ ἀνίατα οἱ ἰατροὶ οὐ θεραπεύουσι, φησίν· οὕτως οὐδὲ πάντα τὰ ἁμαρτήματα οἱ ἱερεῖς δύναν‐
5ται ἐξιλάσκεσθαι. Καὶ πῶς τινὲς οἴονται ἐν τῇ Ἐκκλησίᾳ πᾶσαν ἁμαρτίαν δεσμεῖν καὶ λύειν; Ἐπὶ φόνοις ἐχώρησεν ὁλοκαυτώματα, ἔτρεψε δὲ τὴν θυσίαν εἰς ἀπόφασιν. Οὐκοῦν ἀσεβὴς ὁ ἱερεύς, ἐὰν ἐπιχειρήσῃ λύειν ἃ ὁ Θεὸς ἔδησε. Θεοῦ ἐστιν ἐκ νεκρῶν ἐγεῖραι, ἀδελφοί, [δυνατὸν] μόνου· ἀλλ’ ἔδωκε καὶ τὴν μετάνοιαν τοῖς ἀνθρώποις, ἐν τοῖς ἀνιάτοις. Δαυῒδ ἀνίατον ἔσχε τὸ τραῦμα,
10ἀλλ’ οὕτως αὐτὸν ἐθεράπευσεν ἡ μετάνοια, ὡς μηδὲ οὐλὴν ἔχειν τῶν τραυμάτων. Διὰ τῆς μετανοίας ἐπείσθη ὁ Θεὸς ἀφανίσαι μῶμον μοιχείας καὶ φόνου, οὐ διὰ
ἱερέων καὶ μόσχων. Πλὴν ὅμως ἡ μετάνοια πᾶσαν τοῦ Μανασσῆ τὴν ἀσέβειαν92

93

ἐξηφάνισε. Τῷ Μωυσῇ ὁ Θεὸς ἔλεγεν ἐξολοθρεῦσαι πάντα τὰ ἔθνη τοῦ Χαναάν, καὶ ἄνευ θυσιῶν καὶ ἱερέων ἡ ἐξομολόγησις τοὺς Γαβαωνίτας οὐ μόνον περιέ‐ σωσεν, ἀλλὰ καὶ τῶν Ἰσραὴλ συγκαταριθμηθῆναι παρεσκεύασεν. Ἡ πίστις διὰ τῆς ἐπὶ Θεὸν ἐπιστροφῆς τὴν πόρνην Ῥαὰβ τοῖς Ἁγίοις συγκατεκλήρωσε, πόρ‐
5νην οὖσαν καὶ Χανανῖτιν· ὧν ἑκάτερον κολάσιμον εἶναι ὁ νόμος ἀπεφήνατο. Ἀμμανίτας καὶ Μωαβίτας εἰς αἰῶνα ἀποκηρύξας ὁ Θεός, τὴν Ῥοὺθ Μωαβῖτιν οὖσαν ἐν εὐσεβέσι γυναιξὶ προσεδέξατο· ἐκ ταύτης γὰρ τὸν ἁγιώτατον Δαυῒδ ἐξεβλάστησεν· οὗ τὴν ὄντως παρανομίαν ἡ ὄντως μετάνοια μήτε ἴχνος ἐποίησεν ἔχειν ἐν αὐτῷ· ἐξαλείψασα 〈δὲ〉 τῆς μοιχείας αὐτοῦ οὐλήν, ἀπὸ τῆς Βηρσαβεὲ
10τὸν Σολομῶντα βασιλέα τοῦ Ἰσραὴλ συστησαμένη. Καὶ αὐτὸς μετανοῶν τοῦτο παρεκάλεσε· κατὰ τὸ πλῆθος τῶν οἰκτιρμῶν σου ἐξάλειψον τὸ ἀνόμημά μου. Εἰσηκούσθη οὖν ὁ ἀνὴρ οὐ διὰ ἱερέως καὶ νόμου, ἀλλὰ διὰ τῆς ἐν ἐκκλη‐
σίᾳ κηρυσσομένης μετανοίας, ὅτι ὑπερφυὴς ἡ μετάνοια, ὅτι καὶ τὸν νόμον ὑπερ‐93

94

ήλατο. Καλῶς εἶπεν ἐν τῇ μετανοίᾳ· καὶ ἐν τῷ Θεῷ μου ὑπερβήσομαι τεῖχος. Ὁ γὰρ νόμος ὡς τεῖχος κωλύει τὸν ἀσεβῆ προσελθεῖν τῷ Θεῷ· ἡ δὲ μετάνοια πτερὰ τούτῳ παρέχουσα, ὑπεραναπτῆναι ποιεῖ πρὸς τὴν Θεοῦ πρόοδον. Ὑπερ‐ βαίνει τὴν ἀπόφασιν, καὶ ὑποπίπτων διὰ μετανοίας Θεῷ, δείκνυσι τοῖς ἱερεῦσι
5τοῦ νόμου ὅτι ἃ μὴ δύνανται οὗτοι ἐξιλάσκεσθαι, ἡ μετάνοια ἀδαπάνως ποιεῖ. Ἐγγύς ἐστι τοῦ Σωτῆρος αὐτῆς ἡ δύναμις· ἐπειδὴ οὓς ὁ νόμος οὐ δικαιοῖ, ἡ με‐ τάνοια τελειοῖ. Οὐκ ἦν ὁ Δαυῒδ τέλειος, ὅσον ἐπὶ τῷ νόμῳ· ἄρ’ οὖν ἐπὶ τῷ τῆς ἐκκλησίας κηρύγματι δεδικαίωται. Ἡ μετάνοια πολλοὺς περιέσωσε, τοῦ νόμου ξίφος κατ’ αὐτῶν κινοῦντος πρὸς ἀναίρεσιν, πλὴν ἐννόμως μετανοήσαντας.
10 Οὐαὶ τοῖς αἱρετικοῖς, τοῖς λέγουσιν οὐκ ἔστι μετάνοια· ἐκ τούτων γάρ εἰσιν οἱ λέγοντες, οὐκ ἔστι Θεός. Εἰ γὰρ ἐπὶ τοῖς ἀσθενοῦσιν ἀνθρώποις καὶ δε‐ ομένοις θεραπείας οὐκ ἔστι μετάνοια, ἶσον ἐστὶν εἰπεῖν, οὐκ ἔστι [Κύριος] Θεός.
Ἵνα οὖν δείξῃ ὅτι ἐπολιτεύσατο ἡ μετάνοια, ὅπου ὁ φόβος τῆς κολάσεως ἐπὶ94

95

τοὺς παραβάτας ὤξυντο, καὶ ἐπὶ τῆς Ἐκκλησίας οὐκ ἔστι μετάνοια, ὅπου ἡ χά‐ ρις ἀξίοις καὶ ἀναξίοις ὡς ἥλιος ἐξανέτειλεν; Εἵλετο ὁ Θεὸς τὰς οἰκείας ἀποφά‐ σεις ἐν τῇ συναγωγῇ τρέψαι, ἵνα τὴν μετάνοιαν χαρίσηται, καὶ ἐπὶ τῆς Ἐκκλη‐ σίας αὐτὴν ἀπώσεται; Οὐκ ἔστιν ὡς οἱ αἱρετικοὶ λέγουσιν! Ἡ γὰρ μετάνοια τῇ
5Ἐκκλησίᾳ συνήνωται, καὶ οἶδε τοὺς μὴ ἐπιμένοντας ταῖς ἀσεβείαις προσάγειν Θεῷ εἰς ζωὴν αἰώνιον. Αὐτὸς εἶπεν ἑβδομηκοντάκις ἑπτὰ ἀφιέναι τοῖς εἰς ἡμᾶς ἁμαρτάνουσι, καὶ οὐχὶ νικήσει τοὺς ἀνθρώπους χρηστευόμενος; Ὁ τελώνης, ἵνα ταπεινοφρονήσῃ, ἐνίκησε τὸν Φαρισαῖον, καὶ λέγεις ὅτι ὁ Θεὸς οὐ χρηστεύ‐ εται; Ἐπὶ τοῖς δικαιώμασι τοῦ νόμου ἐπαρρησιάσατο ὁ Φαρισαῖος, ὁ δὲ τελώ‐
10νης ἐξήγγειλεν αὐτοῦ τὰς ἁμαρτίας, καὶ ἐκτὸς ἔργου ἡ μετάνοια ἐδικαίωσε τὸν ἐξομολογούμενον. Ἵνα τί; Ἵνα πολλοὶ τραπῶσιν εἰς μετάνοιαν. Καὶ λέγεις ὅτι ὁ Θεὸς οὐ χρηστεύεται, καὶ οὐ δέχεται τῶν ἁμαρτωλῶν τὴν μετάνοιαν; Λέγε πρῶτος τὰς ἁμαρτίας ἵνα δικαιωθῇς, εἶπεν ὁ Θεός. Τοσαύτην συγκατάβασιν εἰς ἀπανθρωπίαν τρέπεις, αἱρετικέ; Ἀπὸ λόγων
15ποιεῖται τῆς μετανοίας τὴν ἀρχήν, ὅτι ἡ διὰ λόγου ἐξομολόγησις προοίμιον με‐95

96

τανοίας ἐστί. Διὰ τοῦτο καὶ προοίμια σωτηρίας δίδοται τῷ τελώνῃ. Οὐ τελείως αὐτὸν ἀπήλλαξε τοῦ ὀφειλήματος, ὅτι οὔπω τελείως μετενόησε. Μάθε τοῦ Θεοῦ τὴν ἀκρίβειαν, καὶ σύνες τῆς μετανοίας τὴν λυσιτέλειαν. Πρὸς τὴν πρᾶξιν δίδωσι τὸν μισθόν. Διὰ τοῦ λόγου ἐξωμολογήσατο, καὶ ἀπεδείχθη πρὸς προκοπὴν με‐
5τανοίας ἐνεργοῦς. Τί λέγει ὁ τελώνης; Κύριε, ἱλάσθητί μοι τῷ ἁμαρτωλῷ. Τί πρὸς ταῦτα ὁ Χριστός; Ἀμὴν λέγω ὑμῖν, ὅτι κατέβη δεδικαιωμένος ὁ τελώνης ὑπὲρ τὸν Φαρισαῖον. Οὐκ εἶπεν ὅτι ἐδικαιώθη ἀπαλλαγεὶς τῆς καταδίκης, ἵνα δῴη τύπον, ὅτι δεῖ ἐνεργῶς μετανοεῖν, οὐ λόγῳ μόνῳ, ἀλλ’ ἔργῳ. Ἐδικαιώθη Σόδομα ἀπὸ Ἱερουσαλήμ, ὡς εἶπεν ὁ προφήτης Ἰεζεκιήλ, οὐ διὰ τὴν ἀρετήν,
10ἀλλὰ διὰ τὴν ὑπερβολὴν τῆς ἀσεβείας τῶν Ἰουδαίων πρὸς τοὺς Σοδομίτας. Οὕτω δεδικαίωται καὶ ὁ τελώνης κατὰ παράθεσιν τοῦ Φαρισαίου. Ὁ λῃστὴς λόγῳ ὁμολογήσας σῴζεται, οὐ γὰρ ἔσχε καιρόν, ἵνα καὶ ἔργῳ μετανοήσῃ. Ἐκ τῆς μεταβολῆς ἔδειξε τὴν ὁρμήν, ὅτι, εἰ ἔσχε διωρίαν, ἐνεργῶς ἐπέστρεφεν ἄν.
Ὥσπερ οὖν ἐστιν ἐν λόγῳ ἀσεβῆ κριθῆναι, οὕτω καὶ ἐν λόγῳ εὐσεβῆ εὑρεθῆναι.96

97

Μωυσῆς καὶ σιωπῶν ἐβόα πρὸς Κύριον. Ἄρ’ οὖν ἐστι καὶ ἐν λογισμῷ τυχεῖν ἀφέσεως. Ὁ Παῦλος εἶπε, προσεύξομαι τῷ πνεύματι, προσεύξομαι καὶ τῷ νοΐ, ἵνα μηνύσῃ ὅτι καὶ ἑκάτερα λυσιτελῆ καὶ ἓν ἕκαστον. Ὅτε μὲν ᾖ καιρὸς γίνε‐ σθαι ἑκάτερον· μόνον προσεκτέον τῇ πνευματικῇ θεωρίᾳ.
5 Πρὸς σὲ λέγω, τὸν τὴν μετάνοιαν παραγράφοντα, ὅτι γίνεται ἐπὶ τῆς Ἐκκλησίας ὁ τρόπος αὐτῆς. Οἶδα ὅτι λέγεις, μετὰ τὸ βάπτισμα μὴ εἶναι μετά‐ νοιαν. Τί λέγεις; Τῆς υἱοθεσίας τὴν χάριν ἡμῖν διὰ τοῦ βαπτίσματος ἐδωρήσατο, καὶ τῶν ἁμαρτιῶν τῆς ἀφέσεως τὴν χάριν οὐ παρέξεται; Ὁ τὸ μέγα χαρισάμε‐ νος, ἐν τοῖς μικροῖς οὐ χρηστεύεται; Ὁ δοὺς νεκροῖς ἀνάστασιν, οὐ δίδωσιν
10ἀσθενοῦσιν ἴασιν; Ὁ τυφλώττουσιν ὀφθαλμοῖς χαρισάμενος τὸ βλέπειν, ῥευμα‐ τισθέντας αὐτοὺς οὐκ ἀποσμήχει; Ὁ τοὺς μώλωπας περικαθαίρων, τῶν ψωρι‐ ώντων οὐκ ἐπιμελήσεται; Ὁ τὴν ἐλευθερίαν ἐκ δουλείας χορηγήσας, τὴν συντυ‐ χίαν τῆς ἀπολογίας ἀποστραφήσεται; Ὁ υἱοθεσίαν παρασχόμενος, ἐξομολογού‐
μενον υἱὸν οὐ παραδέχεται; Ἐκ δούλου υἱὸν ἐποίησε, καὶ σφαλέντα τὸν υἱὸν οὐ97

98

δέχεται; Τὸ μέγα καὶ πάντων ὑπέρτερον! Οὐκ ἀναξιοπαθεῖ Θεὸς ἀνθρώπων κληθῆναι πατήρ, καὶ τὸ βραχὺ ἀπαναίνεται, τέκνων ἐξομολογουμένων γενέσθαι ἱλασμός; Οὐ πείθεις με, ὦ αἱρετικέ, θέλων κατηγορεῖν τῆς τοῦ Θεοῦ χρηστότητος.
5Ἔχω τὴν πηγὴν καὶ οὐ χρῄζω σου τῆς ξηρότητος. Ἔχων τὸν Χριστὸν ἐλέγχω σου τὴν παρανομίαν. Ὑπὲρ ἡμῶν ἀπέθανε, καὶ οὐ πρεσβεύει ὑπὲρ ἡμῶν; Κατη‐ ξίωσεν ὑπὲρ ἡμῶν σταυρωθῆναι, καὶ οἰκτειρῆσαι ἀπαναίνεται; Εἰ τοσοῦτον ἡμᾶς ἠγάπησεν, ὥστε ῥαπισθῆναι δι’ ἡμᾶς, καὶ ἔχων πηγὴν ἐλέους λιμώττον‐ τας ὑπερόψεται; Ἐάν τις ἀπορῶν θέλῃ ἐξαγοράσαι δοῦλον ἢ τέκνον, προθῇ δὲ
10αὐτῷ δοῦναι λύτρα ζημίαν ἢ θανεῖν, οὐχ αἱρεῖται τὰ λύτρα; Εἰ μὴ εἶχεν ὁ Χρι‐ στὸς πηγὴν ἐλέους, τάχα τις εἶπεν ὅτι διὰ τοῦτο ἀπέθανεν μὴ ἔχων ὅπως λυτρώσηται τὸν ἀγαπώμενον. Τὸ ὑπερφυὲς ἐποίησε, καὶ τὸ εὐτελὲς αὐτῷ οὐ παρέξει; Ἀσεβοῦντας οὐκ ἀπεβάλετο, καὶ μετανοοῦντας οὐ προσδέχεται; Παρα‐ νομοῦντας παρεκάλεσε, καὶ ἐπιστρέφοντας ἀποστρέφεται; Δυσφημοῦντας ἠλέη‐
15σε, καὶ ἀξιοῦντας οὐ σπλαγχνισθήσεται;98

99

Ἀλλ’ ἅπαξ ἐλεεῖ, καὶ τὸ δεύτερον τιμωρεῖται; Σήμερόν ἐστι πατήρ, καὶ αὔριον ἀλλότριος γίνεται; Σήμερον ἔχει πόθον, καὶ αὔριον δι’ ἀπήνειαν οὐ τοῦτο ποιεῖ; Σήμερον χρηστός ἐστι, καὶ αὔριον ἀπηνής; Σήμερον κολακευθεὶς παρέσχε, καὶ αὔριον φρόνιμος γεγονὼς οὐκ ἐμπαίξεται; Ἄπαγε! Οὐκ ἔστιν ὃ
5λέγεις, ἄνθρωπε. Ἀναλλοίωτος ὁ Θεός, ἄτρεπτος. Παῦλος λέγει ὅτι ἀμεταμέ‐ λητά ἐστι τὰ χαρίσματα τοῦ Θεοῦ. Καὶ πῶς αὐτὸς κελεύσας προσεύχεσθαι, ἄφες ἡμῖν τὰ ὀφειλήματα ἡμῶν, μετενόησε τοῦ ἀφιέναι; Μὴ κατηχουμένοις εἶπε τοῦτο προσεύχεσθαι; Οὐ τῶν πιστῶν ἐστιν εὐχή; Πῶς οὖν λέγεις, μετὰ τὸ βαπτισθῆναι οὐκ ἔστι μετάνοια; Ναί, φής· ὁ Παῦλος λέγει ὅτι ἀδύνατον τοὺς
10ἅπαξ φωτισθέντας πάλιν ἀνακαινίζειν εἰς μετάνοιαν, ἀνασταυροῦντας ἑαυτοῖς τὸν Χριστόν, καὶ παραβάτας προσδέχεσθαι. Συντόμως οὖν εἴπω τὸν νοῦν τῆς αἱρέσεως, ἵνα μὴ ὁ λόγος ἐπὶ μῆκος
ἐξίῃ εἰς διήγησιν. Ὁ Παῦλος οὐ περὶ μετανοίας εἴρηκεν, ἀλλὰ περὶ δευτέρου99

100

βαπτίσματος, ὅτι ἀδύνατόν ἐστι βαπτισθῆναι πάλιν τὸν ἐν Χριστῷ βαπτισθέντα. Ὅτι αὐτὸς Ἀπόστολος λέγει· ὅσοι ἐβαπτίσθημεν εἰς Χριστόν, εἰς τὸν θάνατον αὐτοῦ ἐβαπτίσθημεν. Οὐκοῦν διὰ τὸ βάπτισμα εἶπεν, ἀδύνατον τοὺς παραπεσόν‐ τας ἀνασταυροῦν τὸν Χριστόν· τουτέστιν ἀναβαπτίζεσθαι. Εἶς ἐστιν ὁ σταυρός·
5ἕν ἐστι, φησί, καὶ τὸ βάπτισμα. Εἰ ἔστι δεύτερος σταυρός, ἔστι καὶ δεύτερον βά‐ πτισμα. Πρὸς Ἑβραίους ἔγραφε, καὶ ἤθελε δεῖξαι, ὅτι οὐ κοινόν ἐστι τοῦ Χρι‐ στοῦ τὸ βάπτισμα. Οὐκοῦν περὶ τοῦ βαπτίσματος ἐδόκουν τῶν νομικῶν εἶναι παραπλήσιον. Ἵνα οὖν πείσῃ αὐτούς, λέγει, παρ’ ἡμῖν ἀδύνατον τοὺς παραπε‐ σόντας, πάλιν ἀναβαπτίζεσθαι. Διαφόρους γὰρ αὐτοὶ ποιοῦνται βαπτισμούς,
10ὥσπερ ἔμπροσθεν αὐτοὺς ἤλεγξε περὶ καθαρισμοῦ διεξερχόμενος. Καὶ ὁ Χριστὸς ἔδειξε τὸ νομικὸν βάπτισμα ὅτι κοινόν ἐστιν, εἰπὼν ὅτι οἱ Φαρισαῖοι συνεχῶς βαπτίζονται ὄντες ἀκάθαρτοι. Μή, φησί, τὸ ἔξωθεν τῆς παροψίδος πλύνῃς,
ἀλλὰ καὶ τὸ ἐντός, γέμον ἁρπαγῆς καὶ πικρίας. Οὐκ εἶπε περὶ μετανοίας, ὅτι100

101

ἀδύνατόν ἐστιν ὑπάρξαι τοῖς φωτισθεῖσιν, ὁ Παῦλος, ἀλλὰ περὶ τοῦ μὴ ἀναβα‐ πτίζεσθαι. Σὺ λογισμοῖς αὐτὸ πράττεις, ἐγὼ δὲ σοὶ τὸ ἔργον τοῦ Ἀποστόλου μαρτυ‐ ρίαν παρέξομαι. Δείκνυμί σοι ὅτι οἱ σοὶ λόγοι συκοφαντοῦσι τὸν Ἀπόστολον,
5καὶ προτρέπομαί σε εἰς μετάνοιαν. Γαλάταις ἀφηνιάσασιν ἐκ τῆς πίστεως τί λέ‐ γει; Τεκνία μου, οὓς πάλιν ὠδίνω, ἄχρις οὖ μορφωθῇ Χριστὸς ἐν ὑμῖν. Ἐπειδὴ ἦσαν γεννηθέντες δι’ ὠδίνων τοῦ Παύλου, τουτέστι πειρασμῶν καὶ θλίψεων, διὰ τοῦτο εἶπεν, ὅτι πάλιν ὠδίνω· πλὴν ὅτι ἤδη ἦσαν βαπτισθέντες ἐν Χριστῷ. Εἰ δὲ πόλεως ἐκκλησίαν ὁλόκληρον πιστῶν ἀνδρῶν ἀποστατῶν οὐκ ἀπεβάλετο,
10ἀλλὰ τὸ δεύτερον, ἢ πολλάκις βαπτισθῆναι ἀνεσκεύασε—Μὴ τοῖς ἀβαπτίστοις ἔλεγεν· ἐτρέχετε καλῶς· τίς ὑμᾶς ἐβάσκανε τῇ ἀληθείᾳ μὴ πείθεσθαι; Μὴ ἀβα‐ πτίστοις ἔλεγε· τοσαῦτα ἐπάθετε εἰκῆ; Εἴγε καὶ εἰκῆ; Μὴ ἀβαπτίστοις ἔλεγεν· ὁ οὖν ἐπιχορηγῶν ὑμῖν τὸ Ἅγιον Πνεῦμα, καὶ ἐνεργῶν δυνάμεις ἐν ὑμῖν, ἐξ
ἔργων νόμου ἢ ἐξ ἀκοῆς πίστεως; —εἰ δὲ ὁ Ἀπόστολος κληρικοῖς οὐκ ἀπέκοψε101

102

τὴν μετάνοιαν, σὺ λέγεις ὅτι μετὰ τὸ βάπτισμα οὐκ ἔστι μετάνοια; Δαυῒδ λέγει· τὸ Πνεῦμά σου τὸ ἅγιον μὴ ἀντανέλῃς ἀπ’ ἐμοῦ· καὶ πῶς οἱ μετὰ τὴν χάριν τοῦ Ἁγίου Πνεύματος ἁμαρτάνοντες οὐκ ἔχουσι μετάνοιαν; Προφήτης ἦν, ἀλλ’ ἁμαρτήσας μετενόησε, καὶ ὁ Θεὸς αὐτῷ συνεχώρησε· καὶ
5ἐμοὶ νομίμως μετανοοῦντι οὐ συγχωρήσει; Λέγει οὖν· ἀπόδος μοι τὴν ἀγαλ‐ λίασιν τοῦ σωτηρίου σου· ἀφῃρέθη γὰρ αὐτοῦ μοιχεύσαντος· μετανοήσαντι δὲ ἀποδίδοται· ἐπειδὴ καὶ μετὰ ταῦτα ἕως θανάτου προεφήτευσε. Πέτρος ὁ ἀπόστολος, μετὰ τὸ κατασταθῆναι ἀπόστολος, καὶ ποιῆσαι δυ‐ νάμεις καὶ σημεῖα ἐν τῇ χάριτι τοῦ Ἁγίου Πνεύματος, καὶ βαπτίζειν ἐν Ἱερου‐
10σαλήμ, ἠρνήσατο τὸν Χριστόν, καὶ μετανοήσας, οὐκ ἀπεβλήθη· ἔκλαυσε γὰρ πικρῶς, καὶ γλυκείας ἔτυχε χάριτος. Χριστὸς αὐτῷ συνεχώρησεν· οὐ γὰρ δύνα‐ ται ἄνθρωπος ἀφιέναι, ὅς’ ἄν τις εἰς Θεὸν ἁμαρτήσῃ. Ἐσκανδαλίσθη τῇ πα‐
ρούσῃ προλήψει, καὶ οὐ Θεὸν ἀρνεῖται· ἀλλὰ τὸ σκάνδαλον τοῦ σταυροῦ ἔχει102

103

ἀπολογίαν Χριστοῦ τὴν πρόληψιν. Ὅθεν ὡς Θεός, μὴ ἀρνησαμένῳ κατὰ γνώ‐ μην, θᾶττον συνεχώρησε. Θεὸς ἦν ὁ Χριστὸς καὶ πρὸ τοῦ σταυροῦ, ἀλλ’ ἐκρύ‐ πτετο ἡ θεότης τοῖς ἐπὶ γῆς ἅπασιν. Οὐχ ἑώρα ὁ Πέτρος τὸ ἀόρατον, ἀλλ’ εἰς τὸ ὁρώμενον συναρπασθεὶς ὤλισθε· πλὴν ὅτι μετανοήσας ἐδέχθη.
5 Μὴ ἔχε καταφρονήσεως πρόφασιν τοῦ Πέτρου τὴν ἄρνησιν. Ἐκεῖνος ἐπε‐ λάθετο συναρπασθείς, σὺ δὲ ἀταράχως ὀφείλεις ἔχειν τὴν πίστιν. Κραταιωθεὶς τῇ χρονίᾳ διδασκαλίᾳ ἔσχεν εὐθὺς τὸν Χριστὸν καὶ ἔτυχε τῆς συγγνώμης. Ἀγνοεῖς δὲ σὺ πότερον ἀφίησιν ἢ οὔ· οὐ γὰρ ἔστιν ἀνθρώποις ταῦτα συγχω‐ ρεῖν, κἂν ὦσιν ὡς Νῶε, κἂν Ἰώβ, κἂν Δανιήλ. Ἀνάγκη ἀπολογεῖται ὑπὲρ τοῦ
10Πέτρου· ὃ καὶ ἀπειλὴ ὀλέθρου τοῖς δίχα ἀνάγκης ἐκτρεπομένοις. Σκότος γάρ ἐστιν ἡ ἡμέρα Κυρίου καὶ οὐ φῶς. Ἔστιν οὖν μετάνοια, ὦ ἄνθρωπε· οὐδὲν γὰρ Θεῷ ἀδύνατον. Ἐκείνοις
οὐκ ἔστι μετάνοια, τοῖς ἐμπορευομένοις μετάνοιαν. Ὁ διαμένων ἐν ἁμαρτίᾳ ἐπ’103

104

ἐλπίδι μετανοίας, οὐκ ἔχει μετάνοιαν· ἐπὶ τῶν τοιούτων καὶ εἴρηται, μὴ ἰσχύειν τὴν μετάνοιαν, ὅτι ἡγεῖται τὸν Θεὸν τοῖς ἐμπαίκταις ἐπιτερπόμενον. Ὁ κατα‐ φρονῶν Θεοῦ, ἵνα Θεῷ εὐαρεστήσῃ, οὐκ ἔχει μετάνοιαν. Ὁ γνοὺς τὸ κακόν, ὅτι ὀλέθριον, καὶ μὴ ἀφιστάμενος, ἀσύγγνωστα ἕξει μετὰ θάνατον, ἐπεὶ τῇ κα‐
5κίᾳ ἐλειτούργησεν. Ἐπὶ κρίσεως οὐκ ἔστι μετάνοια, ὅτι ὁ κριτὴς οὐκ εἰς τὸ συγγνῶναι κατέστη, ἀλλ’ εἰς τὸ διακρῖναι ὁμολογουμένας πράξεις. Ἀπόφασις ἕπεται ἐπὶ τῆς κρίσεως, καὶ πῶς δυνατὸν μετανοῆσαι ἐπὶ τῆς ἀναστάσεως; Εἰ μὲν γὰρ ἐγειρόμεθα εἰς τεκνογονίαν καὶ βίου κατάστασιν, ἐλπὶς ἧν μετανοίας ἔχουσι πάλιν τὸν βίον γυμνάσιον, καὶ τὴν προαίρεσιν ἐλευθέραν, καὶ τὴν διάνοι‐
10αν ἐν ἐξουσίᾳ. Οὐδεὶς εἶδεν ἐπὶ τοῦ δικαστοῦ λῃστὴν δεσμῶν ἐλεύθερον, οὐδὲ μοιχόν, οὐδὲ τυμβωρύχον βαδίζοντα ἄφροντιν. Οὕτως οὖν καὶ ἐπὶ τῆς κρίσεως δεσμὸν ἔχομεν τὸν ἔλεγχον, καὶ φυλακὴν τὴν ἐπιτίμιον παράστασιν, καὶ κατα‐ δούλωσιν τὸ συνειδός, καὶ τὴν ὁρμὴν τῆς προαιρέσεως ἀργοῦσαν διὰ τὴν τοῦ κριτοῦ ἐξέτασιν.
15Οὐ κηρύσσω μετάνοιαν, ἵνα μὴ καταφρονήσῃς· οὐκ ἀποβάλλομαι δὲ αὐ‐104

105

τήν, ἵνα μὴ ἀπελπίσῃς. Οὐ λέγω, νῦν καταφρόνησον, καὶ τότε μετανόησον. Οὐ διδάσκω διὰ βίου ἁμαρτάνειν, καὶ ἐπὶ τῆς κρίσεως μετανοεῖν. Εἶπε καὶ ὁ Προ‐ φήτης, ὅτι ἐν ᾅδου οὐκ ἔστιν ἐξομολόγησις. Ἔστι καὶ μετὰ τὸ βαπτισθῆναι με‐ τανοῆσαι ἁμαρτήσαντας ἡμᾶς· οὐκ ἐστι δὲ ἐπελπίζοντας τῇ μετανοίᾳ καταφρο‐
5νεῖν. Εἰ ὁ εἰδὼς τὸ καλόν, καὶ μὴ ποιῶν αὐτό, ἁμαρτίαν ἔχει, πολλῷ μᾶλλον τὸ κακὸν ὁ εἰδώς, καὶ ποιῶν αὐτό. Εἰ δὲ καλὸν ἡ μετάνοια, ὁ ταύτην ὑπερτιθέ‐ μενος κακὸν ποιεῖ· καὶ αὐτὴ δὲ ἀγανακτήσει κατ’ αὐτοῦ ἡ μετάνοια, ὅτι ἐνόμι‐ σεν αὐτὴν φοβεῖσθαι τὸ κακόν, ὥστε σοὶ βοηθῆσαι μὴ δύνασθαι. Εἰ δὲ ἡδόμενος τῇ κακίᾳ συμπαραμένεις, καὶ ἀποστραφήσεταί σε, ὅτι ἐπιγνοὺς αὐτῆς τὸ καλόν,
10τὴν κακίαν αὐτῆς προέκρινας. Μετάνοια κηρύττει ἄφεσιν, οὐκ ἐνδέχεται δὲ κα‐ ταφρονεῖν αὐτῆς. Παραμένει ἐπιστρέφουσι, καὶ ἀποστρέφεται τοὺς ἐπιμένοντας τῇ κακίᾳ. Ἄκουσον τί λέγει ὁ Θεός· ἀσεβὴς ἐμπεσὼν εἰς βάθος κακῶν κατα‐ φρονεῖ· ὅθεν φησί· κεκράξονται πρός με καὶ οὐκ εἰσακούσομαι αὐτῶν.
Λέγεις, μὴ εἶναι μετὰ τὸ βάπτισμα μετάνοιαν. Καὶ πῶς ἔφη ὁ εὐαγγελι‐105

106

στὴς Ἰωάννης ὅτι τὸν Χριστὸν παράκλητον ἔχομεν πρὸς τὸν Πατέρα, καὶ αὐτὸς ἱλασμός ἐστι περὶ τῶν ἁμαρτιῶν ἡμῶν, οὐ περὶ τῶν ἡμετέρων δὲ μόνον, ἀλλὰ καὶ περὶ ὅλου τοῦ κόσμου; Καὶ ἑαυτὸν συμπαρείληφεν ὁ Ἅγιος, ἵνα δείξῃ δια‐ βαίνειν καὶ εἰς τοὺς μετὰ τοσαύτην χάριν καὶ τηλικαύτην ἡμαρτηκότας τὴν με‐
5τάνοιαν, εἰς ὅσην καὶ ἡλίκην ὁ ἁγιώτατος ἤνεγκεν εὐαγγελιστὴς [ὁ Ἰωάννης]. Καὶ λέγεις, μετὰ τὸ βάπτισμα μὴ εἶναι μετάνοιαν; Σὺ εἶ ὁ δοῦλος ὁ κακός, ὁ χώσας ὑπὸ τὴν γῆν τὸ τάλαντον· οὐ γὰρ ἐκή‐ ρυξας τὴν μετάνοιαν, ἵνα ὁ λόγος δι’ αὐτῆς ἐμπορεύσηται ψυχὰς ἁμαρτωλῶν εἰς περιποίησιν σωτηρίας ἀπὸ τῆς κατακρίσεως. Οὐκοῦν μάθε ὅτι ἀσεβές ἐστι τὸ
10ἀπειθεῖν τῇ μετανοίᾳ. Ἀπὸ ταλάντων οὖν τοῦ λόγου ἠρξάμεθα, ἐπὶ τάλαντα καταλήξωμεν, πο‐ λυπλασιάζοντες Θεῷ τὴν σωτηρίαν ἡμῶν, ἵνα ἐπὶ τῆς ἀναστάσεως ἡμᾶς ἀποδέ‐ ξηται τῷ ἐλέει καὶ τοῖς οἰκτιρμοῖς καὶ φιλανθρωπίᾳ τοῦ Κυρίου ἡμῶν Ἰησοῦ
Χριστοῦ, ᾧ ἡ δόξα καὶ τὸ κράτος εἰς τοὺς αἰῶνας τῶν αἰώνων. Ἀμήν.106