TLG 4138 075 :: EPHRAEM SYRUS :: Oratio in uanam uitam, et de paenitentia

EPHRAEM SYRUS Theol., vel Ephraem Graecus
(Syrus: A.D. 4)

Oratio in uanam uitam, et de paenitentia

Source: Phrantzoles, Konstantinos G. (ed.), Ὁσίου Ἐφραίμ τοῦ Σύρου ἔργα, vol. 4. Thessalonica: Το περιβόλι της Παναγίας, 1992: 403–414.

Dup. Assemani, J.S., Sancti patris nostri Ephraem Syri opera omnia, vol. 3 Rome (1732) 308e–314b.

Citation: Page — (line)

403

(t)

Λόγος εἰς μάταιον βίον, καὶ περὶ μετανοίας
1 Ὅσοι τὰ τοῦ βίου μάταια καὶ ἀπολλύμενα πράγματα κατελίπατε, ἀγωνί‐ σασθε. Μὴ πάλιν τὴν ὑμετέραν καρδίαν εἰς αὐτὰ ἀποστρέφετε. Τὸ πλοῦτος πα‐ ρέρχεται καὶ ἡ δόξα ἀπόλλυται· τὸ κάλλος μαραίνεται καὶ πάντα ἀλλάσσονται, καὶ ὡς καπνὸς ἀπόλλυνται, καὶ ὡς σκιὰ παράγουσι, καὶ ὡσεὶ ἐνύπνιον ἐξαλεί‐
5φονται. Διὰ τοῦτο ἔλεγεν ὁ Σολομών, ματαιότης ματαιοτήτων, τὰ πάντα μα‐ ταιότης. Διὰ τοῦτο καὶ Δαυῒδ ἔψαλλε λέγων· ἐν εἰκόνι διαπορεύεται ἄνθρωπος, πλὴν μάτην ταράσσεται. Ὄντως γὰρ μάτην ταράσσονται οἱ τὰ τοῦ παρόντος βίου πράγματα ἀ‐ γαπῶντες. Ὄντως μάτην ταράσσονται, μάτην θορυβοῦνται, μάτην χειμάζονται,
10ἐπισυνάγοντες καὶ θησαυρίζοντες τὰ μετ’ ὀλίγον ἀπολλύμενα, ἅπερ λαβεῖν μεθ’403

404

ἑαυτῶν οὐ δύνανται· ἀλλὰ πάντα καταλιμπάνοντες, γυμνοὶ ὡς ἐγεννήθημεν πρὸς τὸν φοβερὸν κριτὴν πορευόμεθα· καὶ πάντας τοὺς θησαυρούς, οὓς συνήξα‐ μεν, ἀπολείποντες, γυμνοί, ἐλεεινοί, σκυθρωποί, σκοτεινοί, συντετριμμένοι, τε‐ ταπεινωμένοι, τετραχηλισμένοι, ἔκφοβοι, ἔντρομοι, κατηφεῖς, ὀδυνηροί, εἰς
5γῆν τὸ πρόσωπον ἔχοντες, καὶ τοῦτο μετ’ αἰσχύνης καλύπτοντες, οὕτω πορευό‐ μεθα, οὕτω παριστάμεθα, οὕτως ἀνιστάμεθα εἰς ἐκεῖνο τὸ μέγα, εἰς ἐκεῖνο τὸ φρικτόν, τὸ ἀπροσωπόληπτον, τὸ ἀδωροδόκητον, τὸ ἀκατάληπτον δικαστήριον. Ὅπου οἱ Ἄγγελοι τρέμουσιν· ὅπου ὁ ποταμὸς τοῦ πυρὸς τοῦ ἀσβέστου· ὅπου ὁ ἀνήμερος σκώληξ· ὅπου τὸ ἀφώτιστον σκότος· ὅπου ὁ ἀθέρμαντος τάρταρος·
10ὅπου ὁ ἀσίγητος βρυγμὸς καὶ ὀδυρμὸς τῶν ὀδόντων· ὅπου τὸ ἀκατάπαυστον δάκρυον· ὅπου οἱ ἀσίγητοι στεναγμοί· ὅπου τὸ ἀπαράμυθον πένθος· ὅπου οὐκ ἔστι γέλως, ἀλλὰ θρῆνος· ὅπου οὐκ ἔστι φθόγγος, ἀλλὰ τρόμος· ὅπου οὐκ ἔστι χαρμονή, ἀλλὰ στεναγμός· ὅπου οὐκ ἔστι τρυφή, ἀλλὰ κρίσις. Φοβερὸν ὄντως τὸ ἀκοῦσαι, φοβερὸν καὶ τὸ ἰδέσθαι πᾶσαν τὴν κτίσιν ἐξαίφνης ἀνισταμένην καὶ
15συναγομένην καὶ κολαζομένην καὶ ἀπολογουμένην ὑπὲρ λόγων, ὑπὲρ ἔργων,404

405

ὑπὲρ ἐνθυμημάτων· ὑπὲρ τῶν ἐν νυκτί, ὑπὲρ τῶν ἐν ἡμέρᾳ, ὧν ἥμαρτε. Μέγας φόβος τότε, ἀδελφοί· μέγας τρόμος, μεγάλη ἀνάγκη ἡ γενομένη τότε, οἷα οὐδέποτε ἐγένετο, οὐδὲ γένηται ἕως τῆς ἡμέρας ἐκείνης· ὅτε οἱ Ἄγγελοι προτρέχουσιν· αἱ σάλπιγγες βοῶσι· τὰ ἄστρα πίπτουσιν· ὁ ἥλιος σκο‐
5τίζεται· οἱ οὐρανοὶ εἱλίσσονται· ἡ γῆ πᾶσα σαλεύεται· αἱ δυνάμεις προτρέχουσι· τὰ Σεραφεὶμ βοῶσι· τὰ Χερουβεὶμ σείονται· τὰ ἄνω, τὰ κάτω, τὰ ἐπίγεια, τὰ καταχθόνια ταράσσονται καὶ σαλεύονται· τὰ μνημεῖα ἀνοίγονται· τὰ σώματα συνάγονται· τὰ κριτήρια εὐτρεπίζονται. Πολὺς ὁ φόβος· ἀδιήγητος ὁ τρόμος· ἀνερμήνευτος ἡ ἀνάγκη, ἡ τότε γινομένη· μέγας ὁ χειμὼν ἐκεῖνος, μέγας ὁ
10κλύδων· χαλεπὴ ἡ περίστασις· ἀκατάληπτος ὁ θόρυβος· μέγας ὁ ὀλολυγμός. Ἀκούσωμεν τοῦ Δανιὴλ λέγοντος· ἐθεώρουν ἐν ὁράματι τῆς νυκτός, ἕως οὗ θρόνοι ἐτέθησαν, καὶ παλαιὸς ἡμερῶν ἐκάθισεν· ὁ θρόνος αὐτοῦ φλὸξ πυρός· οἱ τροχοὶ αὐτοῦ πῦρ φλέγων· ποταμὸς πυρὸς ἕστηκεν ἔμπροσθεν αὐτοῦ· χίλιαι χι‐ λιάδες παρεστήκεσαν αὐτῷ· καὶ μύριαι μυριάδες ἐλειτούργουν αὐτῷ· κριτήριον
15ἐκάθισεν, καὶ βίβλοι ἠνεῴχθησαν. Ἔφριξε τὸ πνεῦμά μου, ἐγὼ Δανιὴλ ἰδών,405

406

καὶ αἱ ὁράσεις τῆς κεφαλῆς μου συνετάρασσόν με. Βαβαί· ὁ προφήτης τὸ ὅραμα τῆς μελλούσης κρίσεως ἰδὼν ἐφοβήθη, καὶ ἔφριξε. Καὶ τί ἆρα ἡμεῖς μέλλωμεν ὑπομένειν, ὅταν εἰς αὐτὰ τὰ πράγματα εἰσέλθωμεν; Ὅταν ἀπὸ ἀνατολῶν ἡλίου μέχρι δυσμῶν παριστάμεθα γυμνοί,
5καὶ τὸ φορτίον τῶν ἁμαρτιῶν ἐπὶ τοῦ τραχήλου πᾶσι δεικνύοντες; Τότε τῶν βλασφήμων αἱ γλῶσσαι φλογίζονται διηνεκῶς, καὶ οὐκ ἔστιν ὁ δροσίζων. Τότε τῶν καταλαλούντων οἱ ὀδόντες ὑπὸ τῶν ἀποτόμων ἀγγέλων συντρίβονται. Τό‐ τε τῶν φλυάρων τὰ στόματα ἐκφράσσονται ὑπὸ πυρός. Τότε τῶν φιλαργύρων αἱ χεῖρες κρεμώμεναι τρέμουσι καὶ ξεόμεναι ὀδυνῶνται. Τότε οἱ ὀφθαλμοὶ τῶν
10διανευόντων ἐξορύσσονται ἀνελεημόνως. Ποῦ τότε γονεῖς, ποῦ ἀδελφοί, ποῦ πατήρ, ποῦ μήτηρ, ποῦ φίλος, ποῦ γείτων, ποῦ ἡ τῶν βασιλέων φαντασία, ποῦ ἡ τῶν ἀρχόντων ἐξουσία, ποῦ ἡ τυραννίς, ποῦ ἡ τῶν δικαστῶν ὑπερηφανία; Ποῦ τότε οἱ δοῦλοι, ποῦ αἱ δουλί‐
δες, ποῦ ὁ καλλωπισμὸς τῶν ἱματίων, ποῦ τὰ λαμπρὰ ὑποδήματα, ποῦ αἱ κο‐406

407

σμήσεις τῶν δακτύλων, ποῦ τὰ σηρικά, ποῦ τὰ βύσσινα, ποῦ τὰ κλέη, ποῦ ἡ φαντασία τοῦ χρυσοῦ, ποῦ ὁ κτύπος τοῦ ἀργύρου, ποῦ ἡ τρυφή, ποῦ ὁ οἶνος ὁ πολύς, ποῦ οἱ ἵπποι, ποῦ οἱ παράδεισοι, ποῦ αἱ οἰκίαι αἱ κεκοσμημέναι καὶ κε‐ κονιαμέναι, ποῦ τὰ μάταια καπνίσματα, ποῦ οἱ φυλαττόμενοι θησαυροί, ποῦ αἱ
5κεκοσμημέναι κλῖναι; Ποῦ οἱ παρορῶντες τοὺς πένητας καὶ ὡς ἀθάνατοι δια‐ κείμενοι· ποῦ οἱ ὀνειδίζοντες τοὺς πτωχούς· ποῦ οἱ παραβλέποντες τοὺς ἐν ἀνάγ‐ καις· ποῦ οἱ νομίζοντες σοφοὶ εἶναι· ποῦ οἱ μετὰ τυμπάνων καὶ χορῶν τὸν οἶνον πίνοντες, καὶ σπαταλῶντες· ποῦ οἱ διαπαντὸς γελῶντες καὶ τοὺς εὐλαβεῖς ἐκμυ‐ κτηρίζοντες· ποῦ οἱ τοὺς δούλους καταπονοῦντες καὶ τὸν φόβον Κυρίου κατα‐
10φρονοῦντες· ποῦ οἱ βδελυσσόμενοι τὴν θεοσέβειαν; Ποῦ εἰσὶν ἐν τῇ ὥρᾳ ἐκείνῃ οἱ ἀπιστοῦντες τῇ κολάσει, καὶ ὡς ἀθάνατοι διακείμενοι; Ποῦ εἰσὶν οἱ λέγοντες, φάγωμεν καὶ πίωμεν, αὔριον γὰρ ἀποθνῄσκομεν; Ποῦ εἰσὶν οἱ λέγοντες, δός μοι τὴν σήμερον, καὶ λάβε τὴν αὔριον; Ποῦ εἰσὶν οἱ λέγοντες, ἀπολαύσωμεν
τῶν ὧδε, καὶ περὶ τῶν ἐκεῖ πάλιν βλέπωμεν; Ποῦ εἰσὶν οἱ λέγοντες, φιλάνθρω‐407

408

πός ἐστιν ὁ Θεός, καὶ οὐ κολάζει τοὺς ἁμαρτάνοντας; Ὤ, πόσα μετανοήσουσιν οἱ ταῦτα λέγοντες! Πόσα κόψονται, καὶ οὐκ ἔ‐ στιν ὁ ἐλεῶν αὐτούς! Πόσα στενάζουσι, καὶ οὐδεὶς ὁ λυτρούμενος! Πόσα ἑαυ‐ τοὺς κατακόπτοντες εἴπωσιν· οὐαὶ ἡμῖν, ἑαυτοὺς ἐχλευάσαμεν! Ἐδιδασκόμεθα,
5καὶ οὐ προσείχομεν· ἐνουθετούμεθα, καὶ κατεφρονοῦμεν· διεμαρτύροντο ἡμῖν, καὶ οὐκ ἐπιστεύομεν· τῶν Γραφῶν ἀκούοντες ἑαυτοὺς ἐπλανῶμεν. Δικαία ἡ κρίσις τοῦ Θεοῦ. Ὄντως ἀξίως καὶ δικαίως κολαζόμεθα. Ὄντως ὧν ἐπράξα‐ μεν, ἀπολαμβάνομεν. Οὐαὶ ἡμῖν, ὅτι διὰ πρόσκαιρον ἡδονὴν καὶ ἀκάθαρτον βασανιζόμεθα. Διὰ μικρὸν χρόνον ἀμελήσαντες τῷ αἰωνίῳ πυρὶ καταδικαζόμε‐
10θα· διὰ δόξαν μικρὰν καὶ ἀπάνθρωπον, τῆς ἀληθοῦς δόξης ἐξεπέσαμεν· διὰ μι‐ κρὰν τρυφὴν τῆς τοῦ παραδείσου τρυφῆς ἐστερήθημεν· διὰ πλοῦτον ἀπολλύμε‐ νον τοῦ πλούτου τῆς βασιλείας ἐξεπέσαμεν. Ἐν τῷ ματαίῳ αἰῶνι ἡμεῖς ἀπη‐ λαύσαμεν, ἀλλ’ ἐν αὐτῷ οἱ μὴ ἀπολαύσαντες εὐφραίνονται νῦν· οἱ νηστεύσαντες τρυφῶσιν· οἱ ἁγνίσαντες ἑαυτοὺς εἰς τὸν οὐράνιον νυμφῶνα χορεύουσιν· οἱ κλαύ‐
15σαντες μικρόν, αἰωνίως ἀγάλλονται· οἱ καταφρονήσαντες τῶν ἐπιγείων, ἀπέ‐408

409

λαβον τὰ οὐράνια. Μόνοι δὲ ἡμεῖς οἱ ἄθλιοι τῇ κολάσει ἀξίως παρεδόθημεν. Καὶ νῦν κράζομεν, καὶ οὐκ ἔστιν ὁ σῴζων. Ἵνα μὴ οὖν καὶ ἡμεῖς μετ’ ἐκείνων τῶν ἀφρόνων τὰ τοιαῦτα ῥήματα ἐν τῷ μέλλοντι αἰῶνι εἴπωμεν, δεῦτε προφθάσωμεν τὸ ἑαυτῶν τέλος· προλάβω‐
5μεν τὸν κλέπτην τῶν ψυχῶν ἡμῶν· δράμωμεν, ὡς καιρὸν ἔχομεν· στενάξωμεν, μετανοήσωμεν, ἐξυπνισθῶμεν, παρακαλῶ, ἐκ τοῦ ὕπνου τῆς ῥᾳθυμίας ἡμῶν, ἐκ τοῦ βάρους τῆς ἀμελείας· ὑψώσωμεν χεῖρας πρὸς τὸν δυνάμενον σῶσαι, καὶ εἴπωμεν· Ἰησοῦ Χριστέ, σῶσον, ἀπολλύμεθα. Σπεύσωμεν μόνον πρὶν ὁ ἥλιος δύσει, πρὶν ἡ θύρα ἀποκλεισθῇ. Ἐπὰν ἡ νὺξ καταλάβῃ, οὐδεὶς ἐργάζεται· ἐπὰν
10ἡ πανήγυρις τοῦ βίου λυθῇ, οὐδεὶς πραγματεύεται· ἐπὰν τὸ θέατρον λυθῇ, οὐ‐ δεὶς στεφανοῦται, οὐδεὶς ἀγωνίζεται, οὐδεὶς πυκτεύει. Διὸ παρακαλῶ, δράμω‐ μεν· δρόμου γὰρ χρεία, ἀδελφοί, καὶ δρόμου σφοδροῦ, ἵνα φθάσωμεν, ἵνα μὴ καὶ ἡμεῖς κρούσαντες ἀκούσωμεν, οὐκ οἶδα ὑμᾶς. Ὀξυποδήσωμεν, αἰδεσθῶ‐ μεν!
15Πόσα τὸν Δεσπότην ἀτιμάζομεν; Πόσα τὸν εὐεργέτην παροξύνομεν; Αὐ‐409

410

τὸς εὐεργετεῖ, καὶ ἡμεῖς καθεκάστην ἀγνοοῦμεν· αὐτὸς οἰκτείρει, καὶ ἡμεῖς ἀθε‐ τοῦμεν· αὐτὸς τρέφει, σκέπει, προνοεῖται, καὶ ἡμεῖς καθ’ ἑκάστην ἡμέραν τὰς αὐτοῦ ἐντολὰς παραβαίνοντες οὐκ αἰσχυνόμεθα. Αἰσχυνθῶμεν λοιπόν· ὁ γὰρ καιρὸς ἤγγικε καὶ ἡ ἡμέρα ἔφθασε· καὶ δεῖ ἡμᾶς λόγον αὐτῷ δοῦναι δι’ ὅλου
5τοῦ βίου ἡμῶν. Παυσώμεθα λοιπὸν τῆς ἀμέτρου τρυφῆς τοῦ αἰσχροῦ γέλωτος, ἵνα μὴ κλαύσωμεν πικρῶς. Παυσώμεθα λοιπὸν τοὺς ἀδελφοὺς λοιδοροῦντες, ἀδι‐ κοῦντες, μισοῦντες. Παυσώμεθα θησαυρίζοντες, σπαταλῶντες, πορνεύοντες. Σχολάσωμεν ταῖς προσευχαῖς, ταῖς δεήσεσι, ταῖς νηστείαις, ταῖς μετανοίαις,
10καὶ ἐπιδειξώμεθα βίον νέον ἐνηλλαγμένον. Ἐξομολογησώμεθα, ἐπιστρέψωμεν, ἀδελφοί· ἐπιστροφῆς γὰρ καιρός. Μετανοήσωμεν· μετανοίας γὰρ ὁ καιρὸς καὶ δακρύων πολλῶν. Δείξωμεν Θεῷ μετάνοιαν ἐμμέριμνον, καὶ κρίσεως ἡμέραν μεμελετημένην, καὶ ἁμαρτίαν λοιπὸν παρ’ ἡμῶν μεμισημένην, γνώμην δὲ διορ‐ θουμένην.
15Πονέσωμεν, παρακαλῶ, ὧδε μικρόν, ἵνα μὴ κολασθῶμεν ἐκεῖ πολύ. Ἀ‐
γωνισώμεθα προσκαίρως, ἵνα μὴ βασανισθῶμεν αἰωνίως. Ὁ χρόνος βραχύς, ἡ410

411

δὲ κρίσις μακρά. Καὶ τὸ τέλος ἐγγύς. Ὁ φόβος πολύς, καὶ ὁ λύων οὐδείς· ζη‐ τήσει γὰρ τὸν καιρὸν ἕκαστος, ὃν κακῶς ἐδαπάνησε, καὶ οὐχ εὑρήσει. Οὐαὶ τῷ ἀμελοῦντι, ὅτι ζητήσει σταγόνα ὕδατος φλεγόμενος, καὶ οὐχ εὑρήσει. Οὐαὶ τῷ ἀπιστοῦντι, ὅτι αἰωνίως κολάζεται. Οὐαὶ τῷ μὴ μετανοοῦντι, ὅτι πρὸς αὐστή‐
5ριον κριτὴν ἀπέρχεται. Οὐαὶ τῷ μὴ τρέχοντι, ὅτι πρὸς ἀποτόμους ἀγγέλους παραδίδοται. Χρυσὸν ὁ ἀπόλλων εὑρίσκει ἄλλον· χρόνον ὁ ἀπόλλων, ἀδελφοί μου, οὐχ εὑρίσκει ἄλλον ἀντ’ αὐτοῦ. Λοιπὸν μὴ φεισώμεθα τῶν ἑαυτῶν σωμάτων, ἀλλ’ αὐτὰ κατατρίψωμεν, ἐπειδὴ μακάριοι οἱ πενθοῦντες, οἱ πεινῶντες καὶ διψῶντες· τὸ γὰρ σῶμα πηλός
10ἐστι καὶ ἐλεύσεται ὥρα καὶ ἡμέρα φοβερὰ καὶ πονηρὰ καὶ ἀπαρατήρητος· καὶ εἰς γῆν ἡ γῆ πορεύσεται, καὶ ἡ κόνις πάλιν κόνις γίνεται. Νήψωμεν, δυσωπῶ, ὁδοιπορήσωμεν, ἀνανήψωμεν· ἐλεύσεται γὰρ ὥρα, καὶ πάντως ἐλεύσεται. Μὴ
ἑαυτοὺς ἀπατήσωμεν· εἶτα καὶ τρυφῶμεν· εἶτα καὶ πλουτῶμεν πεντήκοντα ἔτη411

412

ἢ καὶ ἑκατόν· καὶ μετὰ τοῦτο γῆρας· καὶ μετὰ τοῦτο τί; Ἀδυναμία. Καὶ μετὰ ταύτην ἡ φρικτὴ ἐκείνη ὥρα ἡ παρὰ πάντων προσδοκωμένη καὶ φριττομένη, καὶ ἀμελουμένη. Μέγα δέ ἐστιν ἰδεῖν ψυχὴν χωριζομένην ἐκ τοῦ σώματος. Με‐ γάλη ὥρα τῆς ἀνάγκης ἐκείνης· ὅταν ἡ φωνὴ κρατηθήσεται· ὅταν ἡ γλῶσσα
5τὸν λόγον εἰπεῖν καθαρὸν οὐ δύναται. Εἶτα στρέφομεν τοὺς ὀφθαλμοὺς ὧδε καὶ ὧδε συνεχῶς, καὶ τοὺς παρεστῶτας ἡμῖν φίλους ἢ ἀδελφοὺς οὐ γνωρίζομεν· εἰ τάχα καὶ γνωρίσωμεν, πρὸς αὐτοὺς φθέγξασθαι οὐ δυνάμεθα. Τὰ τέκνα ὀδυρό‐ μενα καὶ δακρύοντα βλέπομεν, καὶ τὸν πόνον τοῦτον ἔχοντες πορευόμεθα. Ἐν τῇ ὥρᾳ ἐκείνῃ οὐκ ἔστι μέριμνα πράξεων, οὐδὲ φίλων, οὐδὲ ἄλλη
10φροντὶς συνέχει ἡμᾶς, εἰ μὴ τῶν ἡμετέρων παραπτωμάτων, καὶ πῶς ἀπαντή‐ σωμεν τῷ κριτῇ, καὶ ὁποίαν ἆρα ἀπολογίαν εἴπωμεν, καὶ ποίαν ἄφεσιν λάβω‐ μεν, καὶ ποῖος ἆρα τόπος δέξηται ἡμᾶς. Εἶτα ὡς ταῦτα ἐνθυμούμεθα, ἐξαίφνης ἐφίστανται ἡμῖν Ἄγγελοι ἀπότομοι παρὰ Θεοῦ ἀπεσταλμένοι. Τότε ἡμεῖς τού‐ τους θεωροῦντες, καὶ τὴν ἐπιδημίαν αὐτῶν φρίξαντες, ἐὰν ἆρα ἀνευτρέπιστοι
15εὑρεθῶμεν, πῶς μέλλομεν ταράσσεσθαι, καὶ τῆς κλίνης φεύγειν δοκιμάζοντες,412

413

μὴ δυνάμενοι δέ; Τότε προσέχομεν πρὸς αὐτοὺς ἐλεεινοῖς ὀφθαλμοῖς καὶ στυ‐ γνῷ προσώπῳ, παρακαλοῦντες, δυσωποῦντες, γονυπετοῦντες, ἱκετεύοντες, βο‐ ῶντες· ἐλεήσατε ἡμᾶς, φιλάνθρωποι ἅγιοι Ἄγγελοι, λέγοντες, ἐλεήσατε ἡμᾶς. Μή με ἄκαρπον καὶ ἀκάθαρτον πρὸς τὸν Κτίστην ἀπενέγκατε. Μή με ἁμαρ‐
5τωλὸν τοῦ σώματος χωρίσητε. Μή, δέομαι καὶ δυσωπῶ. Ἐάσατέ με ὀλίγον χρόνον μετανοῆσαι, στενάξαι, πενθῆσαι, ἐλεημοσύνας ποιῆσαι. Δυσωπῶ, δυσω‐ πήθητε, ἐπειδὴ κακῶς τὸν ἐμαυτοῦ βίον ἐδαπάνησα καὶ ἀνήλωσα. Ταῦτα παρ’ ἡμῶν ἀκούοντες οἱ Ἄγγελοι λέγουσι πρὸς ἡμᾶς· ὦ ψυχὴ ἐλε‐ εινή, ὦ ψυχὴ ταπεινή, πάσας τὰς ἡμέρας σου ἐν ἀμελείᾳ ἔζησας, καὶ ἄρτι με‐
10τανοῆσαι θέλεις; Ὦ ψυχή, λοιπὸν ὁ ἥλιος ἔδυσε, λοιπὸν ὁ χρόνος σου τετέλε‐ σται. Ἡ ἐκκοπὴ ἔφθασεν. Ὁ Θεὸς ἐκέλευσεν, ἀθλία ψυχή, ἐξελθεῖν σε ἐν πύ‐ λαις αἰωνίοις κατὰ τὰς πράξεις σου. Οὐκ ἔστι σοι λοιπὸν ἐλπίς· οὐκ ἔστι σοι λοι‐ πὸν σωτηρία, ἀλλ’ αἰώνιος τιμωρία. Ταῦτα ἀκούοντες καὶ πιστεύοντες ἀληθινά, καὶ οὐ μύθους, ἀγωνισώμεθα πρὸ τῆς ὥρας ἐκείνης εὐτρεπισμένοι εἶναι, κἂν ἐν
15συνηθείᾳ ἐν ἁμαρτίαις ἐσμέν, ἀλλὰ ἀνακόψωμεν ταῖς μετανοίαις. Μὴ πλανη‐413

414

θῶμεν, ἀδελφοί· κρίσις ἐστὶ καὶ κόλασις αἰώνιος, καὶ πῦρ ἄσβεστον, καὶ σκώ‐ ληξ ἀτέλευτος, καὶ σκότος ἐξώτερον, καὶ τάρταρος, καὶ βρυγμὸς ὀδόντων, καὶ κλαυθμός, ὡς ὁ Κύριος ἐν Εὐαγγελίοις ὅλων τούτων ἐμνημόνευσε, καὶ οὐ ψεύ‐ δεται· ὁ οὐρανὸς καὶ ἡ γῆ παρελεύσεται, οἱ δὲ λόγοι μου οὐ μὴ παρέλθωσι.
5 Διὸ φοβηθῶμεν καὶ φρίξωμεν πάντες οἱ ἐν ἁμαρτίαις ζήσαντες, καὶ σπου‐ δάσωμεν μετὰ τῶν Ἁγίων συναριθμηθῆναι διὰ τῆς μετανοίας. Μὴ εἴποις μοι, ἔκλεψα, ἐφόνευσα, καὶ οὐ δέχεταί με ὁ Θεός· ἐπόρνευσα, καὶ οὐκ ἀκούει μου ὁ Θεός. Μηδὲν τοιοῦτον εἴποις· δέχεται πάντας· ὡς τὸν λῃστήν, ὡς τὴν πόρνην, ὡς τὸν τελώνην. Μόνον μὴ ἀφυπνώσωμεν, παρακαλῶ, μὴ ῥᾳθυμήσωμεν κρού‐
10οντες διὰ μετανοίας καὶ λέγοντες· ἄνοιξον ἡμῖν, Δέσποτα, ἄνοιξον ἡμῖν ἀναξίως τοῖς ταπεινοῖς καὶ ἁμαρτωλοῖς διὰ τὸ ὄνομά σου τὸ ἅγιον. Μὴ κλείσῃς· δυσω‐ πήθητι. Μὴ στερήσῃς ἡμᾶς τοῦ ἐλέους σου, τῆς δόξης σου, τῆς βασιλείας σου· σὺ γὰρ εἶ ὁ Θεὸς ἡμῶν τῶν πτωχῶν καὶ ἀπηλπισμένων, καὶ σοῦ ἐστιν ἡ βασι‐ λεία καὶ ἡ δύναμις καὶ ἡ δόξα τοῦ Πατρὸς καὶ τοῦ Υἱοῦ καὶ τοῦ Ἁγίου Πνεύ‐
15ματος, νῦν καὶ ἀεὶ καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων. Ἀμήν.414