TLG 4138 074 :: EPHRAEM SYRUS :: Sermo de habenda semper in mente die exitus uitae

EPHRAEM SYRUS Theol., vel Ephraem Graecus
(Syrus: A.D. 4)

Sermo de habenda semper in mente die exitus uitae

Source: Phrantzoles, Konstantinos G. (ed.), Ὁσίου Ἐφραίμ τοῦ Σύρου ἔργα, vol. 4. Thessalonica: Το περιβόλι της Παναγίας, 1992: 399–402.

Dup. Assemani, J.S., Sancti patris nostri Ephraem Syri opera omnia, vol. 3 Rome (1732) 356a–357.

Citation: (Line)

1tΛόγος περὶ τοῦ ἀεὶ ἐν τῷ νῷ
2tἔχειν τὴν ἡμέραν τῆς ἐξόδου τοῦ βίου
1 Ἀγνοεῖτε, ἀδελφοί μου, ποῖον φόβον καὶ ἀνάγκην ἔχομεν ὑποστῆναι ἐν τῇ ὥρᾳ τῆς ἐξόδου ἡμῶν ἐκ τοῦ βίου τούτου, ὅταν ἡ ψυχὴ ἐκ τοῦ σώματος χω‐ ρίζηται; Μέγας φόβος καὶ μέγα μυστήριον ἐκεῖ ἀποτελεῖται· παραγίνονται γὰρ ἐπ’ αὐτῇ Ἄγγελοι ἀγαθοὶ καὶ πλῆθος στρατιᾶς οὐρανίου, καὶ πᾶσαι ἐναντίαι
5δυνάμεις καὶ οἱ ἄρχοντες τοῦ σκότους, ἑκάτεροι βουλόμενοι παραλαβεῖν τὴν ψυ‐ χὴν ἢ στῆσαι αὐτῆς τόπους. Ἐὰν οὖν ἡ ψυχὴ ἀπεντεῦθεν ἐκτήσατο ἀρετὰς ἀγαθὰς καὶ ἔζησε βίον σε‐ μνὸν καὶ εἶχεν ἀρετὴν ἐν τῇ ἡμέρᾳ τῆς ἐξόδου αὐτῆς, αὗται αἱ ἀρεταί, ἃς ἐκτή‐ σατο ἀπεντεῦθεν, γίνονται ἄγγελοι ἀγαθοί, καὶ κυκλοῦσιν αὐτήν, καὶ οὐκ ἐῶσί
10τινα τῶν ἐναντίων δυνάμεων ἅψασθαι αὐτῆς· ἀλλ’ ἐν χαρᾷ καὶ ἀγαλλιάσει με‐ τὰ τῶν Ἀγγέλων ἁγίων παραλαμβάνουσιν αὐτήν, ᾄδοντες ὕμνους ἐπινικίους τῷ Θεῷ, καὶ προσφέρουσιν αὐτὴν τῷ Δεσπότῃ Χριστῷ καὶ Βασιλεῖ τῆς δόξης, καὶ προσκυνοῦσιν αὐτῷ σὺν αὐτῇ μετὰ πάσης δυνάμεως οὐρανίου, καὶ ἀπάγεται λοιπὸν εἰς τόπον ἀναπαύσεως, εἰς τὴν χαρὰν τὴν ἀνεκλάλητον, εἰς τὸ φῶς τὸ399
15ἀΐδιον, ὅπου οὐκ ἔστι λύπη, οὐδὲ στεναγμός, οὐδὲ δάκρυα, οὐδὲ μέριμνα, ἀλλὰ ζωὴ ἀθάνατος καὶ εὐφροσύνη αἰώνιος, μετὰ πάντων τῶν ἄλλων τῷ Θεῷ εὐαρε‐ στησάντων, ἐν τῇ τῶν οὐρανῶν βασιλείᾳ. Ἐὰν δὲ ἐν τῷδε τῷ βίῳ ἔζησεν αἰσχρῶς, συναναστρεφομένη τοῖς πάθεσι τῆς ἀτιμίας καὶ ταῖς ἡδοναῖς τῆς σαρκὸς συρομένη καὶ τῇ ματαιότητι τοῦ κό‐
20σμου τούτου, ἐν τῇ ἡμέρᾳ τῆς ἐξόδου αὐτῆς ἐκ τοῦδε τοῦ βίου, αὐτὰ τὰ πάθη καὶ ἡδοναὶ ἃς ἐκτήσατο ἐν τῷδε τῷ βίῳ, γίνονται δαίμονες πονηροὶ καὶ κυ‐ κλοῦσι τὴν ἐλεεινὴν ψυχὴν καὶ οὐκ ἀφίασιν ἐγγίσαι τοὺς Ἀγγέλους τοῦ Θεοῦ, ἀλλὰ παραλαμβάνουσιν αὐτὴν μετὰ τῶν ἐναντίων δυνάμεων τῶν ἀρχόντων τοῦ σκότους, καὶ ἀπάγουσιν αὐτήν, ἐλεεινὰ δακρύουσαν, κατηφῆ καὶ ἀποδυρομέ‐
25νην, εἰς τόπους σκοτεινοὺς καὶ ζοφώδεις καὶ λυπηρούς, ἔνθα πάντες οἱ ἁμαρτω‐ λοὶ τετήρηνται εἰς ἡμέραν κρίσεως καὶ κολάσεως αἰωνίου· ὅπου ὁ Διάβολος κα‐
ταβάλλεται μετὰ τῶν ἀγγέλων αὐτοῦ. Χρὴ οὖν ἡμᾶς ἀπεντεῦθεν πᾶσαν μέριμναν καὶ φροντίδα ποιήσασθαι περὶ τῆς ἐξόδου ἡμῶν, καὶ ἑτοιμάσαι τὰς ὀφειλούσας ἡμῖν συνεκδημῆσαι ἀρετὰς ἐκ400
30τοῦδε τοῦ βίου καὶ ἀντιλαμβάνεσθαι ἡμῶν ἐν τῇ ὥρᾳ τῆς ἀνάγκης. Τίνες δέ εἰσιν ἀρεταί, ἃς εἰρήκαμεν ὅτι [οἱ] ἄγγελοι γίνονται καὶ ἀνθί‐ στανται τοῖς δαίμοσι, τουτέστι τὰ πάθη ἡμῶν; Αὗταί εἰσιν ἀγάπη, ταπεινοφρο‐ σύνη, μακροθυμία, ἐγκράτεια, ὑπομονή, διάκρισις, ὑποταγή, ἡσυχία, ἀνδρεία, δικαιοσύνη, παρθενία, κατάνυξις, καὶ τὰ ὅμοια τούτοις. Αὗται αἱ ἀρεταὶ ἀντι‐
35λαμβάνονται ἡμῶν ἐν τῇ ὥρᾳ ἐκείνῃ, καὶ οὐδείς ἐστιν ὁ ἀντιτασσόμενος αὐταῖς. Τὰ δὲ πάθη ἃ εἰρήκαμεν ὅτι γίνονται δαίμονες, εἰσὶ ταῦτα· μίσος, ὑψηλοφροσύ‐ νη, σκληρότης, ἀκηδία, ἀργολογία, ὀξύτης, ἔρις, ζῆλος, φθόνος, ὑπερηφανία, κενοδοξία, μνησικακία, ῥᾳθυμία, ἀμέλεια, ἄγνοια, λήθη, θυμός, ὀργή, ὀκνη‐ ρία, καταφρόνησις, πονηρία, ἐπιθυμία, μετεωρισμός, χαυνότης, γαστριμαργία,
40ἀκολασία, καὶ ἐπὶ πάντων τούτων φιλαργυρία καὶ πᾶσα ἁπλῶς σατανικὴ ῥᾳ‐ διουργία. Ταῦτα οὖν τὰ πάθη εἰς δαίμονας μεταβαλλόμενα ἐν τῇ ἡμέρᾳ τῆς ἐξόδου
ἡμῶν, παραλαμβάνουσι τὴν ψυχήν· καὶ εἰκότως. Ἃς γὰρ προσελάβομεν ἀπεν‐ τεῦθεν καὶ προητοιμάσαμεν, αὗται συγχωροῦνται ἐξουσιάσαι ἡμῶν, αὗται καὶ401
45μετὰ θάνατον συνεξελεύσονται ἡμῖν, καὶ ἐκεῖ κυριεύσουσιν ἡμῶν, καὶ οὐκ ἔστιν ὁ αἱρούμενος ἡμᾶς ἐξ αὐτῶν. Νοῶμεν οὖν καὶ συνῶμεν, ὡς καιρὸν ἔχομεν, τίνες εἰσὶν ὑπὲρ ἡμῶν, καὶ προσδράμωμεν ἐξ ὅλης ψυχῆς καὶ ἀποθώμεθα αὐτούς, ἵνα προφθάσαντες ἐν τῇ ὥρᾳ τῆς ἀκοῆς ἡμῶν βοηθήσωσιν ἡμῖν καὶ ῥύσωνται ἡμᾶς ἀπὸ τῶν ἐναντίων.

(50)

Τοὺς δὲ καθ’ ἡμῶν ἀντιστάντας, οἵτινές εἰσι καὶ οἵων κακῶν πρόξενοι ἡμῖν γί‐ νονται, φύγωμεν ὡς ἀπὸ ὄφεως καὶ πυρός· εἰ δὲ καὶ παρὰ τῆς ἀρετῆς ἀποσυρό‐ μεθα ὑπ’ αὐτῶν καὶ ἐν κατοχῇ ἡμῶν γεγόνασιν, ὡς καιρὸν ἔχομεν καὶ ὡς ἐσμὲν ἐν τῷ βίῳ, σπουδάσωμεν ἀπώσασθαι αὐτούς, καὶ διὰ μετανοίας καὶ ἐργασίας τῶν ἀρετῶν ἐξιλεώσασθαι τὸν Θεόν, καὶ ἑαυτοὺς εὐτρεπίσαι πρὸς τὴν
55ἔξοδον, μήπως ἐλθόντος καὶ κρούσαντος εὑρεθῶμεν ἀνέτοιμοι· ὅτι ᾗ ὥρᾳ οὐ προσδοκᾶται, ὁ Κύριος ἡμῶν ἔρχεται· ἵνα ἐλθόντος καὶ κρούσαντος εὑρεθῶμεν ἕτοιμοι εἰς τὴν αὐτοῦ ἀπάντησιν· ὅτι αὐτῷ πρέπει ἡ δόξα σὺν τῷ Πατρὶ καὶ
Ἁγίῳ Πνεύματι, νῦν καὶ ἀεὶ καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων. Ἀμήν.402