TLG 4138 073 :: EPHRAEM SYRUS :: In sermonem, quem dixit dominus, quod: In hoc mundo pressuram habebitis, et de perfectione hominis

EPHRAEM SYRUS Theol., vel Ephraem Graecus
(Syrus: A.D. 4)

In sermonem, quem dixit dominus, quod: In hoc mundo pressuram habebitis, et de perfectione hominis

Source: Phrantzoles, Konstantinos G. (ed.), Ὁσίου Ἐφραίμ τοῦ Σύρου ἔργα, vol. 4. Thessalonica: Το περιβόλι της Παναγίας, 1992: 333–398.

Dup. Assemani, J.S., Sancti patris nostri Ephraem Syri opera omnia, vol. 3 Rome (1732) 278e–308d.

Citation: Page — (line)

333

(1t)

Εἰς τὸν λόγον, ὃν εἶπεν ὁ Κύριος,
2tὅτι ἐν τῷ κόσμῳ τούτῳ θλῖψιν ἕξετε·
3tκαὶ περὶ τοῦ τέλειον εἶναι τὸν ἄνθρωπον
1 Ὁ Δεσπότης καὶ Κύριος ἡμῶν Ἰησοῦς Χριστὸς θέλων σωθῆναι τὸ τῶν ἀνθρώπων γένος καὶ ῥυσθῆναι τῆς τοῦ Διαβόλου καταδυναστείας καὶ πάντων τῶν κοσμικῶν δεσμῶν ἡμᾶς ἐκλυτρῶσαι καὶ τὴν γέενναν διαφυγεῖν καὶ τῆς τῶν οὐρανῶν βασιλείας ἐπιτυχεῖν, καὶ δι’ ἑαυτοῦ καὶ διὰ τῶν ἁγίων αὐτοῦ Ἀποστό‐
5λων καὶ Προφητῶν τὴν ἐν τῷ αἰῶνι τούτῳ στενοχωρίαν καὶ θλῖψιν καὶ τὸ μὴ ζητεῖν ἡμᾶς ἀνάπαυσιν ἐν τῷ παρόντι παραινεῖ, λέγων· ἐν τῷ κόσμῳ τούτῳ θλῖ‐
ψιν ἕξετε. Ὁμοίως οἱ Ἀπόστολοι λέγουσιν ὅτι διὰ πολλῶν θλίψεων δεῖ ἡμᾶς333

334

εἰσελθεῖν εἰς τὴν βασιλείαν τῶν οὐρανῶν. Διὰ τοῦτο καὶ τὰς θλίψεις καὶ τὰ πα‐ θήματα πάντων τῶν Ἁγίων, ὁμοίως καὶ τὰ ἑαυτοῦ τῆς ἐνσάρκου οἰκονομίας πάθη, ἃ ὑπὲρ ἡμῶν τῶν ἁμαρτωλῶν ἔπαθεν, ἐγγράφως ἡμῖν παρέδωκεν, ἵνα δι’ αὐτῶν μάθωμεν ὅτι οὐκ ἔνι τὸν θέλοντα σωθῆναι ἐν ἀνέσει τὸν παρόντα βίον
5διελθεῖν, ἢ ἄνευ πειρασμῶν καὶ θλίψεων ἐν τούτῳ τῷ κόσμῳ γενέσθαι. Οὔτε γὰρ τὴν κόλασίν τις δύναται φυγεῖν, οὔτε τῆς βασιλείας ἐπιτυχεῖν καὶ τῶν αἰω‐ νίων ἀγαθῶν ἀπολαῦσαι χωρὶς θλίψεων καὶ πειρασμῶν. Κατανοήσατε γάρ, ἀγαπητοί, ὅτι οὐδεὶς δύναται θερίσαι τῷ θέρει, ἐὰν μὴ σπείρῃ τῷ χειμῶνι· οὔτε ἄμπελον τρυγῆσαι καὶ ἐκ τοῦ οἴνου αὐτῆς εὐφραν‐
10θῆναι, ἐὰν μὴ πρότερον πολλὰ κοπιάσας φυτεύσῃ τὴν ἄμπελον καὶ ἀναμείνῃ τὸν καρπὸν αὐτῆς ἐν τῷ καιρῷ τῷ ἰδίῳ. Οὕτω δὲ καὶ ἡμεῖς ἐν τῷ κόσμῳ τούτῳ, ἐὰν μὴ ἀποταξάμενοι τοῖς σαρκικοῖς παθήμασι καὶ φρονήμασι καὶ πᾶσι τοῖς γηΐνοις πράγμασι, καὶ ταπεινώσωμεν ἑαυτοὺς καὶ ὑπωπιάσωμεν καὶ δου‐
λαγωγήσωμεν σὺν τῷ κόσμῳ, καὶ κατὰ τὴν τοῦ Ἀποστόλου διδασκαλίαν περι‐334

335

πατήσωμεν, καθὼς αὐτός φησιν, ἐν ὑπομονῇ πολλῇ, ἐν θλίψεσιν, ἐν ἀνάγκαις, ἐν διωγμοῖς, ἐν κόποις, ἐν μόχθοις, ἐν νηστείαις, ἐν ἀγρυπνίαις, ἐν λιμῷ, ἐν δίψει, ἐν ψύχει καὶ γυμνότητι· καὶ πάντα νῦν κατὰ μέρος ἀπαριθμοῦμαι. Εἰ γάρ τις θέλει τὰ τούτου παθήματα καὶ τὰς θλίψεις διηγεῖσθαι, ἐπιλείψει αὐτῷ ὁ
5χρόνος· τὰς διαποντίους ἀποδημίας καὶ τὰ ναυάγια, τὰς ἐπιπόνους καὶ ἐπικιν‐ δύνους ὁδοιπορίας, τὰς τῶν λῃστῶν ἐφόδους, τὰς τῶν συγγενῶν ἐπιβουλίας, τὰς τῶν ψευδαδέλφων ἐπαναστάσεις, τὸ καθ’ ἑκάστην 〈μετὰ〉 ἀσθενούντων ἀσθενεῖν καὶ τὸ καθ’ ἑκάστην θανατοῦσθαι. Ταῦτα πάντα διηγήσατο, ὡς περὶ ἑτέρων λέγων, τὰ οἰκεῖα παθήματα
10στηλιτεύων καὶ προτρεπόμενος πάντας διὰ τῆς ὑπομονῆς εἰς τὴν αἰώνιον καταν‐ τῆσαι ζωήν, δεικνὺς ὅτι οὐκ ἔνι τὸν θέλοντα σωθῆναι δι’ ἄλλης βαδίσαι ὁδοῦ· σχεδὸν γὰρ διὰ θλίψεων καὶ πειρασμῶν τὸν πάντα καιρὸν αὐτοῦ διελθὼν ὁ Ἀ‐ πόστολος. Ἡμεῖς δὲ οἱ ταλαίπωροι οὐδὲ τὴν τυχοῦσαν θλῖψιν ὑπομένομεν, ἀλλ’ ἐν ἀνέσει καὶ τρυφῇ διάγοντες τῶν αἰωνίων ἀγαθῶν ἐπιτεύξασθαι προσδο‐
15κῶμεν. Καὶ πῶς ἂν εἴη τοῦτο δυνατόν; Εἰ γὰρ οἱ τὸν ἐπίγειον πλοῦτον κτήσα‐335

336

σθαι ἐπιποθοῦντες, πάντα κίνδυνον καὶ πειρασμὸν ὑπομένουσι, πόσῳ μᾶλλον ἡμεῖς οἱ τὸν οὐράνιον πλοῦτον θέλοντες κτήσασθαι καὶ τῆς ἀεὶ μενούσης ἀπο‐ λαῦσαι τρυφῆς ὀφείλομεν πάντων 〈τῶν〉 ἐπιπόνων ἔργων καταφρονεῖν καὶ παν‐ τὸς κινδύνου καὶ πειρασμῶν κατατολμῆσαι; Ἐὰν γὰρ μὴ προθύμως μετὰ πόθου
5καρδίας πάντα πόνον ὑπομείνωμεν καὶ μετὰ κατανύξεως καὶ συντετριμμένης καρδίας σπείρωμεν τὰ δάκρυα, πῶς ἐκεῖ θερίσωμεν μὴ ἐκκλαιόμενοι, ἢ πῶς μετὰ ἀγαλλιάσεως τὰ τῶν ἀρετῶν δράγματα εὕρωμεν; Οὐ γὰρ ἁπλῶς εἶπεν ὁ Προφήτης τὸν οἷον δήποτε μετὰ ἀγαλλιάσεως αἴρειν τὰ δράγματα αὐτοῦ, ἀλλ’ οἱ σπείροντες ἐν δάκρυσι· τουτέστι οἱ ἐν τῷ παρόντι ταπεινώσαντες ἑαυτοὺς καὶ
10μετὰ κατανύξεως, μετὰ δακρύων, ἐν συντετριμμένῃ καρδίᾳ δεόμενοι τοῦ Κυρίου, καὶ πᾶσαν θλῖψιν καὶ στενοχωρίαν μετὰ εὐχαριστίας ὑπομένοντες. Οὗτοι τῆς αἰωνίου ζωῆς ἀπολαύουσι καὶ ἐν χαρᾷ εἰς αἰῶνα αἰῶνος ἀναπαύονται. Οὐ γὰρ τοῖς ἁπλῶς καὶ ὡς ἔτυχε τοσαῦτα ἡτοίμασεν ἀγαθά, ἀλλὰ τοῖς τὰς ἐντολὰς αὐτοῦ φυλάσσουσι καὶ πορευομένοις κατὰ τὰ ἐντάλματα αὐτοῦ· οὐ γὰρ τὴν γέ‐
15ενναν ἀκαίρως ἠπείλησε καὶ τὰ λοιπὰ κολαστήρια, εἰ μὴ τοῖς παραβαίνουσιν336

337

αὐτοῦ τὰς ἐντολὰς καὶ τοῖς τῆς σαρκὸς πάθεσι δουλωθεῖσι καὶ πᾶσι διαβολικὴν μετελθοῦσιν ἐργασίαν, οἵτινες τὸν τοῦ Θεοῦ φόβον ἀφ’ ἑαυτῶν ἀπέρριψαν καὶ οὐδὲν τῶν μελλόντων προσεδόκησαν. Οὗτοι τοῖς προειρημένοις παραπέμπονται κολαστηρίοις.
5 Πῶς οὖν καὶ ἡμεῖς ἐκφύγωμεν τὸ αἰώνιον πῦρ καὶ τὸ σκότος τὸ ἐξώτερον καὶ τὸν βρυγμὸν τῶν ὀδόντων καὶ τὸν σκώληκα τὸν ἀκοίμητον καὶ τὰ ἄλλα πάντα κολαστήρια τὰ διηγορευμένα, ἐν ἀνέσει καὶ τρυφῇ καὶ ῥᾳθυμίᾳ καὶ χαυ‐ νότητι καὶ ἀμελείᾳ τὰς ἡμέρας ἡμῶν ἀναλίσκοντες, καὶ ἐν λογισμοῖς ἀκαίροις καὶ ματαίοις καὶ ῥυπαροῖς καὶ αἰσχροῖς συγκατατιθέμενοι; Πῶς δὲ τὸν αἰώνιον
10κλαυθμὸν διαφύγωμεν, πάντοτε ἐν γέλωτι καὶ ἀδιαφορίᾳ τὸν ἅπαντα τῆς ζωῆς ἡμῶν χρόνον διάγοντες; Ταλανίζων γὰρ ὁ Κύριος τοὺς γελῶντας καὶ μακαρί‐ ζων τοὺς πενθοῦντας, ἔλεγεν· οὐαὶ οἱ γελῶντες νῦν, ὅτι πενθήσετε καὶ κλαύσετε· καὶ μακάριοι οἱ πενθοῦντες νῦν, ὅτι αὐτοὶ παρακληθήσονται. Ἕως οὖν ἔχομεν καιρόν, ἐπιστρέψωμεν ἐξ ὅλης τῆς καρδίας ἡμῶν πρὸς τὸν Θεόν, καὶ μετὰ
15κλαυθμοῦ καὶ κατανύξεως καὶ συντετριμμένης καρδίας δεηθῶμεν τοῦ Κυρίου,337

338

καθὼς ὁ Προφήτης λέγει· δεῦτε προσκυνήσωμεν καὶ προσπέσωμεν αὐτῷ, καὶ κλαύσωμεν ἐναντίον Κυρίου τοῦ ποιήσαντος ἡμᾶς, ἵνα τῶν προειρημένων κακῶν ῥύσηται ἡμᾶς καὶ ἀξιώσῃ τῆς ἐπουρανίου αὐτοῦ βασιλείας. Ναί, ἀγαπητοί, προσπέσωμεν αὐτῷ μετὰ δακρύων, ἀναιδῶς αἰτούμενοι
5τὴν σωτηρίαν τῶν ψυχῶν ἡμῶν. Ὠφελεῖ τὰ δάκρυα ὧδε καὶ κατασβεννύει τὴν φλόγα τῆς ἁμαρτίας, καὶ ἐνταῦθα ἡμῶν ὄντων, καὶ πρὸς αὐτὸν ἐπιστρεφόντων· καὶ δέχεται καὶ προσίεται καὶ σῴζει, καὶ τῶν αἰωνίων αὐτοῦ ἀγαθῶν ἀξιοῖ. Ἐκεῖ δὲ οὐκέτι, ἀλλὰ δικαιοκρισία καὶ ἀνταπόδοσις ἔργων. Νῦν μὲν γὰρ ἐνερ‐ γεῖ τὸ ὕδωρ τῶν δακρύων, τότε δὲ πῦρ τὰ ἔργα τῶν ἀνθρώπων δοκιμάζει. Ὧ‐
10δε οὖν ἐνεργεῖ τὸ ταπεινοῦσθαι καὶ πενθεῖν, ἐκεῖ δὲ ἀπελθόντων ἀνόνητα γενή‐ σεται τὰ δάκρυα ἡμῶν, καὶ ἀνοιμώξομεν καὶ κλαύσομεν πικρῶς καὶ βρύξομεν τοὺς ὀδόντας, καὶ οὐδεὶς ὁ ἐλεῶν ἡμᾶς. Τί δὲ ἐγὼ ποιήσω ὁ ἀμελὴς καὶ χαῦνος καὶ ῥᾴθυμος, ταῦτα καὶ λέγων
καὶ ἀκούων καὶ ἑτέρους πειρώμενος νουθετεῖν, ὁ πᾶσι τοῖς σαρκικοῖς φρονήμα‐338

339

σιν ἐξακολουθῶν καὶ τοῖς πονηροῖς λογισμοῖς καταδουλωθείς; Οἴμοι, οἴμοι, ψυχή! Πῶς ἀμελεῖς τῆς σωτηρίας σου! Πῶς ἐξέδωκας ἑαυτὴν τῇ ματαιότητι καὶ ἐδέσμευσας σαυτὴν τοῖς γηΐνοις πράγμασι, μὴ λογιζομένη ὅτι μέλλεις παρί‐ στασθαι τῷ φοβερῷ δικαστηρίῳ! Λάβε εἰς διάνοιάν σου τὴν φοβερὰν τοῦ Κυρίου
5παρουσίαν, τὸ φρικτὸν ἐκείνου δικαστήριον καὶ τὸν πύρινον ποταμόν. Ποταμὸς γάρ, φησί, πυρὸς πορεύεται πρὸ προσώπου αὐτοῦ· μύριαι μυριάδες παραστή‐ κουσιν αὐτῷ καὶ χίλιαι χιλιάδες λειτουργοῦσιν αὐτόν· ὅπου οὐ μόνον τῶν ἔργων μέλλομεν ἀπαιτεῖσθαι δίκην, ἀλλὰ καὶ ἐνθυμήσεων καὶ ἐννοιῶν καρδίας· ὅπου πάντα γυμνὰ καὶ τετραχηλισμένα· ὅπου οὐκ ἔνι προστάτην κτήσασθαι οὐδὲ
10δῶρα δοῦναι. Ποῦ κρύψομεν τότε, εἰπέ μοι, τὸ ἐνθύμημα καὶ τὰ ῥήματα καὶ τὰ πρά‐ γματα, ὅτε οἱ Ἅγιοι στεφανοῦνται· οἱ ἐν τῷ αἰῶνι τούτῳ θλιβέντες καὶ διω‐ χθέντες, καὶ πάντα πόνον ὑπομείναντες καὶ νηστείας καὶ ἀγρυπνίας καὶ ψῦχος καὶ γυμνότητα καὶ καταποντισμούς, καὶ μυρίας θλίψεις καὶ ἀνάγκας ὑπομείναν‐
15τες, καὶ πλανηθέντες ἐν ἐρημίαις καὶ ὄρεσι καὶ σπηλαίοις καὶ ταῖς ὀπαῖς τῆς339

340

γῆς· οἱ πάντων τῶν προσκαίρων στερηθέντες, καὶ κακουχηθέντες· οἵτινες ἅπαξ ἀπηρνήσαντο ἑαυτούς, καὶ τὸν σταυρὸν αὐτῶν βαστάζοντες τῷ Κυρίῳ ἠκολού‐ θησαν, μηδὲν γήϊνον φρονήσαντες· οἱ ἐπὶ γῆς ἀναστραφέντες καὶ ἐν οὐρανοῖς τὸ πολίτευμα κεκτημένοι· ὑπὲρ Χριστοῦ θανατούμενοι ὅλην τὴν ἡμέραν; Οὗτοι τῆς
5αἰωνίου ζωῆς ἀπολαύουσι καὶ τὸν τῆς ἀφθαρσίας ἀξιοῦνται στέφανον. Ἐγὼ δὲ καὶ οἱ ὅμοιοί μου, ἀναστραφέντες ἐν τούτῳ τῷ αἰῶνι, κατακρινόμενοι τοῖς προ‐ ειρημένοις κολαστηρίοις παραπεμπόμεθα. Τί οὖν ἀμελοῦμεν; Τί ῥᾳθυμοῦμεν καὶ ἑαυτοὺς δεσμεύομεν τοῖς ματαίοις καὶ προσκαίροις πράγμασι; Τί ἡμᾶς ὠφελήσει ἡ κτῆσις τοῦ αἰῶνος τούτου; Οὐ‐
10χὶ μᾶλλον ἡμᾶς κατακρίνει; Τί δὲ ἡ ἀνθρώπων δόξα συμβάλλεται ἡμῖν; Οὐχὶ χόρτου καῦσιν ἔχει τὴν ἐπαγγελίαν, τοῦ Προφήτου διαρρήδην βοῶντος, πᾶσα δόξα ἀνθρώπου ὡς ἄνθος χόρτου; Τί οὖν τοῖς τῆς ἀπάτης ἐξακολουθοῦμεν λο‐ γισμοῖς καὶ οὐκ ἀποδύομεν ἑαυτοὺς τῶν τοῦ κόσμου δεσμῶν καὶ τῶν λογισμῶν τῆς ἀπάτης; Εἴθε δὲ κἂν μέχρι τούτου ἦν τὸ δεινόν· ὅτι καὶ ταῦτα παράβασίς
15ἐστι καὶ κώλυμα τῶν τοῦ Θεοῦ ἐντολῶν καὶ ἀπιστίας τεκμήριον· τοῦ Κυρίου340

341

λέγοντος· τί ὠφελήσει ἄνθρωπον, ἐὰν τὸν κόσμον ὅλον κερδήσῃ, καὶ ζημιωθῇ τὴν ψυχὴν αὐτοῦ; Ποτὲ δὲ πάλιν λέγοντος· πῶς δύνασθε πιστεῦσαι, δόξαν παρὰ ἀλλήλων λαμβάνοντες, καὶ τὴν δόξαν τὴν παρὰ τοῦ μόνου Θεοῦ οὐ ζητεῖτε; Καὶ πάλιν τὴν ἀκτημοσύνην νομοθετῶν καὶ τῶν ὑλῶν ἡμᾶς ἀπαλλάττειν βου‐
5λόμενος, ἔλεγε· μὴ μεριμνήσητε τῇ ψυχῇ ὑμῶν τί φάγητε ἢ τί πίητε, μηδὲ τῷ σώματι ὑμῶν τί ἐνδύσησθε. Καὶ ὑπόδειγμα ἡμῖν παρήγαγε λέγων· οὐχὶ ἡ ψυχὴ πλεῖόν ἐστι τῆς τροφῆς, καὶ τὸ σῶμα τοῦ ἐνδύματος; Καὶ πάλιν τῶν ὀρνίθων ἡμῖν καὶ τὸ τοῦ χόρτου ὑποδεικνὺς σαφέστερον ὑπόδειγμα, ἔλεγε· κατανοήσατε τὰ πετεινὰ τοῦ οὐρανοῦ, ὅτι οὔτε σπείρουσιν, οὔτε θερίζουσιν, οὔτε συνάγουσιν
10εἰς ἀποθήκας, καὶ ὁ Πατὴρ ὑμῶν ὁ οὐράνιος τρέφει αὐτά. Οὐ πολλῷ μᾶλλον ὑμεῖς διαφέρετε τῶν πετεινῶν; Καὶ πάλιν· κατανοήσατε τὰ κρίνα τοῦ ἀγροῦ πῶς αὐξάνει· οὐ κοπιᾷ, οὐδὲ νήθει· λέγω δὲ ὑμῖν ὅτι οὐδὲ Σολομὼν ἐν πάσῃ τῇ δόξῃ αὐτοῦ περιεβάλετο ὡς ἓν τούτων. Εἰ δὲ τὸν χόρτον τοῦ ἀγροῦ, σήμερον ὄντα καὶ αὔριον εἰς κλίβανον βαλλόμενον, ὁ Θεὸς οὕτως ἀμφιέννυσι, πόσῳ
15μᾶλλον ὑμᾶς, ὀλιγόπιστοι;341

342

Τεκμήριον οὖν, ὡς ἔφην, ἀπιστίας ἐστὶ τὸ δεσμεῖν ἡμᾶς ἐν αὐτοῖς τοῖς γηΐνοις πράγμασι. Καὶ εἴθε κἂν μέχρι τούτου ἡμῖν ἦν τὸ ἔγκλημα· νῦν δὲ καὶ δεινοτέροις κακοῖς ἑαυτοὺς περιβάλλομεν καὶ ἐργολαβίας μεταδιώκομεν καὶ μυ‐ ρία κακὰ ἐπινοοῦμεν καὶ πονηρίας διαφόρους, ἐν κακίᾳ καὶ φθόνῳ διάγοντες,
5ὑποκρίσει καὶ δόλῳ, κενοδοξίᾳ τε καὶ ὑπερηφανίᾳ. Καταλαλιὰν καὶ μῖσος καὶ τὰ τούτοις ὅμοια διαπράττομεν, δάκνοντες τὰ οἰκεῖα μέλη καὶ κατεσθίοντες· καὶ τὸ χαλεπώτερον, ὅτι ἐν τούτοις ὄντες τοῖς προειρημένοις κακοῖς, πολλάκις καὶ κριταὶ καθεζόμεθα τῶν λοιπῶν· καὶ τὰς ἰδίας ἀφέντες θρηνεῖν ἁμαρτίας, περιερ‐ γαζόμεθα τῶν ἑτέρων· καὶ τὰς ἑαυτῶν ἀφέντες δοκοὺς καὶ τυφλοὶ ὄντες ἐν τοῖς
10ἡμετέροις κακοῖς, τὰ μηδαμινὰ κάρφη τῶν ἀδελφῶν περιβλεπόμεθα, μὴ τιθέν‐ τες πρὸ ὀφθαλμῶν τὸν τοῦ Θεοῦ φόβον ἢ τὴν ἀπειλὴν τὴν ἠπειλημένην τοῖς κρίνουσι· τοῦ Κυρίου λέγοντος· μὴ καταδικάζετε, καὶ οὐ μὴ καταδικασθῆτε· ᾧ γάρ, φησί, κρίματι κρίνετε, κριθήσεσθε, καὶ ᾧ μέτρῳ μετρεῖτε, ἀντιμετρηθήσε‐
ται ὑμῖν.342

343

Ἀνανήψωμεν, ἀγαπητοί, καὶ μὴ ἑαυτοὺς ὑπευθύνους ποιήσωμεν τῇ κρί‐ σει καὶ τῇ καταδίκῃ τῇ ὑπὸ τοῦ Κυρίου κειμένῃ τοῖς κρίνουσιν ἀκαίρως καὶ ἀδί‐ κως καταδικάζουσι. Καὶ πάλιν τοῦ Κυρίου παραγγέλλοντος· ἀγαπᾶτε τοὺς ἐχθροὺς ὑμῶν, δέον ἡμᾶς πενθεῖν, ὅτι τοσοῦτον ἀπεσχήκαμεν τῶν ἐντολῶν τοῦ
5Θεοῦ καὶ ἐναβρυνόμεθα ὡς τὰ μέγιστα κατορθοῦντες· τοσοῦτον δὲ ἀπέχομεν τοῦ ἀγαπᾶν τοὺς ἐχθρούς, ὥστε καὶ τοὺς ἀγαπῶντας ἀποστρέφεσθαι καὶ μισεῖν. Ὅταν γὰρ τοὺς οὐδὲν ἠδικηκότας λοιδοροῦμεν, καὶ κατασκώπτομεν αὐτούς, ὥστε καὶ τὴν δόξαν αὐτῶν καθελεῖν, τῶν πάνυ μισούντων καὶ ἐχθραινόντων ἐστὶν ἀπόδειξις. Ἐννόησον γὰρ πόσης θηριωδίας ἐστὶν ἀπόδειξις, τὸν οὐκ ἀδι‐
10κοῦντα ἀλλὰ μᾶλλον καὶ εὐεργετοῦντά σε λοιδορεῖν. Τίς οὖν ἡμῖν ἀπολογίας λόγος ὑπάρξειεν, οὕτως ἐξεναντίας ἀνθισταμένοις ταῖς τοῦ Κυρίου ἐντολαῖς; Πανταχοῦ γὰρ τὴν ἀγάπην νομοθετεῖ ἡμῖν· λέγει γάρ· ἀγαπᾶτε ἀλλήλους, καθὼς ἐγὼ ἠγάπησα ὑμᾶς. Ἡμεῖς οὖν τοῦ μίσους
ἐσμὲν πληρούμενοι. Ταῦτα δὲ ποιεῖ ἡμᾶς ἔχειν ἡ τοῦ κόσμου ἀπάτη· κατὰ κρά‐343

344

τος γὰρ ἡμᾶς ἔχει τῶν παθῶν ἡ ῥίζα, τουτέστιν ἡ φιλαργυρία. Ἀμήχανον γὰρ χρήμασι συνυπάρξαι ἀγάπην· πῶς γὰρ δυνατόν; Ἀντιποιούμενος γὰρ τοιούτων μισεῖ τὸν ἀδελφόν, ζητῶν αὐτοῦ ἀφελέσθαι τι, ἢ τὸν ἀγρὸν αὐτοῦ ὀρεγόμενος, ἢ τὴν οἰκίαν ἀφελέσθαι σπουδάζων τοῦ πλησίον, ἢ τοὺς βόας αὐτοῦ, ἢ τὰ κτήνη
5αὐτοῦ, ἢ πάντα ὅσα ἐστὶν αὐτῷ, σὺν τούτοις δὲ πολλάκις καὶ αὐτὴν τὴν ζωὴν ἀφελέσθαι πειρᾶται. Δεῦτε οὖν, ἀδελφοί, ἐκκόψωμεν τὴν φιλαργυρίαν ἀφ’ ἡμῶν, τὴν τῶν πάν‐ των κακῶν ῥίζαν, καὶ φυτεύσωμεν ἐν ἑαυτοῖς τὴν ἀγάπην, τὴν πασῶν τῶν ἀρετῶν πρόξενον. Ἀπαριθμούμενος γὰρ ὁ Ἀπόστολος τοὺς καρποὺς τοῦ Πνεύ‐
10ματος, καὶ θέλων δεῖξαι τὸ μέγιστον δῶρον, τὴν ἀγάπην, ἔλεγεν· ὁ καρπὸς τοῦ Πνεύματός ἐστιν ἀγάπη, χαρά, εἰρήνη, μακροθυμία, χρηστότης, ἀγαθωσύνη, πίστις, πρᾳότης, ἐγκράτεια· καὶ πάλιν λέγει· μένει πίστις, ἐλπίς, ἀγάπη, τὰ τρία ταῦτα· μείζων δὲ πάντων ἡ ἀγάπη. Πάντα γὰρ καταργεῖσθαι ἔφησε, καὶ
γλώσσας καὶ προφητείας, πίστιν δὲ καὶ ἐλπίδα καὶ ἀγάπην εἴρηκε μένειν εἰς344

345

τὸν αἰῶνα. Τὰ δὲ πάλιν σαρκικὰ φρονήματα ὑπὸ τῆς φιλαργυρίας φυόμενα ἐστί, φησί, ταῦτα· πορνεῖαι, ἀκαθαρσίαι, ἀσέλγειαι, εἰδωλολατρίαι, φαρμακεῖαι, ἔ‐ χθραι, ζῆλος, θυμοί, ἐρίθειαι, διχοστασίαι, καταλαλιαί, ἔρις, φθόνοι, μέθαι, κῶμοι καὶ τὰ ὅμοια τούτοις. Τοῖς δὲ ταῦτα ἐργαζομένοις τὴν ἔκπτωσιν τῆς τοῦ
5Θεοῦ βασιλείας ἠπείλησε. Φύγωμεν οὖν, ἀγαπητοί, ταύτας τὰς πονηρὰς πράξεις τὰς ὑπὸ τῆς φιλαρ‐ γυρίας συνισταμένας, ἵνα μὴ τῆς βασιλείας ἀποπέσωμεν. Ἀποθώμεθα οὖν τὸ βαρὺ φορτίον τῶν τοῦ κόσμου φροντίδων, καὶ τὸν χρηστὸν ζυγὸν τοῦ Κυρίου ὑποβῶμεν, καὶ τὸ ἐλαφρὸν αὐτοῦ φορτίον βαστάζωμεν, καὶ προσέλθωμεν αὐτῷ
10ἐν καθαρᾷ καρδίᾳ, ἵνα ἡμᾶς εἰς αἰῶνα αἰώνων ἀναπαύσῃ· αὐτὸς γὰρ εἴρηκε· δεῦτε πρός με πάντες οἱ κοπιῶντες καὶ πεφορτισμένοι, κἀγὼ ἀναπαύσω ὑμᾶς. Ἄρατε τὸν ζυγόν μου ἐφ’ ὑμᾶς, καὶ μάθετε ἀπ’ ἐμοῦ ὅτι πρᾷός εἰμι καὶ τα‐ πεινὸς τῇ καρδίᾳ, καὶ εὑρήσετε ἀνάπαυσιν ταῖς ψυχαῖς ὑμῶν. Οὐδὲν γὰρ ἡμᾶς ὠφελήσει τοῦ αἰῶνος τούτου ἡ μέριμνα, ἀλλὰ μᾶλλον καὶ κατακρίνει, καὶ τὴν
15γέενναν προξενεῖ· οὐδεὶς γὰρ ἀγαπῶν χρυσίον δύναται σωθῆναι. Ἐκ ταύτης345

346

γὰρ τῆς πονηρᾶς ἐπιθυμίας ὁ Ἰούδας τὸν Κύριον παρέδωκε, καὶ ἀγχόνῃ ἐχρή‐ σατο. Ἐκ ταύτης καὶ Γιεζὶ ἐλεπρώθη παρακούσας τοῦ προφήτου Ἐλισσαίου· καὶ τῶν τοῦ Νεεμὰν ἐπιθυμήσας χρημάτων τὴν τούτου λέπραν ἐκληρονόμησεν· ὅτι ἐστὶν ὑπόδειγμα ἁμαρτιῶν. Ἐκ ταύτης τὸ τῶν Ἰουδαίων γένος ἐτράπη πρὸς
5ἀσέβειαν, καὶ μόσχον χωνευτὸν ἐθεολόγησεν. Ἐκ ταύτης Ἀνανίας καὶ Σαπφεί‐ ρα τὸν αἰφνίδιον θάνατον ὑπέστησαν, νοσφισάμενοι ἀπὸ τῆς τιμῆς τοῦ χωρίου. Διὰ ταύτης τὸ ψεῦδος ὀχυροῦται καὶ ἡ ἀλήθεια ἐπιγράφεται. Διὰ ταύτης ὁ δό‐ λος ἐπινενόηται. Ὑπὸ ταύτης ὁ φθόνος αὐξάνεται καὶ κακία πληθύνεται. Διὰ ταύτης οἱ πόλεμοι καὶ φόνοι ἄδικοι καὶ σφαγαὶ κατ’ ἀλλήλων ἐπινενόηνται.
10 Καὶ τί ἅπαντα τὰ τῆς πικρᾶς ῥίζης κακὰ διηγεῖσθαι, ὅπουγε καὶ αὐτὸν τὸν Δεσπότην καὶ Κύριον Ἰησοῦν Χριστὸν διὰ ταύτης πιπράσαι παρεσκεύασε; Μὴ οὖν ἐξακολουθήσωμεν αὐτῇ, ἵνα μὴ τοῖς προειρημένοις κακοῖς περιπέσω‐ μεν· ἀποδέδεικται γὰρ ὅτι πάσης κακίας εὑρέτις ἡ φιλαργυρία ὑπάρχει· ἧς τινες ὀρεγόμενοι ἐπλανήθησαν εἰς ματαιοπονίαν καὶ ἑαυτοὺς περιέπειραν ὀδύναις
15πολλαῖς, καθὼς εἶπεν ὁ Ἀπόστολος. Καὶ ταῦτα μὲν πράττειν ἀνθρώπους δεθέν‐346

347

τας τῇ τοῦ βίου φροντίδι ἀφόρητον, τοῖς ἔχουσιν ἀνάγκην πολλάκις ἢ διὰ γυ‐ ναῖκας ἢ τέκνα ταύτης ἀντιποιεῖσθαι. Τούτοις οὖν ἔσθ’ ὅτε συγγνώμη τις κἂν ὑπὸ τῶν ἀνθρώπων γίνεται· ἡμεῖς δὲ οἱ σταυροῦν ἑαυτοὺς νομίζοντες καὶ τὸ ἀγγελικὸν σχῆμα ἀναλαμβάνοντες καὶ τὴν ἐκείνων μιμεῖσθαι πολιτείαν ὀφείλον‐
5τες καὶ τὰς ἐντολὰς εἰληφότες πάσης τῆς τοῦ κόσμου ματαιότητος καταφρονεῖν, τουτέστι βιωτικῶν, οὓς καὶ κοσμικοὺς καλοῦμεν· ἡμεῖς δῆθεν τὴν οὐράνιον πο‐ λιτείαν μετιόντες πλεῖον αὐτῶν ταῖς ὕλαις ἐδέθημεν, καὶ τὸν οὐρανὸν ἀφέντες τῇ γῇ προστεθείκαμεν καὶ ἑαυτοὺς δεσμεύομεν τοῖς κοσμικοῖς ἀθύρμασι. Καὶ ποίαν ἕξομεν ἀπολογίαν ἐν τῇ ἡμέρᾳ τῆς κρίσεως, δῆθεν ἀναχωρή‐
10σαντες τῶν τοῦ κόσμου φροντίδων, καὶ γονεῖς καὶ ἀδελφοὺς καὶ ἀδελφὰς καὶ οἶκον καὶ οἰκέτας καὶ τὴν λοιπὴν κτῆσιν καταλείψαντες, πάλιν διὰ ταύτης τῆς πονηρᾶς ῥίζης λεληθότες ἐπὶ τὰ αὐτὰ ἐπιστρέφομεν, καὶ πλέον, ὃ προείρηται, τῶν βιωτικῶν ταῦτα μεταδιώκομεν, καὶ λοιπὸν ἐκ τούτων καὶ εἰς τὰ προειρη‐
μένα πάθη τῆς κακίας περιπίπτομεν, καὶ συκοφαντίας ἐπινοοῦμεν, καὶ τὴν τρυ‐347

348

φὴν καὶ τὴν ἀνάπαυσιν ἐπιζητοῦμεν, καὶ διὰ πολλῶν ὁδῶν εἰς τὴν κάμινον τῆς γεέννης κατασπεύδομεν εἰσελθεῖν καὶ τὸ αἰώνιον πῦρ ἑαυτοῖς πορίσασθαι; Τοῦ Κυρίου εἰπόντος ὅτι στενὴ ἡ πύλη καὶ τεθλιμμένη ἡ ὁδὸς ἡ ἀπάγουσα εἰς τὴν ζωήν, ἡμεῖς δὲ ταύτην ἀφέντες τῷ τῆς ἀπωλείας πλάτει ἑαυτοὺς ἐκδίδομεν. Καὶ
5πάλιν εἰπόντος αὐτοῦ, ἐν τῷ κόσμῳ θλῖψιν ἕξετε, τὴν ἀνάπαυσιν ἐπιζητοῦμεν. Τί οὖν ἀπολογησόμεθα τῷ ταῦτα ἡμῖν νομοθετήσαντι; Τί αὐτῷ ἐροῦμεν ἐν τῇ τῆς κρίσεως ἡμέρᾳ; Τὴν τῶν πραγμάτων φροντίδα προβαλλόμεθα; Ἀλλὰ προεῖπεν ὅτι οὐδὲν ὠφελεῖται ἄνθρωπος, ἐὰν κερδήσῃ ὅλον τὸν κόσμον καὶ ζη‐ μιωθῇ τὴν ψυχὴν αὐτοῦ. Ἢ τί δώσει ἄνθρωπος ἀντάλλαγμα τῆς ψυχῆς αὐτοῦ;
10Τί δὲ ἡμᾶς ὠφελήσει πρόσκαιρος ἀνάπαυσις; Οὐχὶ τὸ σκότος ἡμῖν προξενήσει καὶ τὸν σκώληκα τὸν ἀκοίμητον καὶ τὸν βρυγμὸν τῶν ὀδόντων, καὶ μετὰ τῶν πόρνων καὶ πάντων τῶν ἐν ἀσελγείᾳ ζησάντων κατατάξει ἡμᾶς; Λοιπὸν γὰρ ἀνάγκη ἐκ τῆς ἀτόπου ταύτης τρυφῆς καὶ τῆς ἀνέσεως καὶ εἰς τοὺς τῆς ἀκολα‐ σίας περιπίπτειν ἡμᾶς λογισμούς. Ὥσπερ γὰρ πῦρ ἄνευ ξύλων καὶ τῆς λοιπῆς
15ὕλης οὐ δύναται καίεσθαι, οὕτως καὶ ἡ ἀσθενὴς ἡμῶν καὶ ἐπίβουλος σάρξ, ἐὰν348

349

μὴ βαρῆται τῷ κόρῳ, οὐκ ἐξάπτεται εἰς ἐπιθυμίαν, ἀλλὰ μένει ἠρεμοῦσα καὶ τῷ τοῦ Κυρίου θελήματι πειθομένη. Διὰ τοῦτο οἱ Ἅγιοι πᾶσαν τὴν πρόσκαιρον ἀνάπαυσιν ἐμίσησαν, καὶ πρὸς οὐδὲν τῶν τοῦ κόσμου πραγμάτων ἠνέσχοντο, ἀλλ’ ἐν στενοχωρίαις καὶ νηστείαις καὶ ἀγρυπνίαις καὶ ταῖς λοιπαῖς σκληραγω‐
5γίαις τὸν πάντα χρόνον τῆς ζωῆς αὐτῶν ἐτέλεσαν. Διὰ τοῦτο καὶ τῆς τῶν οὐρανῶν βασιλείας ἠξιώθησαν καὶ εἰς αἰῶνα αἰῶνος ἀναπαύονται. Διό, παρακαλῶ, τούτων καὶ ἡμεῖς μιμηταὶ γενώμεθα, ζηλοῦντες αὐτῶν τὰς ἀρετάς, τουτέστι τὴν εἰς τὸν Θεὸν καὶ τὸν πλησίον ἀγάπην, τὴν ταπεινο‐ φροσύνην, τὴν πρᾳότητα, τὴν ἐγκράτειαν, τὴν ὑπομονήν, τὴν εὐχήν, τὴν ἀκτη‐
10μοσύνην, τὴν ἀκακίαν, τὸ ἀόργητον, τὸ ἀμνησίκακον, τὸ ἀτάραχον, τὸ ἄδο‐ λον, τὸ ἀκενόδοξον, τὸ ἀπερίσπαστον ἦθος, τὸ ἀμέριμνον, τὸ ἄοκνον ἐν ταῖς προσευχαῖς καὶ εἰς πᾶν ἔργον ἀγαθόν, τὸ ἑτοίμους εἶναι πρὸς πάντα κίνδυνον καὶ πειρασμόν, τὸ ἐπιεικὲς αὐτῶν, τὸ συμπαθές, τὸ εὔσπλαγχνον· ἵνα διὰ τού‐ των πάντων τῶν καλῶν ἔργων σὺν αὐτοῖς καὶ τῶν αἰωνίων ἀγαθῶν ἀπολαύ‐
15σωμεν. Ναί, ἀγαπητοί· ναί, πατέρες καὶ ἀδελφοί, μὴ ἀμελήσωμεν· σπουδάσω‐
μεν ἐκλυτρῶσαι ἑαυτοὺς ἀπὸ τῶν τοῦ κόσμου δεσμῶν καὶ μετὰ τῶν καλῶς349

350

ἀγωνισαμένων Ἁγίων καὶ τῶν νῦν ἀγωνιζομένων στεφανωθῆναι παρὰ τοῦ Σω‐ τῆρος. Ἀποταξώμεθα οὖν πάσαις ταῖς τῆς σαρκὸς φρονήσεσι, διότι ἐχθροὺς ἡ‐ μᾶς καθιστᾷ τοῦ Θεοῦ· τὸ γὰρ φρόνημα, φησί, τῆς σαρκὸς ἔχθρα εἰς Θεόν· τῷ γὰρ νόμῳ τοῦ Θεοῦ οὐχ ὑποτάσσεται. Μισήσωμεν τὴν τοῦ κόσμου φιλίαν, διότι
5καὶ αὕτη ἐχθροὺς ἡμᾶς ποιεῖ τοῦ Θεοῦ. Ὃς ἄν, φησί, βουληθῇ φίλος εἶναι τοῦ κόσμου, ἐχθρὸς τοῦ Θεοῦ καθίσταται. Ἀπορρίψωμεν τὸ τοῦ κόσμου βάρος καὶ βαστάζωμεν τὸν σταυρὸν ἡμῶν καὶ ἀκολουθήσωμεν τὸν σταυρὸν τοῦ Κυρίου. Μὴ ἐκκλίνωμεν ταύτης τῆς καλῆς ὁδοῦ, δεξιὰς ἢ ἀριστεράς. Αὐτὸς γάρ ἐστιν ἡ ὁδὸς Ἰησοῦς Χριστός, ὁ λέγων· ἐγώ εἰμι ἡ ὁδὸς καὶ ἡ ἀλήθεια καὶ ἡ ζωή.
10Ταύτην οὖν βαδίσωμεν τὴν ὁδὸν τὴν στενὴν καὶ τεθλιμμένην, ἵνα τὴν
αἰώνιον ζωὴν ἀπολαύωμεν, ἥτις ἐστὶν ὁ Χριστός. Πάντες γὰρ οἱ δίκαιοι διὰ350

351

ταύτης παρῆλθον. Διὸ καὶ ὁ Προφήτης λέγει· πολλαὶ αἱ θλίψεις τῶν δικαίων. Εἰ οὖν οἱ Ἅγιοι διὰ πολλῶν θλίψεων τὴν τῶν οὐρανῶν βασιλείαν κληρονο‐ μοῦσιν, ἡμεῖς ἐν ἀνομίαις καὶ ἐν ἀναπαύσεσι καὶ τρυφῇ καὶ κοσμικῶν πραγμά‐ των φορτίῳ βαρούμενοι, ταύτην προσδοκῶμεν ἀπολήψεσθαι; Καὶ πῶς δυνατόν;
5Ὥσπερ γὰρ διὰ στενῆς πάνυ ὁδοῦ καὶ κρημνώδους φορτίον βαστάζων τις οὐ δύ‐ ναται διαβῆναι, κωλύεται γὰρ ὑπὸ τῆς στενότητος, οὕτω δὴ καὶ ὁ φορτισθεὶς τοῖς τοῦ κόσμου πράγμασι δυσχεραίνει αὐτὴν φθάσαι εἰς τὴν βασιλείαν τῶν οὐ‐ ρανῶν. Τὸ δυσχερὲς γὰρ τῆς σωτηρίας τῶν πολυκτημόνων ὁ Κύριος δηλῶν, καὶ τὴν τελείαν ἡμῖν ὑποδεικνὺς μεγαλοψυχίαν, ἔλεγε· πῶς δυσκόλως οἱ τὰ
10χρήματα ἔχοντες εἰσελεύσονται εἰς τὴν βασιλείαν τῶν οὐρανῶν! Ὅτε γὰρ προ‐ ῆλθεν ὁ νεανίσκος ἐκεῖνος τῷ Κυρίῳ ἐρωτῶν περὶ τῆς αἰωνίου ζωῆς, λέγων· διδάσκαλε ἀγαθέ, τί ἀγαθὸν ποιήσω, ἵνα ἔχω ζωὴν αἰώνιον; Ἔφη αὐτῷ ὁ Κύ‐ ριος· τὰς ἐντολὰς οἶδας· τὸ οὐ φονεύσεις, οὐ μοιχεύσεις, οὐ κλέψεις, οὐκ ἐπιορ‐ κήσεις, οὐ ψευδομαρτυρήσεις, τίμα τὸν πατέρα σου καὶ τὴν μητέρα σου. Εἰπόν‐
15τος δὲ ἐκείνου· ταῦτα πάντα ἐφυλαξάμην ἐκ νεότητός μου· τί ἔτι ὑστερῶ; Καὶ351

352

θέλων ὁ Κύριος δεῖξαι ὅτι οὔτε ἐκεῖνα, ἃ ἔδειξεν, ἐφύλαξεν, ἔφη αὐτῷ· εἰ θέλεις τέλειος εἶναι, πώλησόν σου τὰ ὑπάρχοντα καὶ δὸς πτωχοῖς, καὶ ἕξεις θησαυρὸν ἐν οὐρανοῖς, καὶ δεῦρο ἀκολούθει μοι. Ὁ δὲ τῷ βάρει τῶν κτημάτων ἀγχόμε‐ νος, τῇ ἐπιθυμίᾳ δεθεὶς καὶ διὰ ταῦτα ὑπὸ λύπης κεντούμενος, οὐκ ἠβουλήθη
5ἀκόλουθος τοῦ Κυρίου γενέσθαι, οὐδὲ τὸν θησαυρὸν ἠθέλησε τὸν οὐράνιον κτή‐ σασθαι, ἀλλ’ ἀπῆλθε λυπούμενος· καὶ τὴν αἰτίαν δὲ τιθεὶς ὁ Εὐαγγελιστὴς λέ‐ γει· ἦν γὰρ ἔχων κτήματα πολλά. Ὁρᾶτε, ἀγαπητοί, πόσων κατορθωμάτων ἐμπόδιον ἡ πολυκτημοσύνη γε‐ γένηται, καὶ οὐκ εἴασεν αὐτὸν ἀκόλουθον γενέσθαι τοῦ Κυρίου, ἀλλὰ καὶ ἃ ἐδό‐
10κει κατορθοῦν, ἡ πολλὴ κτῆσις ἠχρείωσε. Διὰ τοῦτο πάλιν ὁ Κύριος ἔλεγεν· εὐκοπώτερόν ἐστι κάμηλον διὰ τρυμαλιᾶς ῥαφίδος εἰσελθεῖν ἢ πλούσιον εἰς τὴν βασιλείαν τῶν οὐρανῶν. Τί οὖν τοῦτο τὸ κώλυμα οὐ περιαιροῦμεν ἀφ’ ἑαυτῶν, καὶ λαμβάνομεν τὸν σταυρὸν ἡμῶν, καὶ ἀκολουθοῦμεν τῷ Σωτῆρι, μὴ βλέπον‐
τες εἰς τὰ ὀπίσω, ὥσπερ ἡ γυνὴ τοῦ Λώτ, ἥτις ἕστηκεν ὑπόδειγμα ἀπιστίας352

353

στήλη ἁλὸς ἕως τῆς σήμερον; Καὶ ὁ Κύριός φησι· οὐδεὶς ἐπιβαλὼν τὴν χεῖρα αὐτοῦ ἐπ’ ἄροτρον καὶ βλέπων εἰς τὰ ὀπίσω εὔθετός ἐστιν εἰς τὴν βασιλείαν τῶν οὐρανῶν. Τὸ δὲ βλέπειν εἰς τὰ ὀπίσω οὐδὲν ἕτερόν ἐστιν ἢ τὸ στραφῆναι εἰς τὰ τοῦ κόσμου πράγματα, καὶ ἃ ἐδόξαμεν καταλύειν, διὰ τὴν πρόσκαιρον ἀνάπαυ‐
5σιν οἰκοδομοῦμεν, πανταχόθεν ἑαυτοὺς παραβάτας συνιστῶντες, ὥς φησιν ἀπό‐ στολος Παῦλος· εἰ γάρ, ἃ κατέλυσα, ταῦτα πάλιν οἰκοδομῶ, παραβάτην ἐμαυ‐ τὸν συνίστημι. Τί οὖν δοκοῦμεν, ὅτι παραβαίνοντες αὐτοῦ τὰς ἐντολὰς τῆς βασι‐ λείας ἀξιωθῆναι ἔχομεν, καὶ οὐχὶ μᾶλλον κατακρινόμεθα εἰς τὴν γέενναν τοῦ πυρός;
10 Δεῦτε οὖν, ἀγαπητοί, ὡς ἔτι καιρὸς ὑπάρχει σωτηρίας, σπουδάσωμεν ἀποθέσθαι πᾶσαν ῥυπαρίαν καὶ πᾶσαν κακίαν, καὶ ἀγωνισώμεθα τὸν καλὸν ἀγῶνα, ἵνα τῆς αἰωνίου ζωῆς ἐπιλαβώμεθα, εἰς ἣν καὶ ἐκλήθημεν, καὶ ὡμολο‐ γήσαμεν τὴν καλὴν ὁμολογίαν, εἰληφότες τὸ τῆς ἁγιωσύνης σχῆμα. Ἀξίως οὖν περιπατήσωμεν τῆς κλήσεως ταύτης, καὶ μετὰ πάσης ταπεινοφροσύνης καὶ μα‐
15κροθυμίας ἀνεχώμεθα ἀλλήλων ἐν τῇ τοῦ Κυρίου ἡμῶν Ἰησοῦ Χριστοῦ ἀγάπῃ,353

354

καὶ σπουδάσωμεν τηρεῖν τὴν ἑνότητα τοῦ Πνεύματος ἐν 〈τῷ〉 συνδέσμῳ τῆς εἰρήνης. Μηδὲν κατὰ ἐρίθειαν ἢ κενοδοξίαν ποιήσωμεν. Μὴ φύῃ ἐν ἡμῖν ῥίζα πικρίας, μηδὲ δουλώσωμεν ἑαυτοὺς τοῖς πονηροῖς πάθεσι, τουτέστι τῇ γαστρι‐ μαργίᾳ, ἥτις ἐστὶ μήτηρ ἀκολασίας. Μηδεὶς ἡμῶν τὸν Ἠσαῦ μιμείσθω, ὅστις
5κόπρον ἐντέρων ἀγαπήσας τὰ πρωτοτόκια αὐτοῦ ἀπέδοτο, θεὸν τὴν κοιλίαν αὐ‐ τοῦ λογισάμενος. Τὰ γὰρ τῷ Θεῷ ἀφιερωθέντα, ταῦτα τῇ γαστριμαργίᾳ προέ‐ δωκε, βεβηλωθεὶς ἐν τούτοις καὶ τοῦ Θεοῦ ἀλλότριος γενόμενος. Μὴ οὖν ὁμοι‐ ωθῶμεν αὐτῷ, ὅστις πόρνος καὶ βέβηλος ὑπὸ τοῦ Ἀποστόλου ὠνομάσθη. Φησὶ γάρ, οὐδεὶς πόρνος ἢ βέβηλος ὡς Ἠσαῦ, ἀλλὰ τὸν ἁπλοῦν καὶ ἄκακον τοῦ
10Ἰακὼβ ζηλώσωμεν βίον, ἵνα σὺν αὐτῷ τὴν εὐλογίαν κληρονομήσωμεν· ἦν γάρ, φησί, Ἰακὼβ ὡς ἄπλαστος, οἰκῶν ἐν οἰκίᾳ. Ναὶ οὖν, ἀγαπητοί, μὴ ἀμελήσωμεν τῶν ψυχῶν ἡμῶν, ὅτι οὐδέν ἐστιν ἀντάλλαγμα ψυχῆς. Προθύμως ὑπομείνωμεν τοὺς πειρασμοὺς καὶ πᾶσαν θλῖψιν
καὶ στενοχωρίαν. Καταδαμάσωμεν τὸ σῶμα δουλαγωγοῦντες αὐτὸ ἐν νηστείαις354

355

ἀκροτάταις καὶ ὁλονύκτοις ἀγρυπνίαις· ἐν χαμοκοιτίαις καὶ κόποις καὶ τῇ λοιπῇ σκληραγωγίᾳ, ἵνα ἡ ψυχὴ ἡμῶν ἀνανεοῦται ἡμέρᾳ καὶ ἡμέρᾳ. Λέγει γὰρ Παῦ‐ λος ὁ ἀπόστολος· ὅσον ἡμῶν ὁ ἔξω ἄνθρωπος διαφθείρεται, τοσοῦτον ὁ ἔσω ἀνακαινοῦται ἡμέραν ἐξ ἡμέρας. Καὶ πάλιν λέγει· τὸ γὰρ παραυτίκα τῶν θλίψε‐
5ων ἐλαφρὸν αἰώνιον δόξαν κατεργάζεται, μὴ σκοπούντων ἡμῶν τὰ βλεπόμενα, ἀλλὰ τὰ μὴ βλεπόμενα· τὰ γὰρ βλεπόμενα πρόσκαιρα, τὰ δὲ μὴ βλεπόμενα αἰώνια. Τὴν τῶν αἰωνίων οὖν ἐπιποθήσωμεν κτῆσιν. Λάβωμεν εἰς ἔννοιαν τοὺς Ἁγίους. Δοκιμάσωμεν τὰς τούτων ἀρετὰς καὶ ζηλώσωμεν, καὶ τοῖς ἐκείνων ἴχνεσι πόθῳ ψυχῆς ἀκολουθήσωμεν. Τίς αὐτῶν ἐν ἀναπαύσει τὸν παρόντα
10διῆλθε βίον, καὶ οὐ μᾶλλον διὰ πειρασμῶν καὶ θλίψεων καὶ ὀδυνῶν τὸν παρόν‐ τα καιρὸν τῆς ζωῆς αὐτοῦ διετέλεσε; Διὰ τοῦτο, ὡς προεῖπον, τὸν βίον αὐτῶν ἐγγράφως ἡμῖν παρέδωκεν ὁ Κύριος, οὐχ ἵνα μόνον θαυμάζωμεν αὐτοὺς καὶ ἐπαινῶμεν, ἀλλ’ ἵνα πρὸς τὸν ἐκείνων βίον τὴν καλὴν πολιτείαν σπουδάσωμεν
κτήσασθαι.355

356

Λάβωμεν τὴν τῶν ἀγαθῶν ἀπαρχὴν τὸν Ἄβελ, τὸ ἀρνίον τὸ ἄκακον, τὸν εὐάρεστα δῶρα τῷ Θεῷ προσκομίσαντα, τὸν οὐδὲν ἄδικον διαπραξάμενον, μό‐ νον δι’ ἀρετὴν καὶ τὸ εὐαρεστεῖν τῷ Θεῷ φθονηθέντα, καὶ ὑπὸ ἀδελφικῆς χει‐ ρὸς θανατωθέντα, οὐδὲν ἔχοντα μετ’ αὐτοῦ καταγνώσεως ἄξιον ἐπὶ τὸ διεγεῖραι
5ἐκεῖνον τὸν ἀσεβῆ θυμόν· ἀλλ’ ὥσπερ εἴρηται, διὰ τὴν ἀρετὴν φθονηθεὶς θάνα‐ τον ὑπέμεινεν, ὡς τύπος γενόμενος τοῦ Δεσπότου Χριστοῦ εἰς αἰῶνα αἰῶνος ἀνα‐ παύεται. Οἱ δὲ τούτου γονεῖς, οἱ πρωτόπλαστοι, οἱ ταῖς ἀχράντοις χερσὶ τοῦ Πλάστου καὶ Θεοῦ πλασθέντες, τῆς τοῦ παραδείσου πολλῆς τρυφῆς ἀπολαύον‐ τες, τῆς τοῦ ποιήσαντος αὐτοὺς παρακούσαντες ἐντολῆς, καὶ τὴν τοῦ ἀπατεῶνος
10δεξάμενοι συμβουλίαν, καὶ τῇ τέρψει τῆς ἀπάτης μετέχοντες, ἐξεβλήθησαν τοῦ παραδείσου. Εἶδες πόσον ἡ ἀνάπαυσις καὶ τρυφὴ προσήνεγκεν αὐτοῖς βλάβος, καὶ ἰσο‐
θεΐαν αὐτοῖς φαντασθῆναι παρεσκεύασεν; Οὐδὲν γὰρ οὕτω πρὸς ἄνεσιν ἄχρη‐356

357

στον τῷ τῶν ἀνθρώπων γένει· ἡ δὲ θλῖψις καὶ ἡ ἔνδεια καὶ οἱ διάφοροι πειρα‐ σμοὶ λαμπροὺς καὶ μακαρίους ἀπεργάζονται τοὺς ὑπομένοντας. Θέλεις δὲ ἰδεῖν καὶ τὸν Νῶε διὰ πόσων πειρασμῶν καὶ θλίψεων διῆλθε τὸν παρόντα βίον; Λέγει ἡ Γραφή· Νῶε δὲ εὐηρέστησε τῷ Θεῷ· ἵνα μάθωμεν
5ὅτι οἱ ἀληθῶς τῷ Θεῷ εὐαρεστοῦντες, οὗτοι καὶ πειρασμοῖς καὶ διαφόροις θλί‐ ψεσιν ἐγυμνάσθησαν καὶ γυμνάζονται, ἵνα καθαρώτεροι ἀναφανῶσιν, ὡς χρυσὸς ἐν χωνευτηρίῳ βαλλόμενος. Τίς δὲ ἱκανὸς τὰς τοῦ Νῶε θλίψεις καὶ πειρασμοὺς διηγήσασθαι δυνηθῇ, ὅτι εἰς τοσαῦτα πλήθη μόνος ἦν τὸ τοῦ Θεοῦ θέλημα ποιῶν, καὶ πάντας ἐθεώρει ἐκκλίναντας ἀπὸ Θεοῦ, καὶ ἐνουθέτει αὐτούς, καὶ
10πολλὰ παραινῶν ἐπιστρέφειν, ὡς λῆρος αὐτοῖς ἐνομίζετο; Καὶ κατασκευάζοντος αὐτοῦ κιβωτόν, πόσοι ὀνειδισμοὶ καὶ σκώμματα; Καὶ ἐν τούτοις οὐκ ἠγανάκτει, ἀλλ’ ἔμενε παρακαλῶν αὐτούς, καὶ τοῖς τοσούτοις ἔτεσι καταπτύεσθαι καὶ μι‐ σεῖσθαι ὑπὸ πάντων, τῷ θεωρεῖν αὐτοὺς οὕτω κατακρημνιζομένους ταῖς ἁμαρτί‐
αις. Ὀλίγον σοι φαίνεται τοῦτο; Τίς δὲ εἴποι τὰς μετὰ τὸν κατακλυσμὸν ταλαι‐357

358

πωρίας, τὸ μετὰ τοσούτων θηρίων καὶ ἑρπετῶν καὶ πετεινῶν ἐνιαυτὸν ὅλον ἐν ἐκείνῃ τῇ στενοχωρίᾳ διάγειν, τὸν κλύδωνα ἐκεῖνον τὸν ἀφόρητον, τὴν τῶν κυ‐ μάτων ζάλην, τῶν βροντῶν καὶ τῶν ὑδάτων τὸν ἦχον; Νομίζομεν ταῦτα ὀλίγα εἶναι; Τί δὲ μετὰ τὸ παῦσαι τὸν κατακλυσμόν; Τίς ἀριθμήσει τὰς θλίψεις ἐκεί‐
5νας; Θεωρεῖν τὴν παντελῆ ἐρήμωσιν τῆς γῆς καὶ τὴν ἐξάλειψιν τοῦ γένους τῶν ἀνθρώπων; Πότε αὐτῷ στενοχωρία ἔλιπεν ἢ κλαυθμός; Τί δὲ ἡ τοῦ Χάμ, τοῦ υἱοῦ αὐτοῦ, ἀφροσύνη, ὅτε τὴν τοῦ πατρὸς γύμνωσιν κατεγέλασε; Πόση θλῖψις; Οὕτω γὰρ αὐτὸν τὸ πρᾶγμα ἐκίνησεν ἐκεῖνο τὸ ἀναιδές, ὥστε τῶν ἐξ αὐτοῦ ἐξελθόντων δουλείαν καταδικάσαι. Διό, ἵνα μὴ τὸν λόγον μηκύνωμεν, ταῦτα
10παρίημι. Ὥσπερ, εἴ τις θελήσει πάσας τὰς θλίψεις αὐτοῦ διηγεῖσθαι, ἐπιλείψει αὐτῷ ὁ χρόνος. Καὶ ἐν τούτοις πᾶσιν ὤν, ἔμαθε εὐχαριστεῖν τῷ Θεῷ, μὴ χω‐ ριζόμενος τῆς τῶν μελλόντων ἀγαθῶν ἐλπίδος. Ὅθεν καὶ εἰς τοὺς ἀπεράντους αἰῶνας μνημονεύεται. Τί δὲ εἴπωμεν περὶ τοῦ πατριάρχου Ἀβραάμ; Πολλοὶ λέγουσιν αὐτὸν ἐν
15πλούτῳ καὶ εὐθηνίᾳ γεγονέναι παρὰ πάντας· ὅθεν οἱ προσευχόμενοι περί τινων,358

359

τὴν ἐκείνου εὐλογίαν καὶ εὐθηνίαν καρποῦνται· καὶ εἴ τις αὐτοῦ διερευνήσει τὸν πλοῦτον, εὑρήσει ὅτι πλεῖον πάντων ἐνεθλίβη, καὶ ἐν πειρασμοῖς ἅπαντα τὸν χρόνον τῆς ζωῆς αὐτοῦ διετέλεσε. Τίς γὰρ αὐτοῦ τὰς θλίψεις ἀπαριθμήσει, τὰς ἐν ταῖς ὁδοῖς ταλαιπωρίας, τοὺς τῶν πολέμων κινδύνους, τὸ μηδένα εἶναι ζῶν‐
5τα εὐσεβῶς, τὸ ἀποξενοῦσθαι τῆς γῆς τῆς ἰδίας καὶ πάντων τῶν συγγενῶν, τὸ μὴ εἰδέναι ποῦ ὀφείλει στῆναι, τὸ καθ’ ἑκάστην μετανίστασθαι τόπον ἐκ τόπου, τὸ μετὰ κινδύνων περιέρχεσθαι καὶ μὴ ἔχειν κληρονομίαν ἐν τῇ γῇ μηδὲ βῆμα ποδός, ἀλλ’ ἐν σκηναῖς ἔχειν τὴν κατοίκησιν; Καὶ τί λέγειν θέλω; Ὁ γὰρ τὴν τῶν μελλόντων ἀγαθῶν ἐκδεχόμενος κληρονομίαν οὐδὲν τῶν παρόντων ὀφείλει
10περιποιεῖσθαι, ἀλλὰ τῆς εἰς Θεὸν πεποιθήσεως στερρῶς ἔχεσθαι, καθάπερ καὶ Ἀβραάμ, ὅστις Μελχισεδὲκ τὸν βασιλέα μεθ’ ὅρκου ἐπίστου, τὸν περὶ ἀκτημο‐ σύνης ἡμῖν λόγον δηλῶν καὶ τὸ μὴ εἶναι ἡμᾶς ἐπιθυμητὰς τοῦ κόσμου, ἀλλὰ πᾶσαν τὴν ἐλπίδα ἡμῶν ἔχειν πρὸς τὸν Θεόν. Διὸ μετὰ τὴν νίκην τοῦ πολέμου, θελήσαντος τοῦ βασιλέως δῆθεν εὐγνωμόνως καὶ τῶν κόπων αὐτοῦ τὰς ἀμοι‐
15βὰς ἀποδιδόναι, ἔλεγεν Ἀβραάμ· ἐκτενῶ τὴν χεῖρά μου πρὸς τὸν Ὕψιστον, ὃς359

360

ἐποίησε τὸν οὐρανὸν καὶ τὴν γῆν, εἰ ἀπὸ σπαρτίου ἕως σφυρωτῆρος ὑποδήμα‐ τος λήψομαί τι τῶν σῶν, ἵνα μὴ εἴπῃς, φησί, ὅτι ἐγὼ ἐπλούτισα τὸν Ἀβραάμ. Βλέπετε πῶς οὐδὲν τῶν παρόντων ἐπεθύμησεν Ἀβραάμ, ἀλλὰ τῇ τῶν μελλόντων ἐλπίδι νευρούμενος πειρασμὸν γενναίως ὑπέμεινεν; Ὁ γὰρ τοῦ μο‐
5νογενοῦς μὴ φεισάμενος, ἀλλὰ κατασφάξαι θελήσας αὐτὸν διὰ τὴν τοῦ Θεοῦ κέ‐ λευσιν, πῶς ἂν οὕτω προσκαίρων ἀντεποιήσατο πραγμάτων; Ὁ τῆς φιλοξενίας πρόθυμος ἐργάτης διὰ ταύτης τῆς καλῆς πυργοποιΐας τὸν Θεὸν ὡς παροδίτην ἐξένισε, καὶ φίλος τοῦ Θεοῦ γενόμενος τῶν ἀεὶ μενόντων ἀγαθῶν ἀπολαύει. Τούτου μιμησώμεθα καὶ ἡμεῖς τὴν πίστιν, τὴν ἀνδρείαν, τὴν εἰς τὸν Θεὸν ἀγά‐
10πην καὶ φιλοξενίαν αὐτοῦ, ἵνα σὺν αὐτῷ τῶν αἰωνίων ἀπολαύσωμεν ἀγαθῶν. Τί δέ τις εἴποι, ἢ τίς μακαρίσοι τὸ ὑπήκοον τοῦ Ἰσαάκ; Τοῦ γὰρ πατρὸς φέροντος αὐτὸν πρὸς θυσίαν, προθυμότερος εἴχετο πρὸς τὸν θάνατον· τύπος γὰρ ἦν καὶ οὗτος τοῦ Δεσπότου Χριστοῦ. Τούτου καὶ ἡμεῖς κτησώμεθα τὴν ὑπακοὴν
καὶ τὴν προθυμίαν, καὶ ἀδιστάκτως τοῖς πατράσιν ὑπακούσωμεν, ἵνα καὶ ἡμεῖς360

361

τὸν μισθὸν τῆς ὑπακοῆς ἀπολάβωμεν παρὰ τοῦ Σωτῆρος Χριστοῦ. Περὶ τοῦ γενναιοτάτου Ἰὼβ οὐ τολμῶ λέγειν· οὗτος γὰρ ὅλον τὸ πέλα‐ γος τῶν πειρασμῶν ὑπέμεινεν ἀνενδοιάστως, καὶ ὅλον τὸν κλύδωνα καὶ τὸν χειμῶνα καὶ τὰς τρικυμίας τοῦ ἀλλοτρίου παρῆλθε γενναίως, καὶ καθάπερ πέ‐
5τρα ἀρραγὴς μένει ἀσάλευτος· καὶ πάντα τὰ βέλη τοῦ Πονηροῦ ὑπεδέξατο καὶ ἄτρωτος διέμεινε περιφράξας ἑαυτὸν τῷ θυρεῷ τῆς πίστεως· καὶ γενναίως τὸν Ἐχθρὸν καταπαλαίσας καὶ καταρράξας, στεφανίτης ἀνεδείχθη. Ὅτε γὰρ ὁ Διά‐ βολος αὐτὸν πρὸς τοὺς πειρασμοὺς ἐζητεῖτο, μετὰ τὴν τοῦ σώματος πληγὴν ἐκείνην τὴν ἀφόρητον, μετὰ τὸ ἀποθερίσαι τὸν πλοῦτον, καὶ τῶν πάντων αὐτὸν
10γυμνῶσαι κτημάτων καὶ τῶν λοιπῶν, οἴκου, οἰκετῶν, παίδων, τῆς ἄλλης ἁπάσης περιουσίας, ὅτε ἤκουσε τοῦ Θεοῦ μαρτυροῦντος ταῖς τοῦ δικαίου ἀρε‐ ταῖς, καὶ λέγοντος πρὸς αὐτόν· προσέσχες τῇ διανοίᾳ σου κατὰ τοῦ θεράποντός μου Ἰὼβ ὅτι οὐκ ἔστι κατ’ αὐτὸν ἄνθρωπος ἐπὶ τῆς γῆς ἄμεμπτος, δίκαιος, ἀληθινός, θεοσεβής, ἀπεχόμενος ἀπὸ παντὸς πονηροῦ πράγματος· σὺ δέ, φησί,
15εἶπας τὰ ὑπάρχοντα αὐτοῦ ἀπολέσαι διακενῆς. Τότε ὁ πονηρότατος Διάβολος361

362

πολλῇ ἀναισχυντίᾳ χρώμενος ἀπολογίας ἐπήγαγε λόγον· δέρμα ὑπὲρ δέρμα‐ τος, καὶ πάντα ὅσα ὑπάρχει τῷ ἀνθρώπῳ δώσει ὑπὲρ τῆς ψυχῆς αὐτοῦ. Ὅρα πῶς ὁ Διάβολος ἀκούων τὴν ἀλήθειαν ἔλεγε τὴν τῶν προσκαίρων στέρησιν σω‐ τηρίαν εἶναι ψυχῆς. Ὅστις κεκτημένος τὰ παρόντα οὐχ ἑαυτῷ ἀλλὰ τοῖς πένη‐
5σιν αὐτὰ ἐκέκτητο, λέγων· παντὶ ἐλθόντι ἡ θύρα μου ἦν ἀνεῳγμένη. Ἐγώ εἰμι πατὴρ ἀδυνάτων, ὀφθαλμὸς τυφλῶν, ποὺς δὲ χωλῶν· καὶ ἀπὸ κουρᾶς ἀμνῶν μου ἐθερμάνθησαν ὦμοι πενήτων. Ὁρᾶτε, ὦ ἀγαπητοί, ὅτι οὐχ ἑαυτῷ, ἀλλὰ τοῖς δεομένοις ἦν κεκτημένος τὸν πλοῦτον; Διὸ καὶ ἀποβληθέντος αὐτοῦ οὐκ ἠγανάκτησεν, ἀλλὰ μᾶλλον
10ηὐχαρίστει λέγων· ὁ Κύριος ἔδωκεν, ὁ Κύριος ἀφείλετο· ὡς τῷ Κυρίῳ ἔδοξεν, οὕτω καὶ ἐγένετο· εἴη τὸ ὄνομα Κυρίου εὐλογημένον εἰς τὸν αἰῶνα. Εἶδες πῶς πάντων κατεφρόνησε τῶν ἐπὶ γῆς ἕνεκεν τῆς σωτηρίας τῆς ψυχῆς αὐτοῦ; Ὡμο‐ λόγησε γὰρ καὶ ὁ Διάβολος τὴν τῶν χρημάτων στέρησιν σωτηρίαν εἶναι ψυχῆς.
Εἰ οὖν ἐκεῖνος τοῦτο καὶ ἄκων ὡμολόγησεν, ὁ τῷ φορτίῳ τῶν κοσμικῶν κτη‐362

363

μάτων παραβαρύνων τοὺς ἀνθρώπους, τί ἡμεῖς ἑαυτοὺς τούτοις δεσμεύομεν καὶ οὐ μᾶλλον ταῦτα καταλιμπάνομεν, ἵνα κτησώμεθα τὰς ψυχὰς ἡμῶν καὶ τῆς τῶν οὐρανῶν βασιλείας ἐπιτύχωμεν; Ἔφη δὲ ὁ Κύριος· ὅστις ἀφῆκε πατέρα ἢ μητέρα ἢ ἀδελφοὺς ἢ ἀδελφὰς ἢ οἰκίαν ἢ ἀγροὺς ἕνεκεν ἐμοῦ, ἑκατονταπλασίο‐
5να λήψεται καὶ ζωὴν αἰώνιον κληρονομήσει. Καθάπερ καὶ ὁ θεράπων τοῦ Θεοῦ Ἰὼβ τῶν προσκαίρων πάντων στερηθεὶς καὶ γενναίως καὶ μακροθύμως πάντα πειρασμὸν ὑπομείνας, καὶ τὰ παρόντα ἀπέλαβε καὶ τὴν βασιλείαν ἐκληρονόμησε. Δεῦτε οὖν καὶ ἡμεῖς τούτων τῶν καλῶς ἀγωνισαμένων βαδίσωμεν τοῖς ἴχνεσι, καὶ καταφρονήσωμεν πάντων τῶν τοῦ αἰῶνος τούτου πραγμάτων, τερ‐
10πνῶν τε καὶ φοβερῶν, καὶ μὴ βαρήσωμεν ἑαυτῶν τὰ φορτία τῶν ματαίων φρο‐ νημάτων καὶ τῷ βάρει τῶν ἁμαρτημάτων κατενεχθῶμεν· καὶ ἐλθὼν ὁ Κύριος εὑρήσει ἡμᾶς καθεύδοντας ὕπνον ἐκεῖνον τὸν εἰς θάνατον φέροντα, καὶ βεβαρη‐ μένους ἐν κραιπάλῃ καὶ μέθῃ καὶ μερίμναις βιωτικαῖς, καὶ ἀποκλείσει ἡμᾶς τῆς τῶν οὐρανῶν βασιλείας, καὶ πενθήσομεν τὰς ἡμέρας τῆς ῥᾳθυμίας ἡμῶν καὶ
15τῆς ἀμελείας καὶ τῆς χαυνότητος ἡμῶν, καὶ οὐδὲν ἡμᾶς ὠφελήσει τότε ὁ363

364

κλαυθμὸς καὶ τὰ δάκρυα, οὔτε οἱ στεναγμοί, οὐ μυρίας ἱκεσίας ἐὰν προσενέγ‐ κωμεν, λέγοντες· Κύριε, Κύριε, ἄνοιξον ἡμῖν. Οὐδεὶς τότε ὁ ἀνοίγων ἐστίν, ἀλλὰ μᾶλλον καὶ ἐπιτιμήσας μετὰ φρίκης, λέγων· οὐκ οἶδα ὑμᾶς· ἀποχωρεῖτε ἀπ’ ἐμοῦ οἱ ἐργάται τῆς ἀνομίας. Διὰ τοῦτο πάντες οἱ Ἅγιοι τὴν στενοχωρημέ‐
5νην ὁδὸν ἐβάδισαν, ἵνα ταύτης μὲν ῥυσθῶσι τῆς ἀποφάσεως, φθάσωσι δὲ εἰς τὴν αἰώνιον ζωήν. Τὸν δὲ Μωυσέως βίον διηγεῖσθαι καλόν, καὶ τὰς τούτου μιμεῖσθαι ἀρετὰς ἐπωφελές. Ὃς τοσούτων κινδύνων καὶ πειρασμῶν ἔλαβε πεῖραν, ὧν οὐκ ἔστιν ἀριθμός. Ὃς γεννηθεὶς ὑπὸ τῶν γονέων ποταμορριφὴς ἐγένετο. Ὃν λαβοῦσα ἡ
10τοῦ βασιλέως θυγάτηρ, ἀνεθρέψατο αὐτῇ εἰς υἱόν. Ὅτε δὲ διῆλθε τὴν τοῦ νηπί‐ ου φρόνησιν καὶ ἦλθεν ἐπὶ τὸ τέλειον φρόνημα, οὐκέτι ἠθέλησε τὴν πρόσκαιρον ἀνάπαυσιν, οὐδὲ τὴν ματαίαν δόξαν τῶν Αἰγυπτίων, οὐδὲ τὸν φθειρόμενον πλοῦτον καὶ εἰς ἀπώλειαν ἀπάγοντα, ἀλλὰ πᾶσιν ἁπλῶς ἀποταξάμενος ἠρνή‐ σατο λέγεσθαι υἱὸς θυγατρὸς Φαραώ, καὶ τὴν βασιλείαν καὶ φαντασίαν μισήσας
15εἵλετο συγκακουχεῖσθαι τῷ λαῷ τοῦ Θεοῦ ἢ πρόσκαιρον ἔχειν ἁμαρτίας ἀπό‐364

365

λαυσιν. Ἀλλὰ μετὰ τὴν τοσαύτην ἀρετὴν πειρασμοὶ καὶ θλίψεις αὐτὸν διαδέχον‐ ται, ὡς, εἴ τις θελήσει ἐν τούτῳ τοὺς πειρασμοὺς μετὰ ἀκριβείας ἐρευνῆσαι, εὑρήσει αὐτὸν πλέον πάντων θλιβέντα. Ὅτε γὰρ ἐπανῆλθεν ἐπὶ τὸ τέλειον φρό‐ νημα καὶ ἐκτήσατο ζῆλον Θεοῦ, νομίζων οὖν συνιέναι τοὺς ὁμοφύλους, ἰδών τι‐
5να ἐξ αὐτῶν καταδυναστευόμενον ὑπό του Αἰγυπτίου, ἐπάταξε τὸν Αἰγύπτιον καὶ ἔρρυσε τὸν ἀδικούμενον· ὅθεν αὐτοὶ οἱ εὐεργετηθέντες ὑπ’ αὐτοῦ εἰς θάνατον παραδοῦναι αὐτὸν ἐβουλεύσαντο. Πάλιν γὰρ τὴν κατ’ ἀλλήλων νεικίαν ἐπιχει‐ ρήσαντες οἱ ὁμόφυλοι, συναγαγεῖν αὐτοὺς εἰς εἰρήνην ἠθέλησεν· ὁ δὲ τῆς ἀδι‐ κίας πεπληρωμένος τὸν εὐεργέτην ὡς φονέα ὠνείδιζε, λέγων· μὴ ἀνελεῖν με
10θέλεις, ὃν τρόπον ἀνεῖλες χθὲς τὸν Αἰγύπτιον; Τί τούτου θλιβερώτερον καὶ ὀδυνηρότερον; Ὅθεν ἐν βασιλικαῖς αὐλαῖς ἀναστραφεὶς καὶ τοσαύτης ἀπολαύων ἀνέσεως καὶ παρρησίας, φυγὰς καὶ μετα‐
νάστης ἐγένετο, μὴ βουληθεὶς τὸν τῶν Αἰγυπτίων πλοῦτον ἔχειν, μήτε τὴν365

366

πρόσκαιρον τῶν ἁμαρτιῶν ἀπόλαυσιν. Διὰ τοῦτο καὶ ἐν ταῖς ἐρήμοις ἤθελε τα‐ λαιπωρεῖσθαι, καὶ ποιμαίνειν ηὐδόκησε παρὰ ἀνδρὶ Ἕλληνι, ᾧ ὄνομα Ἰοθόρ, καὶ πᾶσιν, ὡς εἰπεῖν, ἀποταξάμενος καὶ πρόσκαιρον μισήσας ἀνάπαυσιν καὶ τὰ οὐράνια ἐπιποθήσας ἀγαθά, τεσσαράκοντα ἡμέρας νηστείαν συνῆψε, ὅθεν καὶ
5τοῦ Θεοῦ ὀπτασίας ἠξιώθη, καὶ στόμα πρὸς στόμα ἐλάλησεν αὐτῷ ὁ Θεός, καὶ ἐκ χειρὸς Κυρίου τὸν νόμον ἐδέξατο, διὰ θλίψεων ἅπαντα τὸν βίον ζήσας· τῶν γὰρ αἰγυπτιακῶν πειρασμῶν οἱ τῶν Ἰσραηλιτῶν χείρους ἦσαν· ποτὲ μὲν γογ‐ γύζοντες κατὰ τοῦ εὐεργετοῦντος Θεοῦ καὶ μάννα αὐτοῖς παρέχοντος, ἐμέμνην‐ το μᾶλλον τῆς τῶν Αἰγυπτίων γαστριμαργίας· ποτὲ δὲ εἰδωλολατροῦντες καὶ
10τοῦ Θεοῦ ἀφιστάμενοι· ἔφαγε γὰρ Ἰακώβ, ὡς εἴρηται, καὶ ἐνεπλήσθη, καὶ ἀπε‐ λάκτισεν ὁ ἠγαπημένος· ἐλιπάνθη, ἐπαχύνθη, ἐπλατύνθη, καὶ ἐγκατέλιπε Θεὸν τὸν ποιήσαντα αὐτόν, καὶ ἀπέστη ἀπὸ Θεοῦ σωτῆρος αὐτοῦ. Βλέπετε, ἀδελφοί, τί ἐποίησεν ἡ πλησμονή, καὶ ἡ εὐρυχωρία πῶς αὐτοὺς
ἀπέστησεν ἀπὸ τοῦ Θεοῦ καὶ εἰδωλολατρῆσαι παρεσκεύασε; Ταῦτα δὲ πάντα366

367

πρὸς ὀδύνην καὶ θλῖψιν παρῆκε τῷ Μωυσῇ· ὅταν γὰρ ὁ οὕτω θερμὸς ἐραστὴς τοῦ Θεοῦ ἐθεώρει οὓς ἠγάπα ὑπὲρ τὴν ἑαυτοῦ ψυχὴν οὕτως ἀσεβοῦντας καὶ μαινομένους, καὶ μετὰ τὰ φοβερὰ θαύματα ἐκεῖνα, μετὰ τὴν ἐν θαλάσσῃ πεζο‐ πορίαν, μετὰ τὴν τοσαύτην τοῦ Θεοῦ ἀντίληψιν καὶ εὐεργεσίαν, εἰς εἰδωλολα‐
5τρίαν προτραπέντας καὶ χώνευμα θεολογοῦντας ἐκ τῆς ἀνέσεως καὶ τρυφῆς· ὅθεν πικρανθεὶς ὁ μακάριος ἐπὶ τῇ τοιαύτῃ αὐτῶν παρανομίᾳ, ὑπὸ θεϊκοῦ ζήλου κινούμενος ἠναγκάσθη τὰς πλάκας τοῦ νόμου συντρίψαι, καὶ τοὺς οὕτως ὑπ’ αὐτοῦ ἀγαπωμένους κατασκευάζειν ἀλλήλους ἐκέλευσε, καὶ ἄλλην τεσσαράκον‐ τα ἡμερῶν νηστείαν ἑλκύσας, τὴν δευτέρωσιν ἔλαβεν.
10 Εἶδες τὸ τῆς ἀκτημοσύνης καὶ τὸ τῶν πειρασμῶν ὄφελος; Πῶς φίλους τοῦ Θεοῦ κατασκευάζει τοὺς ἐν τούτοις ὑπομένοντας; Τί αὐτοῦ πλουσιώτερον, ἢ τί αὐτοῦ ἐνδοξότερον τοῦ καλοῦ κατορθώματος; Βασιλεὺς ἦν ὁ Φαραὼ χρυσοῦν ὄχημα ἔχων καὶ χρυσοκόλλητον θρόνον, καὶ στέφανον περικείμενος, καὶ ἐν τῇ
Ἐρυθρᾷ Θαλάσσῃ κατεποντίζετο. Ὁ δὲ ἀκτήμων Μωυσῆς ῥάβδον μόνην ἐπεφέ‐367

368

ρετο εἰς χλοηφόρον πεδίον, καὶ τὸν λαὸν δι’ αὐτῆς ὡδήγησε, καὶ ὕδωρ ἐκ πέ‐ τρας ἐξήγαγε, καὶ μάννα αὐτοῖς ἐξ οὐρανοῦ κατήγαγε. Τούτων τοίνυν τὰς ἀρετὰς ζηλοῦν ὀφείλομεν καὶ ἡμεῖς οἱ τὸ ἀγγελικὸν σχῆμα εἰληφότες καὶ ἀποταξάμενοι τῷ κόσμῳ, ἵνα καὶ τῆς ἐκείνων χάριτος
5ἀξιωθῶμεν, καὶ σὺν αὐτοῖς τῶν αἰωνίων ἀγαθῶν ἀπολαύσωμεν. Τὴν τούτων ὑπομονήν, τὴν τούτων ἐπιείκειαν, τὴν πρὸς τὰ γήϊνα ἀμεριμνίαν, τὴν ταπεινο‐ φροσύνην, τὴν πρᾳότητα, τὴν ἀνεξικακίαν, τὴν κατάνυξιν, τὴν καθαρότητα, τὴν ἀνυπόκριτον ἀγάπην. Τοῦ γὰρ Θεοῦ ὀργιζομένου ἐπὶ τῇ ἀσεβείᾳ τῶν Ἰουδαίων καὶ βουληθέντος ἐκτρίψαι αὐτούς, ἔλεγε τῷ Μωυσῇ· ἔασόν με καὶ συντρίψαι
10αὐτούς, καὶ ποιήσω σε εἰς ἔθνος μέγα πολύ. Ὁ δὲ τὴν μεγάλην καὶ ἀνυπέρβλη‐ τον ἀγάπην κεκτημένος, ἐδέετο τοῦ Θεοῦ καὶ ἔλεγε· μηδαμῶς, Κύριε! Εἰ μὲν ἀφεῖς αὐτοῖς τὴν ἁμαρτίαν, ἄφες· εἰ δὲ μή, κἀμὲ ἐξάλειψον ἐκ τῆς βίβλου, ἧς ἔγραψας. Ὁρᾶτε, ἀγαπητοί, ἀνυπερβλήτου ἀγάπης μέγεθος· ἐξαλειφθῆναι τῆς θεϊ‐
15κῆς βίβλου ἐδέετο τῆς ἰουδαϊκῆς ἕνεκα σωτηρίας καὶ ἀντιλήψεως. Τούτου τὴν368

369

ἀγάπην ὀφείλομεν μιμεῖσθαι οἱ θέλοντες σωθῆναι καὶ τῶν μελλόντων ἀγαθῶν ἀπολαύεσθαι. Ὁ γὰρ ταύτην κεκτημένος οὐκέτι πάθεσι κακίας καὶ πονηρίας ὑπόκειται, ἀλλὰ καθαρῶς καὶ ἀπροσκόπτως διάγων τῆς οὐρανίου τεύξεται βα‐ σιλείας.
5 Ὁμοίως δὲ καὶ πάντες οἱ Προφῆται διὰ πολλῶν θλίψεων καὶ πειρασμῶν τὴν αἰώνιον ζωὴν ἐκληρονόμησαν. Ἰησοῦς ὁ τοῦ Ναυῆ μαθητεύσας τῷ Μωυσῇ καὶ τὰς ἀρετὰς αὐτοῦ μιμησάμενος, τῆς αὐτῆς χάριτος κατηξιώθη, καὶ πλέον ταῖς θλίψεσι καὶ τοῖς πειρασμοῖς οὗτος ἐνεγυμνάσθη, πολέμους πολέμων διαδε‐ χόμενος, καὶ πλέον δὲ τῶν πολέμων αἱ τοῦ λαοῦ παραβάσεις ἔθλιβον αὐτόν.
10Ἀλλὰ μὲν πάντα ὑπέμεινε διὰ τὴν τῶν αἰωνίων ἀγαθῶν ἐλπίδα καὶ τὴν περὶ Θεοῦ πίστιν καὶ ἀγάπην. Μετὰ τοῦτον οἱ καθεξῆς Κριταὶ καὶ Προφῆται τοῖς αὐτοῖς ἐγυμνάσθησαν ἀγῶσι καὶ τὰς αὐτὰς ὑπέμειναν θλίψεις. Διὰ τοῦτο ὑπὸ τοῦ Θεοῦ ἐμακαρίσθησαν καὶ τὴν αἰώνιον ζωὴν ἐκληρονόμησαν· μηδὲν τῶν ἐπὶ γῆς κτησάμενοι, ἀλλὰ διαπαντὸς ὑστερούμενοι καὶ θλιβόμενοι, ἐν ἐρημίαις
15πλανώμενοι καὶ πᾶσαν θλῖψιν καὶ στενοχωρίαν ὑπομένοντες· περὶ ὧν εἶπεν ὁ369

370

Ἀπόστολος· ὧν οὐκ ἦν ἄξιος ὁ κόσμος. Τὰς δὲ τοῦ Σαμουὴλ θλίψεις τε καὶ πειρασμούς, τίς ἱκανὸς διηγήσασθαι; Τὰς τοῦ λαοῦ ἀντιλογίας, ὅτε ἐπεγειρόμενοι κατ’ αὐτοῦ, μᾶλλον δὲ κατὰ τοῦ Θεοῦ, αἰτοῦντες βασιλέα; Πόσοι ὀδυρμοί, πόσαι θλίψεις τῷ δικαίῳ, ὅτε αὐτὸν
5ἐξουθένουν; Ὡς λέγειν τὸν Θεόν· οὐ σὲ ἐξουθένωσαν, ἀλλ’ ἐμέ. Τί δὲ ὅτε ὁ χρι‐ σθεὶς βασιλεὺς ὑπ’ αὐτοῦ παρέβη τὴν ἐντολὴν τοῦ Θεοῦ καὶ περιεποιήσατο τὸν τῶν ἀλλοφύλων βασιλέα, τοῦ Θεοῦ κελεύσαντος ἀναιρεθῆναι αὐτόν; Πόσα δά‐ κρυα, πόσοι κλαυθμοί; Τί δὲ ὁ βασιλεὺς καὶ προφήτης Δαυΐδ; Ποίαν εὑρίσκεις αὐτὸν ἀνάπαυσιν
10ἐσχηκότα ἐπὶ τῆς γῆς; Τίς τούτου ὀδυνηρότερον καὶ θλιβερώτερον ἔζησε βίον ἐπὶ τῆς γῆς; Τίς τούτου τοὺς κινδύνους καὶ θλίψεις καὶ ὀδυρμοὺς ἀριθμῆσαι δυ‐ νήσεται; Μόνον οἱ καλῶς φιλοπονοῦντες ἐν ταῖς Γραφαῖς καὶ τὴν τῶν ψαλμῶν μετὰ καλῆς κατανοήσεως διεξερχόμενοι βίβλον, οὗτοι ἴσασιν ὅτι οὐδέποτε ἔλει‐ πε τῷ δικαίῳ κλαυθμός, ἀλλὰ ποτὲ μὲν τὴν στρωμνὴν τοῖς δάκρυσιν ἔβρεχε,
15ποτὲ δὲ ἔλεγεν· ἐγενήθη τὰ δάκρυά μου ἐμοὶ ἄρτος ἡμέρας καὶ νυκτός· ποτὲ δὲ370

371

καὶ τὸ ἐσθίειν ἐπιλανθανόμενος· ἐπελαθόμην γάρ, φησί, τοῦ φαγεῖν τὸν ἄρτον μου, καὶ τὸ πόμα μου μετὰ κλαυθμοῦ ἐκίρνων. Καὶ τί λέγειν θέλω τὰς ἐν τοῖς ψαλμοῖς αὐτοῦ ἀναγεγραμμένας θλίψεις; Εὐχόμενος γὰρ ἔλεγεν· αἱ θλίψεις τῆς καρδίας μου ἐπληθύνθησαν· ἐκ τῶν ἀναγκῶν μου ἐξάγαγέ με. Τότε δὲ ὅτε
5εὐεργετηθεὶς παρ’ αὐτοῦ καὶ τῆς χάριτος τοῦ Θεοῦ, καὶ τῶν ἀλλοφύλων ῥυ‐ σθείς· ὅτε οὐκ ἐπαύετο καταδιώκων αὐτὸν ὁ Σαοὺλ καὶ ζητῶν ἀνελεῖν αὐτόν, μηδὲν ἔχων παρ’ αὐτοῦ φαῦλον, ἀλλὰ φθόνῳ δεινῷ ληφθείς. Τί δὲ ὅτε Σεμεῒ κατηρᾶτο καὶ ἐξουθένει καὶ ἐλίθαζεν ἐν λίθοις; Τότε δὲ ὅτε 〈ὁ〉 ἐξεληλυθὼς ἐξ αὐτοῦ κατεδίωκεν αὐτὸν καὶ ἔσπευδεν ἀνελεῖν αὐτόν; Τί δὲ ὅτε τὴν ἀσεβεστάτην
10ἐκείνην ἐτόλμησε τόλμην καὶ τὴν μανίαν ἐκείνην ἐμάνη κατὰ τῶν γυναικῶν τοῦ πατρὸς αὐτοῦ, ἐξουθενῶν αὐτόν; Πόσαι θλίψεις καὶ ὀδύναι ταῦτα; Ἀλλὰ ταῦτα πάντα ὑπέμεινε διὰ τὴν αἰώνιον ζωήν· καὶ ἔλεγεν· ὑπομένων ὑπέμεινα τὸν Κύ‐
ριον, καὶ προσέσχε μοι, καὶ εἰσήκουσε τῆς δεήσεώς μου. Ὅθεν ὑπὲρ πάντας371

372

ἀνθρώπους ἐδοξάσθη, πατὴρ Χριστοῦ προσαγορευθεὶς 〈διὰ〉 τῆς ἐνσάρκου οἰκο‐ νομίας τῆς ἁγίας Παρθένου, γενομένης τῆς τοῦ Σωτῆρος ἐνανθρωπήσεως, καὶ τῆς τῶν οὐρανῶν βασιλείας ἐγένετο κληρονόμος, πάντα τὸν τῆς ζωῆς αὐτοῦ χρόνον διὰ θλίψεως παρελθών.
5 Περὶ δὲ τῆς τοῦ μακαρίου Ἠλία πολιτείας, τίς διηγήσασθαι δύναται; Οὗτος γὰρ οὕτως ἐπολιτεύσατο ἐπὶ τῆς γῆς, ὡς πρὸ τῆς μεταθέσεως ἡγεῖσθαι αὐτὸν ὅτι ἐν οὐρανοῖς διάγειν καὶ μετὰ τῶν ἀσωμάτων Ἀγγέλων πολιτεύεσθαι· 〈ὁ〉 μηδὲν ὅλως κτησάμενος ἐπὶ τῆς γῆς· ὁ μηλωτὴν μόνην περικείμενος καὶ τοῖς τὰ διαδήματα καὶ τὰς ἀλουργίδας περιβεβλημένοις φοβερὸς φαινόμενος,
10οὐκ ἰσχύϊ σώματος, ἀλλὰ τῆς ἀκτημοσύνης καὶ ἐγκρατείας τῇ δυνάμει, καὶ τῇ τοῦ παναγίου Πνεύματος χάριτι, ἥνπερ διὰ τῆς καλῆς πολιτείας ἐκτήσατο· ὁ μηδὲν ἔχων, καὶ πάντα κατέχων· ὁ πᾶσαν τοῦ αἰῶνος τούτου τὴν ἀνάπαυσιν
ἀρνησάμενος· ὁ τὸν ποταμὸν προστάγματι διελών· ὁ τὸν οὐρανὸν κελεύων μὴ372

373

βρέχειν ὑετὸν ἐπὶ τὴν γῆν ἐνιαυτοὺς τρεῖς καὶ μῆνας ἕξ· ὁ πᾶσαν τὴν ματαίαν δόξαν τοῦ αἰῶνος τούτου φυγών· ὁ τῇ δρόσῳ τῆς ἐγκρατείας κατασβέσας τὴν φλόγα τῆς ἁμαρτίας· ὁ μηδὲν σαρκικὸν φρονήσας ποτέ· ὁ τὴν βλάβην τῶν ψευ‐ δωνύμων ἐλέγξας καὶ τοὺς τοῦ Βάαλ ἱερεῖς κατασφάξας· ὁ τρίτον ἐξ οὐρανοῦ
5πῦρ κατελθεῖν κελεύσας, καὶ κατακαύσας τοὺς ἀπίστους, καὶ τὸν βασιλέα ἐλέγ‐ ξας ἐπὶ διαστροφῇ· ὁ τὴν τηλικαύτην ἔχων παρρησίαν καὶ ἐλευθεροστομίαν· ὁ δήσας τὰς νεφέλας. Οὕτως ὁ τοσοῦτος καὶ τηλικοῦτος ἄνευ θλίψεων καὶ πειρασμῶν οὐκ ἐβίω‐ σεν ἐπὶ τῆς γῆς, ἀλλὰ μετὰ τοσούτων θαυμάτων ἐπίδειξιν, διὰ τὸν τῆς γυ‐
10ναικὸς φόβον, φυγὰς καὶ μετανάστης ἐγένετο, καὶ τεσσαράκοντα ἡμερῶν ὁδὸν μετὰ νηστείας ἐξανύειν ἠναγκάζετο, καὶ οὐδὲ οὕτως ἀνέσεως ἔτυχεν, ἀλλὰ πά‐ λιν πειρασμὸς ἕτερος αὐτὸν διαδέχεται, ὁ τοῦ παιδὸς τῆς χήρας θάνατος, ὅτι μετὰ τὴν ἀγαθότητα τῆς φιλοξενίας ἡ μακαρία ἐκείνη τὸν παῖδα ἐθεώρει τε‐ θνεῶτα, καὶ μισθὸν εὐλογίας προσδοκῶσα ἀπολαβεῖν παρὰ τοῦ προφήτου, τὸ
15πάντων αὐτῇ ὀδυνηρότερον ἀπελάμβανεν· ὃ γὰρ προσεδόκα κεκτῆσθαι τοῦ βίου373

374

παραμύθιον, τοῦτον ἐπὶ τῇ τοῦ προφήτου παρουσίᾳ ἦν ἀποβαλοῦσα. Πόση θλῖψις τότε τῷ προφήτῃ; Πόση ἀτονία; Ἀπῄτει γὰρ τὸν παῖδα ἑαυ‐ τῆς ἡ γυνή, καὶ ὁ δήσας νεφέλας παρὰ ταύτης συνείχετο ζητούμενος τὸν παῖδα. Ὅθεν διοχλούμενος ὑπ’ αὐτῆς περιεπτύξατο τὸν παῖδα στόμα πρὸς στόμα ἑπτά‐
5κις, καὶ τὸν Θεὸν ἐκτενῶς ἱκετεύσας ἀπέδωκε τῇ τεκούσῃ τὸν παῖδα, ἀναστή‐ σας αὐτὸν ἐκ νεκρῶν· εἶχε γὰρ συμπράττουσαν αὐτῷ τὴν νηστείαν καὶ τὴν ἀκτη‐ μοσύνην. Εἴδετε, ἀδελφοί, τὴν ἰσχὺν τῆς ἀκτημοσύνης καὶ τῆς ἐγκρατείας· πῶς καὶ τὸν θάνατον ἔλυσε καὶ ζωὴν τῷ παιδὶ ἐχαρίσατο, καὶ πειρασμῶν καὶ κινδύνων
10ἐρρύσατο καὶ ἐν ἅρματι πυρίνῳ πρὸς τὸν Δεσπότην ἀνατρέχειν παρεσκεύασε, μηδὲν ὑπὸ τοῦ πυρὸς ἀδικούμενος. Καὶ ἐπειδὴ ὁ βίος αὐτοῦ ὑπὸ τῆς ἐγκρατείας καὶ τῆς ἁγνείας καὶ τῆς τοῦ Θεοῦ χάριτος ἐδροσίζετο, [καὶ] διὰ τούτων καὶ τῶν λοιπῶν ἀρετῶν, ἔτι ἐν σαρκὶ ὤν, μετὰ τῶν ἀσωμάτων Ἀγγέλων ἐπολι‐ τεύετο. Οὕτω καὶ ἡμεῖς σπουδάσωμεν κτήσασθαι τὸ κτῆμα πλούσιον, τὴν
15ἐγκράτειαν καὶ τὴν ἀκτημοσύνην, ἵνα καὶ ἡμᾶς μεταστήσῃ ἀπὸ τῆς φθαρτῆς εἰς
τὴν ἄφθαρτον καὶ αἰώνιον ζωήν.374

375

Ἱερεμίας ὁ προφήτης ἀπὸ μήτρας ἡγιάσθη· λέγει γὰρ πρὸς αὐτὸν ὁ Θεός· πρὸ τοῦ με πλάσαι σε, ἐπίσταμαί σε· καὶ πρὸ τοῦ ἐξελθεῖν ἐκ μήτρας, ἡγίακά σε. Τούτῳ καὶ ἐξουσίαν ἔδωκεν ἐκριζοῖν καὶ κακοῦν καὶ ἀπολλύειν, ὡσαύτως ἀνοικοδομεῖν καὶ καταφυτεύειν. Καὶ βλέπετε ὅτι οὐδὲ οὗτος ἄνευ θλίψεων πα‐
5ρῆλθε τὸν παρόντα βίον, καίτοιγε ὀδυνηρότερον καὶ θλιβερώτερον αὐτοῦ οὐδεὶς ἔζησε βίον, ὡς καὶ τοσούτους αὐτὸν ἀναγράψασθαι θρήνους. Ὥστε, εἰ δεήσει κατανύξει καταμαθεῖν εὐαρέστως τῷ Θεῷ πολιτεύεσθαι, τὸν ἐκείνου βίον ὀφεί‐ λομεν ἀναζωγραφεῖν καὶ μιμεῖσθαι· ὁ γὰρ μακάριος πολλὴν ἐκέκτητο ταπεινο‐ φροσύνην καὶ ἀγάπην εἰς τὸν Θεὸν καὶ εἰς τὸν πλησίον.
10 Τίς δὲ ἱκανὸς πρὸς τοσοῦτον ὄγκον ἀναβῆναι ἀρετῶν καὶ ταῦτα ἐπαξίως διηγήσασθαι; Οὗτινος ἡ πίστις καὶ τὴν ἀνθρωπίνην φύσιν ἐνίκησε· τὴν γὰρ κο‐ σμικὴν πᾶσαν ἠρνήσατο δόξαν, καὶ τὴν τοῦ Κυρίου ταπείνωσιν, ἣν δι’ ἡμᾶς τοὺς ἁμαρτωλοὺς ἐπέδειξεν, πλούσιος ὤν, δι’ ἡμᾶς πτωχεύσας, καὶ τῶν ἁπάν‐ των Κύριος ὢν καὶ Θεός, τὴν τοῦ δούλου κατηξίωσε μορφὴν ἀναλαβεῖν, καὶ ὁ
15ἐπὶ τῶν Χερουβεὶμ καθήμενος καὶ ὑπὸ πάσης στρατιᾶς ἀγγελικῆς καὶ ἀρχαγγε‐375

376

λικῆς ἀκαταπαύστως δοξολογούμενος τοῖς ἀνθρώποις συνανεστράφη, ταύτην ὁ Ἱερεμίας προφητικῶς ἡμῖν προεμήνυσεν, οὐ μόνον λόγοις, ἀλλὰ καὶ τοῖς ἔρ‐ γοις δεικνύων. Τοῦ γὰρ Θεοῦ προχειριζομένου αὐτῷ τὸ τῆς προφητείας ἀξίω‐ μα, ἔλεγε· Κύριε, οὐκ ἐπίσταμαι λαλεῖν, ὅτι νεώτερός εἰμι· ἀνάξιον ἑαυτὸν λο‐
5γιζόμενος τοῦ τῆς προφητείας ἀξιώματος· οὐ γὰρ τὸν κόπον παραιτούμενος, ἀλλὰ ταπεινοφροσύνην προσκείμενος. Ὅθεν λέγοντος, ὅτι οὐ δύναμαι λαλεῖν, ὅτι νεώτερός εἰμι, ὁ Θεὸς τὴν μὲν ταπεινοφροσύνην ἀποδεχόμενος, τὴν δὲ προ‐ θυμίαν αὐτοῦ αὐξάνων, ἔλεγε· μὴ λέγε, ὅτι νεώτερός εἰμι ἐγώ· ὅτι πρὸς πάν‐ τας, οὓς ἐὰν ἐξαποστελῶ σε, πορεύσῃ. Καὶ οὕτως ὁ εὐλογημένος ὑπήκοος Θεοῦ
10ἄνευ πειρασμῶν καὶ κινδύνων μίαν ὥραν οὐκ ἐποίησεν ἐπὶ τῆς γῆς, ἀλλὰ διὰ παντὸς ἦν θλιβόμενος, βλέπων τοὺς οὕτως ἀγαπωμένους ὑπ’ αὐτοῦ παρανο‐ μοῦντας καὶ ἐκκλίναντας ἀπὸ τοῦ Θεοῦ ποιήσαντος αὐτούς, λέγοντας πρὸς αὐτόν· οὐ μὴ προφητεύσεις ἐπὶ τῷ ὀνόματι Κυρίου. Καὶ μυρίας θλίψεις ὑπ’ αὐτῶν ὑπομένων, ἀμνησικάκως εἶχε τὰ πρὸς αὐτοὺς καὶ οὐκ ἐπαύετο προσευ‐
15χόμενος καὶ ἀξιῶν τὸν Θεὸν περὶ σωτηρίας αὐτῶν, ὡς λέγειν αὐτῷ τὸν Θεόν·376

377

καὶ σύ, φησί, μὴ προσεύχου περὶ αὐτῶν, μηδὲ ἀξίου τοῦ ἐλεηθῆναι αὐτούς. Τοῦτον τὸν μακάριον οὕτω προσευχόμενον ἔσυραν εἰς τὸ κατακρημνῆσαι καὶ ἐκβαλεῖν τὸν ἐγκέφαλον αὐτοῦ· καὶ οὐ μόνον τοῦτο, ἀλλὰ καὶ εἰς λάκκον βορβόρου ἔβαλον αὐτὸν ἐν τῷ καταρράκτῃ εἰς τὸ ἐκτρῖψαι τὴν ζωὴν αὐτοῦ. Καὶ
5πάντα ὑπέμεινε διὰ τὴν εἰς Θεὸν ἐλπίδα, μηδέποτε ἀνάπαυσιν δοὺς τῇ σαρκί, μηδὲν κτησάμενος ἐπὶ τῆς γῆς· περίζωμα γὰρ λινοῦν κτήσασθαι ἐπετράπη παρὰ τοῦ Θεοῦ, καὶ τοῦτο πάλιν ἐπὶ τὸν Εὐφράτην ἐπὶ τῇ τρυμαλιᾷ κατακρύπτειν ἠναγκάζετο, καὶ πάλιν λαμβάνειν αὐτὸ ἐκεῖθεν διεφθαρμένον, τὴν τῶν ἰσχυρῶν Ἰσραηλιτῶν διαφθορὰν δηλῶν. Ὁμοίως καὶ τοὺς κλοιοὺς ξυλίνους περιετίθετο,
10καὶ πᾶσαν θλῖψιν ὑπομένειν ἠναγκάζετο διὰ τὴν τῶν αἰωνίων ἀγαθῶν προσ‐ δοκίαν. Καὶ ἵνα μὴ πολλοὺς λόγους γράφωμεν, μηδὲν ἄξιον εἰπεῖν τῶν Ἁγίων δυνάμενοι, τὰ λοιπὰ παρίημι· πάντες γὰρ οἱ Ἅγιοι ἐν τούτοις ἐπειράσθησαν τοῖς ἀγῶσι διὰ πειρασμῶν ζήσαντες τὸν ἅπαντα χρόνον. Ἠσαΐας μὲν γυμνὸς
15καὶ ἀνυπόδετος τριετῆ χρόνον ἐποίησεν· ὁ μέγας τῆς τοῦ Σωτῆρος οἰκονομίας377

378

μηνυτής· ὁ τὸν Δεσπότην ἐπὶ τῶν Χερουβεὶμ θεάσασθαι καταξιωθείς· ὁ τῶν ἁμαρτιῶν ἡμῶν ἄφεσιν διὰ τοῦ ἀθανάτου σώματος τοῦ Δεσπότου Χριστοῦ εὐαγ‐ γελισάμενος ἡμῖν, μετὰ πάσης ταπεινοφροσύνης λέγων· ὢ τάλας ἐγώ, ὅτι κα‐ τανένυγμαι· καὶ ἀκάθαρτα χείλη ἔχων, ἐν μέσῳ τοῦ λαοῦ ἀκάθαρτα χείλη ἔ‐
5χοντος ἐγὼ οἰκῶ καὶ τὸν Βασιλέα Κύριον σαβαὼθ εἶδον τοῖς ὀφθαλμοῖς μου. Ὅθεν θεασάμενος αὐτοῦ ὁ Θεὸς τὴν ταπεινοφροσύνην, ὑπέδειξεν αὐτῷ τὴν τῶν φρικτῶν μυστηρίων δύναμιν· ἀπεστάλη γάρ, φησίν, ἓν τῶν Σεραφεὶμ πρός με ἔχων ἄνθρακα, ὃν τῇ λαβίδι ἔλαβεν ἀπὸ τοῦ θυσιαστηρίου, καὶ ἥψατο τοῦ στό‐ ματός μου, καὶ εἶπέ μοι· τοῦτο νῦν ἥψατο τῶν χειλέων σου, καὶ περιελεῖ ἀπὸ
10σοῦ τὰς ἁμαρτίας σου. Οὗτος οὖν ὁ ἔνδοξος, ὁ τῆς ἀνεξιχνιάστου θέας καταξιωθείς, ἴδωμεν εἰ ἐν κόσμῳ τούτῳ ἀνάπαυσιν εἶδε, καὶ οὐ μᾶλλον διὰ κινδύνων καὶ πειρασμῶν τὸν ἅπαντα χρόνον τῆς ζωῆς αὐτοῦ διετέλεσεν. Ὁ γὰρ γυμνὸς καὶ ἀνυπόδετος πο‐
ρευόμενος, καὶ μετὰ ξυλίνῳ πρίονι πρισθείς, ποίαν ἀνάπαυσιν εἶδεν ἐν τῷ παρόν‐378

379

τι; Ταῦτα δὲ ὑπέμεινεν, ἵνα φθάσῃ τὴν ἄλυπον καὶ ἀνώδυνον ζωήν, ἣν αὐτὸς ἐμήνυσε περὶ τῆς μελλούσης ζωῆς, ὅπου ἀπέδρα ὀδύνη καὶ λύπη καὶ στενα‐ γμός· καὶ ἐνταῦθα τὰ λυπηρὰ καὶ ἐπώδυνα προθύμως ὑπομείνας ἔφθασεν εἰς τὸν ἀνώδυνον καὶ ἄλυπον βίον.
5 Τί δέ τις εἴποι τοὺς μετ’ αὐτόν; Δανιὴλ οὐ νηστείαις καὶ προσευχαῖς σχο‐ λάζων, καὶ ὑπὲρ τούτων τῶν ἀρετῶν καὶ ὑπὲρ τῶν ἑρμηνειῶν ἐκείνων τῶν φρι‐ κτῶν εἰς λάκκον λεόντων ἐνεβλήθη, καὶ μυρία κακὰ ὑπέστη διὰ τὴν ἐν οὐρανοῖς ἀποκειμένην μακαριότητα; Ὅθεν καὶ μέλλουσαν ἔσεσθαι κρίσιν ἐθεάσατο· ἐθεώ‐ ρουν γάρ, φησίν, ἕως οὗ θρόνοι ἐτέθησαν, καὶ παλαιὸς ἡμερῶν ἐκάθισε. Τὸ
10ἔνδυμα αὐτοῦ λευκὸν ὡσεὶ χιών· ἡ θρὶξ τῆς κεφαλῆς αὐτοῦ ὡσεὶ ἔριον καθαρόν· ὁ θρόνος αὐτοῦ φλὸξ πυρός· οἱ τροχοὶ αὐτοῦ πῦρ φλέγον· ποταμὸς πυρὸς εἶλκεν ἔμπροσθεν αὐτοῦ· χίλιαι χιλιάδες παρεστήκεσαν αὐτῷ· κριτήριον ἐκάθισε, καὶ βίβλοι ἀνεῴχθησαν. Εἶτα λέγει· ἐθεώρουν ἐν ὁράματι τῆς νυκτός, καὶ ἰδοὺ
μετὰ τῶν νεφελῶν τοῦ οὐρανοῦ ὡς υἱὸς ἀνθρώπου ἐρχόμενος, καὶ ἕως τοῦ πα‐379

380

λαιοῦ τῶν ἡμερῶν ἔφθασε, καὶ ἐνώπιον αὐτοῦ προσηνέχθη [αὐτῷ], καὶ αὐτῷ ἐδόθη ἡ ἀρχὴ καὶ ἡ τιμὴ καὶ ἡ ἐξουσία, καὶ πάντες λαοί, φυλαὶ καὶ γλῶσσαι δουλεύσουσιν αὐτῷ· καὶ ἡ ἐξουσία αὐτοῦ ἐξουσία αἰώνιος, ἥτις οὐ παρελεύσεται. Ἔφριξε τὸ πνεῦμά μου, ἐγὼ Δανιήλ, ἐν τῇ ἕξει μου, καὶ αἱ ὁράσεις τῆς κε‐
5φαλῆς μου συνετάρασσόν με. Οὗτος οὖν ὁ οὕτως καθαρὸς ἄνευ πειρασμῶν καὶ θλίψεων οὐκ ἐγένετο ἐπὶ τῆς γῆς· καὶ ἡμεῖς ἄνευ κόπου καὶ τῆς λοιπῆς σκληρα‐ γωγίας τὴν βασιλείαν καὶ τὰ ἐν αὐτῇ ἀποκείμενα ἀγαθὰ προσδοκῶμεν; Καὶ τίς ἡμᾶς ἐπαινέσει τοιαῦτα φρονοῦντας; Εἰ γὰρ ἦν ἐκτὸς θλίψεως καὶ πειρασμῶν καὶ τῆς τῶν λοιπῶν ἀρετῶν ὑπομονῆς, ταύτην ἀπολαμβάνειν, τίνος
10συνεχώρει ὁ Θεὸς τοσούτους κινδύνους καὶ πειρασμοὺς καὶ στενοχωρίας ὑπομέ‐ νειν τοὺς Ἁγίους, καὶ μὴ ἐν ἀδείᾳ καὶ τρυφῇ διάγειν πάντας; Εἰ ταῦτα λογιζό‐ μεθα, καί τινες τῶν ἀπίστων θεωροῦσιν ἡμᾶς οὕτω διακειμένους, ἐροῦσιν· οὐκοῦν ἐμίσησε τοὺς Ἁγίους ὁ Θεὸς ὑμῶν [φησί]. Εἰ γὰρ ἦν ἐκτὸς θλίψεων καὶ πειρασμῶν βασιλεύειν ἐν οὐρανῷ, τίνος ἕνεκεν εἴασεν αὐτοὺς ἐν ταλαιπωρί‐
15αις καὶ στενοχωρίαις καὶ τοῖς κινδύνοις καὶ τοῖς ποικίλοις πειρασμοῖς;380

381

Ὢ πολλῆς ἀφοβίας! Ὢ πολλῆς καταφρονήσεως! Ὢ πολλῆς βλακείας καὶ πωρώσεως! Δέον γὰρ ἡμᾶς πενθεῖν ἐπὶ τῇ πωρώσει τῶν καρδιῶν ἡμῶν, καὶ ὅτι τοσοῦτον ἀφεστήκαμεν τῆς τῶν Ἁγίων ἐλπίδος καὶ ὑπομονῆς, ἀλλὰ μᾶλ‐ λον καὶ τῶν ὀρθῶς βιούντων, καὶ καταγινώσκομεν πολλάκις διὰ τὴν πολλὴν
5αὐτῶν ἐπιείκειαν καὶ ταπεινοφροσύνην, ἀκτημοσύνην τε καὶ τὰς λοιπὰς ἀρετάς, καὶ πολλάκις τὴν τοιαύτην τῆς ὑπομονῆς ἀνδρείαν, νωθείαν καὶ ἀνανδρείαν ἀποκαλοῦμεν, καὶ ὀκνηρίας αὐτὴν ἔγκλημα περιβάλλομεν. Τί οὖν ποιήσομεν τοσούτοις κακοῖς ἑαυτοὺς περιπείροντες καί, κατὰ τὸν Σολομῶντα, σημεῖον ἀρετῆς οὐκ ἔχοντες ἑαυτῶν δεικνύειν, ἐν 〈δὲ〉 τῇ κακίᾳ καταδαπανᾶται ὁ βίος
10ἡμῶν; Καὶ οἱ μὲν Ἅγιοι διὰ τὸν Θεὸν καὶ τὴν τῶν αἰωνίων ἀγαθῶν ἀπόλαυσιν τοσούτους πειρασμοὺς καὶ κινδύνους ὑπέμειναν, ἡμεῖς δὲ καθ’ ἑκάστην ὑπὸ τοῦ Κυρίου εὐεργετούμενοι, ῥᾳθυμοῦμεν. Ταῦτα δὲ ἡμῖν συμβαίνει διὰ τὸ μὴ προσ‐ δοκᾶν τὴν μέλλουσαν ἔσεσθαι κρίσιν τὴν φοβερὰν ἐκείνην καὶ ἀφόρητον, ἣν μό‐ νην ἐκείνην δείξει ὁ ἴδιος καιρός, μηδὲ ἐπιποθεῖν τὴν τῶν αἰωνίων ἀγαθῶν ἀπό‐
15λαυσιν, ἀλλὰ προστεθηκέναι τοῖς γηΐνοις καὶ ματαίοις τοῦ βίου πράγμασι τοῖς381

382

οὐκ ὠφελοῦσιν ἡμᾶς, ἀλλὰ μᾶλλον καὶ τὴν ἐσχάτην βλάβην βλάπτουσιν. Ἀνανήψωμεν οὖν, ἀγαπητοί, καὶ ἀγωνισώμεθα, ὡς ἔχομεν καιρόν. Οὕ‐ τως ἀνέθαλλον καὶ οἱ τρεῖς Παῖδες, καὶ ὑμνοῦντες τὸν Θεὸν οὐκ ἐπαύοντο, ἀλλ’ ἐν τῷ πυρὶ ὄντες, ὡς εἰς εὐκτήριον οἶκον ὑπάρχοντες οὕτως διέκειντο, τὸ
5τῆς ὑπομονῆς ἆθλον δεικνύοντες, καὶ ὑπὲρ οὗ ἐν τῷ πυρὶ ἐνεβλήθησαν εὐχαρι‐ στοῦντες, ἀνέμελπον ὕμνους. Ἴδετε εὐγνωμοσύνην τῶν Ἁγίων! Ἴδετε ἔρωτα περὶ Θεόν, καὶ ὑπομονὴν ἀδαμαντίνην! Ἀλλὰ τί ὁ Δεσπότης ἐποίησε; Τοὺς τῷ πυρὶ ἐκείνῳ παραδοθέντας, τῷ καὶ λίθους καὶ σίδηρα καὶ πᾶσαν ἀναλίσκοντι ὕλην, καθάπερ νυμφίους ἐκ παστοῦ, οὕτως ἐποίησε προελθεῖν τοὺς Ἁγίους· οὐ
10γὰρ ἦν αὐτοῖς ὀσμὴ πυρός, ἀλλ’ ὕδωρ ἔρρει ἀνὰ τρίχας τῆς κεφαλῆς αὐτῶν. Ταῦτα δὲ αὐτοῖς πάντα παρεῖχεν ἡ ἐγκράτεια καὶ ἡ ἀκτημοσύνη· διὰ γὰρ τῆς ἐγκρατείας τῆς φυσικῆς καμίνου πρὸ τῆς βαβυλωνίας περιεγένοντο, καὶ τὴν φλόγα τῆς ἁμαρτίας ὑπὸ τῶν σαρκικῶν ἐπιθυμιῶν ἀναπτομένην κατέσβεσαν, καὶ τὴν ἀκτημοσύνην κτησάμενοι ἐκτήσαντο τὴν οὐράνιον βασιλείαν, καὶ ἐν‐
15ταῦθα ὑπὸ βασιλέως προσεκυνήθησαν, καὶ τῆς αἰωνίου ζωῆς ἀπολαύουσι. Δεῦτε382

383

οὖν καὶ ἡμεῖς, ἀγαπητοί, τούτων τὰς ἀρετὰς ζηλώσωμεν καὶ τὴν αὐτῶν βαδί‐ ζωμεν ὁδόν, ἵνα εἰς τὴν αὐτῶν καταντήσωμεν ἀνάπαυσιν. Τί δὲ θέλω λέγειν περὶ τῶν ἐν Παλαιᾷ Διαθήκῃ Ἁγίων ἀγωνισαμένων, οἷς ὁ Ἀπόστολος ἐμαρτύρησε λέγων, ὧν οὐκ ἦν ἄξιος ὁ κόσμος; Οὐχ ὅτι ἐκτή‐
5σαντο κτήσεις μεγάλας καὶ ἐτρύφησαν καὶ ἀνέπαυσαν ἐν τῷ παρόντι, ἀλλ’ ὅτι περιῆλθον ἐν μηλωταῖς, ἐν αἰγείοις δέρμασι, καὶ ἐστερήθησαν, καὶ ἐθλίβησαν, καὶ ἐπλανήθησαν. Διὰ ταῦτα γὰρ κατηγωνίσαντο βασιλείας καὶ ἐπέτυχον τῶν τοῦ Θεοῦ ἐπαγγελιῶν. Ὁρᾶτε, ἀδελφοί, ὅτι οὐδεὶς τῶν Ἁγίων ἄνευ θλίψεων καὶ πειρασμῶν
10παρῆλθε τὴν ἐνταῦθα ζωήν. Πῶς οὖν ἡμεῖς μηδὲν τοιοῦτον ὑπομένοντες, ἀλλ’ ἐν ἀνέσει καὶ τρυφῇ τοῦ αἰῶνος τούτου ὑπάρχοντες, τῆς ἐκείνων μερίδος ἐπιτευ‐ ξόμεθα; Οὐ γὰρ ἐνταῦθα ἡμῖν ἐπηγγείλατο ἀνάπαυσιν καὶ τὴν βασιλείαν αὐτοῦ παρέχειν· τὸν γὰρ αἰῶνα τοῦτον γυμνάσιον καὶ πειρατήριον καὶ ἄθλησιν ἡμῖν ᾠκονόμησεν ὁ Θεός, ὡς λέγει ὁ γενναῖος Ἰώβ, ὅτι πειρατήριον ἐστὶν ὁ βίος
15τῶν ἀνθρώπων ἐπὶ τῆς γῆς.383

384

Μὴ οὖν δυσαναθετοῦμεν ἐπὶ τοῖς συμβαίνουσιν ἡμῖν λυπηροῖς, ἤτοι θλιβε‐ ροῖς, ἀλλὰ μᾶλλον χαίρωμεν, ὅτι τῇ ὁδῷ τῶν Ἁγίων πορευόμεθα· καὶ γὰρ ὁ Κύριος ἡμῶν Ἰησοῦς Χριστός, ὁ δοτὴρ τῆς ζωῆς ἡμῶν, 〈διὰ〉 παθημάτων ἐτε‐ λείωσε τὴν ἔνσαρκον ἅπασαν οἰκονομίαν· τὴν γὰρ τοῦ δούλου μορφὴν ἀνέλαβε
5Δεσπότης πάντων ὑπάρχων, καὶ πλούσιος ὢν ἐπτώχευσε, καὶ πεῖναν καὶ δίψαν ὑπέμεινε, καὶ κόπον καὶ ὁδοιπορίαν, καὶ ὁ πάντων δημιουργὸς καὶ Κύριος οὐκ εἶχεν ὅπου τὴν κεφαλὴν κλῖναι· καὶ ὃν τρέμει πᾶσα κτίσις οὐρανίων καὶ ἐπιγεί‐ ων καὶ καταχθονίων, ὑπὸ Διαβόλου (οὗτος ἐξουσίαν ἡμῖν δέδωκε καταπατεῖν ἐπάνω αὐτοῦ), ὑπ’ αὐτοῦ κατεδέξατο τεσσαράκοντα ἡμέρας καὶ τεσσαράκοντα
10νύκτας νηστείαν ἑλκύσαι, καὶ οὕτως ὑπ’ ἐκείνου πειρασθῆναι. Ἆρα νηστείας ἔχρῃζεν ὁ ἀπαθής; Ὁ πάντας κοπιῶντας ἀναπαύων, κο‐
πωθῆναι ὤφειλε; Τίνος δὲ ἕνεκεν ἐδίψησεν ἡ εὔρυτος πηγή· ὁ τὸ ὕδωρ εἰς οἶνον384

385

μεταβαλών· ὁ ποταμοὺς ζώντων ὑδάτων ἐκβλύζων ἐκ τῆς κοιλίας τῶν πιστευόν‐ των εἰς αὐτόν· εἰμὴ ὅτι ὑπόδειγμα ἡμῖν καὶ τύπον εὐαρέστου πολιτείας βουλό‐ μενος ὑποδεῖξαι, ἵνα ἐν αὐτοῖς ἀναστραφέντες ῥυσθῶμεν ἀπὸ τῆς τοῦ Διαβόλου κακοτεχνίας, τύχωμεν δὲ τῆς αἰωνίου αὐτοῦ βασιλείας; Διὰ τοῦτο καὶ ἔπαθεν
5ὀνειδιζόμενος, λοιδορούμενος, ἐμπτυόμενος, κολαφιζόμενος, μαστιζόμενος, ἀκάνθαις στεφανούμενος, κάλαμον ἐγχειριζόμενος, πορφύραν ἐνδιδυσκόμενος, ῥάπισμα λαμβάνων, πᾶν εἶδος χλεύης καὶ γέλωτος δεχόμενος, σταυρούμενος, ὄξος καὶ χολὴν ποτιζόμενος, λόγχῃ τὴν πλευρὰν νυττόμενος, μετὰ ἀνόμων λο‐ γιζόμενος. Ταῦτα πάντα ὑπέμεινεν ὁ Κύριος δι’ ἡμᾶς, καὶ ἠνέσχετο ὁ μακρόθυ‐
10μος τῆς ἡμῶν σωτηρίας ἕνεκεν. Τί οὖν ἀνταποδώσωμεν τῷ Κυρίῳ, τῷ τοσαύ‐ την ἀγάπην εἰς ἡμᾶς τοὺς ἁμαρτωλοὺς ἐπιδειξαμένῳ; Ὅτι οὐδὲ ἀνταπόδοσιν ζητεῖ παρ’ ἡμῶν, ἀλλὰ μόνον σπουδάζειν ἡμᾶς βούλεται περὶ σωτηρίας ἡμῶν.
Οὕτως καὶ οἱ Ἀπόστολοι, τοῦ Σωτῆρος τοῖς διδάγμασιν ἐξακολουθήσαν‐385

386

τες, πᾶσαν θλῖψιν καὶ στενοχωρίαν ὑπέμειναν διωκόμενοι, ἐλαυνόμενοι, στενο‐ χωρούμενοι, ὑβριζόμενοι, ἐξουθενούμενοι, καταπτυόμενοι, τόπον ἐκ τόπου συ‐ νεχῶς ἐλαυνόμενοι, μὴ ἔχοντες ἀνάπαυσιν τὸ σύνολον, ἀλλὰ τὸν θάνατον πρὸ ὀφθαλμῶν ἔχοντες καὶ καθ’ ὥραν περιμένοντες, καὶ μετὰ ταῦτα νηστείαις καὶ
5ἀγρυπνίαις καὶ δίψει καὶ γυμνότητι, καὶ ἐπὶ πόνοις καὶ ἐπὶ κινδύνοις καὶ ὁδοι‐ πορίαις καταδαμάζοντες αὑτῶν καὶ δουλαγωγοῦντες τὰ σώματα, ἵνα καὶ ἑαυ‐ τοῖς καὶ ἡμῖν τὴν αἰώνιον ζωὴν προξενήσωσι· δεικνύντος τοῦ Θεοῦ δηλονότι οὐκ ἔστιν ἄνεσις ἐπὶ τῆς γῆς τοῖς βουλομένοις σωθῆναι· οὔτε γὰρ μισθὸς ἄνευ κόπου δίδοται, ἀλλ’ ἕκαστος ἡμῶν τὸν ἴδιον μισθὸν λήψεται κατὰ τὸν ἴδιον
10κόπον. Τούτων γὰρ κατόπισθεν καὶ οἱ καλλίνικοι Μάρτυρες ἀκολουθήσαντες καὶ τοὺς ποικίλους πειρασμοὺς ἐγγυμνασθέντες καὶ τοῖς βασάνοις ἀναχωνευθέντες, ὡς χρυσὸς ἐν χωνευτηρίῳ, τὸν τῆς ἀφθαρσίας ἀνεδήσαντο στέφανον, μαστιγού‐ μενοι, στρεβλούμενοι, ξεόμενοι, πληγαῖς ἀνηλεῶς αἰκιζόμενοι· ἐν φυλακαῖς δε‐
15σμούμενοι ἐνεβλήσκοντο· ἄρχοντες καὶ βασιλεῖς [δίκην] θηρῶν ὀδοῦσιν ὑπο‐386

387

βάλλοντες, πυρὶ δὲ παμφάγῳ καὶ δυνατῷ παραδιδόντες αὐτούς· τοῖς τῶν πο‐ ταμῶν ῥεύμασιν αὐτοὺς παραδιδόντες καὶ τῷ πελάγει καταποντίζοντες· τροχοῖς προσδεσμοῦντες, κατακλῶντες τὰ ὅσια αὐτῶν καὶ τρυφερὰ μέλη. Τούτων δὲ πάντων κατίσχυον οἱ Ἅγιοι οὐκ ἰσχύϊ σώματος· τοῦτο γὰρ εἶχον τὸ φθαρτὸν
5σῶμα ὅπερ ἔχομεν καὶ ἡμεῖς· ἀλλὰ τῇ τῶν μελλόντων ἀγαθῶν ἐλπίδι ἐνδυνα‐ μούμενοι πάντα γενναίως ὑπέμειναν, μηδόλως τῶν σαρκικῶν φρονημάτων πεῖραν δεξάμενοι, οὐ κολακείαις χαυνούμενοι, οὐ δόξῃ προσκαίρῳ καὶ πλούτῳ ματαίῳ ἀπατώμενοι, ἀλλὰ πᾶσαν τὴν ἐλπίδα αὐτῶν ἐπὶ Κύριον ἀδιστάκτως ἔχοντες πᾶσαν μηχανὴν τοῦ Διαβόλου κατεπάτησαν καὶ μάρτυρες Κυρίου ἀνε‐
10δείχθησαν, ὁμολογήσαντες τὴν καλὴν ὁμολογίαν ἔμπροσθεν τῶν ἀνθρώπων. Οὕτω καὶ ἡμεῖς, ἀγαπητοί, εἰ καὶ καιρὸς οὐ πάρεστι μαρτυρίου, τῇ συνει‐ δήσει γενώμεθα μάρτυρες, ἀνθιστάμενοι ταῖς τοῦ Διαβόλου ἐπινοίαις διὰ τῆς ταπεινοφροσύνης καὶ τῆς ὑπομονῆς καὶ τῆς εἰς τὸν Θεὸν καὶ τὸν πλησίον ἀγά‐ πης, καὶ τοῦ συμπεριφέρεσθαι ἀλλήλους διὰ τὸν Θεόν, ἀποπληροῦντες τὴν τοῦ
15Σωτῆρος ἐντολήν, ἣν εἶπε· μείζονα ταύτης ἀγάπην οὐδεὶς ἔχει, ἵνα τις τὴν ψυ‐387

388

χὴν αὐτοῦ θῇ. Εἰ οὖν τὴν ψυχὴν τιθέναι ὑπὲρ ἀλλήλων προστετάγμεθα, πόσῳ μᾶλλον τὴν ὑπακοὴν καὶ ὑποταγὴν ἀλλήλοις παρέχειν ὀφείλομεν, ἵνα τοῦ Κυ‐ ρίου μιμηταὶ γενώμεθα τοῦ πρῶτον δείξαντος τὴν ὑπακοὴν ἔργῳ καὶ λόγῳ, ὑπήκοος γενόμενος τῷ Πατρὶ μέχρι θανάτου, θανάτου δὲ σταυροῦ; Ὁμοίως καὶ
5τὴν ψυχὴν ἔθηκεν οἰκείᾳ φιλανθρωπίᾳ, καὶ ταῦτα οὐ φίλων ἡμῶν ὄντων αὐτοῦ, ἀλλὰ καὶ ἐχθρῶν. Ἐχθροὺς δὲ ὄντας ἡμᾶς τοῖς παραπτώμασι καὶ ταῖς ἐπιθυμί‐ αις, διὰ τοῦ θανάτου αὐτοῦ κατήλλαξεν ἡμᾶς τῷ Πατρί, ἐξαλείψας τὸ καθ’ ἡμῶν χειρόγραφον. Ἡμεῖς δὲ διακολουθεῖν ὀφείλοντες, τὰς ἐντολὰς αὐτοῦ προσταχθέντες τη‐
10ρεῖν, οὐ τηροῦμεν. Καὶ αὐτὸς δὲ πρῶτον ἐποίησε καὶ οὕτως ἐδίδαξεν· ἡμεῖς δὲ οὐδὲ κἂν τὴν τυχοῦσαν ὑπακοὴν ἀλλήλοις παρέχομεν, ἀλλὰ ταῖς ἀντιλογίαις μᾶλλον καὶ τῇ ἀνυποταξίᾳ πάντες ἐδουλώθημεν· καὶ οὐ τοῖς τυχοῦσιν ἀνυποτα‐ κτοῦμεν, ἀλλ’ αὐτῷ τῷ Δεσπότῃ Χριστῷ. Ὅταν γὰρ τοῖς πατράσιν ἡμῶν ἀντι‐
λέγομεν τοῖς τὰ σωτήρια ἡμῖν διδάγματα παρέχουσιν, οἵτινες καὶ τὴν ψυχὴν388

389

προθύμως ἔχουσι τιθέναι ὑπὲρ ἡμῶν, οὐχὶ τῷ Χριστῷ ἀντιλέγομεν τῷ εἰπόντι, ὅτι ὁ ἀκούων ὑμῶν ἐμοῦ ἀκούει, καὶ ὁ ἐμὲ ἀθετῶν ἀθετεῖ τὸν ἀποστείλαντά με; Οὕτως οὖν ἀθετοῦντες τὸν ποιήσαντα ἡμᾶς, πῶς τῆς βασιλείας ἀξιώσει ἡμᾶς καὶ οὐ μᾶλλον κατακρινεῖ ἡμᾶς καὶ καταδικάσει, ὅτι οὕτω μεθιστάμεθα τὰς
5ἐντολὰς αὐτοῦ, καὶ οὐδὲ τὸν ἐκ τῆς παρακοῆς κίνδυνον πρὸ ὀφθαλμῶν ἔχομεν, οὐδὲ τὸ τῆς ὑπακοῆς κέρδος ἐπιγινώσκομεν, ὅτι ἡ μὲν παρακοὴ θάνατον κατερ‐ γάζεται, ἡ δὲ ὑπακοὴ ζωὴν αἰώνιον προξενεῖ; Ἀγωνισώμεθα οὖν, ἀγαπητοί, διὰ τῆς καλῆς ταύτης ὑπακοῆς καὶ ὑπο‐ ταγῆς τὴν αἰώνιον κληρονομῆσαι ζωήν, καὶ μὴ τῷ τῆς παρακοῆς καὶ ἀνυποτα‐
10ξίας θανάτῳ ἑαυτοὺς ὑπευθύνους καταστήσωμεν. Ἔχοντες δὲ τὸν φόβον τοῦ Κυ‐ ρίου πειθαρχήσωμεν τοῖς τοῦ Ἀποστόλου διδάγμασι, καθὼς λέγει· ὑποτασσό‐ μενοι ἀλλήλοις ἐν φόβῳ Θεοῦ, σπουδάζοντες τηρεῖν τὴν ἑνότητα τοῦ Πνεύμα‐ τος ἐν τῷ συνδέσμῳ τῆς εἰρήνης. Ἡ γὰρ εἰρήνη πάσης ἀγαθῆς ἐλπίδος ὑπόθεσις
ὑπάρχει. Εἰρήνη τοῦ θανάτου θάνατος, Διαβόλου πένθος, δαιμόνων ἀφανισμός.389

390

Ταύτην ζητήσωμεν καὶ καταδιώξωμεν· ἥτις ἐστὶν ὁ Χριστός, ὡς λέγει ὁ Ἀπό‐ στολος· Χριστός ἐστιν ἡ εἰρήνη ἡμῶν, ὁ ποιήσας τὰ ἀμφότερα ἓν καὶ τὸν μεσό‐ τοιχον τοῦ φραγμοῦ λύσας· καὶ ἐλθὼν εὐηγγελίσατο εἰρήνην τοῖς ἐγγὺς καὶ τοῖς μακράν.
5 Ταύτην γοῦν σπουδάσωμεν κατέχειν, ἀγαπητοί, τὴν εἰρήνην· πρὸς δὲ τὸν πολέμιον, τουτέστι τὸν Διάβολον, ἀνθίστασθαι καὶ πολεμεῖν, ἀναλαβόντες τὰ δυνατὰ ὅπλα τῆς ἐγκρατείας ἡμῶν, τουτέστι πρῶτον πάντων τὴν ὀρθοτάτην πί‐ στιν καὶ τὴν περὶ τῶν μελλόντων ἐλπίδα καὶ τὴν ἀνυπόκριτον ἀγάπην. Διὰ τού‐ των τῶν πνευματικῶν τριῶν ὅπλων τὰς τρεῖς αὐτοῦ πονηρὰς μηχανὰς κατα‐
10βάλλομεν, τουτέστι λήθην καὶ ἄγνοιαν καὶ ῥᾳθυμίαν· αὗται γὰρ αὐτοῦ εἰσι πο‐ νηραὶ καὶ λεπταὶ ἐπίνοιαι. Διὰ τούτων τῶν τριῶν ἐνεργειῶν εἰς ἀπώλειαν κα‐ ταβάλλει τὸ τῶν ἀνθρώπων γένος, μάλιστα τοὺς πειθομένους ταῖς πονηραῖς αὐτοῦ συμβουλίαις· αἱ γὰρ τρεῖς αὗται μεθοδεῖαι πασῶν αὐτοῦ τῶν ἐπινοιῶν χαλεπώτεραί εἰσι, λεπτότεραι οὖσαι καὶ λεληθότως ἡμῖν παρεισδύουσαι, ὡς μὴ
15λογίζεσθαι ἡμᾶς κακὸν ποιεῖν, ἐν τούτοις ὄντας τοῖς κακοῖς. Ὥσπερ δὲ κατὰ390

391

ὑπόθεσιν· εἴ τις περιτύχῃ λέοντι ἢ ἄρκτῳ, δεινοτάτοις θηρίοις, θανατοῦται ὑπ’ αὐτῶν, μεγίστοις οὖσι καὶ δυνατοῖς, ἄλλος δὲ περιπέσῃ ὄφει ἢ φάλαγγι ἢ σκορ‐ πίῳ, τὸν αὐτὸν θάνατον ὑπομένει διὰ τοῦ ἰοβόλου θηρίου ἐνέργειαν, ὡς ὁ τοῖς μεγίστοις θηρίοις περιπεσών· οὕτως καὶ οἱ τῇ οἰνοφλυγίᾳ καὶ γαστριμαργίᾳ καὶ
5πορνείᾳ καὶ τοῖς λοιποῖς πάθεσι δουλεύοντες, μεγίστοις καὶ πονηροῖς πάθεσιν οὖσι, τὸν τῆς ψυχῆς θάνατον ὑπομένουσι. Τὸν αὐτὸν τρόπον καὶ ὁ ὑποβληθεὶς 〈λήθῃ〉 ἢ ἀγνοίᾳ, ἢ ῥᾳθυμίᾳ κρατηθείς, τούτοις τοῖς δοκοῦσιν εἶναι μικροτά‐ τοις, ὡς μηδὲ εἰδέναι ἡμᾶς ὅτι ἁμαρτίαν ποιοῦμεν, καὶ τοῖς τοιούτοις δουλού‐ μενοι πάθεσι τὸν τῆς ψυχῆς θάνατον ὑπομένομεν, ὡς ἐκεῖνοι τοῦ σώματος. Ἡ
10γὰρ λήθη ἀποπλανῶσα ἡμῶν τὰς ψυχὰς οὐκ ἐᾷ μεμνῆσθαι ἡμᾶς τῶν ἐντολῶν τοῦ Θεοῦ, ἀλλὰ προπηδῶσα ἡ κακία αἰχμαλωτίζει ἡμᾶς ἀπὸ τοῦ Θεοῦ. Ἡ δὲ ἄγνοια κλέπτουσα ἡμῶν τὴν διάνοιαν ἀπὸ τῆς ἀγάπης τοῦ Θεοῦ, οὐ συγχωρεῖ τὴν ἐλπίδα ἡμῶν εἶναι εἰς τὰ ἀγαθά, ἀλλὰ ἀπὸ ταύτης τοῖς γηΐνοις καὶ ματαί‐
οις δεσμούμενοι πράγμασιν ἀπιστοῦμεν ταῖς αὐτοῦ ἐντολαῖς. Ὁμοίως ἡ ῥᾳθυ‐391

392

μία καταβαροῦσα ἡμᾶς, οὐκ ἐᾷ ἀνακύψαι πρὸς τὴν τῶν κρειττόνων θεωρίαν, ἀλλὰ καθέλκει ἡμᾶς εἰς ᾅδην λεληθότως, καὶ τὴν πλατυτάτην τῆς ἀπωλείας ὁδὸν ἀναγκάζει ἡμᾶς βαδίζειν. Διό, ἀγαπητοί, ἵνα μὴ διὰ τούτων καταβάλλῃ ἡμᾶς καὶ κατάγῃ εἰς ᾅδην, ἀντιστῶμεν στερεοὶ τῇ πίστει, καὶ φεύξεται ἀφ’
5ἡμῶν καταισχυνόμενος ὁ ἀναιδὴς ὄφις· οὐδὲν δὲ οὕτως αὐτοῦ κατισχύει καὶ κα‐ ταβάλλει αὐτόν, ὡς ἡ ὑποταγή, ἡ ὑπακοή, ἡ ταπεινοφροσύνη καὶ εἰλικρινὴς ἀγάπη. Ταῦτα δὲ γίνονται, καθὼς εἴρηται ἀνωτέρω, κατὰ καρδίας βέλη· ἐν πάσαις γὰρ ταῖς ἀρεταῖς συσχηματίζεται· τουτέστι νηστείαις, ἀγρυπνίαις, ἀκτη‐ μοσύνῃ. Περὶ νηστείας ἐὰν εἴπῃς, ἐκεῖνος οὐκ ἐσθίει τὸ σύνολον· περὶ δὲ ἀγρυ‐
10πνίας, ἐκεῖνος ὅλως ἄϋπνος διαμένει· περὶ ἀκτημοσύνης δὲ ἐάν τις εἴπῃ, ἐκεῖνος τὸ παράπαν οὐδὲν κέκτηται. Καὶ καλαὶ μὲν αἱ ἀρεταὶ αὗται καὶ λίαν ὠφέλιμοι, νηστείαν λέγω καὶ ἀγρυπνίαν καὶ ἀκτημοσύνην· ἀλλὰ τούτοις συσχηματίζεται ὁ πονηρότατος Διά‐ βολος, καὶ κλοπὴν ἐν τούτοις ἐπινοεῖ μετὰ τῆς κενοδοξίας καὶ οἰήσεως καὶ ὑψη‐
15λοφροσύνης. Τοῖς δὲ ταπεινοφρονοῦσιν οὐδὲν δύναται ἐπινοῆσαι, ὅτι τοῦτο σχη‐392

393

ματισθῆναι οὐ δύναται· ἔνδυμα γὰρ τοῦ Χριστοῦ ἐστιν ἡ ταπεινοφροσύνη· καὶ ὑπερήφανος ὢν ὁ Ἐχθρός, φεύγει τὴν ταπεινοφροσύνην, θεωρῶν ἐν αὐτοῖς τὴν τοῦ Χριστοῦ ταπείνωσιν, τοῦ ταπεινώσαντος ἑαυτὸν οἰκείᾳ φιλανθρωπίᾳ καὶ μορφὴν δούλου λαβόντος. Διὰ γὰρ ὑπερηφανίαν τῆς τῶν οὐρανῶν βασιλείας
5ἐξέπεσεν ὁ ἀπαρχῆς ἀνθρωποκτόνος Διάβολος, καὶ δι’ αὐτῆς καταβάλλει τοὺς ἐπαιρομένους. Ὁμοίως τοῖς ὑποτακτικοῖς καὶ ὑπηκόοις οὐδὲν δύναται ἐπινοῆσαι· καὶ γὰρ ἐν ἑαυτοῖς θεωρεῖ τὸν Δεσπότην, ὡς λέγει ὁ Ἀπόστολος· ὅτι ὑπήκοος γέ‐ γονε τῷ Πατρὶ μέχρι θανάτου, θανάτου δὲ σταυροῦ. Ἐκεῖνος γὰρ ἀνυπότακτος
10ὤν, παρήκουσε τοῦ Θεοῦ καὶ ἐρρίφη ἀπὸ τῆς τῶν Ἀγγέλων διαγωγῆς· τοῖς δὲ τὴν ἀνυπόκριτον ἀγάπην ἠμφιεσμένοις οὐ τολμᾷ προσεγγίσαι τὸ σύνολον. Θεω‐ ρεῖ γὰρ καὶ ἐν αὐτοῖς τὸν φιλάνθρωπον Θεὸν τὸν τῆς ἀγάπης εὑρετὴν καὶ δοτῆρα, ὥς φησιν ἐν τῷ Εὐαγγελίῳ· οὕτω γὰρ ἠγάπησεν ὁ Θεὸς τὸν κόσμον, ὥστε τὸν μονογενῆ αὐτοῦ Υἱὸν δέδωκεν, ἵνα πᾶς ὁ πιστεύων εἰς αὐτὸν μὴ
15ἀπόλλυται, ἀλλ’ ἔχῃ ζωὴν αἰώνιον. Τοὺς οὖν ταῦτα ἠμφιεσμένους φοβεῖται καὶ393

394

φεύγει ἀπ’ αὐτῶν· διότι τοῦ μίσους ἐκεῖνος πεπλήρωται καὶ αὐτός ἐστι τοῦ μί‐ σους εὑρετής. Ταῦτα οὖν κτησώμεθα τὰ ὅπλα μετὰ τῶν ἄλλων ἀρετῶν, ἅπερ ἐκεῖνος οὐκ ἰσχύει ἔχειν· τουτέστι τὴν ταπεινοφροσύνην καὶ τὴν ὑπακοὴν καὶ τὴν ὑποτα‐
5γήν, καὶ τὴν Θεῷ ἔμφυτον ῥίζαν, τουτέστι τὴν ἀνυπόκριτον ἀγάπην. Ἡ γὰρ ταπεινοφροσύνη, καθὼς εἴρηται, τοῦ Χριστοῦ ἔνδυμά ἐστιν. Ὁ οὖν ταύτην κε‐ κτημένος, ἀφομοιούμενός ἐστι τῷ ταπεινώσαντι ἑαυτὸν καὶ μορφὴν δούλου λα‐ βόντι. Καὶ ἡ ὑπακοὴ ὁμοίως καὶ ἡ ὑποταγὴ τὴν αὐτὴν παρέχει δόξαν τοῖς ἐξ ὅλης καρδίας ταύτην ἐπανειμένοις· ἡ γὰρ ὑποταγὴ τὴν ἀπότακτον μέριμναν κα‐
10τορθοῖ. Ὁμοίως ὁ ὑπήκοος πεισθεὶς ὅτι ἡ ὑπακοὴ μέχρι θανάτου ἔχει τὸν ὅρον, ταύτης οὐδὲν προκρίνει, ἀλλὰ καὶ ἐν τούτῳ, καθὼς ἔφην, τοῦ Χριστοῦ εὑρίσκε‐ ται μιμητής, τοῦ ἕως θανάτου ὑπακούσαντος τῷ Πατρί. Καὶ ἡ ἀγάπη δὲ ὅπλον ἀκαταμάχητον ὑπάρχει κατὰ τοῦ Διαβόλου· ἡ ἀγάπη γάρ, φησί, ὁ Θεός ἐστι, καὶ ὁ ὢν ἐν τῇ ἀγάπῃ, ὡς εἴρηται, ἐν τῷ Θεῷ μένει. Οὐδὲν τούτων τῶν ἀρε‐
15τῶν τιμιώτερον· ἐν τούτοις γὰρ ὅλος ὁ νόμος καὶ οἱ Προφῆται κρέμανται.394

395

Ἐν τούτοις οὖν, ἀγαπητοί, 〈τοῖσ〉 κατορθώμασιν ἀγωνισώμεθα ἀναστρα‐ φῆναι, καὶ πᾶσαν τὴν δύναμιν τοῦ Διαβόλου καταβάλωμεν, καταπτύοντες δόξας ματαίας, ὁμοίως καὶ ἀτιμίας, καθὼς διδάσκει ὁ Ἀπόστολος, λέγων· διὰ τῶν ὅπλων τῶν δεξιῶν καὶ ἀριστερῶν, διὰ δόξης καὶ ἀτιμίας, διὰ δυσφημίας καὶ
5εὐφημίας, ὡς πλάνοι καὶ ἀληθεῖς. Τοιοῦτοι ἐγένοντο οἱ Ἀπόστολοι, πάσης ἀν‐ θρωπίνης δόξης καταφρονήσαντες, καὶ πάντα τοῦ αἰῶνος τούτου σκύβαλα ἐλο‐ γίσαντο, μηδὲν τῆς τοῦ Θεοῦ ἀγάπης προκρίναντες· ἀλλ’ ὅμως ὁμονοήσαντες ἐν τοῖς καλοῖς, καὶ εἰρήνην πρὸς ἀλλήλους καὶ ἀγάπην ἐσχηκότες, οὕτως πά‐ σας μηχανὰς Διαβόλου κατέλυσαν καὶ πᾶσαν αὐτοῦ τὴν κακίαν ἐπόρθησαν· μὴ
10βασιλέων ἢ τυράννων θυμοὺς δειλιάσαντες, ἀλλὰ πᾶσαν διαβολικὴν μανίαν διὰ τῆς ὁμονοίας καὶ τῆς εἰρήνης κατέλυσαν καὶ τελείως ἠφάνισαν· καὶ τὴν εἰρήνην μετὰ ἀλλήλων ἔχοντες, πάντας τοὺς πολέμους τοῦ Διαβόλου ἔλυσαν, πᾶσαν εἰδωλικὴν μανίαν ἀνατρέψαντες, καὶ πάντας διαβολικοὺς μώμους καθεῖλον, καὶ φιλοσόφους οἱ ἀμαθεῖς κατῄσχυναν, καὶ συγκλήτων ἀνέτρεψαν δόγματα, καὶ
15τὴν ἐκκλησίαν ἐθεμελίωσαν, καὶ θυσιαστήριον ἔπηξαν, καὶ τὴν εἰς οὐρανὸν ἡμῖν395

396

ἄνοδον ὑπέδειξαν, καὶ τὴν οἰκουμένην τὴν σωτηρίαν κατέσπειραν. Ταῦτα δὲ πάντα κατώρθουν οἱ Ἅγιοι οὐκ ἰσχύϊ σωμάτων, οὐχ ὅπλων ἐνεργείᾳ, ἀλλὰ διὰ τῆς εἰς τὸν Θεὸν ἀγάπης καὶ τὸν πλησίον, καὶ τῆς πρὸς ἀλλήλους ὁμονοίας καὶ εἰρήνης· οὐδὲν γὰρ τῆς ἀγάπης καὶ τῆς εἰρήνης ἀνώτερον.
5 Διὰ τούτων τοίνυν τῶν ἀρετῶν τῆς τηλικαύτης δόξης κατηξιώθησαν, καὶ φίλοι καὶ ἀδελφοὶ τοῦ Κυρίου ἀνεδείχθησαν. Ποτὲ μὲν λέγοντος τοῦ Κυρίου πρὸς αὐτούς· ὑμεῖς φίλοι μου ἐστέ, ἐὰν ποιήσητε καθὼς λέγω ὑμῖν. Μετὰ δὲ τὴν ἀνάστασιν λέγων ταῖς γυναιξί· πορευθεῖσαι εἰς τὴν Γαλιλαίαν ἀπαγγείλατε τοῖς ἀδελφοῖς μου ὅτι προάγω ὑμᾶς. Διὰ τοῦτο καὶ ἐν παλιγγενεσίᾳ δώδεκα
10θρόνων καθέδρας αὐτοῖς ἐπηγγείλατο, καὶ κριτὰς αὐτοὺς καθεσθῆναι τῶν δώδε‐ κα φυλῶν τοῦ Ἰσραὴλ ἔφησεν ὁ Δεσπότης. Δεῦτε οὖν καὶ ἡμεῖς, ἀγαπητοί, τῇ τούτων διδασκαλίᾳ ἐξακολουθήσωμεν, καὶ τὰς τούτων ἀρετὰς μιμησώμεθα καὶ τὸ στερεὸν τῆς ὀρθοτάτης πίστεως, τὴν περὶ τῷ μέλλοντι αἰῶνι ἀνάπαυσιν 〈καὶ〉 ἐλπίδα, τὴν εἰλικρινῆ καὶ ἄδολον
15ἀγάπην εἰς τὸν Θεὸν καὶ εἰς πάντας, τὴν ταπεινοφροσύνην αὐτῶν καὶ ὑπομο‐396

397

νήν, τὸ ἀόργητον καὶ ἀτάραχον, ἀπέρπερον καὶ ἀκενόδοξον, τὸ συμπαθὲς καὶ εὔσπλαγχνον καὶ ὑπομονητικόν, τὸ πρᾷον καὶ ἡσύχιον, τὸ ἀφιλάργυρον καὶ ἐγκρατές, τὸ σπουδαῖον καὶ πρόθυμον πρὸς τὰς ἀρετάς, τὸ ὑπήκοον καὶ εὐκα‐ τάστατον, τὸ παρεσκευασμένον πρὸς τὰς θλίψεις καὶ τοὺς κινδύνους καὶ πειρα‐
5σμούς. Μετὰ δὲ τούτων πάντων τῶν λεχθεισῶν ἀρετῶν, τὴν ὁμόνοιαν καὶ τὸν ταύτης σύνδεσμον· ὅπως διὰ τούτων πάντων τῶν καλῶν ἔργων ῥυσθῶμεν τῆς τοῦ Διαβόλου κακοτεχνίας καὶ ἀπάτης καὶ πλάνης, καὶ ἐκφύγωμεν τὴν γέενναν καὶ τὸν σκώληκα τὸν ἀκοίμητον καὶ τὸν κλαυθμὸν καὶ τὸν βρυγμὸν τῶν ὀδόν‐ των καὶ τὸ ἐξώτερον σκότος, καὶ τύχωμεν τοῦ αἰωνίου καὶ ἀφθάρτου φωτὸς εἰς
10τὴν ἀνάπαυσιν καὶ αἰώνιον χαρὰν τοῦ Κυρίου ἡμῶν Ἰησοῦ Χριστοῦ, ὅθεν ἀπέ‐ δρα ὀδύνη καὶ λύπη καὶ στεναγμός· ὅπου οὐκ ἔνι Διάβολος ἀντιπολεμῶν· ἔνθα οὐκ ἔστιν ἀδικοῦντα ἢ ἀδικούμενον ἰδεῖν· ὅπου οὐκ ἔστι θάνατος καὶ τὰ τοῦ θα‐
νάτου κακά, ἀλλ’ εὐφροσύνη καὶ ἀγαλλίασις αἰώνιος.397

398

Ταῦτα ποθήσωμεν, ταῦτα ζηλώσωμεν, τούτων τυχεῖν ἀγωνισώμεθα διὰ τῆς ἐν κόσμῳ ἡμῶν ἀναστροφῆς. Δράμωμεν, ὀξυποδήσωμεν, ὡς ἔτι ἡμέρα ἐστί· πρὶν καταλάβῃ ἡμᾶς ἡ ἀτελεύτητος νύξ. Πρὸ τοῦ ἀποκλεισθῆναι τὴν θύ‐ ραν, φωτίσωμεν τὰς τῶν ψυχῶν ἡμῶν λαμπάδας τῷ ἁγνισμῷ τῆς καθαρότη‐
5τος, ἵνα χαίροντες συνεισέλθωμεν τῷ δεσποτικῷ καὶ ἀθανάτῳ Νυμφίῳ, εἰς τὸν οὐράνιον αὐτοῦ παστόν. Τὸ δὲ πιστευθὲν ἡμῖν τῆς ἁγιωσύνης σχῆμα σπουδάσω‐ μεν διατηρῆσαι ἄμωμον, ἵνα ἐπιγνῶ ὁ Δεσπότης τὸ ἴδιον δώρημα καθαρὸν καὶ ἀμόλυντον φυλαχθὲν ὑφ’ ἡμῶν· καὶ ἀκούσωμεν τῆς μακαρίας ἐκείνης φωνῆς τοῦ Δεσπότου· δεῦτε οἱ εὐλογημένοι τοῦ Πατρός μου, κληρονομήσατε τὴν ἡτοι‐
10μασμένην ὑμῖν βασιλείαν ἀπὸ καταβολῆς κόσμου. Καὶ τό· εὖ, δοῦλε ἀγαθὲ καὶ πιστέ· ἐπὶ ὀλίγα ἦς πιστός, ἐπὶ πολλῶν σε καταστήσω· εἴσελθε εἰς τὴν χαρὰν τοῦ Κυρίου. Ἐν Χριστῷ Ἰησοῦ τῷ Κυρίῳ ἡμῶν, ᾧ 〈ἡ〉 δόξα καὶ τὸ κράτος,
νῦν καὶ ἀεὶ καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων. Ἀμήν.398