TLG 4138 072 :: EPHRAEM SYRUS :: De patientia et compunctione. Sermo adhortatorius

EPHRAEM SYRUS Theol., vel Ephraem Graecus
(Syrus: A.D. 4)

De patientia et compunctione. Sermo adhortatorius

Source: Phrantzoles, Konstantinos G. (ed.), Ὁσίου Ἐφραίμ τοῦ Σύρου ἔργα, vol. 4. Thessalonica: Το περιβόλι της Παναγίας, 1992: 320–332.

Dup. Assemani, J.S., Sancti patris nostri Ephraem Syri opera omnia, vol. 3 Rome (1732) 86f–92.

Citation: Page — (line)

320

(t)

Περὶ ὑπομονῆς καὶ κατανύξεως. Λόγος παραινετικός
1 Ὁ πλάσας ἡμᾶς Θεός, ἐπιστάμενος τὴν ἀσθένειαν τῆς διανοίας ἡμῶν καὶ τοῦ ἀντικειμένου τὴν κακοτεχνίαν, τὰς θείας ἡμῖν Γραφὰς ἐδωρήσατο ὡς ὁπλο‐ θήκας καὶ θησαυροὺς ἰαμάτων. Ἔστι δὲ ἐν ταῖς ὁπλοθήκαις ὅπλα διάφορα· φησὶ γὰρ ὁ Δαυΐδ· καὶ ἔθου τόξον χαλκοῦν τοὺς βραχίονάς μου· καὶ πάλιν· ἐξαπέ‐
5στειλε βέλη καὶ ἐσκόρπισεν αὐτούς, καὶ ἀστραπὰς ἐπλήθυνε καὶ συνετάραξεν αὐτούς. Καὶ ἐν ἑτέρῳ λέγει· λήψεται πανοπλίαν τὸν ζῆλον αὐτοῦ καὶ ὁπλοποιή‐ σει τὴν κτίσιν εἰς ἄμυναν ἐχθρῶν· ἐνδύσεται θώρακα δικαιοσύνην καὶ περιθήσε‐ ται κόρυθα κρίσιν ἀνυπόκριτον· λήψεται ἀσπίδα ἀκαταμάχητον ὁσιότητα, ὀξυνεῖ
δὲ ἀπότομον ὀργὴν εἰς ῥομφαίαν, συνεκπολεμήσει δὲ αὐτῷ ὁ κόσμος ἐπὶ τοὺς320

321

παράφρονας. Πορεύσονται εὔστοχοι βολίδες ἀστραπῶν, καὶ ὡς ἀπὸ εὐκύκλου τόξου τῶν νεφελῶν ἐπὶ σκοπῷ ἁλοῦνται, καὶ ἐκ πετροβόλου θυμοῦ πλήρεις ῥι‐ φήσονται χάλαζαι. Ἀγανακτήσει κατ’ αὐτῶν ὕδωρ θαλάσσης, ποταμοί τε συγ‐ κλύσουσιν ἀποτόμως. Ἀντιστήσεται αὐτοῖς πνεῦμα δυνάμεως, καὶ ὡς λαῖλαψ
5ἐκλικμήσει αὐτούς. Καὶ ὁ Ἐλισσαιὲ εἶπεν· μὴ φοβοῦ, ὅτι πλείους οἱ μεθ’ ἡμῶν ὑπὲρ τοὺς μετ’ αὐτῶν. Καὶ προσηύξατο Ἐλισσαιὲ καὶ εἶπεν· Κύριε, διάνοιξον δὴ τοὺς ὀφθαλμοὺς τοῦ παιδαρίου, καὶ ἰδέτω. Καὶ διήνοιξε Κύριος τοὺς ὀφθαλμοὺς αὐτοῦ, καὶ εἶδεν· καὶ ἰδοὺ τὸ ὄρος πλῆρες ἵππων, καὶ ἅρμα πυρὸς περικύκλῳ Ἐλισσαιέ. Ὁ δὲ Ἠσαΐας· καὶ ἔθηκε τὸ στόμα μου ὡσεὶ μάχαιραν ὀξεῖαν καὶ
10ὑπὸ τὴν σκέπην τῆς χειρὸς αὐτοῦ ἔκρυψέ με· ἔθηκέ με ὡς βέλος ἐκλεκτὸν καὶ ἐν τῇ φαρέτρᾳ αὐτοῦ ἐσκέπασέ με. Ἐν δὲ τῷ Ἰεζεκιὴλ λέγει· καὶ σύ, υἱὲ ἀν‐ θρώπου, λάβε σεαυτῷ ῥομφαίαν ὀξεῖαν ὑπὲρ ξυρὸν κουρέως· κτήσῃ αὐτὴν σεαυ‐ τῷ. Διὸ καὶ ὁ Ἀπόστολος διδάσκει ἡμᾶς, λέγων· ἐνδύσασθε τὴν πανοπλίαν τοῦ
Θεοῦ πρὸς τὸ δύνασθαι ὑμᾶς ἀντιστῆναι πρὸς τὰς μεθοδείας τοῦ Διαβόλου· ἵνα,321

322

ὅταν προσβάλῃ ἡμῖν ὁ Ἐχθρός, καθοπλίσωμεν ἑαυτοὺς κατ’ αὐτοῦ ἐκ τῶν εἰρη‐ μένων ὁπλοθηκῶν. Τὰ δὲ ὅπλα ἡμῶν οὐ σαρκικά, ἀλλὰ δυνατὰ τῷ Θεῷ· καθ’ ὅτι οὐδὲ ἡ πάλη ἡμῶν ἐστι πρὸς αἷμα καὶ σάρκα, ἀλλὰ πρὸς τὰ πνευματικὰ τῆς πονηρίας. Ἐν δὲ τοῖς θησαυροῖς ἐστι πάμπολλα καὶ διάφορα βοηθήματα,
5〈ὡσ〉 ὁ περὶ τῆς μετανοίας καὶ σωτηρίας λόγος, ὅπως, ἐάν τις παρατασσόμενος κατὰ τοῦ Διαβόλου τρωθῇ, σπουδαίως ἀναδράμῃ ἐπὶ τὸν θησαυρὸν τῶν ἰαμά‐ των, καὶ ἐπιθεὶς τῷ πλήγματι φάρμακον μετανοίας καὶ ὑγιὴς γενόμενος, πάλιν μαχήσεται ὑπὲρ τοῦ ἰδίου Δεσπότου. Ἐπεὶ οὖν καὶ ἡ ὀλιγωρία βέλος τοῦ Ἐχθροῦ τυγχάνει, ἐν ᾧ πολλοὺς
10τρώσας κατέβαλε, λάβωμεν ἡμεῖς τρόπαιον κατὰ τῆς ὀλιγωρίας τὴν ὑπομονήν, πυκνότερον ἐπιλέγοντες ἑαυτοῖς τὸ γεγραμμένον· ἀνδρίζου καὶ κραταιούσθω ἡ καρδία σου, καὶ ὑπόμεινον τὸν Κύριον· ὅπως ὑπὸ τοῦ λόγου στηριζομένη ἡ ψυχὴ εὐκόλως δυνηθῇ φέρειν τὰς ἐπιρριπτούσας αὐτῇ συνοχὰς ὑπὸ τοῦ ἀλλοτρί‐
ου, καὶ ὡς ἐπὶ βακτηρίαν ἐπαναπαυομένη ἢ ὡς ὑπὸ ὀχήματος ἀναβασταζομένη322

323

κουφισθῇ τοῦ καμάτου. Πυκνότερον οὖν τῆς λέξεως ταύτης μνημονεύσωμεν καὶ πρὸς ἑαυτοὺς καὶ ἀλλήλους καταλέγοντες· ἀνδρίζου καὶ κραταιούσθω ἡ καρδία σου, καὶ ὑπόμεινον τὸν Κύριον. Πάνυ γὰρ ἡμῖν συμβάλλεται ὁ λόγος, εἴτε νη‐ στεύομεν, εἴτε ἀγρυπνῶμεν, εἴτε προσευχόμεθα, εἴτε ἐργαζόμεθα, εἴτε τι ποι‐
5οῦμεν· διεγείρει γὰρ τὴν προθυμίαν πρὸς τελείωσιν τῆς ἐναρχομένης ἀρετῆς. Ἀγωνίζου τοίνυν ὡς καιρὸν ἔχων, ἵνα καὶ ἐν ἰδίῳ καιρῷ θερίσῃς μὴ ἐκ‐ λυόμενος. Μὴ ἀγάπα τὸ μῖσος. Βδελύσσου τὸν φθόνον καὶ τὴν ἔριν καὶ τὴν κε‐ νοδοξίαν. Μίσει κακοήθειαν καὶ τὴν καταλαλιάν. Ἔτι γὰρ μικρὸν καὶ ὁ φθόνος καὶ ἡ πρὸς τὸν πλησίον ἔχθρα παρέρχεται· μετ’ ὀλίγον γὰρ διαχωριζόμεθα ἀπ’
10ἀλλήλων. Καὶ ἵνα τί φθόνος βασιλεύει ἐν ἡμῖν, ἀδελφοί; Τί ὑψοῖς σεαυτόν, ὦ ἄνθρωπε, μετ’ ὀλίγον γῆ καὶ σποδὸς γινόμενος; Ἀγάπα τὴν κατάνυξιν, πόθει τὴν καρτερίαν. Ἀγάπα τὴν ἐγκράτειαν, ἵνα σε ῥύσηται πολλῶν πειρασμῶν καὶ φροντίδων ματαίων. Δάκρυσον προσευχόμενος, ἵνα εὕρῃς ἀνάπαυσιν ὅπου μέλ‐
λῃς ἀπελθεῖν. Ἐπιμελοῦ τοῦ ἔργου σου ὡς σοφὸς καὶ συνετός· ἡ γὰρ ἀναισχυν‐323

324

τία καὶ ὁ γέλως οὐδέν σε ὠφελήσει ἐν ἡμέρᾳ θανάτου, ἀλλ’ οὐδὲ τὰ εὐτράπελα· ταῦτα γὰρ ἐν καρδίᾳ ἀφρόνων ἐνδελεχίζεται. Ἀλλ’ οὐδὲ ἡ ψευδὴς ὑπόκρισις, ἐὰν μὴ ἐκ καρδίας φοβηθῇς τὸν Κύριον. Ἀγάπα ταπείνωσιν ἐν καρδίᾳ ἀληθινῇ, καὶ εὑρήσεις χάριν παρὰ τοῦ παντοκράτορος Θεοῦ, ὧδε καὶ ἐν τῷ μέλλοντι.
5Ἐὰν δὲ ὑψοῖς σεαυτόν, ὡς φύλλον ὑπὸ ἀνέμου ἐπὶ δένδρον σαλευθήσῃ εὐχερῶς· τὰ γὰρ ἡδέα τοῦ βίου ὡς σκιὰ παρατρέχει. Μὴ ἴσθι πικρίας οἶκος, ἵνα μή σε λυμανῇ ὁ ἰὸς αὐτῆς, πλὴν καὶ μεταδίδως τῷ πλησίον τοῦ ἰοῦ τῆς πικρίας. Μὴ αἰσχυνθῇς φυλάξαι εὐλάβειαν ἐν ταπεινῇ καρδίᾳ· οἱ γὰρ διαστρέφοντές σε οὐ μή σε ὠφελήσουσιν ἐν ἡμέρᾳ ἀνάγκης. Τὸν Θεὸν φοβοῦ ἐν ὅλῃ ἰσχύϊ σου, καὶ
10αὐτός σε σοφίσει τὸ πῶς σε δεῖ σωθῆναι. Ἔχε δὲ ταπείνωσιν καὶ πρᾳότητα, καὶ ἐπελεύσεται ἐπὶ σὲ ἡ χάρις τοῦ φόβου Κυρίου. Οὐδὲν ἔχει ὁ μολυσμὸς τῆς σαρκός, εἰ μὴ τὴν κατάγνωσιν καὶ τὸ πῦρ τὸ ἄσβεστον· ὁ δὲ ἁγιασμὸς καὶ ἐν τῷ αἰῶνι τούτῳ ἔπαινον καὶ καύχημα, καὶ ἐν τῷ μέλλοντι στέφανον ἀμάραντον. Τὸ σῶμά σου, ἀδελφέ, ναός ἐστι τοῦ Ἁγίου
15Πνεύματος τοῦ ἐν σοὶ οἰκοῦντος. Ἐπιμελοῦ οὖν τοῦ ναοῦ, ἵνα μὴ λυπήσῃς τὸν324

325

ἐνοικοῦντα ἐν αὐτῷ. Ἀλλ’ ἴσως ἐρεῖ τις· κἀγὼ ἐβουλόμην φυλάξαι ἐμαυτὸν τοῦ μολυσμοῦ, καὶ τί ποιήσω, ὅτι οὐ περιγίνομαι; Ὁμοῖόν ἐστι τοῦτο τῷ βουλομέ‐ νῳ τῶν πολεμίων ἐπικρατεῖν ἄτερ μάχης καὶ πόνου· ὅπουγε καὶ ἡμεῖς καθ’ ἑαυ‐ τῶν ἐπιδιδόαμεν βέλη τοῖς καθ’ ἡμᾶς πολεμοῦσιν. Ὅταν γὰρ νωθρῶς καὶ ἀφυ‐
5λάκτως διακείμεθα πρὸς τὴν ἀσφάλειαν τῶν θυρίδων τῆς ψυχῆς, οὐχὶ ἐπίβου‐ λοί ἐσμεν τῆς ἑαυτῶν σωτηρίας, δίοδον παρέχοντες τοῖς ὑπεναντίοις; Ὅταν γὰρ τοῖς ἑαυτῶν ὀφθαλμοῖς ἀδεῶς κεχρήμεθα, κατανοοῦντες ἃ μὴ δεῖ, ὅπου οὐδὲ τὸ ἑαυτοῦ σῶμα προσήκει ἀδεῶς κατανοεῖν τὸν ἐν ἀρετῇ ἐξεταζόμενον; Διὰ τοῦτο ἑαυτοῖς προξενοῦμεν τὰς βλάβας. Ὅταν πάλιν τὴν ἑαυτῶν ἀκοὴν κλίναντες
10πρὸς μοχθηρὰς ἀκοὰς καὶ ᾄσματα πορνικά, οὐχὶ ἑαυτοῖς προξενοῦμεν τὰς ζη‐ μίας; Ὁμοίως καὶ τὸ στόμα ἑαυτῶν μολύνοντες ἐν καταλαλιαῖς καὶ αἰσχρολο‐ γίαις, οὐ χαλινοῦντες τὴν ἑαυτῶν γλῶσσαν, ἀλλὰ καθὼς γέγραπται· ἡ γλῶσσα καθίσταται ἐν τοῖς μέλεσιν ἡμῶν ἡ σπιλοῦσα ὅλον τὸ σῶμα καὶ φλογίζουσα τὸν τροχὸν τῆς γενέσεως καὶ φλογιζομένη ὑπὸ τῆς γεέννης· τὴν ὄσφρησιν μύροις
15καὶ ἀρώμασι καταπλήττοντες, τὰς χεῖρας ἀτάκτως ἐπιβάλλοντες πρὸς τὰ μὴ325

326

καθήκοντα, τοὺς πόδας ἐπιρρίπτοντες εἰς ὁδὸν οὐκ εὐθεῖαν. Καὶ ταῦτα οὕτω διαπράττοντες, πῶς δυνησόμεθα δραχμὴν σωφροσύνης ἀνῦσαι τῷ Κυρίῳ, ἀλλ’ οὐδὲ τὸ πρόσωπον τῆς γῆς ὁμαλίσαντες δι’ ἐγκρατείας καὶ γενναίων πόνων; Πῶς δὲ δυνατὸν κωλύειν τὸν καπνὸν τοῦ μὴ εἰσβάλλειν ἔνδον, τῶν θυρί‐
5δων ἀνεῳγμένων οὐσῶν, τοῦ ἐξ ἐναντίας ἀδιαλείπτως πῦρ ὑποκαίοντος; Ἐὰν παραιτῇ τὸν καπνόν, ἀσφαλίζου τὰς θυρίδας, ἵνα μὴ μελανωθῇ σου ὁ οἶκος διὰ τῶν αἰσθήσεων. Ἐν χειμερινῇ ὥρᾳ ἀσφαλίζου τὰς θυρίδας, ἵνα μὴ ὑπὸ τοῦ ψύ‐ χους παραβλαβῇ σου τὸ σῶμα· περὶ δὲ τὴν τῆς ψυχῆς ὠφέλειαν, πῶς νωθρῶς διακείμεθα; Λόγον δεῖ ἡμᾶς δοῦναι τῷ ἐτάζοντι καρδίας, πῶς διεφυλάξαμεν ὃν
10ἐνεπιστεύθημεν ναόν. Τοῦ ἐκ πηλοῦ καὶ λίθων καὶ ξύλων δημιουργηθέντος οἴκου, ἔνθα τὸ σῶμα θάλπεται, ἐπιμελούμεθα σπουδαίως, τοῦ δὲ κρείττονος καταμελοῦμεν. Μεγάλη οὖν αἰσχύνη ἔσται τότε καὶ κρίσις ἀπότομος τῷ κατα‐ φθείραντι τὸν ναὸν τοῦ Κυρίου, ἐὰν μὴ διὰ μετανοίας ἔτυχεν ἀφέσεως καὶ διὰ ἰδίων δακρύων τοὺς σπίλους ἀπέπλυνε.
15Μισήσωμεν κενοδοξίαν καὶ ὀκνηρίαν καὶ τὴν ὀξυχολίαν, τὰ ἄκαρπα εἴδη.326

327

Κατανοεῖν δεῖ τὰς πολιτείας τῶν Ἁγίων καὶ μιμεῖσθαι αὐτῶν τὸν βίον. Νήψω‐ μεν, μήποτε αἱ σπουδαῖαι γυναῖκες κατακρινοῦσιν ἡμᾶς. Κατάμαθε τὸ σπου‐ δαῖον καὶ ταπεινὸν τῆς Ῥεβέκκας, καὶ θαυμάσεις ἐπὶ τῇ ἀρετῇ τῆς μακαρίας, πῶς ὑπεδέξατο τὸν ξένον. Γέγραπται γάρ· καταβᾶσα δὲ Ῥεβέκκα ἐπὶ τὴν
5πηγὴν ἔπλησε τὴν ὑδρίαν καὶ ἀνέβη. Ἐπέδραμε δὲ ὁ παῖς εἰς συνάντησιν αὐτῆς καὶ εἶπε· πότισόν με μικρὸν ὕδωρ ἐκ τῆς ὑδρίας σου. Ἡ δὲ εἶπε· πίε, κύριε. Καὶ ἔσπευσε καὶ κατήνεγκε τὴν ὑδρίαν ἐπὶ τὸν βραχίονα ἑαυτῆς καὶ ἐπότισεν αὐτόν, ἕως οὗ ἐπαύσατο πίνων. Καὶ εἶπε· καὶ ταῖς καμήλοις σου ὑδρεύσομαι. Καὶ πρὸ πολλῶν γενεῶν τὴν εὐαγγελικὴν φωνὴν ἐπλήρου· ἔφη γὰρ ὁ Κύριος·
10ἐάν τις σε ἀγγαρεύσῃ μίλιον ἕν, ὕπαγε μετ’ αὐτοῦ δύο. Οὕτω καὶ αὕτη ἡ μακα‐ ρία τὴν χάριν ἐδιπλασίασεν, εἰποῦσα· πίε, κύριε· καὶ ταῖς καμήλοις σου ὑδρεύ‐ σομαι, ἕως ἂν πᾶσαι πίωσι. Καὶ εἰρηκυῖα, οὐκ ἔστη ἕως τούτου, ἀλλὰ καὶ ἔργῳ ἀπεπλήρου τὸν λόγον, κατὰ τὸ γεγραμμένον· οὐ γὰρ ἐν λόγῳ ἡ βασιλεία τῶν οὐρανῶν, ἀλλ’ ἐν δυνάμει. Πᾶσαν γάρ, φησίν, ἐξεκένωσε τὴν ὑδρίαν εἰς τὸ
15ποτιστήριον καὶ ἔδραμεν ἐπὶ τὸ φρέαρ ἀντλῆσαι καὶ ὑδρεύσατο πάσαις ταῖς κα‐327

328

μήλοις. Καὶ ὅρα ἀρετὴν ψυχῆς· οὐδὲν ὀκνηρόν, οὐδὲν ὑπερήφανον, οὐδὲν ἀλα‐ ζονικόν· τὸν ξένον, κύριον ἐκάλει· τῷ ὁδοιπόρῳ ὡς γνησία θεραπαινὶς ὑπούρ‐ γει. Οὕτω καὶ ὁ Ἰακὼβ πεποίηκεν, ἀποκυλίσας τὸν λίθον ἀπὸ τοῦ φρέατος καὶ ποτίσας τὰ πρόβατα Λάβαν τοῦ ἀδελφοῦ τῆς μητρὸς αὐτοῦ. Ἀλλ’ ἴσως παρελ‐
5θών τις λέξει· διὰ τὴν συγγένειαν τοῦτο πεποίηκεν. Ἐλεγχθήσεται δὲ ὁ τοιοῦ‐ τος ὑπὸ τῶν πράξεων Μωυσέως· λέγει γὰρ ἡ ἁγία Γραφή· ἀνεχώρησε δὲ Μω‐ υσῆς ἀπὸ προσώπου Φαραώ, καὶ ἐλθὼν εἰς γῆν Μαδιάμ, ἐκάθισεν ἐπὶ τοῦ φρέ‐ ατος. Τῷ δὲ ἱερεῖ Μαδιὰμ ἦσαν ἑπτὰ θυγατέρες ποιμαίνουσαι τὰ πρόβατα Ἰοθὸρ τοῦ πατρὸς αὐτῶν· παραγενόμενοι δὲ οἱ ποιμένες ἐξέβαλλον αὐτάς· ἀνα‐
10στὰς δὲ Μωυσῆς ἐρρύσατο αὐτὰς καὶ ἐπότισε τὰ πρόβατα αὐτῶν. Μεγάλη ἡ χάρις ἡ λάμπουσα ἐν ταῖς ψυχαῖς τῶν ὁσίων σου, Κύριε· τὴν γὰρ μητέρα τῶν ἀρετῶν ἐνεδύσαντο, τὴν ἀνυπόκριτον ἀγάπην. Μετὰ πόνου οὖν καὶ σπουδῆς ἀγάπα ἀκροᾶσθαι τῶν θείων Γραφῶν τὰ διδάγματα. Τῆς τροφῆς τοῦ σώματος ἐπιμελούμεθα καθ’ ἑκάστην ἡμέραν, ἐν ἀρτύμασι ταύτην παραρ‐
15τύοντες· τῆς δὲ τροφῆς τῆς ψυχῆς ἀμελοῦμεν. Καταφρονεῖν δεῖ μᾶλλον, φιλό‐328

329

χριστοι ἀδελφοί, τῆς βρώσεως τῆς σαρκός, ἵνα διατραφῇ ἡ ψυχὴ ἐν Πνεύματι Ἁγίῳ. Ἔσθιε καθ’ ἑκάστην ἄρτον, ὃν δίδωσιν ἡ σοφία τοῦ Θεοῦ καὶ πίνε ὕδωρ τὸ ἐκπορευόμενον ἐκ πέτρας πνευματικῆς, ἵνα ἀνδρυνθῇ σου ὁ νοῦς πρὸς τὸν τῆς γνώσεως φωτισμόν. Ἡ γὰρ ἀπόλαυσις τῶν αἰσθητῶν βρωμάτων, ἕως οὗ
5διαβῇ ὁ ψωμὸς τὸν φάρυγγα, καὶ εὐθέως πέπαυται αὐτῶν τὸ ἡδύ. Τί δὲ ἐπαίρῃ, ὦ ἄνθρωπε, καὶ ἐν ἐσθῆτι λαμπρᾷ; Ὅταν γάρ τις περι‐ βληθῇ ἐσθῆτα πολυτελῆ δι’ ὅλης τῆς ἡμέρας, καταλαβούσης τῆς νυκτὸς ταύτην ἀποδύεται, καὶ φαγὼν καὶ ἐμπλησθείς, πρὸς τὸν ὕπνον τρέπεται· καὶ πολλάκις ἕρπουσιν ἐπ’ αὐτὸν θηρία καὶ ἑρπετά, καὶ ἀνάκειται ῥέγχων ὡς νεκρὸς ἀναίσθη‐
10τος. Πρωΐας δὲ γενομένης, ἀνίσταται συντόμως, καὶ ἀμφιεσάμενος τὰ λαμπρὰ ἱμάτια, οἴεται ἐπαίρεσθαι ἐν τῇ ματαιότητι ὁ πρὸ ὀλίγου ἐν σκότει κατακείμενος καὶ μετ’ ὀλίγον εἰς τάφον καταλύων. Ἐὰν βούλῃ καυχᾶσθαι, ἐν Κυρίῳ ἔστω σου τὸ καύχημα. Εἰ δὲ καὶ πλοῦτον ἔχεις, θησαύρισον σεαυτῷ θησαυρὸν ἐν οὐ‐ ρανοῖς δι’ εὐποιΐας. Ἐὰν γὰρ ἀναβάλλῃ ἕως οὗ ἔλθῃ θάνατος, τῶν Ἀγγέλων
15ἐπειγόντων πολλάκις, καὶ οἷς οὐ βούλει καταλείψεις τὸν πλοῦτον.329

330

Μὴ φοβηθῇς ἀρχὴν βαλεῖν ἀγαθῆς πολιτείας· ἐὰν γὰρ γεύσῃ μόνον τῆς γλυκύτητος τοῦ Ἁγίου Πνεύματος, φωτίζεταί σου ὁ νοῦς πρὸς τὴν τῶν ἀκαθάρ‐ των μελέτην. Διὸ λέγει τὸ Πνεῦμα τὸ Ἅγιον· γεύσασθε καὶ ἴδετε ὅτι χρηστὸς ὁ Κύριος. Μακάριος ὁ εὑρεθεὶς ἐν τῇ ὥρᾳ τοῦ θανάτου θυσία ἁγία εὐάρεστος τῷ
5Κυρίῳ, μετὰ χαρᾶς πολλῆς χωριζόμενος τοῦ σώματος καὶ τοῦ βίου τοῦ ματαί‐ ου· ὃν θεασάμεναι ἐν οὐρανοῖς αἱ στρατιαὶ τῶν Ἀγγέλων, ἐπαινέσουσιν ὡς σύν‐ δουλον δόκιμον ἐν Κυρίῳ. Πάλιν τολμῶ ἐν στόματι ἀκαθάρτῳ ἱκετεύειν σε τὸν ἅγιον καὶ ἄχραντον καὶ καθαρόν· καὶ ἐκ καρδίας πονηρᾶς καὶ μοιχευούσης καθ’ ἑκάστην στεναγ‐
10μοὺς ἀναπέμπω πρὸς σὲ τὸν ἅγιον καὶ λυτρωτήν. Καθέλκομαι γὰρ καθ’ ἑκά‐ στην ὑπὸ τοῦ Ἐχθροῦ εἰς μελέτην τῶν ἀκαθάρτων λογισμῶν, καὶ αἰσχύνομαι ἀναβλέψαι εἰς τὸν οὐρανόν· αἰσχύνη γὰρ καὶ ὄνειδος ἐγενήθη μοι ἀπὸ πλήθους τῶν ἀδικιῶν μου. Ἱκετεύω δὲ τὴν σὴν ἀγαθότητα, συμπάθησον ὡς εὔσπλαγ‐ χνος. Ἐκδίωξον ἐκ τῆς ἐμῆς διανοίας τὸν δόλιον φθορέα καὶ ἀθώωσόν με πρὸ
15θανάτου τῆς μερίδος τῶν ἀσεβῶν. Μνήσθητί μου, Κύριε, ἐν ἐλέει καὶ οἰκτιρ‐
μοῖς, καὶ κλῖνον τὸ οὖς σου εἰς τὴν δέησιν τοῦ δούλου σου. Μὴ καταδικασθείην330

331

μετὰ τῶν ὑπερηφάνων· μὴ ἀπορριφείην ἀπὸ προσώπου τῶν ὀφθαλμῶν σου· μὴ γενηθείην μερὶς τῆς ἀπωλείας· μὴ καταποντισθείην εἰς βάθη ἀβύσσου· μὴ κατα‐ κλεισθείην ἐν τοῖς ταμιείοις τοῦ ᾅδου· μὴ ὑποστρώσωσιν ὑποκάτω μου σῆψιν, καὶ τὸ κατάλυμά μου μὴ ἔστω σκώληξ· μὴ συγκλεισθείην ἐν σκότει αἰωνίῳ ὑπὸ
5θεμελίων ὀρέων, δεδεμένος δεσμοῖς ἀϊδίοις· μὴ παραδοθείην ἀγγέλῳ ἀνηλεεῖ· μὴ κατακαυθείην ἐν τῷ πυρὶ τῷ ἀσβέστῳ. Μνήσθητί μου, Κύριε, καὶ σῶσόν με, Ἅγιε, ὁ ἐν ἁγίοις ἀναπαυόμενος. Σὺ εἶπας, Κύριε, αἰτεῖτε καὶ δοθήσεται ὑ‐ μῖν. Ἔλεος αἰτοῦμαι καὶ οἰκτιρμούς· παρέχεις γὰρ πλουσίως πᾶσι καὶ οὐκ ὀνει‐ δίζεις, Δέσποτα Κύριε Παντοκράτορ· ἀγαθὸς γὰρ ὑπάρχεις καὶ φιλάνθρωπος.
10Δὸς χάριν ἡμῖν εὑρεῖν ἐνώπιον τῆς δόξης σου, Κύριε. Δοξασθήτω δὴ καὶ ἐν ἡ‐ μῖν τὸ ὄνομά σου, Κύριε. Δεξάσθωσαν ἡμᾶς, Κύριε, οἱ δίκαιοι μετ’ εὐφροσύνης εἰς τὰς αἰωνίους σκηνάς, ῥυσθέντας ἐκ χειρὸς τῶν ὑπερηφάνων. Τίς ἀκούων τὸ φρικῶδες ῥῆμα παρασιωπήσει τοῦ βοᾶν πρὸς σὲ καθ’ ἑκάστην ὥραν; Φησὶ γὰρ
ἡ ἁγία Γραφή· εἰ ὁ δίκαιος μόλις σῴζεται, ὁ ἀσεβὴς καὶ ἁμαρτωλὸς ποῦ φα‐331

332

νεῖται; Ἡμεῖς δὲ τοῖς οἰκτιρμοῖς σου πεποιθότες, ἐπιμένομεν δεόμενοι τοῦ ῥυ‐ σθῆναι τοῦ πυρὸς τοῦ ἀσβέστου καὶ τοῦ φόβου τοῦ μέλλοντος. Πάλαι μὲν γὰρ ὁ Ἄγγελός σου, Κύριε, δραξάμενος τῆς κόμης τοῦ προφήτου Ἀββακούμ, ἐν στι‐ γμῇ ὥρας ἔθετο ἐν Βαβυλῶνι, ἐπάνω τοῦ λάκκου τῶν λεόντων· καὶ πάλιν πα‐
5ραχρῆμα ἀποκατέστησεν ἐν τῇ γῇ τῇ ἰδίᾳ· ἡμᾶς δέ, Κύριε, ἡ χάρις σου ἀναλά‐ βοι καὶ ἀφόβως διαβιβάσοι ἐκεῖνο τὸ χάος τὸ μέγα καὶ φοβερόν, ὃ ἐστήρικται ἀναμέσον δικαίων καὶ ἀδίκων, ὅπως ῥυσθέντες εἴπωμεν· δόξα τῷ Πατρί, τῷ ἡμᾶς ῥυσαμένῳ ἐκ τοῦ σκότους τοῦ ᾅδου καὶ θεμένῳ ἐν παραδείσῳ τρυφῆς· δό‐ ξα τῷ Υἱῷ, τῷ ἡμᾶς ῥυσαμένῳ ἐκ τοῦ πυρὸς τοῦ ἀσβέστου καὶ αἰωνίου σκώλη‐
10κος, καὶ ἀξιώσαντι ἡμᾶς κληρονόμους γενέσθαι τῆς ἄνω Ἱερουσαλήμ· δόξα τῷ Ἁγίῳ Πνεύματι, τῷ ἡμᾶς ῥυσαμένῳ ἐκ φθορᾶς ἁμαρτιῶν καὶ αἰωνίου αἰσχύ‐ νης, καὶ στεφανώσαντι ἡμᾶς ἐν ἀγαλλιάσει ἐν φωτὶ ἀληθινῷ καὶ ὑπερβαλλούσῃ
δόξῃ, εἰς τοὺς αἰῶνας. Ἀμήν.332