TLG 4138 071 :: EPHRAEM SYRUS :: De paenitentia et patientia EPHRAEM SYRUS Theol., vel Ephraem Graecus De paenitentia et patientia Dup. Assemani, J.S., Sancti patris nostri Ephraem Syri opera omnia, vol. 3 Rome (1732) 83b–86e. Citation: Page — (line) | ||
312(t) | Περὶ μετανοίας καὶ ὑπομονῆς | |
1 | Ἆρα τίς τὸν παρόντα βίον ἐλογίσατο εἶναι τοῦτον δραπέτην· καὶ πάλιν δὲ φυγάδα καὶ ἀνυπόστατον, καὶ σκηνὴν ἀναλυομένην· καὶ τὴν ἑαυτοῦ ψυχὴν σο‐ φῶς περιέφραξεν, ὥστε μὴ ὑποπεσεῖν τῇ προσδοκωμένῃ ἐν τῇ μελλούσῃ 〈κρί‐ σει〉 φοβερᾷ καὶ μεγάλῃ ἀποφάσει τοῦ Θεοῦ τοῖς πονηροῖς ἀνθρώποις; Ποῖαι | |
---|---|---|
5 | πηγαὶ δακρύων ἡμῖν ἐξαρκέσουσιν, ὥστε καὶ πρὸ τῆς πείρας κατασβέσαι τὴν φλόγα; Ἆρα τίς δυσωπήσει τὸν Κριτὴν ὑπὲρ ἡμῶν, ἵνα μὴ κατακρίνῃ ἡμᾶς τοὺς ἁμαρτωλούς; Ἆρα τίς τὴν ἄφεσιν ἡμῖν ἐξαιτήσεται, λέγω δὴ τῶν Ἁγίων, παρὰ τοῦ φιλανθρώπου Θεοῦ; Ἆρα τίς τὴν ὀργὴν τοῦ Θεοῦ τρέψει εἰς οἶκτον, καὶ τὴν δικαιοσύνην πάλιν εἰς εὐσπλαγχνίαν, εἰ μὴ μόνος αὐτὸς ἱκετεύσει τὸν | |
10 | Κριτήν, ὁ δήσας τὸ φορτίον τῶν αὐτοῦ πταισμάτων, καὶ βαστάζων, καὶ λύων, | 312 |
313 | καὶ ὅτε θέλει κουφίζων; Ποιοῦμεν γὰρ φορτία δεινῶς ἁμαρτάνοντες, καὶ πάλιν κουφίζομεν ἴσως μετανοοῦντες. Ἐν ἡμῖν ἐστι τὸ λύειν καὶ τὸ δέειν· τοῦ Θεοῦ δὲ τοῦτό ἐστι, συγχωρεῖν προσπίπτουσι. Φιλάνθρωπον γὰρ ὄντως Δεσπότην κε‐ κτήμεθα, λύοντα μετανοίᾳ τῶν δούλων τὰ φορτία. | |
5 | Αὐτὸν τοίνυν τὸν Κριτὴν πρὸ τῆς ἀποδημίας σφόδρα ἱκετεύσωμεν ἐξομο‐ λογούμενοι, ἵνα ἡμᾶς ῥύσηται τῆς ἑαυτοῦ ἀπειλῆς. Εἰ Νῶε καὶ Ἰὼβ καὶ Δα‐ νιήλ, οἱ φίλοι αὐτοῦ τοῦ Θεοῦ καὶ προφῆται, ἔχοντες παρρησίαν, ἐὰν στῶσιν ὑπὲρ τῶν τέκνων δεόμενοι τοῦ Θεοῦ, ὥστε συγχωρηθῆναι αὐτοῖς τὴν τιμωρίαν, οὐδὲν ὅλως ἀνύουσιν, οὐδὲ εἰσακούονται, οὐδὲ ἀποδεχθήσονται. Τί ἡμεῖς ποιή‐ | |
10 | σομεν ἑαυτῶν ἀμελοῦντες; Τίς δὲ ἡμᾶς τῆς ὀργῆς ἐξαρπάσει τοῦ Θεοῦ, ἢ μόνος ὁ κρίνων καὶ δικαιῶν Θεός; Βλέπε πόσην ἀμοιβὴν Θεῷ ἀνταπέδωκαν οἱ ἅγιοι Μάρτυρες ἐπὶ γῆς ἀ‐ θλήσαντες· πόσην τὴν παρρησίαν πρὸς Θεὸν ἐκτήσαντο διὰ τοῦ μαρτυρίου πταί‐ σματα ἀπαλείψαντες. Καὶ οὐ μόνον ἐν τούτῳ τὴν δωρεὰν ἔλαβον, ἀλλ’ ἕτι εἰς | |
15 | προσθήκην καὶ βασιλείαν οὐρανῶν μετὰ καὶ παραδείσου· ἐξέχεαν γὰρ αὐτῶν | 313 |
314 | ἀντίρροπον τὸ αἷμα, τοῦ ὑπὲρ πάσης τιμῆς ἀτιμήτου αἵματος, τουτέστι Δεσπό‐ του· καὶ λοιπὸν εἰς τὸ στάδιον ὑπὲρ τοὺς υἱοὺς ἀλλὰ καὶ ὁμοζύγους προκρίναν‐ τες τοῦ Θεοῦ τὸν πόθον ἐστέφθησαν, ἵνα διὰ τῆς πείρας τῶν μαστίγων ἐλθόντες τοὺς στεφάνους τῆς ἑαυτῶν ἀθλήσεως δέξωνται. Τοσοῦτον γὰρ τὴν αὐτῶν διά‐ | |
5 | νοιαν ὁ πόθος εἵλκυσεν ὁ τοῦ Σωτῆρος πρὸς τὸ αὑτοῦ στάδιον, ὥστε καὶ ὠνή‐ σασθαι τοὺς φθαρτοὺς τὰ ἄφθαρτα. Ἡμεῖς δὲ τῷ Δεσπότῃ καὶ Βασιλεῖ τῆς δόξης ποῖον ἀνταπόδομα προσάξο‐ μεν οἱ δοῦλοι, ὅτιπερ οὐ λόγῳ τὴν προσβολὴν φέρομεν, πολλάκις ὑπὸ ἀδελφοῦ ἡμῖν προσφερομένην; Λήθῃ παραδόντες τὰ ἑαυτῶν τραύματα, κρυπτά τε καὶ | |
10 | φανερά, ἅπερ οἶδεν ὁ Θεός, καὶ ἀέρος νιφάδα φέρειν οὐ δυνάμεθα. Ἄλλοι διὰ τὸν Θεὸν πρισθέντες ἐστέφθησαν, ἡμεῖς δὲ ἐκτὸς βασάνων δυνάμενοι μαρτυρεῖν, τὰ ἐναντία πράττοντες, ἄχρηστοι μένομεν καὶ ὑπὸ τῶν θηρίων λοιπὸν ἁλισκό‐ μεθα, τῶν νοητῶν ἐκείνων καὶ πονηρῶν δαιμόνων. Τί ποιεῖς, ὦ ἄνθρωπε, ἀμελῶν τῆς ἀρετῆς; Ἔδωκέ σοι ὁ Πλάστης ὡς | |
15 | χρυσὸν χωνεύεσθαι, τουτέστι δι’ ὕβρεων καὶ πειρασμῶν, ἵνα σκεῦος ἐκλογῆς | 314 |
315 | δειχθεὶς καὶ καθαρότητος δι’ ὑπομονῆς πολλῆς καὶ τῆς μακροθυμίας· ἀνὴρ γὰρ ἀπείραστος ἀδόκιμος τυγχάνει. Ἐγὼ μόνος ὁ καὶ ταῦτα συντάξας, ὁ ἐν πᾶσιν ἀχρεῖος, ἀλλὰ καὶ ἁμαρτωλός, ὁ ἀκτήμων ὑπάρχων ἀπὸ πάσης ἀρετῆς, ὃς οὐκ εἰμὶ ἱκανὸς ἀδελφὸς ὑμῶν καλεῖσθαι, ὅτι μοι τὴν πρόξενον γενομένην στεφάνου | |
5 | θλῖψιν ἀπέφυγα, ἀδόκιμος ὑπάρχων, ὁ καὶ κατατολμήσας ἐπαινεῖν τοὺς Μάρ‐ τυρας. Ὅταν γὰρ τῶν τοιούτων ἐπαίνων ἐφάψομαι, πικρῶς ἀποδύρομαι, δεινῶς ἁλίσκομαι, κεντᾷ με τὸ συνειδὸς καὶ πλήττει με τῶν ἔργων τῶν κακῶν ἡ ἀμοιβὴ ἐν τῇ μελλούσῃ κρίσει· οὐ γάρ εἰμι ἄξιος ἀτενίσαι εἰς τὸ ὕψος 〈τοῦ οὐρανοῦ〉, ὑπ’ αὐτῶν βαρυνόμενος καὶ καταφερόμενος. Ἐὰν γὰρ ἄρξωμαι λέ‐ | |
10 | γειν Μαρτύρων ἐγκώμια, ἐπέρχεταί μοι ὡς θὴρ ἡ συνείδησις μεταξὺ τῶν λογι‐ σμῶν καὶ Θεοῦ [ἐλέγχοντος] τοῦ τὰ κρυπτὰ βλέποντος τῶν ἀνθρώπων ἁπάν‐ των. Φησὶ γάρ· καὶ σὺ τίς εἶ, ὁ ἐναμβρυνόμενος ταῖς ἑτέρων πράξεσι, αὐτὸς ὢν ἄπορος πάνυ; Ποίαν αὐτὸς δώσει ἀπολογίαν τῷ ἐκ σκότους εἰς φῶς ἐνεγκόντι σε Θεῷ, τολμῶν λέγειν ἀρετάς, ὧν οὐκ εἶ σὺ μιμητής; Μᾶλλον δὲ μέχρι τίνος | |
15 | ἡσυχίαν οὐκ ἄγω, ὡς μηδὲν κεκτημένος, λέγειν τὰ ὑμέτερα; Ἐπειδὴ 〈δὲ〉 Δε‐ | |
σπότην φιλάνθρωπον κέκτημαι, οὐ παύσομαι τοῦ λέγειν Μαρτύρων ἐγκώμια. | 315 | |
316 | Νόμισον, ἐγὼ μόνος ὑπάρχω ἀνάξιος, καὶ πάσης ἀρετῆς ἄπορος τυγχά‐ νω. Ὅμως τοῖς τραπεζίταις καταβάλλω τὸ χρῆμα, ἵνα ἐλθὼν ὁ Κύριος ἀπαι‐ τήσῃ σὺν τόκῳ, ἵνα καὶ τοῦ ταλάντου ἐκφύγω τὸ ἔγκλημα, ἵνα μὴ κατακριθῶ σὺν τῷ καταχώσαντι τὸ τάλαντον ἐκείνῳ τῷ πονηρῷ ἀνθρώπῳ. Καὶ δίδωμι | |
5 | συμβουλὴν τῷ θέλοντι σωθῆναι, οὐχ ἵνα μιμήσηται ἐμὲ τὸν ἁμαρτωλόν, ἀλλ’ ἵνα μου τοὺς λόγους ὡς σοφὸς προσδέξηται. Νομίζω μὴ κρεῖττον εἶναι τοῦτο λέγειν· πάντες γὰρ ἐπίστανται τὸ θέλημα τοῦ Θεοῦ, μικροί τε καὶ μεγάλοι, ἔνδοξοί τε καὶ πτωχοί· καὶ οἶδεν εἶς ἕκαστος, εἰ σκοπεῖ τὸ συμφέρον, καὶ τί θέλει ὁ Θεός, καὶ πῶς δεῖ σωθῆναι. Νομίζω, | |
10 | ἠκούσατε ἡτοιμάσθαι γέενναν καὶ τὸ πῦρ τὸ ἄσβεστον καὶ βρυγμὸν τῶν ὀδόν‐ των καὶ σκότος ἐξώτερον, ἔτι δὲ καὶ σκώληκα καὶ φοβερὸν ποταμὸν πυρός [τε] φλογίζοντος πρὸ προσώπου τοῦ Κριτοῦ, σφοδροτάτως ἕλκοντα καὶ ἡμῖν ἀπει‐ λούμενον παρὰ τοῦ φιλανθρώπου, ἐὰν μὴ τὰς ἐντολὰς τοῦ Θεοῦ φυλάσσωμεν, ἐὰν μὴ προδροσίσωμεν ἐν δάκρυσι τὴν φλόγα, ἐὰν μὴ μετανοίᾳ τὴν γέενναν | |
15 | σβέσωμεν, ἐὰν μὴ σωφροσύνῃ τὸν σκώληκα ἀποκτείνωμεν, ἐὰν μὴ τὸν Δικα‐ | 316 |
317 | στὴν τὸν ἀπαραλόγιστον, ἕως ἐσμὲν ἐν τῷ βίῳ, καλῶς δυσωπήσωμεν, ἐὰν μὴ προφθάσωμεν ἐξομολογούμενοι ἐν τῷ παρόντι κόσμῳ τῷ ἐκεῖσε Κριτῇ, ἐὰν μὴ μετάμελον αὑτὸν ἐπιδείξωμεν, τὸν μόνον δυνάμενον δυσωπῆσαι τὸν Κριτήν. Τῷ μὲν γὰρ Διαβόλῳ καὶ τοῖς τούτου ἀγγέλοις, οὐχ ἡμῖν δέ, ὁ Θεὸς τὰς βα‐ | |
5 | σάνους προσέθηκεν, ἀλλὰ διὰ τὴν ἡμῶν πολλὴν φαυλότητα κληρονόμοι τῶν δεινῶν ἐκείνων βασάνων γινόμεθα· καὶ ἅπερ τῷ Δράκοντι ἠπειλήθη τῷ δεινῷ, ταῦτα ὑπομένομεν ἑκόντες οἱ ἄνθρωποι. Ἀπέλθετε γάρ, φησί, εἰς τὸ πῦρ τὸ αἰώνιον τὸ ἡτοιμασμένον τῷ πονηρῷ Δράκοντι καὶ τοῖς αὐτοῦ ἀγγέλοις. Οὐ λέ‐ γει, τοῖς ἀνθρώποις. Εἰ γὰρ ἐν τῷ παρόντι τοσαύτην δεινότητα καὶ κολάσεων | |
10 | εἴδη τὰ ἀνεκδιήγητα ἐνταῦθα οἱ τὰ φαῦλα πράττοντες, πόσῳ μᾶλλον ἐκεῖνο τὸ ἀπαραλόγιστον καὶ ἀδωροδόκητον, λέγω δὴ κριτήριον τοῦ κρίνοντος, παρέξει τὰ δεινὰ τοῖς εἰς αὐτὸν κακῶς πλημμελήσασιν, ἡμῖν τοῖς ἁμαρτωλοῖς, ἐν τῷ μέλλοντι καιρῷ. Ὢ πόση τύφλωσίς ἐστιν ἡ ἡμετέρα! Παρακαλοῦμεν τὸν Θεόν, ἵνα ἡμῖν | |
15 | ἐπακούσῃ καὶ ἀνοίξῃ τὴν θύραν, ἣν ἡμεῖς ἐκλείσαμεν, τῆς πρὸς αὑτοὺς εἰσόδου, | |
λέγω δὴ τῆς ἱκετείας. | 317 | |
318 | Τί ποιεῖς, ὦ ἄνθρωπε, νοσῶν τὴν ἀφροσύνην! Ἕστηκε διαπαντὸς τοῦ Δε‐ σπότου ἡ θύρα ἀνεῳγμένη μικροῖς τε καὶ μεγάλοις, καὶ ἡμεῖς δὲ διοχλοῦμεν αὐτὸν ἀνοῖξαι ἡμῖν, ἡμεῖς αὐτοὶ ἑαυτοῖς ταύτην ἀποκλείσαντες. Ἐν ἡμῖν γὰρ πρόκειται ὑπανοίγειν καὶ κλείειν. Ἐὰν μὴ πταίσωμεν, διαπαντὸς ἤνοικται ἡ | |
5 | τοῦ Δεσπότου θύρα τῶν οἰκτιρμῶν ἀνθρώποις· ἐὰν τοίνυν ἁμάρτωμεν, εὐθὺς ἀποκλείεται. Τοῦ πρὸς αὐτὸν ἐγγίσαι τὸν Θεὸν τῇ προσευχῇ οὐκ ἀποκλείσει Θεὸς τοῖς οἰκέταις τὴν θύραν, ἀλλ’ ἤνοικται πάντοτε τοῖς αὐτὸν ἐκζητοῦσιν· αὐτὸς γὰρ καὶ ἔφησεν αἰτεῖν καὶ ζητεῖν καὶ κρούειν, ἑτοίμως τὸ διδόναι τοῖς αἰ‐ τοῦσι παρέχων. | |
10 | Μὴ γίνου ἀπηνὴς σὺ σεαυτῷ, ἄθλιε, μηδὲ ἀνθρωπίαν Θεῷ λογίζου. Ἡ‐ μεῖς ἐσμεν αἴτιοι οἱ διὰ τῆς κακίας τειχίζοντες καὶ θύραν ταῖς εὐχαῖς χαλκεύον‐ τες. Εἰρηνεύσας τοιγαροῦν, σεαυτῷ διαλλάγηθι καὶ λῦσον τῶν δεσμῶν τὴν ψυ‐ χήν, ἣν ἔδησας. Ἕστηκε γὰρ ὁ Θεὸς ἔτι σε περιμένων, ἵνα σὺ τῷ Δεσπότῃ | |
διαλλαγῇς, ἄνθρωπε. Αὐτὸς γὰρ ἀεὶ διψᾷ τὴν σὴν ἐπάνοδον, ἵνα βιώσαντα σε‐ | 318 | |
319 | μνῶς προσδέξηται. Εἰρήνευσον τοιγαροῦν τὸν ἔσω σου ἄνθρωπον πρὸς τὸν ἔξω, καὶ γενοῦ τὸ λοιπὸν ἐλεύθερος ἐκ τῆς πικρᾶς δουλείας, καὶ οὕτως ἣν ἔκλεισας αὑτῷ θύραν εὑρήσεις ἀεὶ ἀνεῳγμένην πρὸς τὰς σὰς ἱκεσίας. Ἐν ᾧ, τῷ Πατρὶ ἡ | |
5 | δόξα καὶ τῷ Υἱῷ καὶ τῷ Ἁγίῳ Πνεύματι, νῦν καὶ εἰς τοὺς αἰῶνας. Ἀμήν. | 319 |