TLG 4138 070 :: EPHRAEM SYRUS :: Sermo de paenitentia

EPHRAEM SYRUS Theol., vel Ephraem Graecus
(Syrus: A.D. 4)

Sermo de paenitentia

Source: Phrantzoles, Konstantinos G. (ed.), Ὁσίου Ἐφραίμ τοῦ Σύρου ἔργα, vol. 4. Thessalonica: Το περιβόλι της Παναγίας, 1992: 308–311.

Dup. Assemani, J.S., Sancti patris nostri Ephraem Syri opera omnia, vol. 3 Rome (1732) 81f–83b.

Citation: (Line)

tΛόγος περὶ μετανοίας
1 Μὴ οὖν φοβηθῶμεν μάταιον φόβον, καὶ φόβον, ὃς οὐκ ἔστι φόβος· ἡ γὰρ τελεία ἀγάπη ἔξω βάλλει τὸν φόβον. Τίς ἀνθρώπινος φόβος πρὸς τὸν τοῦ Θεοῦ φόβον; Τίς δόξα ἀνθρώπου φθειρομένου πρὸς τὴν τοῦ Θεοῦ μεγαλωσύνην καὶ ἄρρητον δύναμιν καὶ ἀκήρατον δόξαν; Ἐπεὶ οὖν τὰ γήϊνα ἐπισυρόμενοι, τοῖς
5ἀοράτοις ἐπιβαλεῖν τὸν ἑαυτῶν νοῦν διὰ τῆς πίστεως καὶ φωτισμοῦ τῆς γνώσε‐ ως οὐ δυνάμενοι. Κἂν ἐκ τῶν ὁρωμένων τεκμαιρόμενοι τὴν ἄρρητον δύναμιν τοῦ ἀφθάρτου Θεοῦ, φοβηθῶμεν αὐτόν. Βασιλεὺς ἐὰν βουληθῇ μεταστῆσαι πέτραν, ἐὰν μὴ χρήσηται μαγγάνοις
καὶ βοηθείαις, μετακινῆσαι αὐτὴν οὐ δύναται· αὐτὸς δὲ ἐπιβλέπων ἐπὶ τὴν γῆν308
10καὶ ποιῶν αὐτὴν τρέμειν. Οὐκ ἐξίσταταί σου ἡ διάνοια; Ὄρη καὶ βάρη σαλεύει αὐτοῦ τὸ ὄμμα· καὶ πάλιν τῷ θελήματι αὐτοῦ τὰ σύμπαντα στηρίζει τῷ ἰδίῳ λόγῳ. Οὐ θαυμάζεις δὲ καὶ ἐπὶ τῇ ἐκλάμψει τῆς ἀστραπῆς καὶ ἐπὶ τῷ ἤχει τῆς βροντῆς, ὅτι οὐ μόνον ἄνθρωποι καταπτήσσουσιν, ἀλλὰ καὶ κτήνη καὶ θηρία καὶ ὄρνεα καὶ τὰ ἐν ὕδασι πετόμενα; Καὶ ὅσα ἂν εἴπωμεν, οὐκ ἀφικώμεθα.
15 Προσπέσωμεν οὖν αὐτῷ καὶ κλαύσωμεν ἐναντίον τῆς ἀγαθότητος αὐτοῦ, ἐξομολογούμενοι καὶ λέγοντες· σὺ ἡμῶν εἶ Θεὸς καὶ οὐχ ἕτερος, Κύριε. Σοὶ ἡμάρτομεν καὶ σοὶ προσπίπτομεν, Κύριε· οὐ γάρ ἐστιν ὁ ἀντιτασσόμενός σοι ἐν τῷ θέλειν σε σῶσαι ἡμᾶς, Κύριε. Ἀγαθὸς γάρ ἐστιν ὁ Κύριος καὶ ἐλεήμων· κἂν γὰρ κατὰ συναρπαγὴν ἐπταίσαμεν, διὰ μετανοίας σπουδάσωμεν ἰαθῆναι· εἰ
20δὲ καὶ ὡς ἄνθρωποι ὑπεσύρημεν πάθει, μὴ εἰς τέλος ἀπογνῶμεν ἑαυτῶν, ἀλλ’ ἐπιγνόντες τὸν καλέσαντα ἡμᾶς Θεόν, καὶ εἰς ἣν κλῆσιν ἐκλήθημεν, ἀκούσωμεν αὐτοῦ λέγοντος· μετανοεῖτε, ἤγγικε γὰρ ἡ βασιλεία τῶν οὐρανῶν. Οὐκ ἐπί τι‐
νων δὲ ἁμαρτημάτων ὥρισε τὴν μετάνοιαν, ἐπί τινων δὲ οὐ· ἀλλὰ πρὸς πᾶσαν πληγὴν τῆς ἁμαρτίας δέδωκεν ἡμῖν ὁ μέγας τῶν ψυχῶν ἡμῶν τοῦτο ἰατρὸς τὸ309
25φάρμακον. Ἐκκόψωμεν οὖν τὰ κακὰ ἤθη τῆς ἑαυτῶν ψυχῆς, καὶ ἀντὶ τῶν καυστή‐ ρων χρησώμεθα θείῳ φόβῳ, ἐν ᾧ δυνησόμεθα ἀντιστῆναι τὰ τῆς ἁμαρτίας ῥεύ‐ ματα, ἵνα μὴ αἰσχυνθῶμεν ἐν τῇ ἀναστάσει τῶν νεκρῶν, ὅτε πάντα εἰς φῶς ἔρχεται, εἴτε ἀγαθόν τις ἔπραξεν, εἴτε φαῦλον. Φησὶ γὰρ ἡ ἁγία Γραφή· τί
30ἐστιν ἡ ζωὴ ἡμῶν; Ἀτμίς ἐστιν, ἡ πρὸς ὀλίγον φαινομένη, ἔπειτα καὶ ἀφανιζο‐ μένη. Καταλείψωμεν οὖν τὰς ἀκανθοφόρους ἐπιθυμίας τῷ σώφρονι λογισμῷ, ἀνακρούοντες τὰς ὁρμὰς τῶν φιληδόνων λογισμῶν, διότι γέγραπται· ἅγιοι ἔσε‐ σθε, ὅτι ἐγὼ ἅγιός εἰμι· ὅπως χάριτι τοῦ Σωτῆρος ἡμῶν Θεοῦ ἐπιτύχωμεν τῆς ἀφθάρτου ζωῆς, λήθην ποιησάμενος τῶν ἡμετέρων ἁμαρτιῶν ὁ Κύριος διὰ τῶν
35αὑτοῦ οἰκτιρμῶν καὶ τῆς ἡμῶν ἐπιστροφῆς καὶ εἰλικρινοῦς μετανοίας. Κἂν γάρ τις τῶν δοκούντων περισσοτέρως κεκοπιακέναι γογγύσῃ ἐπὶ τῇ πολυσπλαγχνίᾳ τοῦ Δεσπότου, ὡς ὅτι ταχὺ προσελήφθης, ὑπὲρ σοῦ ἀπολογήσεται αὐτὸς ὁ πά‐
σης κτίσεως 〈Κύριοσ〉 λέγων· ἑταῖρε, οὐκ ἀδικῶ σε· οὐχὶ δηναρίου συνεφώνη‐ σάς μοι; Ἆρον τὸ σὸν καὶ ὕπαγε. Θέλω δὲ τούτῳ τῷ ἐσχάτῳ δοῦναι, ὡς καὶ310
40σοί. Θεὸς ὁ δικαιῶν, τίς ὁ κατακρίνων; Αὐτῷ ἡ δόξα εἰς τοὺς αἰῶνας. Ἀμήν.311