TLG 4138 069 :: EPHRAEM SYRUS :: De paenitentia

EPHRAEM SYRUS Theol., vel Ephraem Graecus
(Syrus: A.D. 4)

De paenitentia

Source: Phrantzoles, Konstantinos G. (ed.), Ὁσίου Ἐφραίμ τοῦ Σύρου ἔργα, vol. 4. Thessalonica: Το περιβόλι της Παναγίας, 1992: 303–307.

Dup. Assemani, J.S., Sancti patris nostri Ephraem Syri opera omnia, vol. 3 Rome (1732) 79c–81e.

Citation: Page — (line)

303

(t)

Περὶ μετανοίας
1 Μάθωμεν, ἁμαρτωλοί, εὐσπλαγχνίαν, πῶς ἐστιν. Ὁ πλεονέκτης μάθε ποίῳ τρόπῳ ἱλάσθη. Συμπαθῶμεν, ἀδελφοί, ἀλλήλους ἐν εἰρήνῃ συμπάθειαν γέμουσαν πάσης φιλανθρωπίας, πρὸ τοῦ ἰσχύσαι τὸν Πονηρὸν τὰς ψυχὰς ἡμῶν συλῆσαι. Ἅπερ μοι ἀνηγγέλθη διὰ τοῦ Πνεύματος τοῦ Ἁγίου, πάντα γνωρίσαι
5δεῖ. Εἰ κἀγὼ ἄφρων εἰμὶ καὶ οὐδὲν ἐφύλαξα ἅπερ ἔμαθον ἐγώ, ἄλλος μαθὼν φυλάξει. Ἐξ ὑμῶν ἢ ἐξ ἐμοῦ, ὁ λόγος μὴ νεκρωθῇ καὶ μείνῃ ἄκαρπος. Μὴ ἀποκρύψωμεν τάλαντον βασιλέως ἐμπορεῦσαι αὐτῷ· σπόρον ζωῆς γέμοντα. Μή μοι πρόσχῃς, μαθητά, εἰ πλανῶμαι τῆς ὁδοῦ· κἂν ἴδῃς με πταίοντα, ὀπίσω μου μὴ ἔλθῃς. Ὅρα Θεὸν καὶ Γραφάς· αὗταί σου ἤτωσαν τροφῆς. Καθά‐
10περ διδάσκουσιν, οὕτω σπεῦσον βαδίζειν ἐν ταῖς αὐτῶν ἐντολαῖς. Ὡς ἐδιδά‐303

304

χθης, μεῖνον. Διδασκαλίαν ἐγὼ ποθῶ, οὐκ ἐπόθησα παιδείαν. Δέδοικα κακῶς ἀεὶ βαδίζων. Ἀνομιῶν πέπλησμαι. Ἑαυτὸν ἀνετάζων, τραύματά μου οὐ δε‐ σμῶ. Καθαίρειν οὐ σπουδάζω ζιζανίων τῶν ἐν ἐμοί, ἀλλ’ ἐπ’ ἐλπίδι προσδοκῶ. Μὴ στέναζε, μαθητά· ἅμα γὰρ τύπτεται ὁ διδάσκαλος ὁ σός. Τί, τέκνον,
5ὀδυνᾶσαι ὀδύνην ἀνωφελῆ; Ὁμοίως δὲ τί θρηνεῖς θρῆνον, κέρδος μὴ ἔχοντα; Ὁ Πονηρὸς σοῦ ἀεὶ ἐκκαίει τὴν διάνοιαν, ὅπως γενήσῃ αὐτῷ μερὶς κληρονο‐ μίας. Σατανᾶς γὰρ ἐν δόλῳ πολλοὺς σπεύδει λυπῆσαι τοῦ δεξιώσασθαι καὶ ἐν γεέννῃ βαλεῖν δι’ ἀπογνώσεως. Ἐσυλήθης θησαυρόν, ἀλλ’ ἀκμὴν πάρεστί σοι ὁδὸς ἠνεωγμένη τῆς καλῆς ἐμπορίας. Ἔστι καιρὸς συνάξαι πάλιν τὸν σὸν θη‐
10σαυρόν. Μόνον μὴ ἀπελπίσῃς, ἀλλὰ σπούδασον αὐτὸν συναγαγεῖν· κἄν σε βέ‐ λος ἔτρωσε, μόνον ὅλως μὴ καταπέσῃς. Ἔως θανάτου στέρξον μὴ δειλανθεὶς τὴν πληγήν. Δεῖξόν σου τὴν ἄθλησιν ἐν τῇ πληγῇ ὑπάρχων, ἵνα πλακῇ σου τὸ στέμμα φαιδρᾶς πλοκῆς ἐνδόξου. Κἂν λῃστής σε ἐκδύσῃ, μὴ ῥᾳθυμήσῃς βαδί‐
ζων. Ἐν πολέμῳ συμβαίνει τὸ τύψαι καὶ τυφθῆναι. Κἂν πάχνη πλήξῃ τὴν σὴν304

305

ἄρουραν, κατάσκαψε δὶς καὶ τρὶς φιλονεικῶν ἀόκνως. Σπεῦσον σπεῖραι τὸν σπό‐ ρον. Ἤδη κομᾷ τὰ νέφη καὶ βρέχει ὁ οὐρανός. Οὐκ ὠθεῖ σε ὁ κλέπτης τῆς ὁδοῦ. Μὴ φοβηθῇς τὸν φόρτον σου ἐπάρας. Βάδιζε διαπαντὸς εἰς βασιλικὴν ὁδόν. Ἐν πολέμῳ ᾧ ἐτρώθης, ἐν αὐτῷ δυνήθη‐
5τι λαβεῖν τὸ νῖκος. Ἐν τῷ τόπῳ ᾧ τὸν πρῴην θησαυρὸν ἐσυλήθης, ἐν αὐτῷ δύνῃ πάλιν τοῦτον ἐπισυνάξαι. Ὅπου γὰρ ἐξέχεεν ὁ βασιλεὺς Ἀχὰβ τὸ αἷμα τοῦ Ναβουθέ, ἐκεῖ κύνες ἔλειξαν τὸ αἷμα τοῦ ἀσεβοῦς Ἀχάβ, ὡς γέγραπται. Τὸν Ναβουθὲ ἔξωσεν ἐκεῖνος τοῦ ἰδίου ἀμπελῶνος, καὶ σὲ ἡ ἁμαρτία βούλεται ἀπώσασθαι τοῦ Χριστοῦ. Τῷ τύπῳ τοῦ Σατανᾶ παρεικάσθη Ἀχάβ, τύπῳ δὲ
10ἀσεβείας ἔοικεν Ἰεζάβελ. Ἀμφότεροι τὸ αἷμα τὸ σὸν ἐπιποθοῦσιν, ὡς τὸ αἷμα Ναβουθὲ ὁ ἄνομος Ἀχάβ. Καθάπερ ἐφόνευσε δόλῳ τὸν δίκαιον, οὕτως καὶ ἀπέλαβε κρίσει τοῦ δικαίου. Ἔσπευσε ἀπολέσαι δόλῳ οὗτος δίκαιον, ὅπως εὐθὺς ἔκδικος ὁ Θεὸς ὀφθῇ δικαίου. Καὶ νῦν ἡ πάλη ἡμῶν ἀόρατος τυγχάνει, καθά φησιν ἡ Γραφή· οὐκ ἔστιν ἡμῖν ἡ πάλη πρὸς αἷμα καὶ σάρκα, ἀλλὰ πρὸς
15τὰς ἀρχάς, πρὸς τὰ πνευματικὰ τῆς πονηρίας. Ὁ Σατανᾶς τοὺς ἀνθρώπους305

306

κρύφα δόλῳ παλαίει· ὁ δὲ Χριστὸς ἐμφανῶς διασκεδάζει αὐτοῦ πᾶσαν τὴν ἐπι‐ βουλήν, καὶ ἡμᾶς ἐνισχύει τροποῦσθαι αὐτόν. Ἡ πάλη σου, ἀδελφέ, οὐκ ἔστιν ὡς ἔτυχεν, οὐδὲ γέλωτος ἀξία, ἀλλὰ πάντες οἱ Ἄγγελοι, καὶ ὁ Δεσπότης τούτων, θεωροῦσι τὴν σὴν πάλην, ἣν ἔχεις
5πρὸς τὸν Ἐχθρόν. Ὅταν οὖν σὺ νικητὴς γένῃ κατὰ τοῦ Ἐχθροῦ, ὁ Θεὸς καὶ οἱ Ἄγγελοι ἐπικροτοῦσι, καὶ χαίροντες οἱ Ἄγγελοι δοξάζουσι τὸν Θεὸν τὸν δόντα σοι δύναμιν νικῆσαι τὸν Πονηρόν. Διὸ καὶ ὁ πόλεμος ἐπὶ πλεῖον αὔξεται, ἵνα δόκιμος γένῃ καὶ ὁ Θεὸς δοξασθῇ καὶ οἱ ἄνθρωποι μιμηταί σου γένωνται. Κα‐ θὼς οὖν προείπομεν, ἐὰν βέλος σε τρώσῃ τοῦ πονηροῦ Ἐχθροῦ, ὅλως μὴ κατα‐
10πέσῃς εἰς ἀπόγνωσιν, ἀλλ’ ὁσάκις ἂν ἡττηθῇς, μὴ μείνῃς ἐν τῇ ἥττῃ, ἀλλ’ εὐθὺς ἀναστὰς πολέμει πρὸς τὸν Ἐχθρόν· καὶ γὰρ ἕτοιμός ἐστιν ὁ ἀγωνοθέτης δοῦναί σοι τὴν δεξιάν, ὥστε ἀναστῆσαι ἀπὸ τοῦ πτώματός σου. Ὅταν γὰρ σὺ πρῶτος ἐκτείνῃς τὴν δεξιὰν καὶ αὐτὸς τὴν ἑαυτοῦ δεξιάν σοι δίδωσιν, ὥστε σε ἀναστῆσαι. Πᾶσα γάρ ἐστι σπουδὴ τοῦ μιαροῦ Ἐχθροῦ, ὥστε εἰς ἀνελπισίαν σε
15ἐνεγκεῖν, ὅταν πταίσῃς.
Σὺ οὖν, ἀγαπητέ, μὴ πεισθῇς αὐτῷ, ἀλλ’ ἑπτάκις ἂν πέσῃς τῆς ἡμέρας,306

307

σπούδαζε ἀνίστασθαι καὶ διὰ μετανοίας ἐξιλεοῦσθαι τῷ Θεῷ. Τίς οὖν μὲν ἐξεώ‐ σας τὸ βαλάντιον ἀφανὲς κατέστησεν, ἢ ποίῳ ἐμπόρῳ πραγματείας λειψάσης, καὶ τὰ λοιπὰ συνάξας ἐν θαλάσσῃ ἔρριψεν; Μὴ ῥίψας τὰ ὅπλα σου, ἅπερ ὁ Χρι‐ στός σοι δέδωκε, νῶτα δώσῃς τῷ Ἐχθρῷ εἰς ὕβριν τοῦ Δεσπότου σου. Δώσω
5σοι ἀπόδειξιν φανεράν τε καὶ σαφῆ. Ὁ ἀθλητὴς τοῦ κόσμου, λέγω δὴ τοῦ μα‐ ταίου, κἂν σφοδρῶς τυφθῇ ὑπὸ τοῦ ἀντιπάλου, οὐκ ἀπογνοὺς ἐαυτὸν φεύγει τὸν ἀγῶνα· τυχὸν γὰρ νῦν ἡττηθείς, τῇ ἑξῆς αὐτὸς νικᾷ. Μὴ ἀναβάλλῃ, φίλε, ἡμέραν ἐξ ἡμέρας ἐπιστρέψαι πρὸς Κύριον, μήποτέ σοι ἐπέλθῃ ἄφνω ἡ ἀπόφασις τοῦ φοβεροῦ Δικαστοῦ, καλοῦσά σε πρὸς αὐτόν,
10ὥστε σε ἀποδοῦναι αὐτῷ τὴν ἐμπορίαν ἣν ἐνεπορεύσω ἐκ τῶν αὐτοῦ ταλάντων. Μὴ ἀντὶ ἐπαίνων, δεθεὶς καὶ πόδας καὶ χεῖρας, κατάδικος γένῃ σκότους ἐξωτέ‐ ρου. Σπούδασον, ὡς ἔτι καιρὸν ἔχεις, προσπεσεῖν τῷ Δικαστῇ, ὥστε σε ἱλα‐ σθῆναι πάσας τὰς ἁμαρτίας, ἵνα ἡμεῖς σὺν σοὶ χαρῶμεν, ἀδελφέ, καὶ ὁ Θεὸς
δοξασθῇ. ᾯ πρέπει τιμή, δόξα, εἰς τοὺς αἰῶνας τῶν αἰώνων. Ἀμήν.307