TLG 4138 068 :: EPHRAEM SYRUS :: De locis beatis

EPHRAEM SYRUS Theol., vel Ephraem Graecus
(Syrus: A.D. 4)

De locis beatis

Source: Phrantzoles, Konstantinos G. (ed.), Ὁσίου Ἐφραίμ τοῦ Σύρου ἔργα, vol. 4. Thessalonica: Το περιβόλι της Παναγίας, 1992: 298–302.

Dup. Assemani, J.S., Sancti patris nostri Ephraem Syri opera omnia, vol. 3 Rome (1732) 26e–28.

Citation: Page — (line)

298

(t)

Περὶ τῶν μακαρίων τόπων
1 Ταύτας τὰς ἐντολὰς ποιοῦντες προπέμψωμεν ἐκεῖ τοὺς καρποὺς αὐτῶν. Ταῦτα, ἀγαπητοί, ὧδε μὲν ἐπιτελοῦνται, ἐκεῖ δὲ προλαμβάνουσιν. Ταῦτα, ἀ‐ δελφοί, ὧδε μὲν φαίνονται μικρά, ἐκεῖ δὲ ἑτοιμάζουσι μισθὸν μέγαν καὶ ἀνείκα‐ στον. Ἐκεῖ προλαμβάνει πᾶσα ἐντολὴ ἐκδεχομένη τὸν ποιήσαντα αὐτήν. Ἐκεῖ
5ἐντολὴ καὶ πρᾶξις ἀγαθή, εἴτε μικρὰ εἴτε μεγάλη, ἀπέρχεται, καὶ ἀποτίθεται εἰς τὰ οὐράνια ταμιεῖα, ὅπου οὔτε σὴς οὔτε βρῶσις ἀφανίζει, οὔτε κλέπται διο‐ ρύσσουσιν. Ἐκεῖ σπουδάσωμεν προπέμψαι τὴν ἀγαθὴν ἐργασίαν τῶν πράξεων, ἵνα ὅταν ἀπαλλαγῶμεν τούτου τοῦ πολυστενάκτου βίου, θαρροῦντες καὶ χαίρον‐ τες ἐκεῖ ἀπέλθωμεν, καὶ προσδοκῶντες τὴν ἐπὶ τῶν νεφελῶν ἀπάντησιν, καὶ
10ἀξιωθῶμεν εἰσελθεῖν, ὅπου καὶ πάντες οἱ Ἅγιοι ἐν μεγάλῃ χαρᾷ βασιλεύουσι,298

299

παρακαλοῦντες ὑπὲρ ἡμῶν τὸν Δεσπότην, ὅπως ἀξιωθῶμεν εἰσελθεῖν εἰς ἐκεί‐ νην τὴν χαρὰν τὴν ἀνεκλάλητον, τὴν ἀνείκαστον, τὴν ἀνεκδιήγητον, εἰς ἃ ἐπι‐ θυμοῦσιν Ἄγγελοι παρακύψαι· ὅπου οἱ χοροὶ καὶ τὰ τάγματα τῶν δικαίων. Ἐκεῖ ὁ κόλπος τοῦ Ἀβραὰμ ὑποδέχεται τοὺς ὑπομένοντας τὰς θλίψεις, καθὼς
5καὶ τὸν Λάζαρον. Ἐκεῖ ἀνοίγονται θησαυροὶ τῶν αἰωνίων ἀγαθῶν· ἔνθα ἡ ἄνω Ἱερουσαλήμ, ἡ μήτηρ τῶν πρωτοτόκων, ὡς νύμφη κεκαλλωπισμένη καὶ ὑπο‐ δεχομένη τοὺς ἐργαζομένους τὰς τοῦ Κυρίου ἐντολάς. Ἐκεῖ ἐν τῇ μακαρίᾳ γῇ τῶν πραέων, ὅπου πάντα ἤρεμα καὶ ἀστασίαστα, ὅπου πάντα φωτεινὰ καὶ θεά‐ ρεστα, ὅπου οὐδεὶς ὁ ἀδικῶν ἢ ὁ τυραννούμενος, ὅπου οὐκ ἔνι ἁμαρτία καὶ με‐
10λάνωσις. Ἔνθα φῶς τὸ ἀπρόσιτον καὶ χαρὰ ἡ ἀνεκλάλητος· ἔνθα οὐκ ἔνι πόνος οὐδὲ δάκρυα· ἔνθα οὐκ ἔνι φροντὶς οὐδὲ μέριμνα οὔτε κλαυθμός. Ὅπου οὐκ ἔνι ἄρσεν καὶ θῆλυ. Ὅπου οὐκ ἔνι Διάβολος, οὐδὲ θάνατος, οὔτε νηστεία, οὔτε λύ‐ πη, οὔτε ἔρις, οὔτε ζῆλος, ἀλλ’ ὅλα ἐξ ὅλου χαρά, εἰρήνη, εὐφροσύνη. Ὅπου τὸ ὕδωρ τῆς ἀναπαύσεως, ὁ τῆς χλόης τόπος, καὶ ἡ τετραχῇ μεριζομένη πηγή,
15καὶ ἡ παρὰ τοῦ Θεοῦ τῶν ὅλων γεωργουμένη ἄμπελος, εἰς ἐκείνην τὴν μακα‐299

300

ρίαν γῆν, τὴν τῶν καλῶν γεννημάτων εὔφορον, τὴν τὸ ξύλον τῆς ζωῆς κομῶ‐ σαν, τὴν ταῖς πηγαῖς τῶν πνευματικῶν χαρισμάτων κατάρρυτον, ἐφ’ ἧς ἡ ἄμ‐ πελος ἡ ἀληθινὴ βλαστάνει, ἧς γεωργὸν τὸ Πνεῦμα ἀκούομεν. 〈Ἔνθα〉 ἡ ἀκή‐ ρατος ζωὴ καὶ τὸ ἄρρητον καὶ ἀκατονόμαστον ἀγαθόν. Ἔνθα τὸ ἀνέκφραστον
5ἐκεῖνο κάλλος. Ὅπου τὸ ἀληθινὸν φῶς καὶ ἡ πηγὴ πάσης τῆς ἀγαθότητος, ἡ ὑπερκειμένη τοῦ παντὸς ἐξουσία, τὸ μόνον ἐράσμιον, τὸ διηνεκὲς ἀγαλλίαμα, ἡ ἀΐδιος εὐφροσύνη, τὸ ἀνέσπερον φῶς, ὁ ἄδυτος ἥλιος. Ἔνθα ἡ πόλις τοῦ Βασι‐ λέως, περὶ ἧς δεδοξασμένα ἐλαλήθη. Ἔνθα ἦχος τῶν ἑορταζόντων. Ἔνθα οἱ θησαυροὶ τῆς σοφίας καὶ τῆς γνώσεως ἀπόκρυφοι.
10 Ἐκεῖ, ἀδελφοί μου ἀγαπητοί, μεγάλαι δωρεαὶ καὶ ἀνείκαστος χαρὰ ἀν‐ θρωπίνῳ στόματι λαληθῆναι μὴ δυναμένη. Ἐκεῖ μυριάδες Ἀγγέλων, πρωτο‐ τόκων πανηγύρεις, Ἀποστόλων θρόνοι, Προφητῶν προεδρίαι, σκῆπτρα πα‐ τριαρχῶν, μαρτύρων στέφανοι, δικαίων ἔπαινοι. Ἐκεῖ ἐν πολλῇ δόξῃ ὑπάρχου‐
σι καὶ πανηγύρει οἱ τὴν στενὴν καὶ τεθλιμμένην ὁδὸν βαδίσαντες, καὶ χορεύουσι300

301

μετὰ τῶν Ἀρχαγγέλων οἱ ἐν ἐρημίαις καὶ ὄρεσι καὶ σπηλαίοις καὶ ταῖς ὀπαῖς τῆς γῆς ἐν νηστείαις καὶ ἀγρυπνίαις καὶ δάκρυσι κατατήξαντες ἑαυτούς, καὶ ὁ πατὴρ τῶν ὀρφανῶν καὶ κριτὴς τῶν χηρῶν ἀποδέχεται εἰς τὰς αἰωνίους σκηνὰς τοὺς ὀρφανοὺς καὶ τὰς ὄντως χήρας. Ἐκεῖ πάσης ἀρχῆς καὶ ἐξουσίας ὁ μισθὸς
5ἀπόκειται καὶ ὁ τόπος ἡτοίμασται ἀρχιερέων καὶ ἱερέων καὶ διακόνων καὶ ὑπο‐ διακόνων καὶ ἀναγνωστῶν, βασιλέων, ἀρχόντων, στρατιωτῶν, πλουσίων, πε‐ νήτων, παρθένων, μιγάδων, δούλων, ἐλευθέρων, χηρῶν καὶ ὀρφανῶν. Πάν‐ των τούτων ἐκεῖ ἀπόκεινται οἱ μισθοὶ καὶ οἱ καρποὶ καὶ αἱ πράξεις. Ἕκαστος ὃ προέπεμψε, κατὰ τὸ γεγραμμένον, ὅτι ἐν τῇ χειρὶ αὐτοῦ καὶ ἡμεῖς καὶ οἱ λόγοι
10ἡμῶν. Καὶ πάλιν ὁ Ἀπόστολος, ὅτι ἑκάστου τὸ ἔργον φανερὸν γενήσεται. Καὶ ἀλλαχοῦ λέγει· ὃ γὰρ ἐὰν σπείρῃ ἄνθρωπος, τοῦτο καὶ θερίσει. Ταῦτα οὖν εἰδότες, σπείρωμεν ὧδε ἔργα δικαιοσύνης, καὶ σπείρωμεν ἐν
χερσὶ τῶν πτωχῶν καὶ χηρῶν καὶ ὀρφανῶν, ἵνα ἐκεῖ θερίσωμεν ζωὴν τὴν αἰώ‐301

302

νιον. Ὡς καιρὸν ἔχομεν, ἐργαζώμεθα τὸ ἀγαθόν, καὶ προπέμψωμεν ἐκεῖ ἕκα‐ στος τὸ κατὰ δύναμιν· ἐλεημοσύνην, συμπάθειαν, ξενοδοχίαν, μετάνοιαν, δά‐ κρυα, νηστείαν, ἀγρυπνίαν, ἐγκράτειαν, προσευχήν, ψαλμῳδίαν, τὸ ἀλοιδόρη‐ τον, τὸ ἄμαχον, τῶν θλίψεων τὴν ὑπομονήν, χαμοκοιτίαν, παρθενίαν. Τὰ 〈δὲ〉
5μείζονα πάντων, τὰ τρία ταῦτα· τὸ μὴ μιᾶναι τὴν πίστιν ἐν αἱρέσει, τὸ φιλό‐ πτωχον, καὶ τὸ συγχωρεῖν τοῖς ἀδελφοῖς τὰ παραπτώματα καὶ [τὸ] μὴ ἔχειν ἔχθραν κατά τινος. Ταῦτα καὶ τὰ τοιαῦτα, ἀδελφοί μου, ποιοῦντες, προπέμψωμεν ἕκαστος τὸ κατὰ δύναμιν· ὁ μὲν μίαν ἐντολήν, ὁ δὲ δύο, ὁ δὲ πέντε, ὁ δὲ δέκα, ὁ δὲ
10τριάκοντα, ὁ δὲ ἑξήκοντα, ὁ δὲ ἑκατόν. Ὁ οὖν Θεὸς τῶν οἰκτιρμῶν, ὁ δεξάμε‐ νος τὰ δύο λεπτὰ τῆς χήρας, δέχεται παρ’ ἑκάστου καὶ τὰ πολλὰ καὶ τὰ ὀλίγα, καὶ ἀποδίδωσιν ἑκάστῳ, καθὼς γέγραπται, ὅτι ἕκαστος τὸν ἴδιον μισθὸν λήψε‐
ται κατὰ τὸν ἴδιον κόπον, μόνον μὴ παντελῶς τις ἄκαρπος εὑρεθῇ.302