TLG 4138 067 :: EPHRAEM SYRUS :: De mansionibus beatis EPHRAEM SYRUS Theol., vel Ephraem Graecus De mansionibus beatis Dup. Assemani, J.S., Sancti patris nostri Ephraem Syri opera omnia, vol. 3 Rome (1732) 25e–26e. Citation: (Line) | ||
t | Περὶ τῶν μακαρίων μονῶν | |
---|---|---|
1 | Πολλὰς μονὰς ὁ Σωτὴρ τοῦ Πατρὸς καλεῖ τὰ μέτρα τῆς διανοίας τῶν ἐν τῇ χώρᾳ ἐκείνῃ αὐλιζομένων. Λέγω δὴ τὰς διακρίσεις καὶ διαφοράς, ἐν αἷς κα‐ τὰ διάνοιαν ἐντρυφῶσιν· οὐ γὰρ διαφορᾷ τόπων, ἀλλὰ τάξει χαρισμάτων πολ‐ λὰς μονὰς εἴρηκε. | |
5 | Καθάπερ ἕκαστος τὰς τοῦ αἰσθητοῦ ἡλίου 〈ἀκτῖνασ〉 κατὰ τὴν καθαρότη‐ τα τῆς ὀπτικῆς δυνάμεώς τε καὶ ἀντιλήψεως κατατρυφᾷ, καὶ καθάπερ ἑνὸς λύ‐ χνου ἑνὶ οἴκῳ διαυγάζοντος, οὕτω διαφόρως ἑκάστη ἡ αὐγὴ γίνεται, τοῦ φωτὸς μὴ μεριζομένου εἰς πολλὰς λαμπηδόνας, οὕτως ἐν τῷ μέλλοντι αἰῶνι οἱ δίκαιοι πάντες αὐλίζονται ἐν μιᾷ χαρᾷ ἀδιαιρέτως· ἕκαστος δὲ κατὰ τὸ ἑαυτοῦ μέτρον | |
10 | ἐξ ἑνὸς νοητοῦ ἡλίου αὐγάζεται, καὶ κατ’ ἀξίαν ἕλκει τὴν χαρὰν καὶ τὴν εὐφρο‐ σύνην, ὡς ἐξ ἑνὸς ἀέρος καὶ τόπου καὶ καθέδρας καὶ θεωρίας καὶ σχήματος. Οὐ θεωρεῖ τις τὰ μέτρα τοῦ ὑπερέχοντος, οὐδὲ τοῦ ὑποδεεστέρου, ἵνα μή, ὁρῶν τὴν ὑπερβάλλουσαν χάριν τοῦ ἑταίρου αὐτοῦ καὶ τὸ ἑαυτοῦ ὑστέρημα, γένηται αὐτῷ ταῦτα λύπης καὶ ἀδημονίας αἴτια. Μὴ γένοιτο τοῦτο εἶναι, ὅπου οὐκ ἔστι λύπη | 295 |
15 | οὐδὲ στεναγμός, ἀλλ’ ἕκαστος κατὰ τὴν δοθεῖσαν αὐτῷ χάριν, κατὰ τὸ μέτρον αὐτοῦ, ἔσωθεν εὐφραίνεται. Μία δὲ ἡ θεωρία ἔξωθεν τῶν πάντων ἐστὶ καὶ μία ἡ χαρά, καὶ χωρὶς τῶν δύο τούτων τάξεων οὐκ ἔστιν ἄλλη μεσιτεύουσα τάξις· λέ‐ γω δὴ μίαν μὲν τὴν ἄνω, ἑτέραν δὲ τὴν κάτω, μέση δὲ τούτων ἡ ποικιλία τῆς διαφορᾶς τῶν ἀμοιβῶν. Εἰ δὲ ἀληθὲς τοῦτο, καθὼς καὶ ἀληθές ἐστι, τί ἀφρονέ‐ | |
20 | στερον ἢ ἀνοητότερον τῶν λεγόντων, ὅτι ἀρκετόν μοι τῆς γεέννης ἐκφυγεῖν, τὸ δὲ εἰσελθεῖν εἰς τὴν βασιλείαν οὐ μέλει μοι; Τὸ γὰρ διαφυγεῖν τῆς γεέννης αὐτὸ τοῦτό ἐστι τὸ εἰσελθεῖν εἰς τὴν βασιλείαν, ὥσπερ καὶ τὸ ταύτης ἐκπίπτειν εἰς τὴν γέενναν εἰσελθεῖν ἐστιν. Οὐ γὰρ ἐδίδαξεν ἡ Γραφὴ τρεῖς χώρας ἡμᾶς· ἀλλὰ τί; | |
Ὅταν ἔλθῃ ὁ Υἱὸς τοῦ ἀνθρώπου ἐν τῇ δόξῃ αὐτοῦ, στήσει τὰ μὲν πρόβατα ἐκ | 296 | |
25 | δεξιῶν, τὰ δὲ ἐρίφια ἐξ εὐωνύμων. Οὐδὲ γὰρ τρία τάγματα εἶπεν, ἀλλ’ ἓν ἐκ δεξιῶν καὶ ἓν ἐξ εὐωνύμων, καὶ διεχώρισε τὰ ὅρια αὐτῶν κατὰ σκηνωμάτων αὐτῶν, εἰπὼν ὅτι ἀπελεύσονται οὗτοι εἰς κόλασιν αἰώνιον, δηλονότι οἱ ἁμαρτω‐ λοί, οἱ δὲ δίκαιοι εἰς ζωὴν αἰώνιον ἐκλάμψουσιν, ὡς ὁ ἥλιος. Καὶ πάλιν· ἥξου‐ σιν ἀπὸ ἀνατολῶν καὶ δυσμῶν, καὶ ἀνακλιθήσονται ἐν κόλποις Ἀβραὰμ ἐν τῇ | |
30 | τῶν οὐρανῶν βασιλείᾳ, οἱ δὲ υἱοὶ τῆς βασιλείας ἐκβληθήσονται εἰς τὸ σκότος τὸ | |
ἐξώτερον, ὅπου ὁ κλαυθμὸς καὶ βρυγμὸς τῶν ὀδόντων. | 297 |