TLG 4138 066 :: EPHRAEM SYRUS :: De his, quae haec vita continet

EPHRAEM SYRUS Theol., vel Ephraem Graecus
(Syrus: A.D. 4)

De his, quae haec vita continet

Source: Phrantzoles, Konstantinos G. (ed.), Ὁσίου Ἐφραίμ τοῦ Σύρου ἔργα, vol. 4. Thessalonica: Το περιβόλι της Παναγίας, 1992: 293–294.

Dup. Assemani, J.S., Sancti patris nostri Ephraem Syri opera omnia, vol. 3 Rome (1732) 24e–25d.

Citation: (Line)

tΠερὶ ὧν ἔχει ὁ βίος
1 Ἐννοήσωμεν, ἀδελφοί, ὅτι οὐδὲν ἡμᾶς ὠφελήσει τὰ πέρατα τοῦ κόσμου ἐν τῇ ἡμέρᾳ τῆς ἀπολογίας ἡμῶν· καὶ μὴ διὰ τὰ μηδαμινὰ καὶ φθαρτὰ πρά‐ γματα ζημιωθῶμεν τὴν μακαρίαν ἐκείνην τρυφὴν τοῦ παραδείσου καὶ τὰ μηδέ‐ ποτε παρερχόμενα ἀγαθά, ἅπερ οὐ δύναται στόμα ἀνθρώπινον διηγήσασθαι, εἰς
5ἃ ἐπιθυμοῦσιν Ἄγγελοι παρακύψαι. Τί ὠφελεῖ, ἐὰν ἄνθρωπος ὅλον τὸν κόσμον κερδήσῃ, ἀπὸ ἀνατολῶν μέ‐ χρι δυσμῶν καὶ ἀπὸ βορρᾶ ἕως θαλάσσης, καὶ πάντα ὅσα ἔχει χρήματα, κτή‐ ματα, τρυφάς, τὴν δὲ ψυχὴν αὐτοῦ ζημιωθῇ; Μὴ δύναται ἐκεῖνα ὑπὲρ αὐτοῦ ἀπολογήσασθαι ἐκεῖ; Διὰ τοῦτο ἔλεγεν ὁ σοφὸς Σολομών· ματαιότης ματαιοτή‐
10των, τὰ πάντα ματαιότης. Τί δὲ καὶ ἔχει ὁ ψυχοφθόρος οὗτος καὶ μάταιος βίος;
Ὅτι πᾶσα σπουδὴ καὶ ἀγῶνες καὶ ἱδρῶτες ὑπὲρ τούτου γίνονται, καὶ ὁ νοῦς τῶν ἀνθρώπων εἰς αὐτὸν δέδεται. Περὶ τῶν μελλόντων ἀγαθῶν λόγος οὐδείς, οὐδὲ σπουδή, περὶ δὲ τῶν προσκαίρων καὶ φθαρτῶν καὶ σπουδὴ καὶ δρόμοι καὶ μάχαι καὶ ἔχθραι καὶ ἐπιχειρήσεις. Πολλάκις δὲ καὶ αἵματα ἐκχέονται διὰ μη‐293
15δαμινὸν πρᾶγμα, καὶ μετὰ μικρὸν ἀφήσει αὐτό· ἐξέρχεται τοῦ βίου γυμνὸς καὶ ἐλεεινός, μηδὲ τὰ ὧδε κερδήσας, μηδὲ τῶν αἰωνίων ἀγαθῶν ἐπιτυχών. Ὢ τοῦ ματαίου δρόμου! Ὢ τοῦ ψυχοφθόρου βίου τούτου! Πῶς χλευάζει τὸν ἄνθρωπον! Ἐνθυμήθητι οὖν, ἄνθρωπε, τί ἔχει ὁ βίος. Ἔχει δυσωδίαν, θλῖ‐ ψιν, κόπον, ὀδύνην, ἄπαυστον δρόμον, ἀδικίαν, πλεονεξίαν, ψεῦδος, κλοπάς,
20φαρμακείας, βασκανίας, αἰχμαλωσίας, ναυάγια, χηρείας, ὀρφανίας, ἀφορίας, λοιδορίας, συκοφαντίας, ὀνείδη, ζημίας, ἁρπαγάς, στεναγμούς, πολέμους, μῖ‐ σος, φθόνον, φόνους καὶ γῆρας καὶ νόσους καὶ ἁμαρτίαν καὶ θάνατον. Ἤκουσας τί ἔχει ὁ παρὼν βίος; Μηκέτι αὐτὸν ποθήσῃς, τὸν πλάνον, τὸν ἐμπαίκτην καὶ ἀπατεῶνα, τὸν πολλοὺς χλευάζοντα, τὸν πολλοὺς τυφλώσαντα.
25 Ὢ τῆς δολερᾶς ἐπινοίας τοῦ πονηροῦ καὶ ἄρχοντος τοῦ κόσμου! Πῶς εἰς τὰ πρόσκαιρα καὶ φθαρτὰ πάντας κατέπαυσε, τῶν δὲ αἰωνίων ἀγαθῶν λήθην
ἐνέβαλεν! Οὐκ ἔστι γὰρ ὁ συνιών.294