TLG 4138 065 :: EPHRAEM SYRUS :: Duo erunt in agro

EPHRAEM SYRUS Theol., vel Ephraem Graecus
(Syrus: A.D. 4)

Duo erunt in agro

Source: Phrantzoles, Konstantinos G. (ed.), Ὁσίου Ἐφραίμ τοῦ Σύρου ἔργα, vol. 4. Thessalonica: Το περιβόλι της Παναγίας, 1992: 290–292.

Dup. Assemani, J.S., Sancti patris nostri Ephraem Syri opera omnia, vol. 3 Rome (1732) 23e–24d.

Citation: (Line)

tΤῷ δύο ἔσονται ἐν ἀγρῷ
1 Ἤκουσας ὅτι δύο ἔσονται ἐν τῷ ἀγρῷ, ὁ εἷς παραλαμβάνεται καὶ ὁ ἕτε‐ ρος ἀφίεται· δύο ἀλήθουσαι ἐν τῷ μυλῶνι, ἡ μία παραλαμβάνεται καὶ μία ἀφίεται· καὶ δύο ἐπὶ τοῦ δώματος, καὶ τὰ ἑξῆς. Καὶ οἱ μὲν ἐπὶ τοῦ δώματός εἰσιν οἱ ἐν ὕψει ὄντες κριταὶ καὶ ἡγούμενοι καὶ βασιλεῖς καὶ δυνάσται. Ἔστι γὰρ
5κριτὴς δίκαιος καὶ ἔστιν ἄδικος. Ὁ μὲν δίκαιος παραλαμβάνεται ἀπὸ τοῦ πυ‐ ρός, ὁ δὲ ἄδικος ἀφίεται. Οἱ δὲ ἐν τῷ ἀγρῷ, τῷ κόσμῳ τούτῳ δηλαδή, εἰσὶν οἱ ἄγροικοι καὶ ἰδιῶται καὶ ἐλάχιστοι γένει καὶ πλούτῳ. Ἔνδοξοι καὶ ἄδοξοι. Οἱ μὲν δίκαιοι, οἱ δὲ ἄδικοι. Καὶ οἱ μὲν δίκαιοι παραλαμβάνονται, οἱ δὲ ἄδικοι
ἀφίενται ἐν τῷ πυρί. Αἱ δὲ ἀλήθουσαι εἰσὶ τὸ πλῆθος τῶν γυναικῶν, ἐν μέρει290
10δὲ καὶ αἱ ψυχαὶ αἱ δουλικὸν λαβοῦσαι ζυγὸν καὶ ἐν ἀσθενείᾳ τὴν ζωὴν τελέσα‐ σαι. Εἰσὶ γὰρ γυναῖκες δίκαιαι καὶ εἰσὶν ἄδικοι· εἰσὶ δοῦλοι δίκαιοι καὶ εἰσὶν ἄδικοι· εἰσὶν ἀσθενεῖς δίκαιοι, ὡς ὁ Ἰὼβ καὶ ὁ Λάζαρος, καὶ εἰσὶν ἄδικοι, ὡς ὁ Κάϊν καὶ ὁ Γιεζί. Ὅθεν φησί, δύο ἔσονται ἐπὶ κλίνης, τὴν ἀσθένειαν αὐτῶν ἀπεμφαίνων· οἱ δίκαιοι παραλαμβάνονται καὶ οἱ ἄδικοι ἀφίενται. Πῶς δὲ πα‐
15ραλαμβάνονται οἱ δίκαιοι, λεγέτω Παῦλος· οἱ ζῶντες ἐν Κυρίῳ, ἐν νεφέλαις ἁρπαγήσονται εἰς ἀέρα, καὶ πάντοτε σὺν Κυρίῳ ἔσονται. Πῶς ἀφίενται οἱ ἄδι‐ κοι; Συνάξουσιν οἱ Ἄγγελοι τοὺς μὲν ἐκλεκτοὺς ἐκ τῶν τεσσάρων ἀνέμων, τοὺς δὲ ἀσεβεῖς κατακαύσουσι πυρὶ ἀσβέστῳ. Μὴ οὖν ὑπολάβῃς ξύλοις ἄσβεστον ἔσεσθαι τὸ πῦρ τῆς κολάσεως, μηδὲ τοὺς ὑποκαίοντας δημίους τινάς, ὡς οἱ λῆ‐
20ροι τῶν πολλῶν νομίζουσιν· ἀλλ’ ἀπόβλεψον πρὸς Σόδομα καὶ ἴδε κάμινον δί‐ χα ξύλων· ἐννόησον τῆς γυναικὸς τὴν ἀπολίθωσιν καὶ θαύμασον τοῦ πυρὸς τὴν
ἀπειλήν· ἅμα γὰρ ἦν ὅ τε Λὼτ καὶ ἡ γυνὴ καὶ αἱ δύο θυγατέρες· καὶ οὔτε Λὼτ ἐπυρπολήθη σὺν ταῖς θυγατράσιν αὐτοῦ, οὔτε ἡ γυνὴ διέδρα τοῦ πυρὸς τὴν ἀπειλήν, ἀλλ’ ἕκαστον ἡ δίκη οἰκείῳ κλήρῳ ἀπέδωκεν. Οὕτω καὶ ἐπὶ τῆς κρί‐291
25σεως· οἱ μὲν δίκαιοι παραλαμβάνονται, ὡς ὁ Λώτ, οἱ δὲ ἄδικοι ἀφίενται, ὡς ἡ
γυνὴ αὐτοῦ.292