TLG 4138 064 :: EPHRAEM SYRUS :: De iis, qui dicunt resurrectionem mortuorum non esse

EPHRAEM SYRUS Theol., vel Ephraem Graecus
(Syrus: A.D. 4)

De iis, qui dicunt resurrectionem mortuorum non esse

Source: Phrantzoles, Konstantinos G. (ed.), Ὁσίου Ἐφραίμ τοῦ Σύρου ἔργα, vol. 4. Thessalonica: Το περιβόλι της Παναγίας, 1992: 275–289.

Dup. Assemani, J.S., Sancti patris nostri Ephraem Syri opera omnia, vol. 3 Rome (1732) 127f–134e.

Citation: Page — (line)

275

(t)

Περὶ τῶν λεγόντων μὴ εἶναι ἀνάστασιν
1 Φρονῶν τὰ τῶν ἐθνῶν, καὶ λέγων ὅτι ἀνάστασις νεκρῶν οὐκ ἔστιν! Ὦ στόμα ἐβδελυγμένον καὶ τοῦ Θεοῦ ἀλλότριον, δι’ οὗ ὁ Διάβολος λαλεῖ, ὁ ψεύ‐ στης καὶ τοῦ ψεύδους δημιουργός! Ὦ στόμα ψευδές, μᾶλλον δὲ τάφος ἀνεῳγ‐ μένος ἐκ τοῦ πονηροῦ θησαυροῦ τῆς καρδίας προσφέρων τὸ πονηρὸν καὶ λέγων·
5οὐκ ἔστιν ἀνάστασις νεκρῶν! Πῶς οὐκ ἐτρόμασας ἀνοῖξαί σου τὸ ἀπαίδευτον στόμα καὶ ὑβρίσαι Χρι‐ στὸν τὸν πρωτότοκον ἐκ νεκρῶν; Πῶς οὐκ ἔχανεν ἡ γῆ καὶ κατέπιέ σε ζῶντα; Πῶς οὐκ ἐπάταξέ σε Ἄγγελος ὁ τὴν ἀνάστασιν κηρύξας καὶ εἰπὼν ταῖς γυναι‐
ξίν, ὅτι ἀνέστη Χριστὸς ἐκ νεκρῶν, ἡ ἀπαρχὴ τῶν κεκοιμημένων; Πόθεν σε τά‐275

276

ξομεν; Μετὰ τῶν Ἑλλήνων ἢ μετὰ τῶν Χριστιανῶν; Τίνα σε ὀνομάσομεν; Ἐ‐ θνικὸν ἢ Χριστιανόν; Ἀλλὰ μὴ γένοιτο Χριστιανὸν ὀνομάσαι σε οὕτω φρο‐ νοῦντα· οἱ γὰρ οὕτω φρονοῦντες οὐκ ὀφείλουσι λέγεσθαι Χριστιανοί· εἰ δὲ καὶ αὑτοὺς ὀνομάζουσι Χριστιανούς, ἑαυτοὺς φρεναπατῶσι· οὐ γάρ ἐστι τὸ μέρος
5αὐτῶν μετὰ τοῦ Χριστοῦ, τοῦ ἀληθινοῦ Θεοῦ ἡμῶν, τοῦ χαρισαμένου ἡμῖν τὴν ἀνάστασιν, ἀλλ’ ἐν τῇ γεέννῃ ἔσται ἡ μερὶς αὐτῶν, ὅπου ὁ σκώληξ αὐτῶν οὐ τελευτᾷ καὶ τὸ πῦρ αὐτῶν οὐ σβέννυται· ὁ γὰρ τὴν ἀνάστασιν μὴ προσδοκῶν καὶ πιστεύων, καλὸν ἦν αὐτῷ, εἰ οὐκ ἐγεννήθη. Τί σε οὖν καλέσω, ἐσκοτισμένε τῇ διανοίᾳ; Τίνα σε ὀνομάσω; Σαδδου‐
10καῖον [ἢ Ἰουδαῖον] ἢ Σαμαρείτην, ἢ τὰ ἀμφότερα; Μᾶλλον δὲ Σαδδουκαῖον καὶ Σαμαρείτην. Καὶ οὗτοι γὰρ ἀρνοῦνται τὴν ἀνάστασιν, ὡς καὶ σύ, μεθ’ ὧν καὶ τὸ μέρος σου ἔσται, ἐὰν μὴ μετανοήσεις. Ποῖον σκότος ἐκάλυψέ σου τοὺς ὀφθαλμούς; Ποία πήρωσις περιέσχε σου τὴν καρδίαν; Πῶς ἥρπασέ σε ὁ λύκος ἐκ τῆς ποίμνης τοῦ Χριστοῦ; Πῶς ὁ λυμαίνων ἐχώρισέ σε τῆς ὀρθοδόξου πίστε‐
15ως; Ποῖος διδάσκαλος ἐνέβαλεν ἐν τῇ καρδίᾳ σου τοιαύτην βλασφημίαν, καὶ276

277

ἀπέσπασέ σε τῆς καθολικῆς Ἐκκλησίας; Πῶς τολμᾷς, ταλαίπωρε, ἀτενίσαι εἰς τὸν οὐρανὸν καὶ ἐπικαλέσασθαι Χριστὸν τὸν ὑπὸ σοῦ ὑβριζόμενον; Ποίᾳ παρρη‐ σίᾳ, ἄθλιε, ὀνομάζεις σεαυτὸν Χριστιανόν; Χριστὸν ἠθέτησας, τὸ Πνεῦμα τὸ Ἅ‐ γιον ἐνύβρισας! Πῶς ἐμφανισθῇς τοῖς ἁγίοις Ἀποστόλοις καὶ τοῖς Προφήταις,
5ἄθλιε, οἵτινες ἀνήγγειλαν ἡμῖν τὴν ἀνάστασιν καὶ εἰς πάντα τὰ πέρατα τῆς γῆς; Πῶς ἄρα τολμήσεις εἰσελθεῖν ἐν ἐκκλησίᾳ, ἔνθα Ἠσαΐας ὁ προφήτης ἀνακράζει, λέγων· ἀναστήσονται οἱ νεκροὶ καὶ ἐγερθήσονται οἱ ἐν τοῖς μνημείοις; Ποίῳ προσώπῳ εἰσέλθῃς εἰς τὴν αὐλὴν τοῦ Χριστοῦ, ἔνθα οἱ Ἅγιοι παρρησίᾳ καταγ‐ γέλλουσιν ἡμῖν τὴν ἀνάστασιν, οἱ Προφῆται κηρύττουσιν, οἱ Ἀπόστολοι παρα‐
10δίδωσιν, οἱ Εὐαγγελισταὶ εὐαγγελίζονται; Ποίοις ὀφθαλμοῖς θεάσῃ τὸ πανάγιον καὶ ἄχραντον σῶμα τοῦ Κυρίου ἡμῶν Ἰησοῦ Χριστοῦ, τοῦ τὸν θάνατον σκυλεύ‐ σαντος, καὶ τὸν Διάβολον καταπατήσαντος, καὶ τῇ τρίτῃ ἡμέρᾳ ἀναστάντος, καὶ ζωὴν καὶ ἀνάστασιν τῷ κόσμῳ χαρισαμένου; Οὗ πάντες πιστοὶ μεταλαμβά‐ νοντες πίστει βοῶσι· προσδοκῶ ἀνάστασιν νεκρῶν καὶ ζωὴν τοῦ μέλλοντος
15αἰῶνος.277

278

Ἐκεῖ ὁ Παῦλος, ὁ ῥήτωρ τῆς εὐσεβείας, μυσταγωγεῖ τοῖς πιστοῖς, λέ‐ γων· ἰδοὺ μυστήριον ὑμῖν λέγω· πάντες μὲν οὐ κοιμηθησόμεθα, πάντες δὲ ἀλλαγησόμεθα, ἐν ἀτόμῳ, ἐν ῥιπῇ ὀφθαλμοῦ, ἐν τῇ ἐσχάτῃ σάλπιγγι· σαλπίσει γάρ, καὶ οἱ νεκροὶ ἀναστήσονται ἄφθαρτοι. Καὶ πάλιν ἐλέγχων καὶ ἐντρέπων
5τοὺς λέγοντας ὅτι ἀνάστασις [ἐκ] νεκρῶν οὐκ ἔστιν, ἐπάγει λέγων· εἰ ἀνάστα‐ σις νεκρῶν οὐκ ἔστιν, οὐδὲ Χριστὸς ἐγήγερται· εἰ δὲ Χριστὸς οὐκ ἐγήγερται, κενὸν ἄρα τὸ κήρυγμα ἡμῶν, κενὴ δὲ καὶ ἡ πίστις ἡμῶν. Εὑρισκόμεθα δὲ καὶ ψευδομάρτυρες τοῦ Θεοῦ κηρύξαντες τὴν ἀνάστασιν εἰς τὰ πέρατα τοῦ κόσμου. Καὶ πάλιν ὁ αὐτὸς Παῦλος, ὥσπερ διαγελῶν τοὺς τοιούτους καὶ χλευάζων ἔλε‐
10γεν· εἰ ὅλως νεκροὶ οὐκ ἐγείρονται, φάγωμεν καὶ πίωμεν, αὔριον γὰρ ἀποθνῄ‐ σκομεν. Εἰ ὅλως, ἄθλιε, ὡς λέγεις, νεκροὶ οὐκ ἐγείρονται, διὰ τί βαπτίζῃ; Διὰ τί λαμβάνῃ τῶν ἀχράντων μυστηρίων; Τοῦτο δὲ γίνωσκε· ἕως οὕτω φρονεῖς, οὐκ εἰς ἄφεσιν ἁμαρτιῶν μεταλαμβάνεις, ἀλλ’ εἰς κρῖμα καὶ κατάκριμα, καὶ εἰς
15προσθήκην ἁμαρτιῶν. Εἰ γάρ, ὡς σὺ λέγεις, ἀνάξιε, νεκροὶ οὐκ ἐγείρονται, διὰ278

279

τί κοπιᾷς ἐν νηστείαις, ἐν ἀγρυπνίαις, ἐν προσευχαῖς; Διὰ τί παρθενία καὶ ἀγῶ‐ νες μετὰ δακρύων; Εἰ ὅλως, ἄφρον, νεκροὶ οὐκ ἐγείρονται, πάντα τὰ γεγραμ‐ μένα ἐν τῇ Παλαιᾷ καὶ Καινῇ Διαθήκῃ ψεύδη εἰσί, καθὼς λέγεις· καὶ οἱ Μάρ‐ τυρες πεπλάνηνται παραδώσαντες τὰ ἑαυτῶν σώματα ἐν τοσαύταις βασάνοις διὰ
5τὴν μέλλουσαν ζωήν, καὶ πάντες οἱ Ἅγιοι. Ὁρᾷς, ἄθλιε, πόσους Ἁγίους ψεύστας διὰ τοῦ μιαροῦ σου στόματος ἐποί‐ ησας; Οὐ μόνον δὲ τοὺς Ἁγίους, ἀλλὰ καὶ τὸν Δεσπότην [τῶν] πάντων τῶν Ἁγίων. Τί ποιήσεις, ἄθλιε, ὅτι πάντων τῶν Ἁγίων ἐχθρὸν ἐποίησας σεαυτὸν καὶ τοῦ Χριστοῦ ἀλλότριον, ὡς καὶ οἱ λοιποὶ μὴ ἔχοντες ἐλπίδα; Τίνα λοιπὸν
10παρακαλέσεις; Πρὸς τίνα καταφύγῃς; Ἀλλότριον γὰρ σεαυτὸν ἐποίησας καὶ τοῦ Θεοῦ καὶ τῶν Ἁγίων. Πῶς οὐκ αἰσχύνῃ εἰσελθεῖν εἰς τὴν ἐκκλησίαν τοῦ Θεοῦ, ἔνθα Παῦλος βοᾷ, λέγων· ὅτι αὐτὸς ὁ Κύριος ἐν κελεύσματι, ἐν φωνῇ ἀρχαγγέλου καὶ ἐν σάλπιγγι Θεοῦ καταβήσεται ἀπ’ οὐρανοῦ, καὶ οἱ νεκροὶ ἐν Χριστῷ ἀναστήσονται πρῶτον, ἔπειτα ἡμεῖς οἱ ζῶντες οἱ περιλειπόμενοι ἅμα
15σὺν αὐτοῖς ἁρπαγησόμεθα ἐν νεφέλαις εἰς ἀπάντησιν τοῦ Κυρίου εἰς ἀέρα, καὶ279

280

οὕτω πάντοτε σὺν Κυρίῳ ἐσόμεθα; Ποίαις χερσὶν ὑποδέξῃ τὸ τίμιον σῶμα Θε‐ οῦ, καὶ προσαγάγῃ τῷ μιαρῷ καὶ βλασφήμῳ σου στόματι, τῷ ὑβρίσαντι τὸν Δεσπότην; Παῦσαι λοιπόν, ταλαίπωρε, παῦσαι τῆς χαλεπῆς ταύτης [τῆς] βλασφη‐
5μίας. Παῦσαι ὑβρίζων τοὺς Ἁγίους καὶ τὸν Θεὸν ἀρνούμενος, καὶ λέγων ἃ μὴ δεῖ. Ὁ γὰρ ἀντιτασσόμενος τῇ ἐξουσίᾳ, τῇ τοῦ Θεοῦ διαταγῇ ἀνθέστηκεν, ὡς λέγει ὁ Ἀπόστολος. Ἄρα ὁ ἀντιτασσόμενος τῷ Θεῷ τί πείσεται; Ὁ βασιλέως ἐπιγείου κέλευσιν οὐ δεχόμενος οὐ ζωοποιεῖται, ποῖαι κολάσεις δέξονται τὸν ἀπειθοῦντα τὴν τοῦ ἐπουρανίου βασιλέως κέλευσιν, τουτέστι τὸ ἄχραντον αὐτοῦ
10Εὐαγγέλιον; Πῶς βαστάζει ὁ ἀνεξίκακος Θεὸς καὶ μακροθυμεῖ! Πῶς ἀνέχεται καὶ οὐκ εὐθέως ἐμφράσσει τῶν τοιούτων ἀθέων τὰ στόματα! Πῶς ἡ γῆ οὐκ ἀνοίγει τὸ στόμα αὐτῆς καὶ καταπίνει τοὺς τοιούτους ζῶντας! Ὁ Κύριος λέγει· ἐγείρονται οἱ νεκροί, καὶ σὺ λέγεις, ἀνάστασις [ἐκ] νεκρῶν οὐκ ἔστι. Τῷ λόγῳ Κυρίου ἐξ οὐκ ὄντων εἰς τὸ εἶναι παρήχθη πάντα 〈τὰ〉 ἐν τοῖς οὐρανοῖς καὶ τὰ
15ἐπὶ τῆς γῆς, ὁρατὰ καὶ ἀόρατα, εἴτε θρόνοι, εἴτε κυριότητες, εἴτε ἀρχάγγελοι,280

281

εἴτε ἀρχαί, εἴτε ἐξουσίαι, τὰ πάντα δι’ αὐτοῦ καὶ εἰς αὐτὸν ἔκτισται· φέρων τε τὰ πάντα τῷ ῥήματι τῆς δυνάμεως αὐτοῦ, ὡς γέγραπται· οἱ οὐρανοὶ τῷ λόγῳ αὐτοῦ ἐστερεώθησαν καὶ ἡ γῆ ἐπὶ τῶν ὑδάτων ἐστήρικται. Τὰ οὐράνια καὶ τὰ ἐπίγεια καὶ τὰ καταχθόνια καὶ πᾶσαι ἄβυσσοι τῷ λόγῳ αὐτοῦ πείθονται καὶ
5ὑπακούουσι τρόμῳ, καὶ σὺ ἀπιστεῖς; Οὐαὶ ὁ κρινόμενος μετὰ τοῦ πλάσαντος αὐτόν! Φοβήθητι, ἄνθρωπε· σκληρόν σοι πρὸς κέντρα λακτίζειν. Ἐπιστράφηθι, ἄνθρωπε, πρὸς Κύριον καὶ μὴ ἀθετήσῃς· ὁ γὰρ ἀπειθῶν τῷ Υἱῷ, οὐκ ὄψεται τὴν ζωήν, ἀλλ’ ἡ ὀργὴ τοῦ Θεοῦ μένει ἐπ’ αὐτόν. Μὴ οὖν ἀπειθήσῃς, ἀλλὰ πί‐
10στευσον, ἵνα μετὰ τῶν πιστῶν συναριθμηθῇς. Πίστευσον εἰς τὸν Κύριον ἡμῶν Ἰησοῦν Χριστόν, τὸν διδάσκαλον παντὸς ἀγαθοῦ, καὶ ἄκουε αὐτοῦ λέγοντος· ἀμήν, ἀμὴν λέγω ὑμῖν, ὅτι ἔρχεται ὥρα, ὅτε οἱ νεκροὶ ἀκούσονται τῆς φωνῆς τοῦ Υἱοῦ 〈τοῦ〉 ἀνθρώπου, καὶ οἱ ἀκούσαντες ζήσονται. Καὶ πάλιν λέγει· ὅταν
ἔλθῃ ὁ Υἱὸς τοῦ ἀνθρώπου ἐν τῇ δόξῃ αὐτοῦ, καὶ πάντες οἱ ἅγιοι Ἄγγελοι μετ’281

282

αὐτοῦ, τότε καθήσει ἐπὶ θρόνου δόξης αὐτοῦ, καὶ συναχθήσονται ἐνώπιον αὐτοῦ πάντα τὰ ἔθνη, δηλονότι τὰ ἐγειρόμενα ἐκ τῶν νεκρῶν. Ἄκουσον πάλιν αὐτοῦ τοῦ Δεσπότου λέγοντος ὅτι ἀνιστάμενοι ἐκ τῶν νεκρῶν οὔτε γεννῶνται οὔτε γεννῶσιν, οὔτε γαμοῦσιν οὔτε γαμίζονται, οὔτε γὰρ ἀποθανεῖν ἔτι δύνανται,
5ἀλλ’ εἰσὶν ὡς ἄγγελοι ἐν τοῖς οὐρανοῖς. Ἆρα ἀρκεῖ ταῦτα; Ἆρα πείσομεν ὑμᾶς ἀποστῆναι τῆς βλασφημίας; Μη‐ δεὶς οὖν ἀπιστείτω τὴν ἀνάστασιν τῶν κεκοιμημένων. Τίς Θεοῦ πιστότερος μάρτυς; Αὐτὸς ὁ Θεὸς μαρτυρεῖ· μηδεὶς ἀπιστείτω, ἀλλὰ πάντες ὁμοῦ συμφώ‐ νως ἀναβοήσωμεν εἰς τὸν Κύριον, καὶ προσκυνοῦμεν αὐτῷ, λέγοντες· προσ‐
10κυνῶ καὶ πιστεύω ἰδεῖν ἀνάστασιν νεκρῶν καὶ ζωὴν τοῦ μέλλοντος αἰῶνος. Εἴδετε πῶς στρέφεταί τις εἰς τὰ ὀπίσω; Πᾶς ὁ φρονῶν τοιαῦτα τὸν Χρι‐ στὸν ἀπεδύσατο. Εἰ δὲ τὰ ἐν λόγοις τοιαῦτα, ἄρα τὰ ἐν ἔργοις ὁποῖά εἰσιν; Ἅπερ ἐὰν θελήσω εἰς μέσον ἀγαγεῖν καὶ πάντα διηγήσασθαι, οὐκ ἀρκέσει μοι
ὅλος ὁ χρόνος, ἵνα πάντα διηγήσομαι τὰ ἄτοπα αὐχήματα, ἃ καλῶς ἀποταξά‐282

283

μενοι, κακῶς πάλιν ἐνεπλάκημεν· καὶ ἅπερ καλῶς ἐπελαθόμεθα, πάλιν κακῶς ἐμνημονεύσαμεν, στραφέντες εἰς τὰ ὀπίσω· πάλιν τὰ αὐτὰ ἐπελαβόμεθα ἔργα, τὰ τῶν ἀθέων ἐχθρῶν σχήματα καὶ πράγματα καὶ λόγους καὶ ἔργα, ἅπερ αἰσχύνη ἐστὶν ἀποκαλύψαι καὶ εἰς μέσον ἀγαγεῖν.
5 Ὢ τοῦ πονηροῦ δαίμονος! Ὢ τοῦ μισοκάλου καὶ μισανθρώπου καὶ ἀκα‐ θάρτου πνεύματος! Πῶς ἕκαστον διὰ τέχνης ὑποσκελίζει, ἀπατᾷ καὶ πείθει! Ὁ Δεσπότης κράζει, καὶ διὰ Προφητῶν καὶ διὰ Ἀποστόλων καὶ διὰ τῶν Εὐαγγε‐ λίων, καὶ ἐκ πολλῶν ὀλίγοι προσέχουσιν. Ὁ Διάβολος καλεῖ διὰ κιθαρῶν καὶ χορῶν, 〈καὶ〉 δι’ ᾀσμάτων δαιμονικῶν, καὶ πλῆθος συνάγει. Ὁ φιλάνθρωπος
10προσκαλεῖται πάντας καὶ λέγει· δεῦτε πρός με πάντες, καὶ οὐδεὶς ὁ ὑπακούων, οὐδεὶς 〈ὁ〉 σπουδάζων. Ὁ μισάνθρωπος Διάβολος προτρέπεται, καὶ πολλοὶ συν‐ τρέχουσιν. Εἰ δέ ποτε κηρυχθῇ νηστεία ἢ ἀγρυπνία, πάντες ἀτονοῦντες ἀποδύ‐ ρονται, καὶ ὡς νεκροὶ γίνονται· ἐὰν δὲ μηνυθῇ ποτε ἄριστα καὶ δεῖπνα, καὶ κι‐
θάραι καὶ ᾄσματα δαιμονικά, πάντες ἱλαροὶ γίνονται, εὔδρομοι, ἐγρήγοροι, καὶ283

284

ἀλλήλους προσφωνοῦσι καὶ συντρέχουσι τὸν κακὸν δρόμον, καὶ ἀγωνίζονται τὸν καλὸν ἀγῶνα οὐχ ὡς σεμνοί, ὡς Χριστιανοῖς ἁρμόζει, ἀλλ’ ὡς ἐθνικοί· οὐκέτι ὡς Θεοῦ δοῦλοι, ἀλλ’ ὡς δραπέται· καὶ πολλάκις διὰ πάσης τῆς ἡμέρας κοπιῶντες διὰ τὴν κοιλίαν, καὶ ὅλην τὴν νύκτα ἄϋπνοι διατελοῦσι ἐπὶ ἀπωλείᾳ
5τῶν ψυχῶν αὐτῶν, παίζοντες καὶ παιζόμενοι, καὶ οὐδὲν ἄλλο κερδαίνοντες ἐκ τοῦ κόπου καὶ τῆς ἀγρυπνίας, εἰ μὴ μόνον τὸ οὐαί, καθὼς ὁ Κύριος εἶπεν· οὐαὶ ὑμῖν τοῖς γελῶσι νῦν, ὅτι πενθήσετε καὶ κλαύσετε. Οἱ γὰρ ὧδε μὴ θελήσαντες ὀλίγον πενθῆσαι, ἐκεῖ κλαύσουσιν εἰς τοὺς ἀπεράντους αἰῶνας. Μηδεὶς πλανάτω ὑμᾶς, ἀδελφοί. Οὐκ ἔστι ταῦτα Χριστιανῶν, ἀλλὰ τῶν
10ἀπίστων ἐθνῶν, καθὼς εἶπεν ὁ Δεσπότης· μὴ μετεωρίζεσθε· ταῦτα γὰρ πάντα τὰ ἔθνη τοῦ κόσμου ποιοῦσιν, οἷς οὐκ ἔστιν ἐλπὶς σωτηρίας, οὐδὲ πόθος τῶν αἰωνίων ἀγαθῶν. Ἡμῖν δὲ εἴρηται· μὴ ἀγαπήσητε τὸν κόσμον, μηδὲ τὰ ἐν κό‐ σμῳ. Ἐάν τις ἀγαπᾷ τὸν κόσμον, οὐκ ἔστιν ἡ ἀγάπη τοῦ Πατρὸς ἐν αὐτῷ· ὅτι πᾶν τὸ ἐν τῷ κόσμῳ, ἡ ἐπιθυμία τῆς σαρκὸς καὶ ἡ ἐπιθυμία τῶν ὀφθαλμῶν καὶ
15ἡ ἀλαζονεία τοῦ βίου, οὐκ ἔστιν ἐκ τοῦ Πατρός, ἀλλ’ ἐκ τοῦ κόσμου ἐστί. Καὶ ὁ284

285

κόσμος παράγεται καὶ ἡ ἐπιθυμία· ὁ δὲ ποιῶν τὸ θέλημα τοῦ Θεοῦ μένει εἰς τὸν αἰῶνα. Οἴδατε, ἀδελφοί, ὅτι ὅσοι εἰς Χριστὸν ἐβαπτίσθητε, Χριστὸν ἐνεδύσασθε. Πῶς οὖν ἐνδυσάμενοι τὸν Χριστόν, τῷ Διαβόλῳ δουλεύετε; Οὐκ οἴδατε ὅτι εἰ‐
5κὼν καὶ δόξα Θεοῦ ἐσμεν; Πῶς οὖν τὴν εἰκόνα τοῦ Θεοῦ φοροῦντες, οὐ τιμᾶτε αὐτήν, ἀλλ’ ἀτιμάζετε αὐτὴν διὰ τῶν ἐθνικῶν πραγμάτων; Ὢ πόσων ἀγαθῶν στερούμεθα διὰ ταῦτα τὰ πράγματα; Προσετάχθης, ἀδελφέ, ὑπὸ τοῦ Ἀποστό‐ λου πάντα εἰς δόξαν Θεοῦ ποιεῖν, σὺ δὲ διὰ τῶν ἐθνικῶν πραγμάτων τὸν Διά‐ βολον τέρπεις, τὸν δὲ φιλάνθρωπον Θεὸν ἀτιμάζεις. Ἐπετράπης ἀδιαλείπτως
10προσεύχεσθαι, σὺ δὲ ἀδιαλείπτως μετεωρίζῃ· προσετάχθης ἀρνήσασθαι τὰς κο‐ σμικὰς ἐπιθυμίας, παραγγελίας ἔλαβες παρὰ τοῦ Δεσπότου μὴ μετεωρίζεσθαι, σὺ δὲ πρὸς ταῦτα οὐ βλέπεις, ἀλλὰ τὴν ἀκοὴν ἀποστρέφεις· ὕστερον δὲ πικρότε‐ ρον χολῆς εὑρήσεις, καὶ ἠκονημένον μᾶλλον μαχαίρας διστόμου. Τοιαύτη γάρ
ἐστιν ἡ φύσις τῆς ἁμαρτίας· εὐφραίνει μικρὰ καὶ κολάζει μεγάλα· τέρπει πρόσ‐285

286

καιρα καὶ κολάζει αἰώνια. Θέλετε πεῖσαι ὑμᾶς ὅτι εἰδωλολατρία ἐστὶ τὸ παίζειν; Ἄκουσον τί λέγει ὁ Ἀπόστολος· μὴ γίνεσθε εἰδωλολάτραι, καθὼς γέγραπται· ἐκάθισεν ὁ λαὸς φα‐ γεῖν καὶ πιεῖν, καὶ ἀνέστησαν παίζειν. Ὅρα οὖν μὴ ποθῶν τὸ παίζειν, εὑρεθῇς
5ἐκεῖ μετὰ τῶν εἰδωλολατρῶν· ἕκαστος γὰρ τὸ ἴδιον φορτίον βαστάσει, καὶ ἕκα‐ στος θερίσει ὃ ἔσπειρε. Βλέπε μὴ ὧδε σπείρεις ἀκάνθας, γελοῖα καὶ μετεωρι‐ σμούς, καὶ ἐκεῖ θερίσεις δάκρυα καὶ ὀδυρμούς. Πολλὰ ἔχω λέγειν, ἀλλ’ οὐ δύναμαι ἄρτι πάντα εἰπεῖν. Τοῦτο δὲ γινω‐ σκέτω ἕκαστος, ὅτι ὥρισεν ὁ Θεὸς καὶ ἔστησεν ἡμέραν ἐν ᾗ κρινεῖ τὸν κόσμον·
10ἀλλὰ μακροθυμεῖ ὡς φιλάνθρωπος, μὴ βουλόμενός τινα ἀπολέσθαι, ἀλλὰ πάν‐ τας εἰς μετάνοιαν χωρῆσαι. Ἥξει δὲ ἡ ἡμέρα Κυρίου, δι’ ἣν οἱ οὐρανοὶ πυρού‐ μενοι λυθήσονται, καθὼς γέγραπται. Καὶ πάντες, κἂν θέλωμεν κἂν μὴ βουλώ‐ μεθα, ἐκεῖ ἔχομεν συναχθῆναι παραστησόμενοι τῷ βήματι τοῦ Χριστοῦ, ὅπου καὶ Ἄγγελοι μετὰ φόβου παρίστανται, ὅπου ἀνοίγονται βίβλοι, ἃς νῦν ἀκούον‐
15τες καὶ ἀναγινώσκοντες οὐ παραδεχόμεθα. Ταύτας ἐκεῖ θεασόμεθα ἀνοιγομένας286

287

καὶ ἀναγινωσκομένας καὶ κατακρινούσας ἡμᾶς, καθώς φησιν ὁ Ἀπόστολος· ἐν ἡμέρᾳ ᾗ κρινεῖ ὁ Θεὸς τὰ κρυπτὰ τῶν ἀνθρώπων κατὰ τὸ εὐαγγέλιόν μου. Καὶ ὁ Κύριος λέγει· ὁ λόγος ὃν ἐλάλησα, ἐκεῖνος κρινεῖ τὸ κόσμον ἐν τῇ ἐσχάτῃ ἡμέρᾳ.
5 Ὁρᾶτε ὅτι κατὰ τὰ Εὐαγγέλια ἔχομεν κριθῆναι ἐν τῇ ἡμέρᾳ ἐκείνῃ. Προσέχετε ἀκριβῶς τὰ γεγραμμένα καὶ μὴ καταφρονεῖτε. Οὐαὶ τοῖς ἐνυβρίζουσι τὰς ἱερὰς Γραφάς. Πολλοὶ γάρ εἰσι ματαιολόγοι ἑαυτοὺς φρεναπατοῦντες· οἳ ὅταν ἀκούσωσι περὶ κρίσεως καὶ κολάσεως καταγελῶντες λέγουσι· μὴ ἐγὼ καλλίων εἰμὶ ὅλου τοῦ κόσμου; Ὅπου ὅλος ὁ κόσμος κἀγώ. Ἀπὸ ὅλου τοῦ κό‐
10σμου τί μοι ἔχει ἁρμόσαι; Ἀπολαύσω τέως τὰ ἀγαθὰ τοῦ αἰῶνος τούτου, καὶ ὡς ὅλος ὁ κόσμος κἀγώ. Εἶτα πληρωθέντος τοῦ ὅρου τῆς ζωῆς αὐτοῦ, ἔρχεται πεμπόμενος Ἄγγελος ἀπότομος, ἀπαιτῶν αὐτοῦ τὴν ψυχὴν καὶ λέγων· ἐπλη‐ ρώθη σου ἡ ὁδὸς ἐν τούτῳ τῷ βίῳ. Δεῦρο λοιπὸν εἰς ἄλλον κόσμον· δεῦρο εἰς τὸν ἴδιον τόπον. Εἶτα καταλιμπάνει τὰ τοῦ βίου τούτου τερπνά, ἃ ἐδόκει αἰω‐
15νίως ἐντρυφᾶν, καὶ ἀπέρχεται συρόμενος ὑπὸ ἀγγέλων πονηρῶν εἰς τὸν τῆς κο‐287

288

λάσεως τόπον· καὶ ἰδὼν αὐτὸν τρομάσει καὶ τύψει τὸ ἑαυτοῦ πρόσωπον ταῖς χερσίν, καὶ περιβλεψάμενος ὧδε κἀκεῖ, ἐκφυγεῖν βουλόμενος, οὐκ ἔνι γὰρ πῶς ἐκφυγεῖν, διότι κατέχεται ἀσφαλῶς δεδεμένος ὑπὸ τῶν ἀπαγόντων. Τότε λέγουσιν αὐτῷ οἱ κατέχοντες ἄγγελοι· τί δειλιᾷς, ἐλεεινέ; Τί τα‐
5ράσσει; Τί λυπεῖ σε; Τί φοβεῖς, ἄθλιε; Τί τρέμεις, ταλαίπωρε; Σὺ ἑαυτῷ ἡτοί‐ μασας τὸν τόπον τοῦτον, σὺ θέρισον ὃ ἔσπειρας. Ἤκουες περὶ τῶν φοβερῶν κο‐ λάσεων, καὶ καταγελῶν ἔλεγες· ὅπου ὅλος ὁ κόσμος κἀγώ, καὶ ἄρτι τρέμεις; Οὐκ εἶ μόνος· μὴ ὀκλάζῃς· ὅπου ὅλος ὁ κόσμος καὶ σύ. Εἶτα εἰσελθὼν εἰς τὸν τόπον ἐκεῖνον ἄκων καὶ μὴ βουλόμενος, καὶ πικρῶς βασανιζόμενος, ἄρχεται
10οἰκτρὰς ἀφιέναι φωνὰς καὶ παρακαλεῖν τοὺς ἐπὶ τῆς κρίσεως ἐφεστῶτας, ἵνα τύχῃ ἀνέσεως κἂν μικρόν. Καὶ ἀποκρίνονται αὐτῷ· τί βοᾷς; Μὴ σὺ κρείττων εἶ τοῦ κόσμου; Ὅπου ὅλος ὁ κόσμος καὶ σύ, καθὼς καὶ ἔλεγες. Καὶ τότε στενάξας ἐκ βάθους τῆς καρδίας λέγει· καὶ τί μοι ὠφέλησεν ὅ‐ λος ὁ κόσμος; Οὐαί μοι ὅτι ἠπατήθην καὶ ἐνεπαίχθην. Δικαία ἡ κρίσις τοῦ Θε‐
15οῦ. Νῦν ἔγνων ἐγὼ ὁ ἄθλιος ὅτι ὃ σπείρει ὁ ἄνθρωπος, τοῦτο καὶ θερίσει, καὶ ὃ288

289

δήσει φορτίον, τοῦτο καὶ βαστάσει. Οὐαί μοι, ὅτι ἤκουσα, καὶ οὐ παρεδεχόμην. Πόσους ἀγωνιζομένους ἔβλεπον καὶ ἀγρυπνοῦντας καὶ νηστεύοντας καὶ ἐλε‐ οῦντας, καὶ πάντας ἐλοιδόρουν καὶ ἐχλεύαζον! Πόσους ἐθεώρουν πενθοῦντας καὶ κλαίοντας, καὶ πάντας κατεγέλων! Οὐαί μοι, ὅτι ἐνεπαίχθην. Συμφέρον
5γάρ μοι ἦν ἑκατὸν ἔτη πενθῆσαι καὶ κλαῦσαι καὶ νηστεῦσαι, καὶ μᾶλλον καὶ λί‐ θους μασήσασθαι, καὶ μὴ λαχεῖν εἰς τὸν τόπον τοῦτον τῆς βασάνου. Τίς δώσει μοι καιρὸν μετανοίας τρεῖς ἡμέρας ἐκείνου τοῦ αἰῶνος, ὃν κακῶς ἐδαπάνησα ὁ ἄθλιος; Ἀλλ’ ἡ πανήγυρις ἐλύθη, καὶ οὐκέτι ἐστὶ μετανοίας καιρός. Καὶ τὰ τοιαῦτα ἐροῦσιν ἐν τῇ κολάσει οἱ ὧδε χλευάζοντες τὰς ἱερὰς Γρα‐
10φάς. Φοβηθῶμεν οὖν τὴν ἀπειλὴν ἐκείνων τῶν κολάσεων, καὶ παυσώμεθα τοῦ
ἀτιμάζειν Θεόν· ὅτι αὐτῷ πρέπει δόξα εἰς τοὺς αἰῶνας τῶν αἰώνων. Ἀμήν.289