TLG 4138 063 :: EPHRAEM SYRUS :: De resurrectione mortuorum sermo

EPHRAEM SYRUS Theol., vel Ephraem Graecus
(Syrus: A.D. 4)

De resurrectione mortuorum sermo

Source: Phrantzoles, Konstantinos G. (ed.), Ὁσίου Ἐφραίμ τοῦ Σύρου ἔργα, vol. 4. Thessalonica: Το περιβόλι της Παναγίας, 1992: 256–274.

Dup. Assemani, J.S., Sancti patris nostri Ephraem Syri opera omnia, vol. 3 Rome (1732) 119b–127f.

Citation: Page — (line)

256

(t)

Περὶ ἀναστάσεως νεκρῶν λόγος
1 Ἐρώτησις. Τί ἐστιν ὁ λόγος ὁ γεγραμμένος· οὐδὲν εἰσενέγκαμεν εἰς τὸν κόσμον τοῦτον, δῆλον ὅτι οὐδὲ ἐξενεγκεῖν τι δυνάμεθα; Ἀπόκρισις. Δοκῶ ὅτι ὃ λέγει τοιοῦτόν ἐστιν· ὅτι οὐδὲν εἰσενέγκαμεν εἰς τὸν κόσμον, οὐδὲ συνεξενεγκεῖν τι δυνάμεθα, ὅτι οἰκεῖα τοῦ Δημιουργοῦ τὰ
5πάντα, ἡμεῖς δὲ πάροικοι καὶ παρεπίδημοι. Εἰ δέ τις πλοῦτον καὶ περιουσίαν ἔ‐ χει ὑπὸ τὰς χεῖρας, οὐκ ἔστι κύριος αὐθέντης τῶν πραγμάτων, ἀλλ’ οἰκονόμος, καθότι καὶ αὐτὸς ὑφ’ ἑτέρου παρείληφε τὰ πράγματα, καὶ πάλιν μετ’ αὐτὸν εἰς ἕτερον μεταστήσεται ὁ κλῆρος κατὰ τὴν κέλευσιν τοῦ Δημιουργοῦ. Ὁμολογεῖν οὖν χρὴ τοῦ δεδωκότος τὴν χάριν.
10Ταῦτα οὖν ἐπιστάμενοι οἱ σοφοὶ οἰκονόμοι, οὐκ ἀμελοῦσι τοῦ ἔργου τῆς256

257

δικαιοσύνης, ἐκείνου τοῦ μακαρισμοῦ βουλόμενοι ἐντυχεῖν. Λέγει γὰρ ὁ Κύριος· μακάριος ὁ δοῦλος ἐκεῖνος ὃν ἐλθὼν ὁ κύριος αὐτοῦ εὑρήσει ποιοῦντα οὕτως. Ἀμὴν λέγω ὑμῖν, ὅτι ἐπὶ πᾶσι τοῖς ὑπάρχουσιν αὐτοῦ καταστήσει αὐτόν· ᾠκο‐ νόμησε γὰρ ἀξίως τοὺς λόγους αὐτοῦ ἐν κρίσει, ὅθεν εἰς τὸν αἰῶνα οὐ σαλευθή‐
5σεται. Λέγει γὰρ τὸ Πνεῦμα τὸ Ἅγιον· χρηστὸς ἀνὴρ ὁ οἰκτίρων καὶ κιχρῶν· οἰκονομήσει τοὺς λόγους αὐτοῦ ἐν κρίσει, ὅτι εἰς τὸν αἰῶνα οὐ σαλευθήσεται· εἰς μνημόσυνον αἰώνιον ἔσται δίκαιος. Ἀπὸ ἀκοῆς πονηρᾶς οὐ φοβηθήσεται· ἑτοίμη ἡ καρδία αὐτοῦ ἐλπίζειν ἐπὶ Κύριον. Ἐστήρικται ἡ καρδία αὐτοῦ, οὐ μὴ φοβηθῇ, ἕως οὗ ἐπίδῃ ἐπὶ τοὺς ἐχθροὺς αὐτοῦ. Ἐσκόρπισεν, ἔδωκε τοῖς πένη‐
10σιν· ἡ δικαιοσύνη αὐτοῦ μένει εἰς τὸν αἰῶνα τοῦ αἰῶνος· τὸ κέρας αὐτοῦ ὑψω‐ θήσεται ἐν δόξῃ. Ἁμαρτωλὸς ὄψεται καὶ ὀργισθήσεται· τοὺς ὀδόντας αὐτοῦ βρύξει καὶ τακήσεται· ἐπιθυμία ἁμαρτωλοῦ ἀπολεῖται. Δίκαιος δὲ εἰς μνημόσυ‐ νον αἰώνιον ἔσται, καὶ ἀπὸ ἀκοῆς πονηρᾶς οὐ φοβηθήσεται. Καὶ ποία αὕτη ἡ
πονηρὰ ἀκοή; Ἐγὼ οἶμαι ὅτι τὸ ἀρθήτω ὁ ἀσεβής, ἵνα μὴ ἴδῃ τὴν δόξαν Κυρί‐257

258

ου, καὶ τὸ δήσαντες αὐτοῦ χεῖρας καὶ πόδας, ἐκβάλετε τὸν ἀχρεῖον δοῦλον εἰς τὸ σκότος τὸ ἐξώτερον, καὶ τὸ ἀποχωρεῖτε ἀπ’ ἐμοῦ οἱ κατηραμένοι εἰς τὸ πῦρ τὸ αἰώνιον τὸ ἡτοιμασμένον τῷ Διαβόλῳ καὶ τοῖς ἀγγέλοις αὐτοῦ. Ἀντὶ δὲ τούτων ἀκούσεται ὁ δίκαιος· εὖ, δοῦλε ἀγαθὲ καὶ πιστέ, ἐπὶ ὀλίγα ἦς πιστός,
5ἐπὶ πολλῶν σε καταστήσω· εἴσελθε εἰς τὴν χαρὰν τοῦ Κυρίου σου. Ὅθεν ὁ Κύριος καὶ ἐπιχορηγὸς τῶν ἀγαθῶν [ἃ] διηγόρευσε μὴ προσ‐ παθῶς ἔχειν ἡμᾶς πρὸς τὰ βιωτικά, τοῦτο φήσας· οὐδεὶς δύναται δυσὶ κυρίοις δουλεύειν, καὶ οὐ δύνασθε Θεῷ δουλεύειν καὶ μαμωνᾷ· καὶ μὴ θησαυρίζετε ὑμῖν θησαυροὺς ἐπὶ τῆς γῆς, ὅπου σὴς καὶ βρῶσις ἀφανίζει, καὶ ὅπου κλέπται
10διορύσσουσι καὶ κλέπτουσιν· ὅπου γάρ ἐστιν ὁ θησαυρὸς ὑμῶν, ἔσται καὶ ἡ καρ‐ δία ὑμῶν. Καὶ πάλιν λέγει· πωλήσατε τὰ ὑπάρχοντα ὑμῶν, καὶ δότε ἐλεημο‐ σύνην. Ποιήσατε ἑαυτοῖς βαλάντια μὴ παλαιούμενα, θησαυρὸν ἀνέκλειπτον ἐν τοῖς οὐρανοῖς. Καὶ πάλιν· κἀγὼ λέγω ὑμῖν· ποιήσατε ἑαυτοῖς φίλους ἐκ τοῦ
μαμωνᾶ τῆς ἀδικίας, ἵνα, ὅταν ἐκλίπητε, δέξωνται ὑμᾶς εἰς τὰς αἰωνίους σκη‐258

259

νάς. Οἱ γὰρ πεποιθότες ἐπὶ τῇ ἰδίᾳ δυνάμει καὶ ἐπὶ τῷ πλήθει τοῦ πλούτου αὐ‐ τῶν ἐγκαυχώμενοι, ὡς ἄνθρωποι ἀποθανοῦνται καὶ ὡς εἷς τῶν ἀρχόντων ἀπο‐ πεσοῦνται· οὐ γὰρ ἐφύλαξαν τὴν εὔνοιαν πρὸς τὸν Δημιουργόν. Οἱ δὲ ὑπομένον‐ τες αὐτόν, αὐτοὶ κληρονομήσουσι τὴν γῆν· φῶς γάρ ἐστιν ἐν αὐτοῖς ὁ λόγος καὶ
5ἅλας καὶ δύναμις, κατὰ τὴν τοῦ Κυρίου φωνήν· ὑμεῖς ἐστε τὸ ἅλας τῆς γῆς καὶ τὸ φῶς τοῦ κόσμου· ὅθεν καὶ ὁ κόσμος συνίσταται ἄχρι τοῦ νῦν, ἔχων ἐν ἑαυτῷ τοῦτο τὸ ἅλας καὶ τοὺς φωστῆρας· εἰσὶ γὰρ κατὰ γενεὰν καὶ γενεὰν οἱ θεραπεύ‐ οντες τὸν Κύριον· ἐπεὶ οὐκ ἂν συνίστατο ὁ κόσμος. Ἐὰν γάρ, φησί, τὸ ἅλας μωρανθῇ, ἐν τίνι ἀρτυθήσεται; Εἰς οὐδὲν ἰσχύει ἔτι, εἰ μὴ βληθὲν ἔξω καταπα‐
10τεῖσθαι ὑπὸ τῶν ἀνθρώπων. Ἐν Σοδόμοις ἐπεὶ οὐχ εὑρέθη ἐκ τούτου τοῦ μέ‐ ρους, εἰ μὴ εἷς μονώτατος, ἐν μιᾷ ῥοπῇ ἀπώλοντο. Ἀλλ’ οὐδὲ ἔτι τοῦ δικαίου συνόντος αὐτοῖς, ἐπαφῆκεν αὐτοῖς ἡ παντοδύναμος χεὶρ τὴν ὀργήν, εἰ μή τι καὶ τοῦτον συνελάβετο ἐκ μέσου αὐτῶν. Διὸ μακαρία ἡ χώρα, μακαρία ἡ πόλις,
μακαρία ἡ γενεὰ ἡ ἔχουσα ἐν ἑαυτῇ πλῆθος δικαίων· μακαριώτεροι δὲ μᾶλλον259

260

αὐτοὶ οἱ δίκαιοι, δι’ οὓς κόσμος σῴζεται· μακαρισμοὶ γὰρ καὶ ἔπαινοι τοῖς δι‐ καίοις ἀπόκεινται. Διὸ ἀποθέμενοι τὰ ἀνοίκεια ἔργα τῆς δικαιοσύνης, ζηλώσωμεν τὰς πολι‐ τείας τῶν δικαίων, ὅπως σὺν αὐτοῖς κληρονομήσωμεν τοὺς ἐπαίνους, φῶς γε‐
5γονότες καὶ δύναμις καὶ πόλις τοῦ μεγάλου Βασιλέως, ὅπως αὐτὸς ἔσται ἡμῶν τὸ καύχημα, ὅτι ἐν τῇ χειρὶ αὐτοῦ τὰ πέρατα τῆς γῆς. Αὐτὸς δίδωσι, κατὰ τὸν Ψαλμῳδόν, χιόνα ὡς ἔριον, ὁμίχλην ὡσεὶ σποδὸν πάσσοντος· βάλλοντος κρύ‐ σταλλον αὐτοῦ ὡσεὶ ψωμούς, κατὰ πρόσωπον ψύχους αὐτοῦ τίς ὑποστήσεται; Ἐξαποστελεῖ τὸν λόγον αὐτοῦ, καὶ τήξει αὐτά. Πνεύσει τὸ πνεῦμα αὐτοῦ, καὶ
10ῥεύσεται ὕδατα. Τότε λαβοῦσα ἡ γῆ τὴν ὀσμὴν τῆς θεωρίας, ἐνδύσεται τὴν εὐ‐ πρέπειαν αὐτῆς διὰ προστάγματος Θεοῦ, καὶ καθάπερ σκεῦος διάλιθον καὶ χρυ‐ σόπαστον τέρπει τοὺς θεατάς. Καὶ τὰ μὲν ὄρνεα καθιπτάμενα ἐπιτελεῖ ἦχον εὐμελῆ, τῇ τοῦ ἀέρος λαμπρότητι τερπόμενα, τὰ δὲ τετράποδα ἅμα τοῖς παιδί‐ οις αὐτῶν σκιρτῶντα, ὅτι βεβλάστηκε τὰ πεδία τῆς ἐρήμου, καὶ οἱ ποιμένες
15ἀγαλλόμενοι εὐφραίνονται ἐπὶ ταῖς δωρεαῖς τοῦ Κυρίου. Οἱ ποταμοὶ ἀντὶ τῆς260

261

τραχύτητος καὶ ἀτάκτου φορᾶς τῶν ὑδάτων ἡσύχως φερόμενοι εὐφραίνουσι τὰ ἔνυδρα, καὶ ἰχθύες σκιρτῶσιν ἐπὶ τῇ ἐκλάμψει τοῦ ἡλίου. Τὰ δένδρα ἀντὶ τῆς τῶν φύλλων ἐρημίας ἐνδύονται τὴν ἑαυτῶν ἀνθηρίαν, τοῖς φύλλοις κομῶνται ἐν τῇ ἐγκαρποφορίᾳ. Τὰ ὄρη καὶ οἱ βουνοὶ καὶ κοιλάδες καὶ πᾶσα ἡ γῆ ἀνθοφο‐
5ροῦσα τὴν δόξαν Κυρίου κηρύσσει, ὅτι ὥσπερ νύμφην κατεκόσμησεν αὐτὴν κό‐ σμῳ. Καὶ ἡμεῖς οἱ υἱοὶ τῶν ἀνθρώπων ἀποβαλλόμενοι σκυθρωπότητα τοῦ χει‐ μῶνος εὐφραινόμεθα, μετειληφότες ἀέρων εὐκρασίας καὶ καρπῶν εὐφορίας. Ποιήσωμεν τοιγαροῦν καὶ ἡμεῖς καρποὺς δικαιοσύνης εὐπροσδέκτους τῷ Κυρίῳ, ὅπως σχῶμεν παρρησίαν λέγειν πρὸς τὸν Δημιουργόν· εὐφρανθήσεται
10Κύριος ἐπὶ τοῖς ἔργοις αὐτοῦ. Ἀληθῶς γὰρ εὐφραίνεται Κύριος ἐπὶ τοῖς ἐργαζο‐ μένοις τὴν δικαιοσύνην. Μὴ οὖν τις ἐπαιρέσθω ἐπὶ φρονήσει ματαίᾳ ἢ δυνάμει ἢ πλούτῳ· ταῦτα γὰρ ὡς χόρτος ξηρανθήσεται. Ἀλλ’ ὁ καυχώμενος, ἐν Κυρίῳ καυχάσθω. Τί μεῖζον ἢ τί τιμιώτερον ἐν ἀνθρώποις βασιλικοῦ διαδήματος; Καὶ τοῦτο
15οὐ διαιωνίζει ἐπὶ κεφαλὴν ἀνδρός· κατὰ γὰρ γενεὰν καὶ γενεὰν μεταβαίνει ἀπὸ261

262

κεφαλῆς εἰς κεφαλήν. Καὶ τί δ’ ἔχει βασιλεύς, ὧν μὴ δίδωσιν ὁ Θεός; Οὐκ αὐτὸς ὁ Κύριος ἐποίησε τὸν οὐρανὸν καὶ τὴν γῆν καὶ πάντα τὰ ἐν αὐτοῖς; Οὐκ αὐτὸς ἔκτισε τὸ ὕδωρ, ἐφ’ ᾧ τεθεμελίωκε τὴν γῆν; Τίνος οὖν ἄρχει βασιλεύς, ὧν μὴ δίδωσι Κύριος, ὃς σωμάτων καὶ ὅπλων καὶ θησαυρῶν κυριεύει; Ἀλλ’
5εἰπέ· τίς ὁ ταῦτα ποιήσας, καὶ τίς ὁ τὰ σώματα πληθύνων διὰ τῆς τεκνογονίας καὶ τῆς τῶν χρειῶν ἀφθονίας, ἧς καὶ ἡ σύνεσις τῆς κατασκευῆς τῶν ὅπλων πα‐ ρεῖ; Οὐκ αὐτὸς ὁ Κύριος ὁ ζωογονῶν τὰ πάντα; Τίς δὲ τοῖς μεταλλεύουσιν ἐπι‐ χορηγεῖ ἐν τοῖς μετάλλοις τὰ μεταλλευόμενα; Οὐχὶ αὐτὸς ὁ Κύριος; Τίς δὲ ὁ σαλεύων βλέμματι τὴν γῆν ὡς φύλλον ἢ κάρφος ἐπιπλέον ὕδατι; Οὐχὶ αὐτὸς ὁ
10Κύριος; Κἂν τοῦτο κοῦφον ἐν ὀφθαλμοῖς αὐτοῦ, καὶ ἐν τῷ σαλεύεσθαι αὐτὴν τα‐ ραχθήσονται οἱ ἐνοικοῦντες ἐν αὐτῇ καὶ ὀδύνας ἕξουσιν. Εἰ δὲ καὶ πάντα ἡμῖν ὑπάρχει, χρυσίον, ἀργύριον καὶ ἱματισμός, παῖδες καὶ παιδίσκαι, ποίμνια προ‐ βάτων καὶ βουκόλια βοῶν, ἵππων καὶ καμήλων ἀγέλαι, μὴ ἀνατείλῃ δὲ τὸν
ἥλιον, εἰς οὐδὲν λογισθήσεται. Ὁ σοφὸς παρεφρόνησεν, καὶ ὁ δυνατὸς ἠσθένη‐262

263

σε, καὶ ὁ πλουτήσας ἐπτώχευσε. Δίκαιον οὖν ὁμολογεῖν, ὅτι οὐδὲν οὐδεὶς ἔχει· οἰκεῖα γὰρ Δημιουργοῦ τὰ πάντα. Ἡμεῖς δὲ γνῶμεν τὴν ἑαυτῶν ἀσθένειαν· ὥσπερ γὰρ θεωρούμενοι τῶν προκεκοιμηκότων ὀστέων ἢ κρανίων, στενάζομεν, οὕτως καὶ τὰ ἡμέτερα ὀστέα οἱ μεθ’ ἡμᾶς θεασάμενοι σκυθρωπάσουσιν· ἐκ γὰρ
5τοῦ αὐτοῦ πηλοῦ διηρτίσμεθα πάντες οἱ υἱοὶ τῶν ἀνθρώπων. Ταῦτα οὖν προγινώσκοντες, ἀδελφοὶ ἠγαπημένοι ὑπὸ Κυρίου, ταπεινώ‐ σωμεν τὰς ἑαυτῶν ψυχὰς ὑπὸ τὴν κραταιὰν χεῖρα τοῦ Θεοῦ, ἵνα ἡμᾶς ὑψώσῃ ἐν καιρῷ ἐπισκοπῆς. Μισήσωμεν τὴν κενοδοξίαν καὶ ἀλαζονείαν, ἥτις ἐστὶν ἀφροσύνη. Φύγωμεν ὑπερηφανίαν· ταύτῃ γὰρ ὁ Θεὸς ἀντιτάσσεται. Ἀγαπήσω‐
10μεν ταπείνωσιν, ὅπως πραεῖς γενόμενοι διδάξῃ ἡμᾶς ὁ Κύριος τὰς ὁδοὺς αὐτοῦ. Πόσοι ἦρξαν τῆς οἰκουμένης ἀπὸ καταβολῆς κόσμου, καὶ πάντες ἐπὶ χώματος καθεύδουσι, καὶ οὐδεμία διαφορὰ ὀστέων βασιλικῶν παρὰ τῶν τοῦ αἰχμαλώ‐ του. Οὐ τῷ κτησαμένῳ ἅρμα χρυσοχάλινον τοῦ προδραμόντος ἰδίοις ποσίν· οὐ
τῷ φαγόντι τὰς τρυφάς, τῷ τῇ πενίᾳ συζήσαντι· οὐ τῷ εὐμόρφῳ παρὰ τὸν263

264

ἄμορφον· οὐ τῷ ἀναιρεθέντι παρὰ τὸν ἀνείλαντα· ἀλλὰ πάντες ἐπὶ χώματος καθεύδουσιν, ἄχρις οὗ σαλπίσῃ ἡ ἁγία σάλπιγξ, ἐξυπνίζουσα τοὺς ἀπ’ αἰῶνος νεκρούς, ἵνα κομίσηται ἕκαστος τὰ διὰ τοῦ σώματος πεπραγμένα, εἴτε ἀγαθὰ εἴτε φαῦλα.
5 Μέγα θαῦμα, ἀδελφοί, θεωρῆσαι ἄφνω τάφους ἀνεῳγμένους τῇ φωνῇ τῆς σάλπιγγος καὶ νεκροὺς ἐγειρομένους, τοὺς κεκοιμημένους ἀπὸ Ἀδὰμ μέχρι τῆς ὥρας ἐκείνης, ἐν ἀτόμῳ καὶ ῥιπῇ ὀφθαλμοῦ ἅπαντας ὁμοῦ ἀνισταμένους· Ἀγγέλους τε περιτρέχοντας μετὰ σάλπιγγος φωνῆς μεγάλης καὶ τοὺς δικαίους ἐπισυνάγοντας ἐκ τῶν τεσσάρων ἀνέμων, ἀπ’ ἄκρων οὐρανῶν ἕως ἄκρων
10αὐτῶν. Ἐκείνη ἡ φωνὴ πάντας ζωοποιήσει ἀπὸ ἑνὸς ἕως ἑνός, καὶ οὐδεὶς ἀν‐ θρώπων ἀπολιμπάνεται, καὶ οἱ μὲν ἐγερθήσονται εἰς ἀνάστασιν ζωῆς, οἱ δὲ εἰς ἀνάστασιν κρίσεως. Ἀκούοντες δὲ περὶ ἀναστάσεως νεκρῶν, μὴ ἀπιστῶμεν, φιλόχριστοι
ἀδελφοί· πάντα γὰρ δυνατὰ τῷ Θεῷ, ἀδυνατεῖ δὲ αὐτῷ οὐδέν. Καὶ καθάπερ264

265

τοὺς ἐμβληθέντας ἐν καμίνῳ πυρὸς καὶ δίκην τάφου ὑπὸ τῆς φλογὸς ἐγκαλυ‐ φθέντας διεφύλαξεν ἀσινεῖς, καὶ οὐ μόνον θρὶξ αὐτῶν οὐκ ἐφλογίσθη, ἀλλ’ οὐδὲ ὀσμὴ τῆς τηλικαύτης καὶ ἐπηρτισμένης φλογὸς ἐκολλήθη ἐν αὐτοῖς, οὕτως καὶ οἱ νεκροὶ ἐγειρόμενοι ἄφθαρτοι, οὐ μόνον θρὶξ αὐτῶν οὐκ ἀπολείπεται, ἀλλ’ οὐ‐
5δὲ ὀσμὴ φθορᾶς εὑρεθήσεται ἐν αὐτοῖς τοῦ τοσούτου χρόνου τῆς ἑαυτῶν κοιμή‐ σεως· πάντα γὰρ δυνατὰ τῷ Θεῷ, ἀδυνατεῖ δὲ αὐτῷ οὐδέν. Ἄκουε δὲ καὶ τοῦ προφήτου Ἰεζεκιὴλ λέγοντος· καὶ ἐγένετο ἐπ’ ἐμὲ χεὶρ Κυρίου, καὶ ἐξήγαγέ με ἐν πνεύματι, καὶ ἔθηκέ με ἐν μέσῳ τοῦ πεδίου, καὶ τοῦτο ἦν μεστὸν ὀστέων ἀν‐ θρωπίνων· καὶ περιήγαγέ με ἐν μέσῳ αὐτῶν κύκλωθεν κύκλῳ· καὶ ἰδοὺ πολλὰ
10σφόδρα ἐπὶ προσώπου τοῦ πεδίου, καὶ ἰδοὺ ξηρὰ σφόδρα. Καὶ εἶπε πρός με· υἱὲ ἀνθρώπου, προφήτευσον ἐπὶ τὰ ὀστᾶ ταῦτα καὶ εἰπὲ αὐτοῖς· τὰ ὀστᾶ τὰ ξηρά, ἀ‐ κούσατε λόγον Κυρίου. Τάδε λέγει Κύριος τοῖς ὀστέοις τούτοις· ἰδοὺ ἐγὼ φέρω εἰς ὑμᾶς πνεῦμα ζωῆς, καὶ δώσω ἐφ’ ὑμᾶς νεῦρα, καὶ ἀνάξω ἐφ’ ὑμᾶς σάρκας, καὶ ἐκτενῶ ἐφ’ ὑμᾶς δέρμα, καὶ δώσω πνεῦμά μου ἐφ’ ὑμᾶς καὶ ζήσεσθε καὶ
15γνώσεσθε ὅτι ἐγώ εἰμι Κύριος. Καὶ προεφήτευσα καθὼς Κύριος ἐνετείλατό μοι,265

266

καὶ ἐγένετο φωνὴ ἐν τῷ με προφητεῦσαι· καὶ ἰδοὺ σεισμός, καὶ προσήγαγε τὰ ὀστᾶ ἕκαστον πρὸς τὴν ἁρμονίαν αὐτοῦ· καὶ ἰδοὺ ἐπ’ αὐτὰ νεῦρα καὶ σάρκες ἐφύοντο, καὶ ἀνέβαινεν ἐπ’ αὐτὰ δέρμα ἐπάνω, καὶ πνεῦμα οὐκ ἦν ἐν αὐτοῖς. Καὶ εἶπε πρός με· προφήτευσον, υἱὲ ἀνθρώπου, προφήτευσον ἐπὶ τὸ πνεῦμα,
5καὶ εἶπον τῷ πνεύματι· τάδε λέγει Κύριος· ἐκ τῶν τεσσάρων πνευμάτων ἐλθὲ τὸ πνεῦμα καὶ ἐμφύσησον εἰς τοὺς νεκροὺς τούτους, καὶ ζησάτωσαν. Καὶ προε‐ φήτευσα καθότι ἐνετείλατό μοι· καὶ εἰσῆλθεν εἰς αὐτοὺς τὸ πνεῦμα, καὶ ἔζησαν καὶ ἔστησαν ἐπὶ τῶν ποδῶν αὐτῶν, συναγωγὴ πολλὴ σφόδρα. Καὶ ἐλάλησε Κύ‐ ριος πρός με λέγων· υἱὲ ἀνθρώπου, τὰ ὀστᾶ ταῦτα πᾶς οἶκος Ἰσραήλ ἐστιν· αὐ‐
10τοὶ λέγουσι, ξηρὰ γέγονε τὰ ὀστᾶ ἡμῶν, ἀπόλωλεν ἡ ἐλπὶς ἡμῶν, διαπεφωνή‐ καμεν. Διὰ τοῦτο προφήτευσον καὶ εἰπὲ πρὸς αὐτούς· τάδε λέγει Κύριος Κύριος· ἰδοὺ ἐγὼ ἀνοίγω τὰ μνήματα ὑμῶν, καὶ ἀνάξω ὑμᾶς ἐκ τῶν μνημάτων ὑμῶν, καὶ εἰσάξω ὑμᾶς εἰς τὴν γῆν ὑμῶν· καὶ γνώσεσθε ὅτι ἐγώ εἰμι Κύριος ἐν τῷ ὀ‐ ρύξαι με τοὺς τάφους ὑμῶν καὶ ἀναγαγεῖν ὑμᾶς ἐκ τῶν τάφων ὑμῶν, λαός μου.
15Καὶ δώσω πνεῦμά μου εἰς ὑμᾶς, καὶ ζήσεσθε, καὶ θήσομαι ὑμᾶς ἐπὶ τὴν γῆν
ὑμῶν, καὶ γνώσεσθε ὅτι ἐγὼ Κύριος ἐλάλησα καὶ ποιήσω, λέγει Κύριος Κύριος.266

267

Ὅθεν καὶ παραγενόμενος ὁ Κύριος ἡμῶν καὶ Θεὸς Ἰησοῦς ὁ Χριστός, θείῳ στόματι ἔφη· ἀμὴν ἀμὴν λέγω ὑμῖν, ὅτι ἔρχεται ὥρα, καὶ νῦν ἐστιν, ὅτε οἱ νεκροὶ ἀκούσονται τῆς φωνῆς τοῦ Υἱοῦ τοῦ Θεοῦ, καὶ οἱ ἀκούσαντες ζήσον‐ ται. Καὶ πάλιν· μὴ θαυμάζετε τοῦτο· ὅτι ἔρχεται ὥρα, ἐν ᾗ πάντες οἱ ἐν τοῖς
5μνημείοις ἀκούσονται τῆς φωνῆς αὐτοῦ, καὶ ἐκπορεύσονται οἱ τὰ ἀγαθὰ ποιή‐ σαντες εἰς ἀνάστασιν ζωῆς, οἱ δὲ τὰ φαῦλα πράξαντες εἰς ἀνάστασιν κρίσεως· γέγραπται γάρ· πρόσεχε, οὐρανέ, καὶ λαλήσω· καὶ ἀκουέτω γῆ ῥήματα ἐκ στόματός μου. Προσδοκάσθω ὡς ὑετὸς τὸ ἀπόφθεγμά μου, καὶ καταβήτω ὡς δρόσος τὰ ῥήματά μου. Αὕτη ἐστὶν ἡ δρόσος ἡ ἀνατέλλουσα καὶ ζωοποιοῦσα
10τοὺς νεκρούς. Καθὼς καὶ ἕτερος Προφήτης βοᾷ, λέγων· ἀναστήσονται οἱ νε‐ κροί, καὶ ἐγερθήσονται οἱ ἐν τοῖς μνημείοις, καὶ εὐφρανθήσονται οἱ ἐν τῇ γῇ· ἡ γὰρ δρόσος ἡ παρὰ σοῦ ἴαμα αὐτοῖς ἐστί· πάντα γὰρ δυνατὰ τῷ Θεῷ, ἀδυνατεῖ δὲ αὐτῷ οὐδέν. Ἤτε γὰρ ἄνθρωποι, ἤτε γῆ, ἤτε πελάγη θαλασσῶν, ἤτε ἄβυσ‐
σοι, ἤτε τις κτίσις ἑτέρα, πάντα ἐν τῇ χειρὶ αὐτοῦ ἐστι, καὶ ὡς οὐδέν ἐστι. Καὶ267

268

πειθέτω σε ὁ Προφήτης, λέγων· τίς ἐμέτρησε τῇ χειρὶ τὸ ὕδωρ, καὶ τὸν οὐ‐ ρανὸν σπιθαμῇ, καὶ πᾶσαν τὴν γῆν δρακί; Τίς ἔστησε τὰ ὄρη σταθμῷ, καὶ τὰς νάπας ζυγῷ; Καὶ πάλιν λέγει· πάντα τὰ ἔθνη ὡς σταγὼν ἀπὸ κάδου καὶ ὡς ῥοπὴ ζυγοῦ ἐλογίσθησαν, καὶ ὡς σίελος λογισθήσονται· ὁ δὲ Λίβανος οὐχ ἱ‐
5κανὸς εἰς καῦσιν καὶ πάντα τὰ τετράποδα οὐχ ἱκανὰ εἰς ὁλοκάρπωσιν, καὶ πάν‐ τα τὰ ἔθνη ὡς οὐδὲν ἐλογίσθησαν. Ὁ δὲ Ἀββακούμ· Κύριε, εἰσακήκοα τὴν ἀκοήν σου καὶ ἐφοβήθην· Κύριε, κατενόησα τὰ ἔργα σου καὶ ἐξέστην. Γέγρα‐ πται γάρ· ἐν ἀτόμῳ, ἐν ῥιπῇ ὀφθαλμοῦ, ἐν ἐσχάτῃ σάλπιγγι· σαλπίσει γάρ, καὶ οἱ νεκροὶ ἐγερθήσονται ἄφθαρτοι, καὶ ἡμεῖς ἀλλαγησόμεθα. Δεῖ γὰρ τὸ
10φθαρτὸν τοῦτο ἐνδύσασθαι ἀφθαρσίαν, καὶ τὸ θνητὸν τοῦτο ἐνδύσασθαι ἀθανα‐ σίαν. Ὅταν δὲ τὸ φθαρτὸν τοῦτο ἐνδύσηται ἀφθαρσίαν, καὶ τὸ θνητὸν τοῦτο ἐν‐
δύσηται ἀθανασίαν, τότε γενήσεται ὁ λόγος ὁ γεγραμμένος· κατεπόθη ὁ θάνα‐268

269

τος εἰς νῖκος. Ποῦ σου, θάνατε, τὸ κέντρον; Ποῦ σου, ᾅδη, τὸ νῖκος; Μὴ κλαιέτω ὁ πτωχός, καὶ μὴ μεγαλαυχείτω ὁ πλούσιος. Μὴ ἀθυμήτω ὁ ἀσθενής, καὶ μὴ ἐπαιρέσθω ὁ δυνατός. Μὴ λυπείσθω ὁ δοῦλος, καὶ μὴ καυ‐ χάσθω ὁ κύριος. Πάντες γὰρ ἐπὶ γῆς ἐν τῷ χοῒ καταλύσομεν τὸ σῶμα, ἄχρις
5οὗ ἂν ἔλθῃ ὁ Κύριος, ὃς ζωογονήσει ἡμῶν τὰ σώματα. Καυχάσθωσαν δὲ οἱ δί‐ καιοι, καὶ εὐφραινέσθωσαν ἐν Κυρίῳ. Μακάριοι γὰρ πάντες οἱ εὑρισκόμενοι τό‐ τε ἄξιοι ταύτης τῆς εὐλογημένης φωνῆς· δεῦτε οἱ εὐλογημένοι τοῦ Πατρός μου, κληρονομήσατε τὴν ἡτοιμασμένην ὑμῖν βασιλείαν ἀπὸ καταβολῆς κόσμου. Ἐμ‐ μείνατε οὖν οἱ ἐργαζόμενοι τὴν δικαιοσύνην [καὶ] πόνους ὑπὲρ ἀληθείας Θεοῦ
10ἀντλοῦντες· οἱ γὰρ πόνοι τῆς προσκαίρου ζωῆς πολλὴν ὑμῖν προξενοῦσι τὴν παρρησίαν ἐπὶ τοῦ μέλλοντος· καὶ ἡ στενοχωρία τοῦ ἐνεστῶτος βίου γενήσεται ὑμῖν ἐπὶ τοῦ μέλλοντος εἰς ἄνεσιν καὶ ὕψωμα καὶ καύχημα· καὶ ὁ νῦν κλαυθμὸς
γενήσεται ὑμῖν εἰς παράκλησιν καὶ ἄνεσιν. Γέγραπται γάρ· μακάριοι πάντες οἱ269

270

ἐμμένοντες ἐν αὐτῷ, διότι λαὸς ἅγιος ἐν Σιὼν κατοικήσει. Τότε πάλιν γενήσε‐ ται τὸ γεγραμμένον· ἰδοὺ οἱ δουλεύοντές μοι εὐφρανθήσονται, ὑμεῖς δὲ αἰσχυν‐ θήσεσθε. Ἰδοὺ οἱ δουλεύοντές μοι ἀγαλλιάσονται ἐν εὐφροσύνῃ, ὑμεῖς δὲ κεκρά‐ ξεσθε διὰ τὸν πόνον τῆς καρδίας ὑμῶν, καὶ ἀπὸ συντριβῆς πνεύματος ὀλολύζε‐
5τε. Καταλείψεται γὰρ τὸ ὄνομα ὑμῶν εἰς πλησμονὴν τοῖς ἐκλεκτοῖς μου, ὑμᾶς δὲ ἀνελεῖ Κύριος· τοῖς δὲ δουλεύουσιν αὐτῷ, κληθήσεται ὄνομα καινόν, ὃ εὐλο‐ γηθήσεται ἐπὶ τῆς γῆς. Καὶ πάλιν λέγει· ἐπιλήσονται γὰρ τὴν θλῖψιν αὐτῶν τὴν πρώτην, καὶ οὐ μὴ ἀναβήσεται αὐτῶν ἐπὶ τὴν καρδίαν. Ἔσται γὰρ ὁ οὐρανὸς καινὸς καὶ ἡ γῆ καινή, καὶ οὐ μὴ μνησθῶσι τῶν προτέρων, οὐδ’ οὐ μὴ ἐπέλθῃ
10αὐτοῖς ἐπὶ τὴν καρδίαν, ἀλλ’ εὐφροσύνην καὶ ἀγαλλίαμα εὑρήσουσιν ἐν αὐτῇ. Ἐγὼ δὲ ὁ ἁμαρτωλὸς ἐννοῶ εἰς ἐμαυτὸν οἷα ἀγαθὰ ἀπόκειται τοῖς δικαί‐ οις καὶ ποῖος θυμὸς ἠπείληται τοῖς ἁμαρτωλοῖς, καὶ καταφρονῶ ἐμαυτόν. Καὶ
ἐπειδὴ οὐ συνείδω ἐμαυτῷ ἔργον καλόν, ταύτην φωνὴν ἀφίημι πρὸς Θεὸν ἀγα‐270

271

θὸν καὶ λυτρωτήν· ὁ Θεός, ἱλάσθητί μοι τῷ ἁμαρτωλῷ. Ἐκεῖνος μὲν γὰρ ὁ τε‐ λώνης ἀνώτερος ὑπάρχων τῆς ἐμῆς εὐτελείας, ἐπὶ πόδας ἱστάμενος, κάτω βλέ‐ πων καὶ τὸ στῆθος κρούων ἱκέτευεν· ἐγὼ δὲ ὡς ὑπερβάλλων τοῖς πταίσμασιν εἰς γῆν πεσὼν ἐπὶ πρόσωπον καὶ τὸ μέτωπον εἰς τὸ ἔδαφος κρούων, βοῶ πρὸς
5τὸν εὔσπλαγχνον καὶ ἄχραντον καὶ φοβερόν· ὁ Θεός, ἱλάσθητί μοι τῷ ἁμαρ‐ τωλῷ καὶ ἀναξίῳ. Μή μοι εἴη εἰς κρῖμα, ὅτι τολμῶ διὰ τῆς ἀθεμίτου μου γλώσσης καὶ τῶν ἀκαθάρτων μου χειλέων ὀνομάζειν τὸ ὄνομά σου τὸ ἅγιον καὶ ὑπερύμνητον εἰς τοὺς αἰῶνας· ἀλλ’ ἔστω μοι ἡ ἐπίκλησις τοῦ ὀνόματός σου, Κύριε, εἰς φωτισμὸν καὶ ἁγιασμὸν σαρκὸς καὶ πνεύματος. Θυμιαμάτων ἀτμὶς
10ἀνιοῦσα εὐωδίας ἐμπίμπλησι τὸν οἶκον, πόσῳ μᾶλλον ἡ μνήμη σου, Κύριε, ἡ γλυκυτέρα μέλιτος καὶ κηρίου, ἐμπίμπλησι τὴν ψυχὴν ἁγιασμοῦ καὶ φωτισμοῦ τοῖς ἐν γνώσει ἐπιποθοῦσί σε τὸν Σωτῆρα. Δός μοι πόθον εἰς τὸ σωτήριόν σου, Κύριε, ὡς γῇ διψώσῃ καὶ προσδεχομένῃ τὸν ὑετόν, ἵνα ποιήσω καρπὸν πρὸ θα‐ νάτου, ὅπως μὴ αἰσχυνθῶ ἐν ἡμέρᾳ τῆς ἐτάσεως. Ἐλέησον πάντας ἡμᾶς, ὡς
15ἀγαθός. Εὐχαριστοῦμεν τῇ ἀγαθότητί σου, Κύριε, ὅτι ἀναξίους ἡμᾶς ὄντας271

272

ἠξίωσας δουλεύειν τῷ ὀνόματί σου τῷ ἁγίῳ, καὶ τὰς χεῖρας διαπετᾶν πρὸς σὲ τὸν τῶν ὅλων πατέρα. Ῥῦσαι ἡμᾶς ἐκ πάσης ἐνεργείας σατανικῆς καὶ δὸς δό‐ ξαν τῷ ὀνόματί σου τῷ ἁγίῳ, Κύριε. Δὸς ἡμῖν εὑρεθῆναι ὡς γῆ καλὴ καὶ ἀγα‐ θή, ὅπως δεξάμενοι τὸν σπόρον σου καρποφορήσωμεν εἰς ἑκατὸν καὶ ἑξήκοντα
5καὶ τριάκοντα. Δὸς ἡμῖν, Κύριε, ἐμπορεύεσθαι ἐπαξίως ἐν τῷ σῷ ἀργυρίῳ, ᾧ ἡμῖν παρέθηκας, ἵνα τὴν μνᾶν δεκαπλασιάσαντες προσενέγκωμέν σοι καρπὸν δικαιοσύνης, καὶ ἀξιωθῶμεν ἄρχειν τῶν δέκα πόλεων. Δὸς ἡμῖν, Κύριε, προθυ‐ μίαν ἐγρηγορέναι εἰς τὴν σὴν ἀπαντήν, ἔχοντας τὰς ὀσφύας τῆς διανοίας περιε‐ ζωσμένας, καὶ τοὺς νοεροὺς λύχνους τῆς ψυχῆς ἀσβέστους, σὲ προσδοκῶντας
10τὸν Θεὸν ἡμῶν καὶ Σωτῆρα Ἰησοῦν Χριστόν. Ἀξίωσον ἡμᾶς, Κύριε, τῆς ἁρ‐ παγῆς τῶν δικαίων, ὅτε ἐν νεφέλαις ὑπαντῶσί σοι τῷ Δεσπότῃ, ἵνα μὴ πειρα‐ σθῶμεν ἐκείνης τῆς πικρᾶς καὶ ἀπαραιτήτου κρίσεως. Διασκόρπισον, Κύριε, τὸ δυσβάστακτον φορτίον τῶν ἡμετέρων ἁμαρτημάτων πρὸ τοῦ θανάτου, ἵνα μὴ ἐμπόδιον ἡμῖν γένηται ἐν τῇ ὥρᾳ τῆς κρίσεως καὶ κατασπάσῃ εἰς τὸ πῦρ τὸ
15ἄσβεστον ἐκ τῆς συνδρομῆς τῶν δικαίων. Ἡ δικαιοσύνη πτέρα ἐστὶν ὀξυτάτη272

273

κουφίζουσα τοὺς δικαίους ἀπὸ γῆς εἰς οὐρανόν. Ἡ χάρις σου, Κύριε, ἰσχὺς ἡμῖν γενηθήτω καὶ ἀναλάβῃ ἐν νεφέλαις, σὺν δικαίοις καὶ ἐκλεκτοῖς εἰς ἀέρα, εἰς ἀ‐ πάντησίν σοι τῷ Βασιλεῖ τῶν ἁπάντων, ὅπως ἡμᾶς οἱ ἅγιοι Ἄγγελοι δεξάμενοι μετὰ χαρᾶς καὶ ἱλαρῷ προσώπῳ προσκυνήσωμεν, ὡς δεῖ, ἐνώπιόν σου, Κύριε,
5καὶ θεασάμενοι τὴν δόξαν τὴν ἄρρητον χαρᾶς πολλῆς ἐμπλησθέντες βοήσωμεν· δόξα τῷ ἐνδύσαντι ταπεινοὺς καὶ φθαρτοὺς δόξαν καὶ ἀφθαρσίαν· δόξα τῷ δω‐ ρησαμένῳ θνητοῖς τὴν ἀθανασίαν· δόξα τῷ ῥυσαμένῳ ἡμᾶς ἐκ στόματος τοῦ λέ‐ οντος καὶ λυμεῶνος Ἐχθροῦ, καὶ περιποιησαμένῳ ἡμᾶς εἰς τὴν βασιλείαν αὐ‐ τοῦ τὴν ἐπουράνιον· ἥδε δὲ ἡ ῥίζα ἁπάντων τῶν ἀγαθῶν. Ὧδε φῶς ἄφραστον,
10ᾧ νὺξ οὐκ ἐπακολουθεῖ· ὧδε χαρὰ ἀνεκλάλητος ὑπὸ λύπης ἢ ἑτέρου τινὸς μὴ συνδιαλυομένη· ὧδε ἀφθαρσία τῇ φθορᾷ μὴ ὑποκειμένη· ὧδε ζωὴ ὑπὸ θανάτου μὴ καταλυομένη. Ὅντως νῦν ἀπέδρα ὀδύνη καὶ λύπη καὶ στεναγμός· ἀπὸ τοῦ νῦν σὺν Κυρίῳ ἐσόμεθα πάντες.
Αὗται αἱ φωναὶ τῶν δικαίων καὶ ἁγίων καὶ ἀσκητῶν καὶ ἐκλεκτῶν ἐν τῇ273

274

αὐτοῦ παρουσίᾳ, καὶ πάντων τῶν διὰ μετανοίας εὐαρεστησάντων τῷ Κυρίῳ. Νήψωμεν οὖν καὶ ἡμεῖς, ἀγαπητοί, καὶ πρόσχωμεν ἑαυτοῖς, ὅπως συναυλι‐ σθῶμεν τοῖς δικαίοις, καὶ χαρήσεται ἡμῶν ἡ καρδία, καὶ τὴν χαρὰν ἡμῶν οὐδεὶς αἴρει ἀφ’ ἡμῶν, ὑμνοῦντες, εὐλογοῦντες καὶ προσκυνοῦντες τὴν ἁγίαν
5καὶ ἄχραντον καὶ ὁμοούσιον Τριάδα, εἰς τοὺς αἰῶνας. Ἀμήν.274