TLG 4138 062 :: EPHRAEM SYRUS :: De recordatione mortis et de uirtute ac de diuitiis EPHRAEM SYRUS Theol., vel Ephraem Graecus De recordatione mortis et de uirtute ac de diuitiis Dup. Assemani, J.S., Sancti patris nostri Ephraem Syri opera omnia, vol. 3 Rome (1732) 114–119b. Citation: Page — (line) | ||
245(1t) | Περὶ μνήμης θανάτου καὶ | |
2t | περὶ ἀρετῆς καὶ περὶ πλούτου | |
---|---|---|
1 | Πειθαρχεῖν δεῖ τῷ λέγοντι· παρακαλεῖτε ἀλλήλους καὶ οἰκοδομεῖτε. Οὐχ ὅτι δὲ ἱκανὸς ἐγὼ πρὸς τὸ παράγγελμα, ὥστε τῇ ἐμαυτοῦ σπουδῇ τοῦτο δια‐ πράξασθαι, ἀλλ’ οἶδα τὸν εἰπόντα· εὐλογητὸς ὁ Θεὸς καὶ Πατὴρ τοῦ Κυρίου ἡμῶν Ἰησοῦ Χριστοῦ, ὁ Πατὴρ τῶν οἰκτιρμῶν καὶ Θεὸς πάσης παρακλήσεως, | |
5 | ὁ παρακαλῶν ἡμᾶς ἐν πάσῃ τῇ θλίψει ἡμῶν, εἰς τὸ δύνασθαι ἡμᾶς παρακαλεῖν τοὺς ἐν πάσῃ θλίψει, διὰ τῆς παρακλήσεως ᾗ παρακαλούμεθα αὐτοὶ ὑπὸ τοῦ Θεοῦ. Διὸ ἀναγκαῖον ἡγησάμεθα γράψαι ὑμῖν ὅσα τε ἐκ τῶν θείων Γραφῶν με‐ | |
μαθήκαμεν, καὶ ὑπὸ εὐλαβῶν ἀνδρῶν ἐνουθετήθημεν, καὶ εἴ τι ἐξ αὐτῆς τῆς | 245 | |
246 | πείρας κατειλήφαμεν, ἵνα μὴ ὁμοιωθῶμεν τοῖς φθονερωτέροις τῶν τεχνιτῶν, οἵτινες τῇ βασκανίᾳ τὰ πολλὰ τῆς τέχνης ἐκ τῶν μαθητευομένων ἀποκρύβου‐ σιν. Ἡμεῖς δὲ πιστεύομεν τῷ εἰπόντι· Θεὸς γάρ ἐστιν ὁ ἐνεργῶν ἐν ἡμῖν καὶ τὸ θέλειν καὶ τὸ ἐνεργεῖν ὑπὲρ τῆς εὐδοκίας· οὐδὲ γὰρ ἡ ἀρετὴ στενοχωρεῖται πολ‐ | |
5 | λοὺς ὑποδεχομένη καὶ ὑπὸ πολλῶν κατορθουμένη, καθὼς ἔφη τις καὶ τῶν Ἁ‐ γίων, ὅτι ἡ τῆς ἀρετῆς κτῆσις, κἂν πάντες μετάσχωσιν αὐτῆς οἱ ἄνθρωποι, οὐ μὴ αὐτῆς ἐκδαπανηθήσεται ὁ πλοῦτος· οὐ γὰρ κατὰ τὴν ἐπὶ γῆς κτῆσιν ὑπάρ‐ χει· ἣν οἱ διαιροῦντες εἰς τμήματα, ὅσον ἂν προσθῶσι τῇ μιᾷ μερίδι, τοσοῦτον ἀφείλαντο τῆς ἑτέρας, καὶ ὁ πλεονασμὸς τοῦ ἑνὸς ἐλάττωσίς ἐστι τοῦ συμμετέ‐ | |
10 | χοντος· ὅθεν καὶ αἱ περὶ τοῦ πλείονος μάχαι διὰ τὸ πρὸς ἐλαττοῦσθαι μῖσος τοῖς ἀνθρώποις συνίστανται. Ἐκείνου δὲ τοῦ τὴν ἀρετὴν κτησαμένου, ἀνεπίφθο‐ νός ἐστιν ἡ πλεονεξία τοῦ κτήματος· καὶ ὁ τὸ πλεῖον τῆς ἀρετῆς ἁρπάσας οὐδε‐ μίαν ἤνεγκε ζημίαν τῷ συμμετασχεῖν ἀξιοῦντι τῶν ἴσων, ἀλλ’ ὅσον ἔστι τις χω‐ | |
ρητικός, αὐτός τε πληροῦται τῆς ἀγαθῆς ἐπιθυμίας, καὶ ὁ πλοῦτος τῶν ἀρετῶν | 246 | |
247 | ἐν τοῖς προλαβοῦσιν οὐκ ἀναλίσκεται. Ἀρξώμεθα τοιγαροῦν πάλιν τῆς ὑποθέσε‐ ως, τῆς χάριτος τοῦ μεγάλου Θεοῦ καὶ Σωτῆρος ἡμῶν Ἰησοῦ Χριστοῦ ἡμῖν συνεργούσης. Ἡ ἀμέλεια πολλῶν κακῶν αἰτία γίνεται τοῖς μὴ νήφουσι, κατὰ μικρὸν | |
5 | ἐξέλκουσα τῆς πνευματικῆς διαγωγῆς καὶ τὸ θερμὸν τῆς πίστεως ὑποσυλοῦσα καὶ ταῖς ἡδοναῖς ὡς δεσποίναις ὑπηρετεῖν παρασκευάζουσα· οὐ γὰρ συγχωρεῖ ἐν νῷ λαβεῖν τὰς ἐσομένας ἀμοιβὰς μετὰ τὴν τοῦ βίου ἔξοδον. Εἰ δὲ καὶ ἀκούσει ὁ ἀμελὴς τῶν Γραφῶν διαγορευουσῶν περὶ τῶν ἐσομένων μετὰ τὸν θάνατον κο‐ λάσεων, ὡς ἑτέρῳ τινὶ τεταμιευμένα, καὶ ἑαυτὸν ἔξω ὑπάρχειν τοῦ ἐγκλήματος | |
10 | ἀνεπαισθήτως φέρει. Ὥσπερ οὖν ἡ ἀμέλεια βλαβερά, οὕτως ἡ νῆψις ἐπωφελής, πρόξενος γινο‐ μένη παντὸς ἀγαθοῦ· τῷ γὰρ νήφοντι πάντοτε πάρεστι ἡ τοῦ Θεοῦ μνήμη· καὶ ἔνθα ἡ μνήμη τοῦ Θεοῦ καθίδρυται, πέπαυται πᾶσα ἐνέργεια τοῦ Πονηροῦ. Τὸν δὲ ἀκόρεστον πόθον τῶν μελλόντων ἀγαθῶν ἀεὶ νεάζουσα, σύντομον τὸν δρό‐ | |
15 | μον ἀποτελεῖ. Καὶ ἐπὶ μὲν σωματικοῦ δρόμου χρεία μελῶν εὐρωστίας καὶ τῆς | 247 |
248 | ὀξυδερκίας, ἐπὶ δὲ τοῦ πνευματικοῦ ψυχῆς ἐστι χρεία κεκαθαρμένης. Κἂν γὰρ τὸ σῶμα καταπεπόνηται καὶ σεσάθρωται δι’ ὑπερβολὴν ἀρρωστίας, ἀλλ’ οὐδὲν παραβλάψει τὴν νήφουσαν ψυχήν· ὥσπερ οὐδὲ τὸν γενναῖον Ἰὼβ ἡ τῶν ἀλγη‐ δόνων τρικυμία καὶ τὸ ἐπὶ τῆς κοπρίας καθῆσθαι αὐτὸν αἴθριον. | |
5 | Οὐδὲν ἰσχυρότερον τῆς εὐσεβείας καὶ οὐδὲν ἐλεεινότερον καὶ ἀθλιώτερον τῆς ἐμπαθοῦς ζωῆς. Ὅσον δὲ ἡδέα τὰ πρόσκαιρα, τοσοῦτον αὔξει τὴν συμφο‐ ράν· ὥσπερ γὰρ οἱ φειδωλοὶ μιᾶς ἢ δευτέρας δραχμῆς στερηθέντες ἀλγύνονται, τῇ φιλοχρηματίᾳ κεντούμενοι, καὶ ὁ φιλοκτήμων μικροῦ ἀμπελῶνος καὶ βρα‐ χείας γῆς ἀροσίμου τὴν νομὴν στερηθεὶς ἀνιᾶται, τὴν ἀποβολὴν μὴ φέρων, | |
10 | οὕτω καὶ τοῖς πλουσίοις συνέζευκται ἡ λύπη, τὸν χωρισμὸν τοῦ πλούτου ὑπομι‐ μνῄσκουσα, καὶ μάλιστα ὅταν τις ἑαυτὸν θεάσαιτο πρὸς γῆρας κεκλικότα, συμ‐ φοράζεται σφιγγόμενος ὥσπερ ὑπό τινος σιδήρου ἢ εἱρκτῆς, μηδεμίαν μηχανὴν ἐφευρίσκων πρὸς τὴν τοῦ γήρως ἀνατροπήν. Κἂν γὰρ δοκῇ δι’ αὐλῶν καὶ τυμ‐ | |
πάνων καὶ τῆς λοιπῆς τῶν μουσικῶν κατασκευῆς τὴν μνήμην τοῦ θανάτου ἐκ‐ | 248 | |
249 | κρούσασθαι, δι’ ὧν ἐπιτηδεύει, διὰ τούτων μᾶλλον ταύτην αὐξάνει, ὅτι πάντως τῆς τοσαύτης εὐφροσύνης στερηθήσεται· καὶ οἱ μὲν κρότοι καὶ τὰ παίγνια καὶ ἡ ἡδίστη τῶν βουκολίων φωνὴ παύεται, ἡ δὲ λύπη ἔνδον ὑποσμύχουσα αὐτοῦ τὰ σπλάγχνα καὶ κατεσθίουσα οὐ παύεται· καίτοι γε αὐτὴ ἡ τραγικὴ διὰ τῶν μύ‐ | |
5 | θων καὶ πολέμων, θάνατον καὶ ἀναίρεσιν συχνῶς ἐπᾴδει. Εἰ δὲ ἄρα θανάτου ἐμνημόνευεν, πάντως ὁ φόβος τῆς προσδοκίας μετέβαλεν ἂν αὐτοῦ τὸν τρόπον πρὸς τὸ ἀγαθοεργεῖν· τίς γάρ φησι τῶν ἀπίστων καὶ ἀσεβῶν θανάτου ἐμνημό‐ νευσεν; Μὴ ξενιζέτω ἡμᾶς τοῦτο, καθότι πᾶς ἄνθρωπος συνεζευγμένην ἔχει τὴν τοῦ θανάτου μνήμην. Καὶ οἱ μὲν ἄπιστοι κακῶς ταύτῃ κέχρηνται, τῶν ἡδέων | |
10 | μόνον τὸν χωρισμὸν ἀποδυρόμενοι, οἱ δὲ πιστοὶ ὡς βοήθημα καὶ ἀλεξιτήριον τῶν αἰσχίστων παθῶν ταύτῃ κατακέχρηνται. Πάντες τοίνυν πεπείσμεθα ὅτι θανάτῳ ὑποκείμεθα, πιστοί τε καὶ ἄπιστοι, τὴν δὲ μετὰ θάνατον κρίσιν οὐ πάντες πεπιστεύκασι. Καὶ οἱ μὲν δίκαιοι ταύτην ἔχοντες κατ’ ὀφθαλμῶν ἀεί, κατὰ τὸν λέγοντα, καὶ καθάπερ ἀπόκειται τοῖς ἀν‐ | |
15 | θρώποις ἅπαξ ἀποθανεῖν, μετὰ δὲ τοῦτο κρίσις, νυκτὸς καὶ ἡμέρας δεήσεις καὶ | 249 |
250 | ἱκεσίας ἀναπέμπουσι τῷ Θεῷ, τοῦ ῥυσθῆναι τῆς γεέννης τοῦ πυρὸς καὶ τῶν λοιπῶν βασάνων, καὶ καταξιωθῆναι τῆς μετὰ ἁγίων Ἀγγέλων χορείας. Τοῖς δὲ ἀσεβέσι καὶ ἁμαρτωλοῖς ψιλή τίς ἐστιν ἡ ἐγγινομένη τοῦ θανάτου μνήμη, οὐ περὶ τῶν ἐσομένων μετὰ θάνατον ἐναγώνιοι ὄντες, ἀλλὰ στέρησιν καὶ χωρισμὸν | |
5 | τῶν ἡδέων ὀδυρόμενοι. Εἰ δέ τινι αὐτῶν γένηται μνήμη ἡ τοὺς δικαίους περι‐ σφίγγουσα, τότε ἡ προτέρα λύπη οἰχήσεται συντριβομένη ὑπὸ τῆς δευτέρας· οὐκ‐ έτι γὰρ ὁμόφρων ἔσται τῶν λεγόντων, φάγωμεν καὶ πίωμεν, αὔριον γὰρ ἀπο‐ θνῄσκομεν· οὐδὲ ἀνέξεται θησαυρίζειν εἰς ἀνόνητα καὶ συνάγειν χερσὶν ἀκαρπί‐ αν, μᾶλλον δὲ βασανισμοὺς καθ’ ἑαυτοῦ, ἀλλὰ φροντὶς αὐτῷ ἐπελεύσεται, ὡς ἀν‐ | |
10 | δρὶ σοφῷ, τῇ τῶν κρειττόνων ἐπιθυμίᾳ τῆς τῶν ἀσεβῶν φροντίδος ἀποδράσαι. Τῶν δὲ ἀγαπώντων τὸν ἐπίγειον πλοῦτον, πᾶς ὁ βίος ἐν ματαίᾳ ἐλπίδι προσησχόληται, καὶ ὅση ἡ τοῦ πλούτου ὑπεροχή, τοσούτῳ μειζόνως αὔξει τοῦ θανάτου τὸν φόβον· ἡ γὰρ μνήμη τοῦ θανάτου ἔνδον οἰκοῦσα ἐπιφέρει τὴν λύ‐ | |
πην κατὰ ἀναλογίαν τῆς ἑκάστου αἰσθήσεως. Οὐχ ὅπως κατορθωθῇ αὐτῶν ἡ | 250 | |
251 | σωφροσύνη καὶ ἡ φρόνησις, δικαιοσύνη τε καὶ ἀνδρεία· οὐ περὶ γεέννης καὶ δι‐ καιοκρισίας Θεοῦ. Ἀλλὰ διαπορούμενοι ἐν ἑαυτοῖς, θρηνοῦσι τὸν ἑαυτῶν πλοῦτον καὶ φασί· τίς ἄρα μετὰ τὴν ἡμῶν ἀποβίωσιν ἄρξει τῆς τοσαύτης περι‐ ουσίας; (Ὅπερ φίλον ἐστὶ καὶ τοῖς βασιλεῦσι, τοῦ ἐπιγνῶναι τὸ τίς ἄρα ἄρξει | |
5 | τῆς βασιλείας μετ’ αὐτούς). Τίς ἄρα κυριεύσει τοσούτου χρυσίου καὶ ἀργυρίου; Τίνι ἄρα μετὰ ταῦτα ἐξυπηρετήσει ἡ τοσαύτη κατασκευὴ τοῦ χρυσίου; Τίς κλη‐ ρονομήσει τὰ διάχρυσα καὶ σηρικὰ ἐνδύματα, καὶ τὰς ποικίλας καὶ πολυτελεῖς ὀθόνας; Τίς ἐπιβῇ τοῖς χρυσοχαλίνοις καὶ ἐπιλέκτοις ἴπποις; Τίνι ἀκολουθήσει προϊόντι τὸ πλῆθος τῶν παίδων τὸ ἐκ διαφόρων ἐθνῶν συνηγμένον; Τίς ἄρα | |
10 | οἰκήσει ἐν τοῖς πύργοις καὶ τρικλίνοις, οὓς ἐγὼ ἐπιμελῶς τοῖς μαρμάροις ἐκό‐ σμησα, ὧν τὸ ἔδαφος ἐκ ψηφίδων διήνθισται καὶ ἡ ὀροφὴ χρυσίῳ ὑπαλήλιπται; Τίνι ἄρα μετὰ ταῦτα ἐργῶνται οἱ σιτοποιοὶ καὶ οἰνοχόοι; Τίνι παραστήσονται οἱ εὐνοῦχοι διακονοῦντες; Τίς ἀνακλιθήσεται ἐπὶ ταῖς ἀργυρενδέτοις κλίναις καὶ τῶν ἐξ Ἰνδικῆς ἐχόντων τὸν ἀπαρτισμόν; Τίς τὰ γεννήματα καὶ τὸν διυλισμέ‐ | |
15 | νον οἶνον; Τίς τῶν ἐμῶν παραδείσων ἀπαρχὰς λήψεται; Τίς τὰ περιδέραια καὶ | 251 |
252 | τὰς ζώνας τὰς χρυσᾶς καθέξει; Τίς τῶν ὁπλοθηκῶν καὶ τῶν ἁρμάτων καὶ τῶν ἐξησκημένων ἵππων πρὸς ὁδοιπορίαν καὶ παραταξίαν πολέμου διάδοχος ἔσται; Τίνα οἱ οἰκογενεῖς κύριον προσαγορεύσουσι; Τίς τῶν μύρων τὴν εὐοσμίαν ἐπα‐ λείψεται; Τί τοὺς κύνας τοὺς θηρευτὰς καὶ τὰ πρὸς ἄγραν πετεινὰ ἕξει; Τὰ δὲ | |
5 | ἀκροθίνια τίνι οἱ ἐμοὶ νομεῖς οἴσουσι; Τοὺς δὲ φόρους τίς κερδανεῖ; Καὶ ὅταν εἰς πολλὰ μέρη διασπασθῇ τῷ λογισμῷ καὶ μὴ εὕρῃ πόρον τῆς ὑποθέσεως, μέγα στενάξας, πάλιν ἐπάνεισιν ἐπὶ τὴν τοῦ οἴκου ἐπιμέλειαν, μὴ ἀνεχόμενος ἑαυτῷ θησαυρίσαι ἐν οὐρανοῖς. Ὅταν δὲ καὶ πάντα τὰ καταθύμια αὐτοῦ πέρας λάβῃ, οἷον καρπῶν εὐφο‐ | |
10 | ρία καὶ προσόδων εὐπορία καὶ κτηνῶν εὐτοκία καὶ ἀξίωμα λαμπρὸν καὶ κατὰ τῶν πολεμίων ἀνδραγαθία, τότε ἡ τοῦ θανάτου μνήμη ὑπεισελθοῦσα ταράσσει τὴν καρδίαν. Εἰ δὲ τὰ μέλη κέκμηκε διὰ βαθύτητα γήρως καὶ μηκέτι ὑπουργεῖν δύναται πρὸς ἀτόπους καὶ ἀπειρημένας ἡδονάς, τότε δυσμένειαν καὶ τὴν ζωὴν τίθεται. Εἰ δὲ ἀπηνής τίς ἐστιν, ὠμός τε καὶ ἀλαζών, καὶ δόξει πόρρω ἀποι‐ | |
15 | κεῖσθαι τῆς τοῦ θανάτου μνήμης δι’ ὑπερβολὴν ἀνέσεώς τε καὶ εὐημερίας, οὐ | 252 |
253 | παρὰ τοῦτο ἔξω που τῆς τοῦ θανάτου πείρας καθέστηκεν· ὅμοιος γάρ ἐστι νο‐ σοῦντι καὶ ὑγιείαν ὑποκρινομένῳ καὶ τὰ ἐναντία τῆς ἀρρωστίας ἐσθίοντι, οἰόμε‐ νος διὰ τούτων ἐπεμβαίνειν τῇ νόσῳ· ἀλλ’ οὐ παρὰ τοῦτο ἤδη καὶ τὸ πάθος ἐλώφησεν· ἡ γὰρ νόσος ἐν τοῖς μέλεσι νεμομένη καὶ ἄκοντα πείσει ὅτι πάθει κε‐ | |
5 | κράτηται· ὅταν γὰρ θεάσηται τὸν ὁμόφυλον ὑπὸ θανάτου ἄφνω ἁρπασθέντα διὰ ποικίλων συμπτωμάτων, τότε καὶ μὴ βουλόμενος πεισθήσεται ὅτι καὶ εἰς αὐτὸν ἐλεύσεται πάντως ἡ τοῦ θανάτου ψῆφος. Εἰ δέ τις νέος εἶ ἢ νεόγαμος, πάλιν ἡ ἴδῃ τὸ ἀγαπώμενον τῆς συζύγου πρόσωπον, εὐθὺς πάντως καὶ ὁ φόβος τοῦ χω‐ ρισμοῦ συνεισέρχεται, κἂν ἀκούσῃ τῆς ἡδίστης φωνῆς, καὶ τὸ μὴ ἀκούσεσθαί | |
10 | ποτε ἐννοήσει· καὶ ὅταν εὐφρανθῇ τῇ θεωρίᾳ τοῦ κάλλους, τότε φρίττει μάλιστα τὴν προσδοκίαν τοῦ πένθους λογιζόμενος, ὅτι τοῦτο μὲν τὸ κάλλος οἰχήσεται, ὀστέα δὲ βδελυρὰ καὶ εἰδεχθῆ ἀντὶ τοῦ νῦν φαινομένου γενήσεται, καὶ οὐδὲ ἴχνος, οὐδὲ μνημόσυνον, οὐδὲ λείψανον τοῦ παρόντος κάλλους ἐπιφερόμενον. | |
Εἰ ταῦτα καὶ τὰ τοιαῦτα διανοεῖται, ἆρα ἐν εὐφροσύνῃ βιώσεται; Ἆρα πι‐ | 253 | |
254 | στεύσει τοῖς παροῦσιν αὐτῷ ὡς χρηστοῖς καὶ ἀεὶ παραμένουσιν; Ἢ δῆλον ἐκ τούτων ὅτι, καθάπερ ἐν ταῖς τῶν ὀνείρων ἀπάταις, ἀμηχάνως καὶ ἀπίστως πρὸς τὸν βίον ἕξει, ὡς ἀλλοτρίοις προσέχων τοῖς φαινομένοις; Οἱ ἀμελεῖς καὶ καταφρονηταὶ ἐσκοτισμένοι ὄντες ἀπάτῃ τῆς ἁμαρτίας, τῶν ἡμερῶν αὑτῶν προ‐ | |
5 | κοπτουσῶν, οἴονται πόρρω εἶναι τῆς τοῦ θανάτου ὥρας, μηδεμίαν φροντίδα ποι‐ ούμενοι τῆς ἑαυτῶν ἐξόδου, ἀλλ’ ἔτη πολλὰ καὶ χρόνους μακροὺς ἑαυτοῖς ὑπο‐ γράφουσιν· ὅμοιοι δὲ ὑπάρχοντες τῶν νυκτοπορούντων καὶ ἐν ἀωρίᾳ βαδιζόν‐ των· οἵτινες οἴονται μακρὰν εἶναι τοῦ προκειμένου κρημνοῦ καὶ ἀπερρωγότος τόπου, ἄχρις οὗ κατακρημνισθέντων αὐτῶν, ἡ πεῖρα λύσει τὴν ἀμφισβήτησιν. | |
10 | Ὁ τοίνυν τὴν τοῦ βίου τούτου ἀπάτην κατανοήσας καθαρῷ τῷ τῆς ψυχῆς ὀφθαλμῷ, καὶ ὑψηλότερος τῶν ἐνταῦθα σπουδαζομένων γενόμενος, νοήσει πάν‐ τως ὅτι εἴτε ἐσθίει, εἴτε πίνει, εἴτε καθεύδει, εἴτε ἐργάζεται, εἴτε μετεωρίζεται, πᾶσαν ἡμέραν καὶ ὥραν πρὸς γῆρας καὶ λῆξιν τοῦ προσκαίρου βίου ὑπὸ τῆς φύ‐ σεως ἐλαύνεται· ὅθεν ὡς σκύβαλα τὰ πάντα περιορῶν, σπουδάσει τῆς προσπα‐ | |
15 | θείας τοῦ βίου ἑαυτὸν ἐξῶσαι, ἵνα μηδεμίαν ἔχῃ κοινωνίαν πρὸς τὰ [κακὰ] ἀν‐ | 254 |
255 | θρώπινα. Ὁ τοίνυν πρὸς τὸν ἐνάρετον ἀποβλέπων βίον καὶ τὴν ἀρετὴν ἑαυτῷ θησαυρίζων, ἣν οὐδεὶς ὅρος ἀνθρώπινος περιγράφει, ἆρα ἀνέξεται ἄνευ κατανύ‐ ξεως καὶ δακρύων τὴν παροῦσαν ζωὴν διεξελθεῖν, ἢ πρὸς τὰ τῶν χαμερπῶν καὶ πεπατημένων τὴν ἑαυτοῦ ψυχὴν ἐπικλῖναι; Ἔτι ἆρα θαυμάσεται τὸν γήϊνον | |
5 | πλοῦτον, ἢ τὴν δυναστείαν τὴν ἀνθρωπίνην, ἢ ἄλλο τι τῶν ὑπὸ ἀνοίας σπουδα‐ ζομένων; Εἰ μὲν γάρ τις ἔτι περὶ τὰ τοιαῦτα διάκειται ἐμπαθῶς, ἔξω τοῦ τοιού‐ του ἂν εἴη χοροῦ, καὶ οὐδὲν πρὸς τὸν ἡμέτερον λόγον. Εἰ δὲ ἄνω φρονεῖ καὶ συμμετεωροπορεῖ τῷ Θεῷ, ὑψηλότερος πάντως τῶν τοιούτων ἐστί, παντὶ σθέ‐ νει τὴν ἀρετὴν μεταδιώκων· οὐδὲν γὰρ ἐν βίῳ ταύτης τιμιώτερον· τοὺς γὰρ ἀν‐ | |
10 | θρώπους φίλους Θεοῦ κατασκευάζει. Ὁ πᾶς χρυσὸς ἐν ὄψει αὐτῆς ὡς ψάμμος ὀλίγη, καὶ ὡς πηλὸς λογισθήσεται ἄργυρος ἐναντίον αὐτῆς. Κακουχία ταύτην οὐκ ἐμάρανε, καὶ ἀσθένεια ταύτην οὐκ ἠμαύρωσε· καὶ ὁ τοῖς πᾶσι φοβερὸς θά‐ νατος ὑπὸ τῶν κατορθωκότων τὴν ἀρετὴν καταπεφρόνηται· μετὰ γὰρ παρρη‐ σίας κεκράξονται ἅμα τῷ λέγοντι· τὴν ἐπιθυμίαν ἔχω ἀναλῦσαι καὶ σὺν Χριστῷ | |
15 | εἶναι. ᾯ ἡ δόξα εἰς τοὺς αἰῶνας τῶν αἰώνων. Ἀμήν. | 255 |