TLG 4138 061 :: EPHRAEM SYRUS :: Sermo de paenitentia et iudicio et separatione animae et corporis

EPHRAEM SYRUS Theol., vel Ephraem Graecus
(Syrus: A.D. 4)

Sermo de paenitentia et iudicio et separatione animae et corporis

Source: Phrantzoles, Konstantinos G. (ed.), Ὁσίου Ἐφραίμ τοῦ Σύρου ἔργα, vol. 4. Thessalonica: Το περιβόλι της Παναγίας, 1992: 234–244.

Dup. Assemani, J.S., Sancti patris nostri Ephraem Syri opera omnia, vol. 3 Rome (1732) 376–380.

Citation: Page — (line)

234

(1t)

Λόγος περὶ μετανοίας καὶ κρίσεως,
2tκαὶ περὶ χωρισμοῦ ψυχῆς καὶ σώματος
1 Ἀγαπητοί, τί ὄφελος εὕρομεν ἐν τῷ ματαίῳ βίῳ τούτῳ; Οἴμοι! Μακά‐ ριος ὃς εὗρε παρρησίαν ἐν τῇ ὥρᾳ τοῦ χωρισμοῦ, ὅταν [δὲ] ψυχὴ χωρίζηται τοῦ ἰδίου σώματος· ἔρχονται γὰρ οἱ Ἄγγελοι ψυχὴν λαβεῖν καὶ χωρίσαι ἀπὸ τοῦ σώματος, παραστῆσαι τῷ βήματι φοβερῷ καὶ φρικτῷ κριτηρίῳ.
5 Μέγας φόβος, ἀδελφοί, ἐν τῇ ὥρᾳ τοῦ θανάτου, ὅταν ψυχὴ χωρίζηται τοῦ σώματος μετὰ φόβου καὶ ὀδυνῶν. Παρίστανται γὰρ τῇ ψυχῇ τὰ ἔργα αὐτῆς
ἐν τῇ ὥρᾳ τοῦ χωρισμοῦ, ἃ ἔπραξεν ἐν νυκτὶ καὶ ἐν ἡμέρᾳ, ἀγαθά τε καὶ κακά,234

235

καὶ οἱ Ἄγγελοι σπουδάζοντες ἐπείγονται ἐξῶσαι αὐτὴν τοῦ σώματος· ἡ δὲ ψυ‐ χὴ θεωροῦσα τὰ ἔργα αὑτῆς δειλαίνεται τοῦ ἐξελθεῖν. Ἁμαρτωλοῦ δὲ 〈ψυχὴ〉 μετὰ φόβου χωρίζεται τοῦ σώματος καὶ τρέμουσα ἀπέρχεται παραστῆναι τῷ ἀ‐ θανάτῳ Βασιλεῖ· βιαζομένη δὲ ἐξελθεῖν τοῦ σώματος, βλέπουσα τὰ ἔργα αὑτῆς,
5λέγει αὐτοῖς μετὰ φόβου· δότε μοι μίαν ὥραν τόπον, ἵνα ἐξέλθω. Ἀποκρίνον‐ ται αὐτῇ τὰ ἔργα αὐτῆς· ἡμᾶς σὺ ἔπραξας· ἡμεῖς σὺν σοὶ ὑπάγωμεν πρὸς τὸν Θεόν. Μισήσωμεν, ἀδελφοί, τὸν βίον τοῦτον τὸν μάταιον, καὶ Χριστὸν μόνον ποθήσωμεν τὸν ἅγιον. Οὐκ οἴδαμεν, ἀδελφοί, ποίᾳ ὥρᾳ ἐστὶν ἡμῶν ἡ ἔξοδος.
10Οὐδεὶς ἡμῶν ἐπίσταται τὴν ὥραν ἢ τὴν ἡμέραν τοῦ χωρισμοῦ. Ἄφνω δὲ ἡμῶν βαδιζόντων καὶ τρυφώντων ἀμερίμνως ἐπὶ τῆς γῆς, κατέλαβε τὸ πρόσταγμα ψυχὴν λαβεῖν τοῦ σώματος· καὶ ὑπάγει ἁμαρτωλὸς ἐν ἡμέρᾳ, ᾗ οὐ προσδοκᾷ, πλήρης οὖσα ψυχὴ αὑτοῦ ἁμαρτιῶν, μὴ ἔχουσα παρρησίαν. Χάριν τούτου πα‐ ρακαλῶ, ἀδελφοί, γενώμεθα ἐλεύθεροι καὶ μὴ ἔχωμεν τὴν δουλείαν τοῦ ματαί‐
15ου βίου τούτου. Πτερώσωμεν τὴν ψυχὴν ἡμῶν πρὸς τὸν Θεὸν καθ’ ἑκάστην ἐκ
τῶν παγίδων καὶ σκανδάλων. Ὁ Πονηρὸς κρύπτει ἀεὶ τὰς παγίδας ἐνώπιον235

236

τῆς ψυχῆς ἡμῶν, ἵνα αὐτὴν σκανδαλίσας παγιδεύσῃ εἰς κόλασιν αἰώνιον. Ἀναμέσον τῶν σκανδάλων καὶ τῶν παγίδων βαδίζομεν, ἀγαπητοί· προσ‐ ευχόμενοι μὴ ἐμπεσεῖν εἰς αὐτάς. Πλήρεις εἰσὶ γλυκύτητος αἱ παγίδες τοῦ θα‐ νάτου. Μὴ χαλινιαθῇ 〈ἡ ψυχὴ〉 ἡμῶν εἰς τὴν αὐτῶν γλυκύτητα. Ἡ γλυκύτης
5τῶν παγίδων τοῦ θανάτου τουτέστι μέριμνα τῶν γηΐνων πραγμάτων τε καὶ χρημάτων καὶ λογισμῶν καὶ πράξεων πονηρῶν. Μὴ γλυκανθῇς σύ, ἀδελφέ, 〈γλυκύτητι〉 τῆς παγίδος τοῦ θανάτου. Μὴ χαυνωθῇς, μηδὲ ἐκλυθῇς εἰς μελέ‐ την τῶν λογισμῶν τῶν πονηρῶν. Ἐὰν εὕρῃ ὁ λογισμὸς ὁ ῥυπαρὸς εἴσοδον εἰς τὴν σὴν ψυχήν, γλυκαίνεται εἰς μελέτην πονηράν, ἵνα αὐτὴν θανατώσῃ, καὶ γί‐
10νεται ὁ λογισμὸς ὁ πονηρὸς ὥσπερ παγὶς ἐν τῇ ψυχῇ, ἐὰν μὴ διωχθῇ διὰ προσ‐ ευχῆς καὶ δακρύων, ἐγκρατείας τε καὶ ἀγρυπνίας. Γενοῦ ἀεὶ ἐλεύθερος ἀπὸ πάντων τῶν γηΐνων πραγμάτων, ἵνα ῥυσθῇς παγίδων καὶ λογισμῶν καὶ πράξε‐ ων πονηρῶν. Μὴ χαυνωθῇς μίαν ῥοπὴν εἰς μελέτην τοῦ πονηροῦ λογισμοῦ. Μὴ χρονίσῃ ἐν τῇ ψυχῇ σου ὁ πονηρὸς λογισμός, ἀδελφέ. Φεῦγε ἀεὶ πρὸς Θε‐
15ὸν δι’ εὐχῆς καὶ νηστείας καὶ δακρύων, ἵνα ῥυσθῇς ἀπὸ πάντων τῶν παγίδων
καὶ σκανδάλων καὶ τῶν παθῶν.236

237

Μὴ νομίσῃς, ἀδελφέ, χρόνον πολὺν ζῆσαι ἐπὶ τῆς γῆς, 〈καὶ χαυνωθῇς εἰς μελέτην τῶν πονηρῶν λογισμῶν καὶ πράξεων〉, καὶ ἄφνω ἔλθῃ τὸ πρόσταγ‐ μα Κυρίου καὶ εὕρῃ σε ἁμαρτάνοντα, μὴ ἔχοντα μετανοίας καιρὸν ἔτι, μηδὲ πάλιν συγχώρησιν. Καὶ τί ἐρεῖς ἐν τῇ ὥρᾳ τοῦ χωρισμοῦ, ἀδελφέ; Συμβαίνει
5γὰρ μὴ συγχωρεῖν σοι τὸ πρόσταγμα στιγμὴν ὥρας ἐπὶ τῆς γῆς. Πολλοί εἰσιν χρόνον νομίζοντες πολὺν ζῆσαι ἐπὶ τῆς γῆς, ἦλθεν ἄφνω ὁ θάνατος, ἐκήδευσε τὴν ματαίαν προσδοκίαν. Ἦλθεν ἄφνω ὁ θάνατος, εὗρεν ἁμαρτωλὸν ἄνδρα καὶ πλούσιον, ψηφίζοντα ἔτη ζῆν πολλὰ ἐν ἀνέσει ἐπὶ τῆς γῆς, κατέχοντα ἐν δακτύ‐ λοις τὴν ψῆφον κεφαλαίων καὶ τόκων, μερίζοντα ἐν ἐνθυμήσεσι χρόνον πολὺν
10τὸν ἀριθμὸν τοῦ πλούτου αὑτοῦ. Ἦλθεν ἄφνω ὁ θάνατος, κατήργησε πάντα ὁμοῦ τὸν ψηφισμὸν καὶ τὸν πλοῦτον καὶ τὴν μέριμναν τοῦ λογισμοῦ τοῦ ματαί‐ ου. Ἦλθε πάλιν ὁ θάνατος, εὗρεν ἄνδρα δίκαιον καὶ ὅσιον, συνάγοντα πλοῦτον οὐρανῶν δι’ εὐχῆς καὶ νηστείας. Ἔχε ἀεὶ τὸν θάνατον πρὸ ὀφθαλμῶν, ἀδελφέ μου, καὶ μὴ φοβοῦ χωρι‐
15σμὸν τοῦ σώματός σου. Οὕτως ἀεὶ προσδόκησον καθ’ ἡμέραν, ὡς συνετὸς καὶ
πνευματικός, τὸν θάνατον καὶ τὴν παράστασιν τοῦ βήματος Κυρίου. Ἑτοίμασον237

238

καθ’ ἡμέραν λαμπάδα σου, ὡς φρόνιμος καὶ πρόθυμος· ἐπίσκεψαι αὐτὴν καθ’ ὥραν ἐν δάκρυσι καὶ προσευχαῖς. Ὅσον χρόνον ἐν ἀδείᾳ τυγχάνεις, ἀδελφέ, σπούδασον. Ἔρχεται γὰρ ὁ καιρός, πλήρης γέμων δειλίας καὶ φόβου καὶ θορύ‐ βου, μὴ συγχωρῶν λογίζεσθαι τὰ κρείττονα διὰ τὴν αὑτοῦ σύγχυσιν.
5 Προσέχετε, ἀγαπητοί μου, πῶς ἅπαντα τὰ πονηρὰ ἀκμάζουσι καὶ προκό‐ πτουσι καθ’ ἡμέραν τὰ κακὰ καὶ προβαίνει ἡ πονηρία. Ταῦτα μένουσι τὴν ἐρχο‐ μένην σύγχυσιν καὶ τὴν θλῖψιν τὴν μεγάλην τὴν μέλλουσαν ἐπέρχεσθαι ἐπὶ πάν‐ τα τὰ πέρατα τῆς γῆς. Διὰ τὰς ἁμαρτίας ἡμῶν 〈καὶ〉 διὰ τὴν ἡμῶν χαυνότητα προβαίνουσι τὰ πονηρά. Γενώμεθα ἐγρήγοροι, φιλόθεοι πολεμισταί, καθ’ ἑκά‐
10στην· νικήσωμεν τὸν πόλεμον τοῦ Ἐχθροῦ, φιλόχριστοι· διδαχθῶμεν τὰ ἔθη τοῦ πολέμου· ἀόρατος γὰρ τυγχάνει. Ἔθη εἰσὶ τοῦ πολέμου τούτου ἀεὶ ἡ γυμνότης τῶν γηΐνων πραγμάτων. Ἐὰν πρὸ ὀφθαλμῶν ἔχῃς τὸν θάνατον καθ’ ἡμέραν, οὐχ ἁμαρτάνεις. Ἐὰν γυμνωθῇς τῶν γηΐνων πραγμάτων, οὐ τροπωθήσῃ ἐν τῷ πολέμῳ. Ἐὰν μισήσῃς τὰ γήϊνα, καταφρονῶν τῶν προσκαίρων, δυνήσῃ, ὡς
15ἄριστος πολεμιστής, τὸ βραβεῖον τῆς νίκης ἀπολαβεῖν. Ἐπειδὴ γὰρ τὰ γήϊνα
ἕλκουσι πρὸς ἑαυτὰ κάτω, καὶ τὰ πάθη σκοτίζουσι τοὺς ὀφθαλμοὺς τῆς καρδίας238

239

ἐν πολέμῳ. Χάριν τούτου πολεμεῖ καὶ νικᾷ ἡμᾶς ὁ Πονηρός, ὡς γηΐνων πλή‐ ρεις ὄντας καὶ τοῖς πάθεσι τῶν γηΐνων μεριμνῶν δουλεύοντας· τὰ γήϊνα γὰρ ὁμοῦ πάντες ἀγαπῶμεν, ἀδελφοί, καὶ ἥλωται ὁ νοῦς ἡμῶν ἐπὶ τῆς γῆς διὰ τὴν ἡμῶν χαυνότητα. Ἡ ἡμέρα κέκλικεν καὶ πρὸς ἑσπέραν ἐστὶν ὁ χρόνος ἡμῶν,
5καὶ ἡμεῖς, φίλοι, διὰ τὴν ἡμῶν ἀπιστίαν νομίζομεν πρωΐαν εἶναι. Ἰδοὺ ἐπὶ θύ‐ ραις ἐστὶν ἡ βασιλεία τῶν οὐρανῶν τοῦ ἐκλάμψαι, ἡμεῖς δὲ περὶ τούτου οὐ βου‐ λόμεθα ἀκροάσασθαι πώποτε. Τὰ σημεῖα καὶ τὰ τέρατα, ἃ εἶπεν ὁ Κύριος, γε‐ γόνασιν, λιμοὶ καὶ σεισμοὶ καὶ φόβητρα καὶ ἐθνῶν αἱ κινήσεις· ταῦτα δὲ πάντα δοκεῖ ἡμῖν ὥσπερ ὄναρ διηγήσασθαι πρὸς ἀλλήλους. Οὐ θροεῖ ἡμᾶς ἡ
10ἀκοὴ αὐτῶν, οὐδὲ αὐτὸ τὸ θέαμα. Οἱ ἐκλεκτοὶ συνάγονται πρὸ τῆς θλίψεως, τοῦ μὴ ἰδεῖν τὴν σύγχυσιν καὶ τὴν θλῖψιν τὴν μεγάλην τὴν ἐρχομένην εἰς τὸν ἄδικον κόσμον. Ὁ ἀμητὸς ἤδη ἤγγικεν εἰς θερισμόν, καὶ τέλος ἔχει ὁ αἰὼν οὗτος. Οἱ Ἄγγελοι τὰ δρέπανα κατέχουσι καὶ τὸ νεῦμα ἐκδέχονται.
Φοβηθῶμεν, ἀγαπητοί. Ὥρα ἐστὶν ἑνδεκάτη τῆς ἡμέρας, καὶ τῆς ὁδοῦ τὸ239

240

μῆκος πολύ. Σπουδάσωμεν ἐν τῇ μονῇ εὑρεθῆναι. Γενώμεθα ἐγρήγοροι καὶ νή‐ ψωμεν ἀπὸ τοῦ ὕπνου ὡς ἄϋπνοι. Οὐκ οἴδαμεν ποίᾳ ὥρᾳ ὁ Δεσπότης θέλει ἐλ‐ θεῖν. Κουφίσωμεν ἑαυτοὺς ἀπὸ τοῦ βάρους τῶν γηΐνων. Μὴ μεριμνᾶτε παν‐ τελῶς, εἶπεν ὁ Κύριος. Τὸ ἀγαπᾶν πάντας ἐντέλεται ἡμῖν ὁ Θεός, ἡμεῖς δὲ τὴν
5ἀγάπην μᾶλλον ἐδιώξαμεν, καὶ ἔφυγεν ἀπὸ τῆς γῆς. Οὐχ εὑρίσκεις τὴν ἀγά‐ πην τελείαν, κατὰ Θεόν, ἐπὶ τῆς γῆς. Ἀπὸ πάντων ἐδιώχθη· ἀπὸ πάντων ἐμι‐ σήθη ἡ ἀγάπη· μᾶλλον φθόνος βασιλεύει· ἐρίθειαι καὶ συγχύσεις ἐπὶ τῆς γῆς πληθύνονται· ἀδικίαι ἐκάλυψαν πάντας ὁμοῦ· εἷς ἕκαστος τὰ γήϊνα ἐπιζητεῖ καὶ τῶν οὐρανίων καταφρονεῖ· τὰ πρόσκαιρα ποθεῖ, καὶ τὰ μέλλοντα οὐδεὶς ἀγαπᾷ.
10 Ποθεῖς εἶναι οὐράνιος; Τὰ ἐπὶ γῆς μὴ ζήτει, ἀλλὰ μίσει καὶ βδελύσσου καὶ ἄσκησον, ὡς τέλειος, καὶ πόθησον, ὡς τέλειος, τὴν βασιλείαν τῶν οὐρα‐ νῶν. 〈Μὴ〉 λογίζου λέγων· πολὺς ἐστὶν ὁ χρόνος τῆς ἀσκήσεως καὶ βαρύς, καὶ ἐγὼ εἰμὶ ὀλίγωρος καὶ ἀσθενὴς καὶ οὐκ ἰσχύω ἀσκῆσαι. Ἐνώτισαι ῥήματα συμ‐
βουλίας καλλίστης καὶ ἀγαθῆς· κατάμαθε τί σοι λέγω, φιλόχριστε ἀδελφέ.240

241

Ἐὰν βουληθῇς ἀποδημῆσαι εἰς ἑτέραν χώραν μακράν, οὐ δύνασαι παραδραμεῖν ἐν μιᾷ ὥρᾳ ὅλης τῆς ὁδοῦ, ἀλλ’ ἀριθμῶν τῶν βημάτων καθ’ ἡμέραν καταμέ‐ νων ἀποδημεῖς, καὶ διὰ χρόνου καὶ καμάτου καταντᾷς εἰς τὴν χώραν, ἣν προσ‐ δοκᾷς. Οὕτως ἐστὶν ἡ βασιλεία ἡ οὐράνιος καὶ ἡ τρυφὴ παραδείσου. Διὰ νη‐
5στειῶν καὶ ἐγκρατείας, καὶ ἀγρυπνιῶν καὶ ἀγάπης εἷς ἕκαστος φθάνει ἐκεῖ. Αὗται εἰσὶν αἱ ὁδοὶ αἱ ἀπάγουσαι εἰς οὐρανὸν πρὸς Θεόν. Μὴ φοβηθῇς ἀρχὴν βαλεῖν καλῆς ὁδοῦ ἐπαγούσης εἰς τὴν ζωήν. Θέλε μόνον βαδίσαι ἐν τῇ ὁδῷ, κἂν εὑρεθῇς εὐπρόθυμος, παραχρῆμα ἡ ὁδὸς εὐθύνεται ἐνώπιόν σου. Καὶ χαιρό‐ μενος βαδίζων τὰς μονὰς ποιεῖς, τερπόμενος ἐν αὐταῖς· δυναμοῦνται γὰρ τὰ
10διαβήματα τῆς ψυχῆς σου καθ’ ἑκάστην μονήν. Καὶ ἵνα μὴ εὕρῃς δυσκολίαν εἰς τὴν ὁδὸν τὴν ἄγουσαν εἰς τὴν ζωήν, ὁ Κύριος δι’ ἑαυτοῦ αὐτὸς ὁδὸς γέγονε ζωῆς τοῖς θέλουσι μετὰ χαρᾶς ἀπέρχεσθαι πρὸς τὸν Πατέρα τῶν φώτων. Γενοῦ μοι, Χριστέ, ὁδὸς ζωῆς ἐπαγούσης πρὸς τὸν σὸν Πατέρα. Μόνη αὕτη χαρά ἐστι, καὶ τέλος αὐτῆς βασιλεία οὐρανῶν. Γενοῦ μοι, ὦ Δέσποτα Υἱὲ
15τοῦ Θεοῦ, ὁδὸς ζωῆς καὶ φωτισμός. Ἀνήντλησα δι’ ἐμαυτοῦ ἐκ τῆς πηγῆς241

242

〈τῶν〉 χαρισμάτων πλήρης πόθου. Ἐγένετο ἡ χάρις ἐν τῇ καρδίᾳ τοῦ δούλου σου φῶς καὶ χαρὰ καὶ γλυκυτέρα ὑπὲρ μέλι καὶ κηρίον ἐν τῷ στόματι τοῦ οἰκέ‐ του σου. Ἐγένετο ἡ χάρις ἐν ψυχῇ τοῦ δούλου σου ὡς θησαυρός· ἐπλούτισε τὴν πτωχείαν μου· ἐδίωξε τὴν πενίαν καὶ σαπρίαν. Ἐγένετο ἡ χάρις σου τῷ δούλῳ
5σου καταφυγὴ καὶ δύναμις καὶ καύχημα, ἀντίληψις καὶ ὕψωμα καὶ ἐδέσματα ζωῆς. Οὐ σιγήσει ὁ δοῦλός σου, Δέσποτα, ἐκ τῆς πολλῆς ἡδύτητος τῆς ἀγάπης καὶ χάριτός σου. Διήνοιξας τὸ στόμα μου τοῦ ἀναξίου. Πῶς πάλιν καρτερήσει ἡ γλῶσσά μου ἐκ τοσαύτης ὠφελείας τοῦ ὑμνεῖν καὶ δοξάζειν καθ’ ἑκάστην τὸν δοτῆρα τῶν ἀγαθῶν; Καὶ πῶς πάλιν τολμῶ ἀποκλεῖσαι τὰ κύματα τῆς χάριτός
10σου, τὰ βρύοντα ἐν τῇ καρδίᾳ μου τοῦ ἁμαρτωλοῦ; Πλήρωσον αὐτὰ γλυκύτη‐ τος ἐν τοῖς πολλοῖς χαρίσμασί σου, ἵνα ψάλλων δοξάζω τὸν Ποιητὴν τῶν οὐρα‐ νῶν, τὸν δώσαντα τῷ ἰδίῳ θεράποντι χαρίσματα οὐράνια διὰ πολλῶν δωρεῶν. Μεγαλύνω τὴν χάριν σου, Χριστὲ Σωτήρ· ἐν τῷ με γὰρ μεγαλύνειν σε, αὐτὸς ἐγὼ μεγαλύνομαι ἐν αὐτῇ. Οὐ παύσεται ἡ γλῶσσά μου ὁμολογεῖν τὴν
15χάριν σου, Δέσποτα· οὐ σιγήσει ἡ κιθάρα μου μελῳδῆσαι μελῳδίας πνευματι‐242

243

κάς. Ὁ πόθος σου ἕλκει με πρὸς σέ, Σωτήρ, τὸ καύχημα τῆς ζωῆς μου. Ἡ χάρις σου γλυκαίνει μου τὴν διάνοιαν ἑλκυσθῆναι ὀπίσω σου. Γενηθήτω σοι ἡ καρδία μου γῆ ἀγαθή, δεχομένη σπόρον καλόν, καὶ δροσίσῃ εἰς αὐτὴν ἡ χάρις σου δρόσον ζωῆς αἰωνίου. Θερίσῃ δὲ ἡ χάρις σου δράγμα καλὸν ἐπὶ τῆς γῆς
5τῆς καρδίας μου, κατάνυξιν, προσκύνησιν, ἁγιασμόν, τὰ ἀρεστά σοι πάντοτε ποιεῖν. Ἐπίστρεψον ψυχήν μου εἰς τὴν μάνδραν τοῦ παραδείσου τῆς τρυφῆς σὺν τῷ εὑρεθέντι προβάτῳ. Εὑρήσθω ἡ ψυχή μου ἐν τῷ φωτί. Ἐκεῖνο μὲν τὸ εὑ‐ ρεθὲν πρόβατον εἰς τοὺς ὤμους ἐβάστασας, ταύτην δὲ τὴν ἀναξίαν ψυχήν μου διὰ τῆς χάριτός σου ἕλκυσον, καὶ πρόσφερε [ἀμφοτέρας] τῷ Πατρί σου τῷ ἀ‐
10χράντῳ καὶ ἀθανάτῳ ἐνώπιον τῶν Ἀγγέλων καὶ Ἀρχαγγέλων, ἵνα λέγω ἐν τῇ τρυφῇ τοῦ παραδείσου μετὰ πάντων τῶν ἁγίων· δόξα Πατρὶ ἀθανάτῳ καὶ Υἱῷ ἀθανάτῳ καὶ Ἁγίῳ Πνεύματι ἀθανάτῳ· Πατρὶ μὲν ἀοράτῳ, Υἱῷ δὲ τῷ ὁραθέντι ἐν σαρκί, Πνεύματι δὲ τῷ λαλήσαντι ἐν τοῖς Προφήταις καὶ Ἀποστό‐
λοις. Δόξα αὐτῇ τῇ παναγίᾳ καὶ ὁμοουσίῳ Τριάδι, τῇ προσκυνουμένῃ καὶ δοξα‐243

244

ζομένῃ ἐκ πάσης ἐπουρανίου δυνάμεως, ἐπιγείων τε καὶ καταχθονίων, ὅτι δέ‐ δωκε χαρίσματα τῷ ἰδίῳ δούλῳ οὐράνια, ἵνα αὐτὸς προσενέγκῃ δραγμὴν δόξης τῷ Βασιλεῖ τῶν αἰώνων καὶ Θεῷ τῶν ἁπάντων, τῷ Πατρὶ καὶ τῷ Υἱῷ καὶ τῷ
Ἁγίῳ Πνεύματι, νῦν καὶ ἀεί, καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων. Ἀμήν.244