TLG 4138 060 :: EPHRAEM SYRUS :: Sermo de secundo aduentu et iudicio

EPHRAEM SYRUS Theol., vel Ephraem Graecus
(Syrus: A.D. 4)

Sermo de secundo aduentu et iudicio

Source: Phrantzoles, Konstantinos G. (ed.), Ὁσίου Ἐφραίμ τοῦ Σύρου ἔργα, vol. 4. Thessalonica: Το περιβόλι της Παναγίας, 1992: 223–233.

Dup. Assemani, J.S., Sancti patris nostri Ephraem Syri opera omnia, vol. 3 Rome (1732) 273e–278d.

Citation: Page — (line)

223

(t)

Λόγος περὶ τῆς δευτέρας παρουσίας καὶ κρίσεως
1 Ἀκούσατε, ἀδελφοὶ ἀγαπητοί, ὅσοι τὸ ἅγιον βάπτισμα ἐλάβετε, πῶς μέλλομεν κριθῆναι καὶ πῶς ἐξέρχεται ἡ ψυχὴ ἐκ τοῦ σώματος. Διὸ ἔλεγεν ὁ Προφήτης· ἵνα τί φοβοῦμαι ἐν [τῇ] ἡμέρᾳ πονηρᾷ; Ἡ ἀνομία τῆς πτέρνης μου κυκλώσει με. Ἐλεύσεται γὰρ ἡμέρα καὶ ὥρα, ἀδελφοί, ὅτε καταλείψει ἄνθρω‐
5πος πάντα καὶ πάντας· καὶ ἀπελεύσεται μόνος μεμονωμένος, γυμνός, ἀβοήθη‐ τος, ἀπροστάτευτος, ἀσυνόδευτος, ἀνέτοιμος, ἀπαρρησίαστος, ἐν ἡμέρᾳ ᾗ οὐ προσδοκᾷ, καὶ ἐν ὥρᾳ ᾗ οὐ γινώσκει, ἐν ὅσῳ τρυφᾷ, ἐν ὅσῳ θησαυρίζει, ἐν ὅσῳ σπαταλᾷ, ἐν ὅσῳ ἀμεριμνᾷ. Μία νὺξ βαρεῖα καὶ σκοτεινὴ καὶ ὀδυνηρά, καὶ
ἀπάγεται ὡς κατάδικος, ὅπου ἀπάγει πᾶσα φύσις ἀνθρώπων ἐχόντων τὸ ἅγιον223

224

βάπτισμα. Πολλῶν σοι, ἄνθρωπε, τότε τῶν ὁδηγῶν χρεία, πολλῶν σοι τῶν βοηθῶν, πολλῶν τῶν εὐχῶν, πολλῶν τῶν συνοδευόντων, πολλῶν τῶν πράξε‐ ων τῶν ἀγαθῶν, ἐν τῇ ὥρᾳ τοῦ χωρισμοῦ τῆς ψυχῆς. Στάσις μεγάλη καὶ φόβος μέγας καὶ τρόμος. Μέγα τὸ μυστήριον· μεγάλη
5ἡ περίστασις· μεγάλη ἡ τοῦ σώματος πρὸς τὸν ἐκεῖ κόσμον διάβασις, ὅτε ἀπά‐ γωμεν πρὸς τὸν ἀπέραντον αἰῶνα, ὅθεν οὐδεὶς ἐπανελήλυθε. Ἡ μόνη ὥρα, καὶ οὐκ ἄλλη ὥρα· ἡ μόνη ὁδός, καὶ οὐκ ἄλλη ὁδός. Χαλεπὸν τὸ πέραμα, ἀλλὰ πάντες δι’ αὐτοῦ παρερχόμεθα· στενὴ καὶ τεθλιμμένη ἡ ὁδός, ἀλλὰ πάντες δι’ αὐτῆς βαδίζομεν· πικρὸν καὶ δεινὸν τὸ ποτήριον, ἀλλὰ πάντες αὐτὸ καὶ οὐκ
10ἄλλο πίνομεν· μέγα καὶ ἄδηλον τὸ τοῦ θανάτου μυστήριον, καὶ οὐδεὶς διηγήσα‐ σθαι ἡμῖν δύναται· φρικτὰ καὶ φοβερά, ἅπερ τότε ἡ ψυχὴ ἐφίσταται, ἀλλ’ οὐ‐ δεὶς ἐξ ἡμῶν ταῦτα ἐπίσταται, ἀδελφοὶ ἀγαπητοί. Οὐκέτι ἐν τῷ βίῳ τούτῳ βλέπομεν ἡμεῖς· εἴ τι οἴδαμεν, εἴ τι ἐπράξαμεν, ἐκλαμβάνομεν. Ἰδοὺ ἀπάγο‐ μεν, καὶ οὐκ ἐπιστάμεθα ποῦ ὑπάρχομεν.
15 Νῦν εἴ τι ἀγαθὸν ἔπραξα, τοῦτο καὶ ἐκέρδησα· καὶ εἴ τι προέπεμψα, ἐκεῖνο καὶ ἀπαντήσει μοι· καὶ εἴ τι ἐπὶ τῆς γῆς ἐθησαύρισα, τοῦ
τό μοι ἄρτι ὄφε‐224

225

λος. Εἴ τινα ἠλέησα, αὐτῇ τῇ ὥρᾳ ἐλεηθήσομαι· εἴ τινα ἐσκέπασα, νῦν σκεπα‐ σθήσομαι. Ὅτι στενή μοι καὶ βαρεῖα ἡ παροῦσα ὥρα τῆς ἐξόδου τῆς ψυχῆς μου ὑπὲρ πᾶσαν ὥραν· ἀνέτοιμος γὰρ προκατελήφθην. Σκοτεινή μοι ἡ παροῦσα νύξ· ἄκαρπος γὰρ ἐκόπην. Βαρεῖά μοι ἡ παροῦσα ὁδός· ὅτι οὐδὲν ἐφόδιόν μοι ὑπάρ‐
5χει. Ἀλλὰ δακρύσατε ἐπ’ ἐμὲ πικρῶς καὶ θρηνήσατε· συμπαθήσατέ μοι καὶ προσεύξασθε, ἵνα εὕρω ἐκεῖ μικρὰν ἄνεσιν. Οὐ ζητῶ πολλά, διότι ἥμαρτον πολλά. Λοιπὸν τί μοι κηρίον ἀνάπτετε; Οὐ γὰρ ἡψάμην τὴν λαμπάδα τῆς ψυ‐ χῆς. Τί δέ με καὶ ἐν σοροῖς μετὰ ὁσίων κατατίθετε, ὧν τὸν βίον καὶ τὸν τρόπον
10οὐκ ἔπραξα; Οἴμοι, πῶς ἑαυτὸν ἠπάτησα! Πῶς ἑαυτὸν ἐνέπαιξα! Λέγων, νέος εἰμί, ὃς ἀπολαύσω τῶν τοῦ βίου πλημμυρῶν, ἐτρύφησα τῷ κόσμῳ, ἐθεράπευσα τὸ σῶμα, εἶτα ἐν ὑστέροις μετανοῶ· φιλάνθρωπος γάρ ἐστιν ὁ Θεός, καὶ πάν‐ τως ποιήσει μοι τὴν συγχώρησιν. Ταῦτα ἐννοῶν καθ’ ἡμέραν, καὶ τὴν ἐμαυτοῦ ζωὴν κακῶς ἐδαπάνησα. Ἐδιδασκόμην, καὶ οὐ προσεῖχον· ἐνουθετούμην, καὶ
15κατεγέλων· ἤκουον τῶν ἁγίων Γραφῶν, καὶ οὐκ ἐπίστευον· καὶ ἰδοὺ ἀνέτοιμος225

226

προκατελήφθην. Ἤκουον περὶ κρίσεως, καὶ ἐξεμυκτήριζον. Ἤκουον περὶ θανά‐ του, καὶ ὡς ἀθάνατος διῆγον. Ἰδοὺ ἀμετανόητος ἐφθάσθην, καὶ οὐδεὶς ὁ λυ‐ τρούμενος. Ἰδοὺ ζητῶ βοηθόν, καὶ οὐδεὶς ὁ βοηθῶν μοι. Ἰδοὺ καταδικάζομαι, καὶ οὐδεὶς ὁ σῴζων. Δικαία ἡ κρίσις τοῦ Θεοῦ. Ποσάκις μετανοεῖν συνεταξά‐
5μην, καὶ πάλιν τὸ χεῖρον διεπραττόμην! Ποσάκις προσέπεσα, καὶ πάλιν ἠθέτη‐ σα! Ποσάκις με ἠλέησε, καὶ πάλιν παρώργισα! Ταῦτα τοῦ τελευτῶντος πρὸς ἡμᾶς διαλεγομένου, ἐξαίφνης δεσμεῖται αὐτοῦ ἡ γλῶσσα, ἀλλοιοῦνται οἱ ὀφθαλμοί, σιγᾷ τὸ στόμα, κωλύεται ἡ φωνή, ἡνίκα αἱ δεσποτικαὶ δυνάμεις λοιπὸν παραγένωνται, ἡνίκα αἱ φοβεραὶ στρατιαὶ
10καταβῶσιν, ὅταν οἱ θεῖοι ἐκσπηλευταὶ καλοῦσι τὴν ψυχὴν ἐκ τοῦ σώματος ἐκ‐ δημῆσαι, ὅταν ὁ ἀπαράκλητος ἀπαιτεῖται εἰς τὸ δικαστήριον ἡμᾶς ἕλκων· ὃν καὶ θεασάμενος ὁ ταλαίπωρος ἄνθρωπος, κἂν βασιλεύς, κἂν δυνάστης, κἂν κο‐ σμοκράτωρ, ὅλος δονεῖται, ὅλος τρέμει, ὅλος ταράττεται, ὅλος θαμβεῖται, ὁρῶν δυνάμεις φοβεράς, ὁρῶν μορφὰς ξένας, ὁρῶν πρόσωπα ἀπηνῆ καὶ αὐστη‐
15ρά, ὁρῶν τάξεις αἳ οὐδέποτε θεάσονται· καὶ πρὸς αὑτὸν ἐννοῶν καὶ λέγων·226

227

εὐλογητὸς ὁ μόνος ἀθάνατος. Εὐλογητὸς ὁ μόνος βασιλεὺς αἰώνιος, καὶ κριτὴς ἀπαραίτητος, καὶ βασιλεὺς ἀδιάδοχος· καὶ αἰώνιος κόλασις. Τί ἐστι πρὸς ταῦτα βασιλεία ἐπίγειος! Τί ἐστιν ἡ ἐξουσία τῶν ἀνθρώπων ἡ πρόσκαιρος! Ἰδοὺ ἀλη‐ θῶς στρατιαὶ οὐράνιαι! Ἰδοὺ μορφαὶ φοβεραὶ τοῦ μέρους φοβεροῦ! Ἰδοὺ ἰσχυροὶ
5Θεοῦ ἰσχυροῦ! Ἰδοὺ δυνατοὶ τοῦ μόνου κραταιοῦ! Ταῦτα τότε ὁ θανὼν ὁρᾷ, ἡμᾶς δὲ οὐκέτι θεωρεῖ, ἀλλὰ πρὸς τὰς καλού‐ σας δυνάμεις θεᾶται· καὶ πάντες ἔντρομοι γενόμενοι καὶ πρὸς ἀλλήλους λέγον‐ τες· ἡσυχάσατε, ἡσυχάσατε, καὶ τῷ κειμένῳ λοιπὸν μὴ ὀχλήσητε. Μὴ κράζητε, ἵνα μὴ θορυβήσητε. Μὴ θρηνήσητε, ἵνα μὴ αὐτὸν ταράξητε. Προσεύξασθε, ἵνα
10μετ’ εἰρήνης ἡ ψυχὴ ἐξέλθῃ. Εἰς ἀγῶνα μέγαν νῦν παρίσταται. Σκοπήσατε τοῦτο καὶ ὑμεῖς παθεῖν ἔχετε. Ἐμβλέψατε καὶ τοῦ μυστηρίου τούτου μὴ λάθητε. Προσεύξασθε, ἵνα φιλανθρώπους Ἀγγέλους ἔχῃ· προσπέσατε, ἵνα εὐμενῆ τὸν Δεσπότην εὑρήσηται. Ἀτενίσατε, καὶ τῆς ὥρας ταύτης φροντίσατε. Τί γάρ
ἐστιν ἄνθρωπος; Σκώληξ, τέφρα, σκιά, ὄναρ. Ἤδη διέβη· ἤδη ἀπῆλθεν· ἤδη227

228

ἠρέμησεν· ἤδη κατέπαυσεν· ἤδη ἡσύχασεν· ἤδη ἐπαύσατο. Ἐκεῖνος ὁ πολὺς καὶ ἀήττητος λέων, ὁ τύραννος, ὁ δυνάστης, ὁ ὑψηλός, ὁ πᾶσι φοβερός, κεῖται. Καὶ παρῆλθεν ὁ φανεὶς ὡς μὴ φανείς, ὁ τεχθεὶς ὡς μὴ τεχθείς. Ὁ πολὺς ὑπὲρ πολλοὺς γέγονεν οὐδείς· ὁ κρατῶν κεκράτηται· ὁ δεσμῶν δεσμεῖται· καὶ ἰδοὺ
5ὑπάγεται, ἔνθα ὑπάγουσιν οἱ ἀπάγοντες. Ἐν ἐκείνῃ τῇ ἡμέρᾳ ἀπολοῦνται πάν‐ τες οἱ διαλογισμοὶ αὐτοῦ. Τότε παραλαμβάνοντες οἱ Ἄγγελοι [καὶ] τὴν ψυχὴν διὰ τοῦ ἀέρος ἀπέρ‐ χονται, ἐν ᾧ ἵστανται ἀρχαί, ἐξουσίαι καὶ οἱ κοσμοκράτορες τῶν ἐναντίων δυ‐ νάμεων, οἱ πικροὶ ἡμῶν κατήγοροι, οἱ δεινοὶ τελῶναι καὶ λογοθέται καὶ φορο‐
10λόγοι, ἐν τῷ ἀέρι συναντῶντες, λογοθετοῦντες, ἐξερευνῶντες, προσφέροντες τὰ τοῦ ἀνθρώπου ἁμαρτήματα καὶ χειρόγραφα, τὰ ἐν νεότητι, τὰ ἐν τῷ γήρει, τὰ ἑκούσια, τὰ ἀκούσια, τὰ δι’ ἔργων, τὰ διὰ λόγων, τὰ δι’ ἐνθυμήσεων. Πολὺς ὁ φόβος ἐκεῖ· πολὺς ὁ τρόμος τῆς ἀθλίας ψυχῆς. Ἀδιήγητος ἀνάγκη, ἣν ὑφίστα‐ ται τότε ὑπὸ τοῦ πλήθους τῶν μυριάδων ἐχθρῶν αὐτὴν κρατουμένην, κλονου‐
15μένην, συκοφαντουμένην, συνωθουμένην, ἐμποδιζομένην, ἵνα μὴ ἐν φωτὶ οἰκί‐228

229

ζῃ, ἵνα μὴ ἐν χώρᾳ ζώντων εἰσέλθῃ. Ἀλλ’ οἱ μὲν ἅγιοι Ἄγγελοι τὴν ψυχὴν παραλαβόντες ἀπάγουσιν· ἡμεῖς δὲ τὸ σῶμα ὡς ξένον καὶ ἀλλότριον ἐκ τοῦ οἴκου λαβόντες πρὸς τὸν τάφον ἀπά‐ γοντες σπουδῇ. Καὶ ὁρῶμεν ἄλλο μέγα καὶ φοβερώτερον μυστήριον, κατανο‐
5οῦντες τοὺς νεκροὺς μικροὺς καὶ μεγάλους, τοὺς βασιλεῖς καὶ ἰδιώτας, τοὺς τυ‐ ράννους καὶ δούλους· πάντας σποδόν, μίαν τέφραν, μίαν κόνιν, μίαν δυσωδίαν, μίαν σαπρίαν, ἕνα σκώληκα· ὡς ὁ αἰθίοψ, οὕτως καὶ ὁ εὐπρεπής· ὡς ὁ νεώτε‐ ρος, οὕτως καὶ ὁ γέρων· ὡς ὁ παράλυτος, οὕτως καὶ ὁ δυνατός· μιᾷ ἰδέᾳ, μιᾷ μορφῇ ἐν τῷ τάφῳ κείμενοι· καὶ λέγομεν ἀλλήλοις· ἰδοὺ ὁ δεῖνα καὶ ὁ δεῖνα·
10οὗτός ἐστιν ὁ δεῖνα βασιλεύς, καὶ οὗτος ὁ δεῖνα τύραννος, καὶ οὗτός ἐστιν ὁ δεῖ‐ να στρατηγός· οὗτός ἐστιν τοῦ δεῖνα ἔγγονος, καὶ αὕτη ἐστὶν ἡ θυγάτηρ τοῦ δεῖ‐ να· αὕτη ἥ ποτε φανταζομένη νεᾶνις· οὗτος ὁ πρὶν καλλωπιζόμενος νεώτερος. Ταῦτα πολλάκις μετὰ στεναγμοῦ λέγοντες ἐν τοῖς τάφοις, καὶ δακρύομεν ὁρῶντες τὸ μέγα καὶ φοβερὸν μυστήριον, ὁρῶντες ὅτι πᾶσα νεότης ἐκεῖ ἀγνώρι‐
15στος, ὁρῶντες ὅτι πᾶσα ἡλικία ἐκεῖ κατελύθη, ὁρῶντες ὅτι πᾶσα εὐμορφία ἐκεῖ229

230

κατηλλοιώθη, ὁρῶντες ὅτι πᾶς ὀφθαλμὸς ἐκεῖ ἐσβέσθη, ὁρῶντες ὅτι ὀδόντες ἐκεῖ ἐσκορπίσθησαν, ὁρῶντες ὅτι πάντα ἐξέπεσαν, καὶ πάντα κόπος καὶ μόχθος τοῦ κόσμου τούτου [ἐξέπεσαν]· καὶ λαλοῦμεν, καὶ οὐδεὶς εἰσακούων, θρη‐ νοῦμεν, 〈καὶ〉 οὐδεὶς προσέχων. Ἐξ ὀνόματος τοὺς κειμένους κράζομεν καὶ λέ‐
5γομεν· ποῦ ἀπήλθετε, ἀδελφοὶ ἡμῶν; Πῶς διάγετε; Πῶς ὑπάρχετε; Πῶς ἡμᾶς ἄφνω κατελίπετε; Δότε ἡμῖν φωνήν, ὡς ἐλαλεῖτέ ποτε. Λαλήσατε ἡμῖν· ἀνα‐ κρίθητε ἡμῖν. Αὕτη δὲ ἡ πρὸ τῶν ὀφθαλμῶν ὑμῶν ἐν τῷ τάφῳ κόνις, αὕτη ἣν ὁρᾶτε τέφρα, αὕτη ἡ δυσωδία, ταῦτα 〈ἃ〉 κατέσαπε τὰ ὀστᾶ· οὗτοι ἀκάθαρτοι σκώλη‐
10κες τὸ σῶμά ἐστι ἐκεῖνο τῶν νεανίσκων καὶ τῶν νεανίδων, ὧν ἐποθεῖτέ ποτε· αὕτη ἡ τέφρα ἐκείνη ἐστὶν ἡ σὰρξ ἐν ᾗ συνεπλέκεσθε καὶ ἀκολάστως ἐφιλεῖτε· οὗτος ὁ βόρβορος ἐκεῖνο τὸ πρόσωπόν ἐστι, ὧν νυκτὸς καὶ ἡμέρας ἀπλήστως κατεφιλεῖτε· οὗτοι οἱ σκώληκες καὶ ἡ ῥύσις ἡ ῥυπαρὰ ἐκείνη ἡ σάρξ ἐστιν, ἐν ᾗ συμπλεκόμενοι ἡμαρτάνετε. Εἴδατε καὶ φοβήθητε· γνῶτε ὅτι ἐπὶ ταῖς κλίναις
15τὰς ὑμετέρας συμβίας ὑμεῖς ἀφέντες ταῖς πορνείαις συμπλέκεσθε, ὅτι σποδῷ καὶ
βορβόρῳ ἐγκυλινδούμενοι· γνῶτε ὅτι πάντα τὰ μέλη αὐτῶν βόρβορος καὶ δυ‐230

231

σωδία. Μὴ πλανᾶσθε, ὦ νέοι καὶ νεάνιδες ἄφρονες, ἀσύνετοι, ἀπάνθρωποι· κρί‐ σις γάρ ἐστι καὶ ἀνταπόδοσις. Ἄκουε καὶ τῶν κολάσεων. ᾍδης κόλασις ἀτελεύτητος. Ἔστι σκότος ἀφώτιστον, καὶ ἔστι γέεννα ἀπαράκλητος, καὶ ἔστι σκώληξ ἀκοίμητος, καὶ ἔστι
5κλαυθμὸς ἀσίγητος, καὶ ἔστι βρυγμὸς ἀκατάπαυστος, καὶ ἔστι θλῖψις ἀνίατος, καὶ ἔστι κρίσις ἀπροσωπόληπτος, καὶ εἰσὶν ὑπουργοὶ ἀσυγχώρητοι, καὶ ἔστι πένθος πικρὸν καὶ αἰώνιον, ἡνίκα ἐκ νεκρῶν ἀναστῶμεν ἅπαντες, καὶ παριστά‐ μενοι λογοθετούμεθα καὶ ἐξομολογούμεθα εἰς ἐκεῖνο τὸ μέγα καὶ φρικτὸν καὶ ἀδιήγητον τοῦ Δικαστοῦ δικαστήριον, ὅτε ἐξ οὐρανοῦ ἐλεύσεται τοῦ κρῖναι πᾶ‐
10σαν τὴν οἰκουμένην ἐξ ἀνατολῶν ἡλίου ἕως δυσμῶν, ὅτε φωναὶ τῶν φοβερῶν ἐκείνων σαλπίγγων ἠχήσουσι, ὅτε ἡ κτίσις φόβῳ καὶ τρόμῳ κλᾶται καὶ ταράτ‐ τεται, ὅτε οἱ τάφοι ἀνοίγονται καὶ πᾶσα σὰρξ ἀνίσταται, γυμνὴ καὶ τετραχηλι‐ σμένη, ὅτε πᾶν στόμα φραγήσεται καὶ πᾶσα γλῶσσα ἐξομολογήσεται, ὅτε ὁ ποταμὸς τοῦ πυρὸς ἕλκει ἔμπροσθεν τοῦ Δικαστοῦ, περὶ οὗ φησιν ὁ Δανιήλ· ἐθε‐
15ώρουν ἕως οὗ θρόνοι ἐτέθησαν, καὶ παλαιὸς ἡμερῶν ἐκάθισε· ὁ θρόνος αὐτοῦ231

232

φλὸξ πυρός· οἱ τροχοὶ αὐτοῦ πῦρ φλέγον· χίλιαι χιλιάδες παρεστήκεσαν αὐτῷ καὶ μύριαι μυριάδες ἐλειτούργουν αὐτῷ· κριτήριον ἐκάθισε καὶ βίβλοι ἀνεῴχθησαν. Ἐκείνη ἐστὶν ἡ ἡμέρα καὶ ὥρα, περὶ ἧς φησιν ὁ Δαυΐδ· ἵνα τί φοβοῦμαι ἐν ἡμέρᾳ πονηρᾷ; Ἐκείνην τὴν ἡμέραν κατηράσατο ὁ Ἰώβ, λέγων· καταρασάτω
5αὐτὴν ὁ καταρώμενος τὴν ἡμέραν ἐκείνην· ὁ μέλλων τὸ μέγα κῆτος χειρώσα‐ σθαι· τουτέστι τὸν Διάβολον. Περὶ ἐκείνης τῆς ἡμέρας καὶ ἕτερος Προφήτης εἶ‐ πεν· ἰδοὺ ἔρχεται, λέγει Κύριος· καὶ τίς ὑπομενεῖ ἡμέραν εἰσόδου αὐτοῦ, ἡνίκα ὁ Θεὸς ἐμφανῶς ἥξει, ὁ Θεὸς ἡμῶν, καὶ οὐ παρασιωπήσεται, καὶ κύκλῳ αὐτοῦ καταιγὶς σφόδρα; Προσκαλέσεται τὸν οὐρανὸν ἄνω καὶ τὴν γῆν τοῦ διακρῖναι
10τὸν λαὸν αὐτοῦ. Τότε πᾶσα σὰρξ παραστήσεται εἰς τὸ φοβερὸν ἐκεῖνο δικαστή‐ ριον, ὡς κατάδικος· πάντες δέσμιοι, πάντες γυμνοί· τρέμοντες, ταραττόμενοι, ἀγωνιῶντες, μεριμνῶντες, ἕκαστος τί εἴπῃ ἢ τί ἀπολογήσηται τῷ Βασιλεῖ τῶν βασιλευόντων, Κυρίῳ τῷ Θεῷ ἡμῶν.
Ποῦ ἐκεῖ τῶν βασιλέων ἡ φαντασία; Ποῦ τῶν ἀρχόντων ἡ ἐξουσία; Ποῦ232

233

ὁ καλλωπισμὸς τῶν ἱματίων; Ποῦ οἱ χρυσοχάλινοι ἵπποι; Ποῦ ὁ κτύπος τοῦ ἀργύρου; Ποῦ τρυφή; Ποῦ ἡ σπατάλη; Ποῦ οἱ τρώγοντες καὶ λέγοντες· αὔριον γὰρ ἀποθνῄσκομεν; Οὐκ ἠκούσατε τῶν θείων Γραφῶν, ὅτι ἔσται κρίσις καὶ ἀνταπόδοσις, τοῦ ἀποδοῦναι ἑκάστῳ κατὰ τὰ ἔργα αὐτοῦ; Τότε ἐρεῖ ὁ Βασι‐
5λεύς· δεῦτε οἱ εὐλογημένοι τοῦ Πατρός μου, κληρονομήσατε τὴν ἡτοιμασμένην ὑμῖν βασιλείαν ἀπὸ καταβολῆς κόσμου. Καὶ τοῖς ἐξ εὐωνύμων· πορεύεσθε ἀπ’ ἐμοῦ οἱ κατηραμένοι εἰς τὸ πῦρ τὸ ἐξώτερον, ἡτοιμασμένον τῷ Διαβόλῳ καὶ τοῖς ἀγγέλοις αὐτοῦ. Καὶ ἀπελεύσονται οὗτοι εἰς κόλασιν αἰώνιον, οἱ δὲ δίκαιοι εἰς ζωὴν αἰώνιον. ᾯ ἡ δόξα, μετὰ τοῦ Πατρὸς καὶ τοῦ Ἁγίου Πνεύματος· νῦν
10καὶ ἀεί, καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων. Ἀμήν.233