TLG 4138 059 :: EPHRAEM SYRUS :: Sermo paraeneticus de secundo aduentu domini, et de paenitentia

EPHRAEM SYRUS Theol., vel Ephraem Graecus
(Syrus: A.D. 4)

Sermo paraeneticus de secundo aduentu domini, et de paenitentia

Source: Phrantzoles, Konstantinos G. (ed.), Ὁσίου Ἐφραίμ τοῦ Σύρου ἔργα, vol. 4. Thessalonica: Το περιβόλι της Παναγίας, 1992: 206–222.

Dup. Assemani, J.S., Sancti patris nostri Ephraem Syri opera omnia, vol. 3 Rome (1732) 152b–159.

Citation: Page — (line)

206

(1t)

Λόγος παραινετικός. Περὶ τῆς δευτέρας
2tπαρουσίας τοῦ Κυρίου, καὶ περὶ μετανοίας
1 Ἀδελφοί, μετανοήσωμεν, ἵνα τὸν Θεὸν ἵλεων ποιησώμεθα ταῖς ἁμαρτί‐ αις ἡμῶν. Παρακαλέσωμεν αὐτόν, ὅτι παρωξύναμεν αὐτόν. Ταπεινωθῶμεν, ἵνα ὑψώσῃ ἡμᾶς. Κλαύσωμεν, ἵνα παρακαλέσῃ ἡμᾶς. Ἀπορρίψωμεν ἀφ’ ἡμῶν κακὴν συνήθειαν καὶ ἐνδυσώμεθα τὴν ἀρετήν, ὥσπερ ἱμάτιον, μάλιστα ἡμεῖς οἱ
5καταξιωθέντες τῆς ἀγελικῆς πολιτείας. Λάβωμεν, ἀγαπητοί, μέτρον τὸν καλὸν ἀγῶνα καὶ τέλειον τῶν πρὸ ἡμῶν πατέρων. Μὴ σήμερον ἐγκρατεύσῃ, καὶ αὔριον ἀριστοποιήσῃς. Μὴ σήμερον ὑδροποτήσῃς, καὶ αὔριον οἰνοποτήσῃς. Μὴ σήμερον ἀνυπόδετος, καὶ αὔριον τζαγγὶν ὁμαλόν. Μὴ σήμερον τρύχινα, καὶ αὔ‐
ριον τρίμιτα. Μὴ σήμερον εὐτελής, καὶ αὔριον κεκαλλωπισμένος. Μὴ σήμερον206

207

πρᾷος καὶ ταπεινός, καὶ αὔριον ἀλαζὼν καὶ ὑπερήφανος. Μὴ σήμερον ὑπήκοος, καὶ αὔριον ἀκατάστατος καὶ ἀνήκοος. Μὴ σήμερον ἐν σοὶ κλαυθμὸς καὶ ὀδυρ‐ μός, καὶ αὔριον γέλως καὶ ἀδιαφορία. Μὴ σήμερον χαμοκοιτήσῃς, καὶ αὔριον κλινοκοιτήσῃς. Μὴ σήμερον μετανοήσῃς, καὶ αὔριον ἐπιλάθῃ, ἀλλὰ κανόνα κά‐
5τεχε ἕνα, καθὼς καὶ οἱ ἅγιοι Πατέρες ἐπὶ πεντήκοντα ἔτη καὶ πλείω οὐκ ἤλλα‐ ξαν τὸν κανόνα αὐτῶν. Ἀγαπητέ, τί ἀπετάξω τῷ κόσμῳ, ἐὰν ἀνάπαυσιν κοσμικὴν ζητῇς; Εἰς θλῖψιν ἐκλήθης, καὶ σὺ ἀνάπαυσιν ζητεῖς; Εἰς γυμνότητα, καὶ σὺ ἱμάτια φιλο‐ καλεῖς; Εἰς δίψαν, καὶ σὺ οἶνον πίνεις; Εἰς πόλεμον, καὶ σὺ χωρὶς ὅπλων βού‐
10λει εἰσελθεῖν εἰς τὴν βασιλείαν; Εἰς ἀγρυπνίαν, καὶ σὺ ὕπνῳ καταφέρῃ; Εἰς κλαυθμὸν καὶ ὀδυρμόν, καὶ σὺ γελᾷς; Εἰς ἀγάπην, καὶ σὺ τὸν ἀδελφόν σου μι‐ σεῖς; Εἰς ὑποταγήν, καὶ σὺ ἀντιλέγεις; Εἰς πρᾳότητα καὶ ταπεινοφροσύνην, καὶ σὺ ὑπερηφανεύῃ; Εἰς κληρονομίαν τῆς βασιλείας αὐτοῦ, καὶ σὺ τὰ γήϊνα φρο‐ νεῖς;
15Βλέπετε, ἀδελφοί, μὴ ἀποταξάμενοι τῷ κόσμῳ τὰ τοῦ κόσμου φρονῶμεν.
Μὴ στραφῆτε πάλιν εἰς τὰ ὀπίσω καὶ κοσμικὰ φρονῆτε ἢ πράττητε ἢ ὁμιλῆτε·207

208

καὶ γὰρ φθείρουσιν ἤθη χρηστὰ ὁμιλίαι κακαί. Ἀλλὰ καθὼς λέγει ὁ προφήτης Δαυΐδ, ἐν τῷ νόμῳ Κυρίου μελέτα ἡμέρας καὶ νυκτός, ἵνα μετ’ αὐτοῦ θαρρῶν λέγῃς· ἐγὼ δὲ τὸν νόμον σου ἐμελέτησα. Καὶ πάλιν· ἐξερευνήσω τὸν νόμον σου, καὶ φυλάξω αὐτὸν ἐν ὅλῃ καρδίᾳ μου. Καὶ πάλιν· μελετήσω τὸν νόμον
5σου διαπαντός. Καὶ πάλιν· ἀγαθός μοι ὁ νόμος τοῦ στόματός σου ὑπὲρ χιλιάδας χρυσίου καὶ ἀργυρίου. Καὶ πάλιν· ἀγαλλιάσομαι ἐγὼ ἐπὶ τὰ λόγιά σου. Καὶ σύ, ἀδελφέ, μὴ κοσμικὰ ὁμίλει, ἀλλὰ πνευματικά. Μὴ περὶ τῶν γη‐ ΐνων, ἀλλὰ περὶ τῶν οὐρανίων. Ἄνω ἔχε σου τὴν καρδίαν πρὸς τὸν Σωτῆρα Χριστόν, καὶ εἰπὲ μετὰ τοῦ Δαυΐδ· Κύριε, οὐχ ὑψώθη ἡ καρδία μου. Πρὸς
10αὐτὸν ἀπόβλεπε πάντοτε, λέγων· πρὸς σὲ ἦρα τοὺς ὀφθαλμούς μου τὸν κατοι‐ κοῦντα ἐν τῷ οὐρανῷ. Κατάγαγε δάκρυα, ὅτι οἱ σπείροντες ἐν δάκρυσιν, ἐν ἀγαλλιάσει θεριοῦσι. Νύκτα καὶ ἡμέραν πρὸς τὴν ἐσχάτην ὥραν ἀπόβλεπε. Ὁ
ψαλμὸς ἐπὶ τοῦ στόματός σου ἔστω ἀδιαλείπτως· Θεὸς γὰρ ὀνομαζόμενος φυ‐208

209

γαδεύει δαίμονας. Λάλει τῷ Θεῷ πολλά, καὶ τοῖς ἀνθρώποις ὀλίγα. Ἀεὶ μνη‐ μόνευε τοῦ Θεοῦ, καὶ οὐρανὸς ἡ διάνοιά σου γενήσεται. Μὴ ἀγάπα τὸ τρυφᾶν, ἀλλὰ φεῦγε τὰς ἡδονάς. Μίσησον πᾶσαν χαρὰν τοῦ κόσμου τούτου. Μὴ περικα‐ κήσῃς τὴν χαμοκοιτίαν, ὅτι πρόξενός ἐστιν ἀπολαύσεως αἰωνίου. Μὴ φανῇ σοι
5βάρος ἡ νηστεία, ὅτι εἰς εὐφροσύνην σε παραπέμπει αἰώνιον. Ἐγένου στρατιώ‐ της τοῦ Χριστοῦ; Μὴ συμπλακῇς ταῖς τοῦ βίου πραγματείαις, ἵνα τῷ στρατολο‐ γήσαντι ἀρέσῃς. Ἀπετάξω τῷ κόσμῳ; Μὴ ἀγάπα τὸν κόσμον, μηδὲ τὰ ἐν κό‐ σμῳ. Ἐπέβαλες τὴν χεῖρά σου ἐπ’ ἄροτρον; Μὴ στραφῇς εἰς τὰ ὀπίσω. Ἐμνη‐ στεύσω Χριστόν; Ἀνάμεινον αὐτὸν ἐρχόμενον. Καθ’ ἑκάστην δὲ ἡμέραν καὶ
10ὥραν καὶ στιγμὴν αὐτοῦ μνημόνευε, ὡς νύμφη τοῦ ἑαυτῆς νυμφίου. Ἀεὶ εἰς αὐτὸν ἔχε τὸν νοῦν, ὥσπερ φίλανδρος γυνὴ ἔχουσα τὸν ἑαυτῆς ἄνδρα ἐν ἀποδη‐ μίᾳ, ἥτις ἐν πολλῇ μερίμνῃ οὖσα καὶ θλίψει, οὐ παύεται κατασκοποῦσα τὰς ὁ‐ δοὺς καὶ τοὺς παρερχομένους ἐρωτῶσα· ὅπου δ’ ἂν ἀπέλθῃ, περὶ αὐτοῦ ὁμιλεῖ,
καὶ κοιμωμένη αὐτὸν προσδοκᾷ καὶ ἀκροᾶται, καὶ οὐ τυγχάνει ἀνέσεως, οὔτε209

210

γελᾷ μετά τινος, οὐκ εὐφραίνεται, οὐ παύεται δακρύουσα, ἕως οὗ ὑποδέξηται τὸν ποθούμενον. Οὕτως οὖν καὶ σύ, Χριστιανέ, καὶ μάλιστα ὁ ἀποταξάμενος τῷ ματαίῳ βίῳ. Καὶ τί λέγω ὁ ἀποταξάμενος; Πάντες γὰρ παραστησόμεθα τῷ βήματι τοῦ
5Χριστοῦ, ἵνα ἕκαστος κομίσηται τὰ διὰ τοῦ σώματος πρὸς ἃ ἔπραξεν, εἴτε ἀγαθὸν εἴτε κακόν. Λοιπὸν οὖν, ἀδελφέ, μὴ ποθήσῃς τρυφὴν πρόσκαιρον· μὴ ζητήσῃς ἀνάπαυσιν σωματικήν· μὴ δῷς ὕπνον σοῖς ὀφθαλμοῖς, μηδὲ ἀμερίμνως δίαγε, ἀλλ’ ἔχε τὸν Θεὸν πρὸ ὀφθαλμῶν σου πάντοτε, ἵνα μετὰ τοῦ ἁγίου Δαυ‐ ῒδ δυνηθῇς λέγειν· προωρώμην τὸν Κύριον ἐνώπιόν μου διαπαντός. Μὴ παύσῃ
10ἐρευνῶν τὰς θείας Γραφάς. Μὴ παύσῃ ἐρωτῶν τὴν μητέρα σου τὴν Ἐκκλησίαν, πότε παραγένηται ὁ ποθούμενος Νυμφίος καὶ τὸ σημεῖον τῆς αὐτοῦ παρουσίας. Ἐρώτησον καὶ μάθε ὅτι οὐ βραδύνῃ ὁ Κριτής. Μὴ παύσῃ ἐρωτῶν ἕως οὖ πλη‐ ροφορηθῇς ἀκριβῶς. Μὴ παύσῃ παρακαλῶν τοὺς ἀκριβῶς γινώσκοντας περὶ τούτου.
15Θέλεις δὲ γνῶναι τίνες εἰσὶν οἱ ἀκριβῶς ἐπιστάμενοι τοῦτο τὸ μέγα καὶ210

211

φοβερὸν μυστήριον; Προφῆται, Ἀπόστολοι, Εὐαγγελισταί· οὗτοι ἀκριβῶς γι‐ νώσκουσι περὶ τῆς φοβερᾶς παρουσίας τοῦ Χριστοῦ καὶ νυμφίου· τούτους ἐρώτη‐ σον, ἀδελφέ, καὶ ἀκοῦσαι ἔχεις ὅτι ἔρχεται καὶ οὐ χρονιεῖ. Ἐρώτησον τὸν μέ‐ γαν προφήτην Ἠσαΐαν, καὶ ἀποκρίνεταί σοι λέγων· ἰδοὺ Κύριος ἔρχεται, καὶ ὁ
5μισθὸς αὐτοῦ μετ’ αὐτοῦ. Καὶ πάλιν· Κύριος Σαβαὼθ ἐξέρχεται συντρίψαι πόλε‐ μον. Καὶ ἄλλος προφήτης λέγει· ὁ ἐρχόμενος ἥξει καὶ οὐ χρονιεῖ. Ἀνταποκρι‐ θήσεταί σοι καὶ ὁ προφήτης Μαλαχίας λέγων· ἰδοὺ ἔρχεται, καὶ τίς ὑπομενεῖ ἡμέραν εἰσόδου αὐτοῦ; Ἢ τίς στήσεται ἐν τῇ ὀπτασίᾳ αὐτοῦ; Διδάξει δέ σε καὶ ὁ προφήτης Δαυῒδ λέγων· ὁ Θεὸς ἐμφανῶς ἥξει καὶ προσκυνήσουσιν αὐτὸν πάν‐
10τες οἱ βασιλεῖς τῆς γῆς. Καὶ πάλιν· ὅτι ἔρχεται κρῖναι τὴν γῆν. Ἐὰν Πέτρον ἐρωτήσῃς τὸν κορυφαῖον, καὶ αὐτὸς ἀνταποκριθήσεταί σοι λέγων· οὐ βραδύνει Κύριος τῆς ἐπαγγελίας, ὥς τινες βραδύτητα ἡγοῦνται, ἀλλὰ μακροθυμεῖ μὴ θέ‐ λων τινὰ ἀπολέσθαι, ἀλλὰ πάντας εἰς μετάνοιαν χωρῆσαι. Καὶ πάλιν· ὅτι ἡ
ἡμέρα Κυρίου ὡς κλέπτης ἐν νυκτί, οὕτως ἔρχεται. Ἰάκωβος δὲ πάλιν ἀνταπο‐211

212

κρίνεται λέγων· ἰδοὺ ὁ Κριτὴς πρὸ τῶν θυρῶν ἕστηκε. Λέγει δὲ πρὸς σὲ καὶ ὁ θεολόγος Ἰωάννης λέγων· ἵνα ἔχωμεν παρρησίαν καὶ μὴ αἰσχυνθῶμεν ἀπ’ αὐ‐ τοῦ ἐν τῇ παρουσίᾳ αὐτοῦ. Ἐρώτησον, ἀγαπητέ, καὶ τὸν ἅγιον Ματθαῖον τὸν Εὐαγγελιστήν, καὶ
5αὐτός σοι λέξει τρανότερον περὶ τῆς παρουσίας τοῦ Νυμφίου, ἃ ἤκουσε παρ’ αὐτοῦ· λέγει δέ· εἶπεν ὁ Κύριος· γρηγορεῖτε, ὅτι οὐκ οἴδατε τὴν ὥραν, οὐδὲ τὴν ἡμέραν, ἐν ᾗ ὁ Χριστὸς ἔρχεται. Καὶ πάλιν· γίνεσθε ἕτοιμοι, ὅτι ᾗ ὥρᾳ οὐ δοκεῖτε, ὁ Κύριος ἔρχεται. Καὶ πάλιν· μακάριος ὁ δοῦλος ἐκεῖνος, ὃν ἐλθὼν ὁ κύριος αὐτοῦ εὑρήσει γρηγοροῦντα. Καὶ πάλιν λέγει· ὄψονται τὸν Υἱὸν τοῦ ἀν‐
10θρώπου ἐρχόμενον ἐπὶ τῶν νεφελῶν τοῦ οὐρανοῦ μετὰ δυνάμεως καὶ δόξης πολλῆς. Τότε καθήσεται ἐπὶ θρόνου δόξης αὐτοῦ, καὶ συναχθήσονται ἔμπροσθεν αὐτοῦ πάντα τὰ ἔθνη, καὶ ἀφοριεῖ αὐτοὺς ἀπ’ ἀλλήλων, ὥσπερ ὁ ποιμὴν ἀφορί‐ ζει τὰ πρόβατα ἀπὸ τῶν ἐρίφων, καὶ τὰ ἑξῆς. Καὶ τοὺς λοιποὺς τῶν Εὐαγγελι‐ στῶν καὶ πάντας τοὺς Ἁγίους ἐὰν ἐρωτήσῃς, τὰ ὅμοια ἀκούσῃς παρ’ αὐτῶν
15περὶ τῆς παρουσίας τοῦ Κυρίου, ὅτι ἐγγύς ἐστιν ἐπὶ θύραις.212

213

Λοιπὸν οὐκέτι ἔχεις πρόφασιν. Ἰδοὺ ἤκουσας παρὰ τῶν μακαρίων Προ‐ φητῶν καὶ Ἀποστόλων πᾶσαν ἀλήθειαν. Ἄρτι οὖν ἑτοίμασον τὰ τῆς σωτηρίας. Καὶ τί ποιήσω ἵνα σωθῶ καὶ εὕρω ἔλεος καὶ παρρησίαν ἐν τῇ ἡμέρᾳ τῆς ἀπο‐ λογίας; Ἐγώ σοι λέγω· μόνον φύλαξον. Ἐὰν οὖν ἀκούσῃς τοῦ Κυρίου, ἐπα‐
5κούσεταί σου καὶ αὐτός· εἶπε γὰρ οὕτως ὁ Κύριος· ἐὰν ἀφῆτε τοῖς ἀνθρώποις τὰ παραπτώματα αὐτῶν, ἀφήσει καὶ ὁ Πατὴρ ὑμῶν ὁ οὐράνιος τὰ παραπτώματα ὑμῶν. Ἰδοὺ ἤκουσας τέως μιᾶς ἐντολῆς μεγάλης καὶ ἐλαφρᾶς· εἶπε γὰρ ὁ φι‐ λάνθρωπος Θεός, ὅτι τὸ φορτίον μου ἐλαφρόν ἐστι. Ποῖον γὰρ βάρος ἐστὶ τὸ ἀφιέναι τοῦ ἀδελφοῦ τὰ παραπτώματα, καὶ συγχωρηθῆναι παρὰ τοῦ Θεοῦ τὰ
10ἴδια παραπτώματα; Ἵνα θαρρῶν λέγῃς· ἄφες μοι τὰ ὀφειλήματά μου, Δέσπο‐ τα· ἐγὼ γὰρ ἀφῆκα τοῦ ἀδελφοῦ μου. Ταύτην τὴν ἐντολὴν φύλαξον. Μὴ ἔχε ἔχθραν κατά τινος, μηδὲ μισήσῃς τινά ποτε· μὴ γελοίοις σχολάσῃς· μὴ καταλαλήσῃς· μὴ λοιδορήσῃς· μὴ ἀργο‐ λογήσῃς· μὴ κοσμικοῖς συναυλισθῇς περισσῶς· μὴ μυθολογήσῃς· μὴ κατασχέ‐
15τω σε ἐπίγεια πράγματα, ὁ ἀποταξάμενος τῷ κόσμῳ ὅλῳ· μὴ ἔχε ἄλλην μέρι‐213

214

μναν, μηδὲ ἄλλον ἀγῶνα, πλὴν τῆς ἡμέρας ἐκείνης τῆς φοβερᾶς, καὶ ἀεὶ ἡ καρδία καὶ ἡ γλῶσσά σου περὶ κρίσεως μελετάτω. Εἴτε οὖν ἐργάζῃ, εἴτε προσ‐ εύχῃ, εἴτε περιπατεῖς, εἴτε καθέζῃ, εἴτε ἐσθίεις, εἴτε νηστεύεις, εἴτε ἐπὶ τῆς κοί‐ της σου κεῖσαι γρηγορῶν, ἢ ἄλλο τι πράττεις, μὴ ἀποστῇ ὁ νοῦς σου τοῦ ἐνθυ‐
5μεῖσθαι καὶ τὸ στόμα σου λαλεῖν περὶ κρίσεως. Διαλογίζου δὲ ἐν τῇ καρδίᾳ σου οὕτως· ἆρα πῶς ἔχω ἀπολογήσασθαι τῷ Κριτῇ; Ἆρα εὑρίσκεται ἁμαρτωλὸς ἄλλος, ὡς ἐγώ; Πῶς ἐξαλείψω μου τὰς ἁμαρτίας; Πῶς; Ἐγώ σοι λέγω· ὡς ὁ Δαυῒδ ἐποίησε καὶ ἐδίδαξε, λέγων· λούσω καθ’ ἑκάστην νύκτα τὴν κλίνην μου, ἐν δάκρυσί μου τὴν στρωμνήν μου βρέξω.
10 Οὕτως κλαῖε καὶ ἐνθυμοῦ, λέγων· ἆρα ποταπαί εἰσιν ἐκεῖναι αἱ κολάσεις αἱ φοβεραί, ἃς λέγει ἡ θεία Γραφή; Ἆρα ποταπός ἐστιν ὁ πύρινος ποταμὸς ἐκεῖνος; Ἆρα ποταπόν ἐστιν ἐκεῖνο τὸ ἄσβεστον πῦρ; Ἆρα ποταπόν ἐστιν ἐκεῖνο τὸ ἐξώτερον σκότος; Ἆρα ποταποί εἰσιν οἱ βρυγμοὶ τῶν ὀδόντων; Ἆρα ποταπή
ἐστιν ἐκείνη ἡ γέεννα τοῦ πυρός; Ἆρα ποταπός ἐστιν ἐκεῖνος ὁ σκώληξ ὁ ἀτε‐214

215

λεύτητος; Ἆρα ποταπός ἐστιν ἐκεῖνος ὁ κλίβανος τοῦ πυρός; Ἆρα εἰς ποῖον ἁρμόζει με ἐκ τούτων ἀπελθεῖν τὸν ἁμαρτωλόν; Ταῦτα μελέτα, τέκνον, καθ’ ἑκάστην ἡμέραν καὶ νύκτα καὶ ὥραν, καὶ σπούδασον προσκαρτερῶν τῇ νηστείᾳ καὶ τῇ ἀγρυπνίᾳ καὶ τῇ προσευχῇ καὶ τοῖς
5δάκρυσι καὶ τῷ πάντοτε ἰδιάζειν ἐν τῷ κελλίῳ καὶ σιωπᾶν. Καὶ μὴ παρασιω‐ πήσῃς, ἀδελφέ, μηδὲ χαυνώσῃς· κἄν τινες διασύρωσί σε ἢ καταγελῶσιν ἢ ἐξου‐ δενῶσιν ἢ εὐτελίζωσι, σὺ μὴ πρόσεχε αὐτοῖς, ἀλλ’ ἔχε τὸν σκοπόν σου εἰς τὸν ποθούμενον Νυμφίον. Καὶ εἰπὲ ὅτι ἄξιός εἰμι ἐμπαίζεσθαι. Καὶ γὰρ ὁ Κύριός μου ἐνεπαίχθη καὶ ὑβρίσθη καὶ ἐνεπτύσθη καὶ ἐσταυρώθη καὶ ἐμισήθη ὑπὸ τῶν
10μαθητῶν τοῦ Διαβόλου. Διδάσκει δὲ καὶ ἡμᾶς ὁ Κύριος, ἵνα καὶ ἡμεῖς ἀδικού‐ μενοι ὑπομένωμεν, λοιδορούμενοι εὐλογῶμεν, διωκόμενοι ἀνεχώμεθα. Μνημό‐ νευε πάλιν, ἀδελφέ, τοῦ Κυρίου λέγοντος τοῖς μαθηταῖς· εἰ ὁ κόσμος ὑμᾶς μι‐ σεῖ, γινώσκετε ὅτι ἐμὲ πρῶτον ὑμῶν μεμίσηκεν. Ἀλλ’ ὅτι ἐγὼ ἐξελεξάμην ὑμᾶς ἐκ τοῦ κόσμου, διὰ τοῦτο μισεῖ ὑμᾶς ὁ κόσμος. Καὶ πάλιν· μακάριοί ἐστε,
15ὅταν ὀνειδίσωσιν ὑμᾶς καὶ διώξωσι καὶ μισήσωσιν ὑμᾶς οἱ ἄνθρωποι. Καὶ πάν‐215

216

τες δὲ οἱ Ἅγιοι τὴν στενὴν ταύτην ὁδὸν ἐβάδισαν, ὡς λέγει ὁ Ἀπόστολος, ὅτι ἐμπαιγμῶν καὶ μαστίγων πεῖραν ἔλαβον, ἐλιθάσθησαν, ἐπρίσθησαν, ἐπειράσθη‐ σαν, ἐν φόνῳ μαχαίρας ἀπέθανον, περιῆλθον ἐν μηλωταῖς, ἐν αἰγείοις δέρμα‐ σιν, ὑστερούμενοι, θλιβόμενοι, κακουχούμενοι, ἐν ἐρημίαις πλανώμενοι καὶ
5ὄρεσι καὶ σπηλαίοις καὶ ταῖς ὀπαῖς τῆς γῆς. Καὶ σύ, ἀδελφέ, ἐὰν ὑπομείνῃς καὶ τοῦ μικροῦ κανόνος σου ἐπιμελήσῃ, σὺν αὐτοῖς ἔχεις εὑρεθῆναι. Μὴ οὖν ῥᾳθυμήσητε ὅτι μισεῖ ὑμᾶς ὁ κόσμος· οἱ γὰρ μισοῦντες τρισάθλιοι, οἱ δὲ μισούμενοι διὰ Χριστὸν μακάριοι. Ἔρχεται γὰρ καὶ ἀποδώσει ἑκάστῳ κατὰ τὰ ἔργα αὐτοῦ. Φησὶ γὰρ ὁ Προφήτης· ἔρχεται,
10καὶ τίς ὑπομενεῖ ἡμέραν εἰσόδου αὐτοῦ; Ὄντως γὰρ ὄντως φοβερὰ ἡ ἡμέρα τῆς παρουσίας αὐτοῦ. Ἄκουσον καὶ ἄλλο ὅμοιον τούτου· λέγει γὰρ ὁ προφήτης Δα‐ νιήλ, ὅτι θρόνοι ἐτέθησαν, καὶ παλαιὸς ἡμερῶν ἐκάθισε. Τὸ ἔνδυμα αὐτοῦ λευ‐ κὸν ὡσεὶ χιών, ἡ δὲ θρὶξ τῆς κεφαλῆς αὐτοῦ ὡσεὶ ἔριον καθαρόν· ὁ θρόνος αὐ‐
τοῦ φλὸξ πυρός· χίλιαι χιλιάδες ἐλειτούργουν αὐτῷ, καὶ μύριαι μυριάδες παρε‐216

217

στήκεσαν αὐτῷ· κριτήριον ἐκάθισεν, καὶ βίβλοι ἠνεῴχθησαν. Τίς οὐ φοβεῖ τὴν ἡμέραν ἐκείνην; Τίς οὐ φρίξει τὴν ὥραν ἐκείνην; Ὧδε πολλάκις τρανοτέρα βροντὴ ἐὰν γένηται, οὐ βαστάζομεν, ἀλλὰ πάντες ἐπὶ τὴν γῆν ἐπικλίνομεν. Τίς ἄρα βαστάσει τότε, ὅταν θεωρεῖ τὰ παράδοξα ἐκεῖνα θαύ‐
5ματα; Ὅταν ἴδῃ τὰς δυνάμεις τῶν οὐρανῶν σαλευομένας; Ὅταν θεωρήσῃ τὰ στοιχεῖα λυόμενα, τὸν οὐρανὸν ὡς βιβλίον εἱλισσόμενον, τὸν ἥλιον σκοτιζόμε‐ νον, τὴν σελήνην μεταβαλλομένην εἰς αἷμα, τὰ ἄστρα πίπτοντα ἐκ τοῦ οὐρα‐ νοῦ, ὥσπερ φύλλα ἀπὸ συκῆς, τὴν γῆν κατακαιομένην, καὶ τὰ ἐν αὐτῇ ἔργα; Ὅταν θεωρήσῃς τὴν σάλπιγγα ἐκ τοῦ οὐρανοῦ κεκραγῶσαν φοβερὸν καὶ ἐγεί‐
10ρουσαν τοὺς ἀπ’ αἰῶνος κοιμηθέντας; Ὅταν θεωρήσῃς τοὺς οὐρανοὺς σχιζομέ‐ νους καὶ τὸν Θεὸν ἀποκαλυπτόμενον κατὰ θυμοῦ μεγάλου ἐπὶ τοὺς ἁμαρτω‐ λούς; Ὅταν θεωρήσῃς τοὺς Ἀγγέλους ἀποστελλομένους καὶ περιτρέχοντας καὶ ἐπισυνάγοντας τοὺς ἐκλεκτοὺς ἐκ τῶν τεσσάρων ἀνέμων, ἀπ’ ἄκρων οὐρανῶν
ἕως ἄκρων αὐτῶν; Ὅταν θεάσῃ τὸν θρόνον τὸν φοβερὸν ἑτοιμασθέντα καὶ τὸν217

218

δίκαιον Κριτὴν καθεζόμενον; Ὅταν ἴδῃς πᾶσαν ἀνθρωπίνην φύσιν ἔμπροσθεν αὐτοῦ συνηγμένην μετὰ μεγάλου φόβου καὶ τρόμου; Πιστεύσατέ μοι, ἀδελφοί μου ἀγαπητοί, ὅτι πολλῶν δακρύων ἐστὶν ἀξία ἡ ἡμέρα ἐκείνη καὶ πολλῶν στεναγμῶν, ὅταν θεωρήσωμεν τὴν ἐλεεινὴν καὶ
5ὀδυνηρὰν ὥραν ἐκείνην, ὅτε ἀφορίζει ἡμᾶς ἀπ’ ἀλλήλων ὁ Κριτής, ὡς ὁ ποι‐ μὴν ἀφορίζει τὰ πρόβατα ἀπὸ τῶν ἐρίφων. Τότε χωρίζονται γονεῖς ἀπὸ τῶν τέ‐ κνων καὶ τέκνα ἀπὸ γονέων. Τότε διαμερισθήσονται ἀδελφοὶ ἀπὸ ἀδελφῶν καὶ φίλοι ἀπὸ φίλων καὶ συγγενεῖς ἀπὸ τῶν γνωρίμων. Τότε διαχωρίζονται κληρι‐ κοὶ ἀπὸ συγκληρικῶν καὶ ἐπίσκοποι ἀπὸ συνεπισκόπων καὶ διάκονοι ἀπὸ συν‐
10διακόνων καὶ ὑποδιάκονοι καὶ ψάλται καὶ ἀναγνῶσται ἀπ’ ἀλλήλων. Τότε δια‐ χωρίζονται καὶ τὰ ἀνδρόγυνα ἐν δάκρυσι. Τότε κλαύσονται βασιλεῖς καὶ ἄρχον‐ τες οἱ μεγάλα πράξαντες καὶ ἐν ἀδικίᾳ βιώσαντες καὶ καταπονήσαντες τοὺς ἰδί‐ ους καὶ ὁμοπίστους ἀδελφούς. Τότε ζητεῖται τὸ αἶμα τῶν ἀπολλυμένων ἐξ ἀμε‐ λείας τῶν ἐπισκόπων καὶ πρεσβυτέρων ἐκ τῶν χειρῶν αὐτῶν. Τότε ἕκαστος
15ἀπαιτεῖται τὸ τάλαντον, ὃ ἔλαβε καὶ προσέθηκε. Πᾶς μὲν Χριστιανὸς ἀπαιτεῖται218

219

ἃ ἤκουσε καὶ παρέλαβεν· ἐξαιρέτως δὲ ἀρχιερεῖς, ἱερεῖς καὶ λευῖται· δυνατοὶ γὰρ δυνατῶς ἐτασθήσονται. Τότε ἕκαστος ἵσταται μετὰ φόβου καὶ τρόμου τὴν κεφαλὴν κάτω νεύων καὶ ἐκδεχόμενος τὴν ἀπόφασιν τὴν μέλλουσαν κατ’ αὐτοῦ ἐξελθεῖν. Τότε θεωρεῖ πῶς τιμῶνται οἱ ἀγωνισάμενοι ὧδε ἐν νηστείαις καὶ
5ἀγρυπνίαις καὶ δάκρυσι καὶ προσευχαῖς· ποίας δὲ καὶ τὰς παρὰ τοῦ Βασιλέως λαμβάνουσιν ἀπολαύσεις. Καὶ στενάζων καὶ τρίζων τοὺς ὀδόντας, λέγει· πῶς ἐγὼ ὁ ἄθλιος οὐκ ἠγωνισάμην τὸν ὀλίγον ἐκεῖνον τῆς ζωῆς μου χρόνον, ἀλλ’ ἐν ἀμελείᾳ παρῆλθον τὰς ἡμέρας μου; Ἄρα ἄρτι ποῦ με ἁρμόζει οὐκ οἶδα, ἢ εἰς τὴν κόλασιν.
10 Ταῦτα δὲ αὐτοῦ ἐνθυμουμένου, ἐξέρχεται ἡ ἀπόφασις παρὰ τοῦ Βασιλέως λέγουσα· ἕκαστος θερίσει ὃ ἔσπειρε. Τότε οἱ σπείραντες ἐν δάκρυσιν, ἐν ἀγαλ‐ λιάσει θεριοῦσιν ἐκεῖθεν. Τότε ἕκαστος ἀπέρχεται ὅπου τὰ ἔργα αὐτοῦ· ἵστανται γὰρ τὰ ἔργα ἑκάστου ἔμπροσθεν αὐτοῦ λέγοντα πρὸς αὐτόν· σὺ ἡμᾶς ἔπραξας, ἄθλιε. Ὤφειλες διὰ τῶν δακρύων σου ἐξαλεῖψαι ἡμᾶς. Ἤκουες τῆς Γραφῆς λε‐
15γούσης, ὅτι ἔρχεται ὥρα ἀποδοῦναι ἑκάστῳ κατὰ τὰ ἔργα αὐτοῦ, καὶ ἐνέπαιζες219

220

τοὺς λέγοντας. Ἄρτι οὖν δεῦρο ὑπάγωμεν, καὶ τῶν πόνων τῶν καρπῶν σου ἀπόλαυσον. Τότε ἀπελεύσεται ἕκαστος εἰς τὸν ἴδιον τόπον, ὃν ἡτοίμασεν ἑαυτῷ, καὶ πληροῦται ἡ Γραφὴ λέγουσα· τότε λαλήσει πρὸς αὐτοὺς ἐν ὀργῇ αὐτοῦ, καὶ ἐν τῷ θυμῷ αὐτοῦ ταράξει αὐτούς. Οἱ δὲ ἑτοιμάσαντες ἑαυτοὺς οὐ
5ταράσσονται, ἀλλὰ παρρησίᾳ κράζουσιν· ἡτοιμάσθην, καὶ οὐκ ἐταράχθην. Οἱ δὲ μὴ ἕτοιμοι ταραχθήσονται ἀκούοντες τό, πορεύεσθε ἀπ’ ἐμοῦ οἱ κατηραμένοι εἰς τὸ πῦρ τὸ αἰώνιον. Τότε πορεύσονται οἱ μὲν εἰς τὸ ἐξώτερον σκότος, οἱ δὲ εἰς τὴν γέενναν τοῦ πυρός· οἱ δὲ εἰς τὸν βρυγμὸν τῶν ὀδόντων καὶ εἰς τὰς λοιπὰς κολάσεις, ὠθούντων αὐτοὺς τῶν Ἀγγέλων μετὰ σπουδῆς καὶ λεγόντων πρὸς
10αὐτούς· ὡς πρόβατα ἐγένεσθε τοῦ ᾅδου, θάνατος ποιμανεῖ ὑμᾶς. Οἱ δὲ ἀπέρ‐ χονται τρίζοντες τοὺς ὀδόντας καὶ ἐπιστρεφόμενοι πυκνοτέρως καὶ θεωροῦντες πῶς ἀπεχωρίσθησαν, καὶ ἀπάγονται, καὶ οὐδεὶς ὁ βοηθῆσαι δυνάμενος. Ποῦ ὅλος ὁ πλοῦτος τοῦ κόσμου; Ποῦ ἡ δυναστεία τῶν βασιλέων; Ποῦ
τὸ θράσος τῶν ἀρχόντων; Πῶς οὐδαμοῦ φαίνεται ὁ βοηθῆσαι δυνάμενος τοὺς220

221

ἀγαπωμένους; Ποῦ πατὴρ ὁ γεννήσας; Ποῦ μήτηρ ἡ ὠδινήσασα; Ποῦ οἱ γνήσι‐ οι ἀδελφοί; Ποῦ οἱ φίλοι; Ποῦ οἱ συγγενεῖς; Ποῦ οἱ κῶμοι τῶν τρυφώντων; Ποῦ οἱ θόρυβοι; Ποῦ οἱ καυχώμενοι ἐν πλούτῳ; Ὢ πόσων δακρύων καὶ στε‐ ναγμῶν ἀξία ἐστὶν ἡ ὥρα ἐκείνη; Διὰ ταύτην τὴν ὥραν ἔλεγεν ὁ Κύριος, ὅτι
5μακάριοι οἱ πενθοῦντες καὶ κλαίοντες νῦν. Τότε, ἀδελφοί, ὁ εὑρὼν παρρησίαν ἀληθῶς μακάριός ἐστι. Τότε οἱ μακά‐ ριοι Ἀπόστολοι ἐκλάμψουσιν ὑπὲρ τὸν ἥλιον· οἱ Προφῆται φαιδρύνονται· οἱ Μάρτυρες στεφανοῦνται. Τότε φανερωθήσονται καὶ οἱ ἔνθεν κρυπτόμενοι ἐν ὄρε‐ σι καὶ σπηλαίοις καὶ ταῖς ὀπαῖς τῆς γῆς. Αἱ ἀγέλαι τῶν ἀποταξαμένων τῷ κό‐
10σμῳ μακαρίων μοναχῶν χορεύουσι μετὰ τῶν Ἀγγέλων ἐν ἀγαλλιάσει· οἱ ἐν τοῖς σπηλαίοις ἑαυτοὺς κατατήξαντες ἐν δάκρυσι καὶ ἀγρυπνίαις καὶ προσευ‐ χαῖς. Οἱ ἐνταῦθα εὐτελεῖς καὶ ἀφανεῖς, ἐκεῖ ἐμφανεῖς καὶ ἐν παρρησίᾳ· οἱ ἐν‐ ταῦθα ἄδοξοι καὶ περιφρονούμενοι, ἐκεῖ ἔνδοξοι καὶ τιμώμενοι· οἱ ἐνταῦθα πέ‐
νητες καὶ πτωχοί, ἐκεῖ πλούσιοι καὶ ἀγαπητοί· οἱ ἐνταῦθα καταλιπόντες πατρί‐221

222

δα καὶ συγγένειαν καὶ ἀδελφοὺς καὶ τρυφήν, ἐκεῖ ἀπέλαβον τὴν τῶν οὐρανῶν βασιλείαν. Ὦ μακάριοι ὄντες καὶ τρισμακάριοι, μοναχοί· οἱ ἔνθεν βιαζόμενοι καὶ ἐκεῖθεν ἁρπάζοντες τὴν βασιλείαν. Ἐνταῦθα γὰρ ἐν τοῖς σπηλαίοις καὶ ἐν τοῖς
5κελλίοις καὶ ἐν τοῖς ὄρεσιν ἀπαύστως Θεὸν ἐδοξολογήσατε καὶ διηκονήσατε, οὐ μόνον ἄνδρες, ἀλλὰ καὶ γυναῖκες, τὸ ἀσθενὲς γένος, ἐκεῖ δὲ σὺν τοῖς χοροῖς τῶν Ἀγγέλων πάλιν ἠξιώθητε ὑμνεῖν. Ἐποθήσατε Χριστόν, ἀπετάξασθε τῷ κό‐ σμῳ· μετέστητε ἐκ τοῦ κόσμου, ἔχετε τὸν Χριστόν. Οὐδεὶς γάρ [φησίν] ἐστιν ὃς ἀφῆκεν οἰκίαν ἢ ἀδελφοὺς ἢ τέκνα ἕνεκεν ἐμοῦ, ὃς οὐκ ἀπολαύῃ ἑκατονταπλα‐
10σίονα ἐν τῷ νῦν αἰῶνι, καὶ ἐν τῷ μέλλοντι ζωὴν αἰώνιον κληρονομήσει, καθὼς
εἶπεν ὁ Κύριος. Αὐτῷ ἡ δόξα εἰς τοὺς αἰῶνας. Ἀμήν.222