TLG 4138 058 :: EPHRAEM SYRUS :: Sermo de iudicio et resurrectione

EPHRAEM SYRUS Theol., vel Ephraem Graecus
(Syrus: A.D. 4)

Sermo de iudicio et resurrectione

Source: Phrantzoles, Konstantinos G. (ed.), Ὁσίου Ἐφραίμ τοῦ Σύρου ἔργα, vol. 4. Thessalonica: Το περιβόλι της Παναγίας, 1992: 200–205.

Dup. Assemani, J.S., Sancti patris nostri Ephraem Syri opera omnia, vol. 3 Rome (1732) 148b–150e.

Citation: Page — (line)

200

(t)

Λόγος περὶ κρίσεως καὶ ἀναστάσεως
1 Δεῦτε πάντες, ἀδελφοί, καὶ ἀκούσατε ἐμοῦ τοῦ ἐλαχίστου Ἐφραΐμ, καὶ θήσωμεν κριτὴν ἡμέτερον λογισμόν, ἵνα καταμάθωμεν ἡμετέραν καρδίαν, εἰ καθάπερ λέγουσιν αἱ θεόπνευστοι Γραφαί, οὕτως πορευόμεθα. Μὴ ἄρα ἀθετῶ‐ μεν τὸ Πνεῦμα τὸ Ἅγιον, ἐν ᾧ ἐσφραγίσθημεν, καὶ εἰ μέν τις συνεῖδε καλὰ ἔρ‐
5γα ἐν αὐτῷ, σπουδαζέτω αὐξῆσαι τὴν χάριν, ἣν ἔλαβε παρὰ τοῦ φιλανθρώπου ἐν ταπεινοφροσύνῃ. Εἰ δὲ ἐν ἁμαρτίαις κατεγνωσμένοι ἐσμέν, διὰ τί ἀμελοῦμεν, φιλόχριστοι ἀδελφοί; Ἰδοὺ γὰρ κατέφθασεν ἐφ’ ἡμᾶς, ὦ ἀδελφοί, ἡ ἡμέρα ἐκείνη, ἐν ᾗπερ σκοτίζεται τὸ φέγγος τοῦ ἡλίου καὶ πίπτουσι τὰ ἄστρα· ἐν ᾗπερ εἱλίσσεται ὡς βιβλίον ὁ οὐρανός· ἐν ᾗπερ βοᾷ σάλπιγξ μέγαν καὶ φρικτὸν ἦχον
10ἐξυπνίζουσα πάντας τοὺς ἀπ’ αἰῶνος νεκρούς· ἐν ᾗπερ ἐκκενοῦται τὰ ταμεῖα τοῦ200

201

ᾅδου διὰ φωνῆς τοῦ Κριτοῦ· ἐν ᾗπερ γίνεται ὁ Χριστὸς ἐν νεφέλαις μετὰ ἁγίων Ἀγγέλων κρῖναι ζῶντας καὶ νεκρούς, καὶ ἀποδοῦναι ἑκάστῳ κατὰ τὴν πρᾶξιν αὐτοῦ. Ἀληθῶς γὰρ φοβερὰ ὑπάρχει ἡ τοῦ Χριστοῦ ἐν δόξῃ παρουσία. Θαῦμα γάρ ἐστι, φιλόχριστοι, θεωρῆσαι ἐξαίφνης οὐρανὸν σχιζόμενον καὶ
5γῆν ἀλασσομένην, νεκροὺς ἐγειρομένους. Παριστάνει γὰρ ἡ γῆ τοῦ ἀνθρώπου τὸ σῶμα ὁποῖον ἀπέλαβεν κἂν θῆρες ἐσπάραξαν, κἂν ὄρνεον ἔφαγεν, κἂν ἰχθὺς ἐμέλισεν. Οὐκ ἀπολιμπάνεται οὔτε θρὶξ τοῦ ἀνθρώπου ἐνώπιον τοῦ Κριτοῦ, καὶ γὰρ μεταβάλλονται 〈ὑπὸ〉 τοῦ Θεοῦ εἰς ἀφθαρσίαν ἕκαστος. Τοιοῦτον γὰρ ἅ‐ παντες ἀπολαμβάνουσι σῶμα, πρὸς τὰ ἴδια ἔργα. Τὸ σῶμα τῶν δικαίων λάμ‐
10πει ἑπταπλασίως ὑπὲρ φέγγος ἡλίου· τὰ δὲ τῶν ἁμαρτωλῶν σκοτεινὰ εὑρίσκον‐ ται καὶ δυσωδίας μεστά· τὸ σῶμα γὰρ τοῦ ἀνδρὸς μηνύει πράξεις αὐτοῦ· εἷς γὰρ ἕκαστος ἡμῶν πράξεις αὐτοῦ βαστάζει ἐν ἰδίῳ σώματι· καὶ γὰρ χαλεπὴ τό‐ τε ἐξέτασις γίνεται τῶν ἡμετέρων ἔργων· κἂν γὰρ διὰ ῥημάτων ἥμαρτέ τις
ἡμῶν κἂν δι’ ἐνθυμημάτων, περιιστᾷ αὐτῷ τότε· κἂν ἀγαθὸν ἔπραξεν, ὁμοίως201

202

δὲ καὶ κακόν, ἐναργῶς βλέπει αὐτά· ὅπου δ’ ἂν ἀτενίσῃ, πράξεις αὐτοῦ θεωρεῖ. Ἀγωνισώμεθα οὖν, ἀδελφοὶ ἀγαπητοί, ἐκφυγεῖν τὸ ὄνειδος καὶ τὴν φρι‐ κτὴν αἰσχύνην συναντῶσαν τότε τοῖς ἁμαρτωλοῖς πᾶσι, καὶ γενέσθαι μέτοχοι τῶν ἀγαθῶν ἐκείνων, ὧν ἡτοίμασε Θεὸς ἅπασι τοῖς δικαίοις, ἃ ὀφθαλμὸς οὐκ
5εἶδεν, οὐδὲ οὖς ἤκουσεν, οὐδὲ ἐπὶ καρδίαν ἀνθρώπου [οὐκ] ἀνέβη· εἰς ἃ ἐπιθυ‐ μοῦσιν Ἄγγελοι παρακύψαι. Ὅταν γὰρ κατέρχεται ὁ Χριστὸς ἐξ οὐρανοῦ, εὐ‐ θὺς πῦρ τὸ ἄσβεστον διατρέχει πανταχοῦ πρὸ προσώπου τοῦ Χριστοῦ καὶ καλύ‐ πτει τὰ πάντα. Καὶ γὰρ ὁ ἐπὶ Νῶε γεγονὼς κατακλυσμός, τύπος ὑπῆρχε τού‐ του τοῦ πυρὸς τοῦ ἀσβέστου. Ὧσπερ γὰρ ἐκάλυψε πᾶσαν κορυφὴν ὄρους, οὕτως
10καὶ τὸ πῦρ τότε καλύπτει τὰ σύμπαντα. Τότε περιτρέχουσιν οἱ Ἄγγελοι παντα‐ χοῦ καὶ ἁρπάζουσι πάντας τοὺς ἁγίους καὶ πιστοὺς ἐν δόξῃ ἐν νεφέλαις εἰς ἀ‐ πάντησιν Χριστοῦ. Σπουδάσωμεν οὖν, φίλοι, εὑρεθῆναι ἄξιοι τῆς ἁρπαγῆς ἐκείνης, καὶ στα‐ θῆναι ἄμεμπτοι καὶ ἀνέγκλητοι τότε ἐνώπιον τοῦ φρικτοῦ καὶ φοβεροῦ βήμα‐
15τος. Μακάριος γάρ ἐστιν ἐν νεφέλαις συναντῶν τῷ Βασιλεῖ τῆς δόξης, ὥσπερ202

203

οὖν τρισάθλιος ὁ ἀποστερούμενος ἐκείνης τῆς ἁρπαγῆς· οἱ γὰρ μὴ ἁρπασθέντες ἐν ἐνδόξοις νεφέλαις σημαίνουσιν ὑπάρχειν ἀσεβεῖς ἁμαρτωλοί. Μὴ οὖν ἀμελήσωμεν, φιλόχριστοι ἀδελφοί. Ἰδοὺ γὰρ τὸ στάδιον ἠνέῳ‐ κται ἅπασιν. Ὡς ἔχομεν οὖν καιρὸν σπουδάσωμεν μετανοῆσαι. Τὰ ὀλέθρια πά‐
5θη τοῦ σώματος καὶ ψυχῆς νικήσωμεν ἡδονήν, ὡς σώφρων Ἰωσήφ, μὴ τῷ σώ‐ ματι μόνον, ἀλλὰ καὶ τῷ λογισμῷ· ὁ γὰρ τέλειος ἀνὴρ οὕτω σπεύδει σωφρο‐ νεῖν. Ὁ γὰρ βλέπων γυναῖκα πρὸς τὸ ἐπιθυμῆσαι αὐτήν, ἤδη ἐμοίχευσεν αὐτὴν ἐν τῇ καρδίᾳ αὐτοῦ. Καὶ γὰρ τὰς τοῦ σώματος πράξεις πολλαὶ ἀφορμαὶ πολλά‐ κις ἐξέκοψαν καὶ ἀνθρώπινος φόβος πολλάκις ἀνέτρεψε· αἱ δὲ τῆς διανοίας ἀφό‐
10βως ἐνεργοῦνται 〈καὶ〉 ἄνευ κόπου πράσσονται. Οἷόν τι λέγω, φίλοι· πολλάκις τις ἐξ ὑμῶν προσέσχεν ἀκολάστως καὶ συνεπέθετο τῷ ἰδίῳ λογισμῷ καὶ παρέ‐ δραμεν εὐθύς. Ἔοικεν ὁ τοιοῦτος δορκάδι τοξευθείσῃ, τὰς χεῖρας τῶν θηρατῶν πολλάκις ἐκφυγοῦσα, τὸ δὲ βέλος λαβοῦσα μεθ’ ἑαυτῆς ἀπῆλθεν. Ἐὰν γάρ τις
ἐξ ἡμῶν ἡττηθῇ τῷ λογισμῷ, οὐκέτι ὁ τοιοῦτος διὰ Θεὸν σωφρονεῖ, εἰ μὴ γὰρ203

204

διὰ φόβον πολλάκις τῶν ἀνθρώπων ἢ διὰ τὴν αἰσχύνην, καὶ τὸ σῶμα ἔφθειρε σὺν τῇ ἑαυτοῦ ψυχῇ. Οὐκέτι οὖν ἐκεῖνος ὡς σώφρων στεφανοῦται, ἀλλ’ ὡς ἀν‐ θρωπάρεσκος κολάζεται ἀπαύστως, εἰ μὴ μετανοήσῃ· εἰ δὲ προκαταληφθῇ καὶ ἡττηθῇ πώποτε τῷ ἰδίῳ λογισμῷ, ἰάσεται τὸ τραῦμα διὰ τῆς μετανοίας.
5 Φύγωμεν οὖν, ἀδελφοί, κακὴν ἐπιθυμίαν· αὕτη γὰρ ἐγύμνωσεν ἐκ τῆς δόξης τὴν Εὔαν, ἵνα ἐπιθυμήσῃ γεῦσιν μιᾶς βρώσεως. Αὕτη καὶ κατακλυσμὸν ἐπήγαγε τῷ κόσμῳ· εἶδον γὰρ υἱοὶ Θεοῦ πρὸς αὐτάς, καὶ ἐμιάνθησαν αἰσχρῶς. Αὕτη τὴν Αἰγυπτίαν ἐποίησε μανῆναι τῷ σώφρονι Ἰωσήφ· ὁ νέος δὲ ἐκεῖνος, τὸν Θεὸν φοβούμενος, ἐνίκησεν ἀσπίδα συγκλεισθεῖσαν σὺν αὐτῷ. Αὕτη τὸν
10ἀριστέα καὶ ἀκαταγώνιστον, τὸν ναζιραῖον Σαμψών, αἰχμάλωτον ἔλαβεν· ὁ γὰρ σπαράξας πρῴην αἱμοβόρον λέοντα καὶ πατάξας χιλίους ἐν σιαγόνι ὄνου, ἐπειδὴ ἐπεθύμησε μετ’ ἐχίδνης συνοικεῖν, ἐξέπεσαν εὐθὺς αἱ τρίχες τοῦ ναζιραί‐ ου, καὶ τοὺς ὀφθαλμοὺς αὐτοῦ τυφλωθεὶς ἐλεεινῶς, πᾶσι καταγέλαστος ἀνεδεί‐
χθη εὐθέως. Ὡσαύτως δὲ καὶ Δαυῒδ τὸν Οὐρίαν ἔσφαξε. Διὰ ἐπιθυμίας Να‐204

205

βουθὲ ἀπέθανεν. Αὕτη καὶ τὸν ἄθλιον Ἰούδαν ἐποίησε παραδοῦναι τὸν Χριστόν, τὸν ἴδιον Δεσπότην. Μακάριος οὖν ἐστιν ὁ νικητὴς γεγονὼς πάσης ἐπιθυμίας ἀκοῆς καὶ βλέμ‐ ματος, ἁφῆς καὶ ὀσφρήσεως, καὶ ἀναδησάμενος στέφανον σωφροσύνης κομιεῖται
5τοῦτον ἔμπροσθεν τοῦ βήματος τοῦ φοβεροῦ καὶ φρικτοῦ. Δεῦτε ἐπὶ τὸ αὐτό, προσκυνήσωμεν αὐτῷ, ὁμοφώνως λέγοντες· ἀλληλούϊα. Δεῦτε πάντες, Χριστὸν
δοξάσωμεν. Ἀμήν.205