TLG 4138 057 :: EPHRAEM SYRUS :: In aduentum domini (sermo iii) EPHRAEM SYRUS Theol., vel Ephraem Graecus In aduentum domini (sermo iii) Dup. Assemani, J.S., Sancti patris nostri Ephraem Syri opera omnia, vol. 3 Rome (1732) 140b–143. Citation: Page — (line) | ||
192(t) | Εἰς τὴν παρουσίαν τοῦ Κυρίου (III) | |
1 | Τότε θρηνεῖ δεινῶς ὁμοῦ πᾶσα ψυχὴ καὶ στενάζει, ὅταν πάντες θεάσωνται θλῖψιν ἀπαραμύθητον τὴν περιέχουσαν αὐτοὺς νύκτωρ τε καὶ μεθ’ ἡμέραν καὶ οὐδαμοῦ εὑρίσκοντες ἐμπλησθῆναι τῶν βρωμάτων· δήμαρχοι γὰρ ἀπότομοι σταθήσονται κατὰ τόπον· κἄν τις φέρει μεθ’ ἑαυτοῦ τὴν σφραγῖδα τοῦ τυράννου, | |
---|---|---|
5 | ἀγοράζει βραχὺ βρῶμα ἐκείνων τῶν βρωμάτων τῶν τότε εὑρισκομένων. Ἐκ‐ λείπει γὰρ τὰ νήπια ἐν τοῖς κόλποις τῶν μητέρων· θνῄσκει πάλιν καὶ ἡ μήτηρ ὑπεράνω τοῦ παιδίου. Θνῄσκει ἀνὴρ σὺν γυναικὶ καὶ τέκνοις ἐν ταῖς ἀγοραῖς, καὶ οὐκ ἔστιν τότε ὁ θάπτων ἢ συστέλλων ἐν μνήμασιν. Ἐκ τῶν πολλῶν θνησι‐ | |
μαίων ῥιπτομένων ἐν πλατείαις δυσωδία πανταχόθεν θλίβει τοὺς ζῶντας ἰσχυ‐ | 192 | |
193 | ρῶς. Πρωῒ πάντες μετ’ ὀδύνης καὶ στεναγμοῦ ὁμιλοῦσι· πότε ἑσπέρα γένηται, ἵνα ἀνέσεως τύχωμεν; Φθανούσης δὲ τῆς ἑσπέρας, ἐν δάκρυσι πικροτάτοις συλ‐ λαλοῦσιν εἰς ἑαυτούς· πότε ἄρα διαφαύσῃ, ἵνα τὴν ἐπικειμένην θλῖψιν ἡμεῖς ἐκ‐ φύγωμεν; Καὶ οὐκ ἔστι ποῦ ἐκφυγεῖν ἢ κρυβῆναι ἐκ θλίψεως· τετάρακται γὰρ | |
5 | τὰ σύμπαντα, καὶ θάλασσα καὶ ξηρά. Καὶ διὰ τοῦτο ἔφη ἡμῖν ὁ Κύριος· γρηγο‐ ρεῖτε, δεόμενοι κατὰ ὥραν τοῦ ἐκφυγεῖν ἐκ θλίψεως. Δυσωδία ἐν θαλάσσῃ, δυσωδία ἐπὶ τῆς γῆς· λιμοί, σεισμοὶ ἐπὶ ξηρᾶς, λι‐ μοί, σεισμοὶ ἐν θαλάσσῃ, 〈σύγχυσις ἐν θαλάσσῃ〉 καὶ σύγχυσις ἐπὶ τῆς γῆς· φό‐ βητρα ἐπὶ τῆς θαλάσσης καὶ φόβητρα ἐπὶ τῆς γῆς. Χρυσὸς πολὺς καὶ ἄργυρος | |
10 | καὶ σηρικὰ ἱμάτια οὐδέν τινα ὠφελήσει ἐν θλίψει τῇ μεγάλῃ, ἀλλὰ πάντες οἱ ἄνθρωποι τοὺς νεκροὺς μακαρίζουσι τοὺς ταφέντας πρὸ τοῦ ἐλθεῖν 〈τὴν〉 μεγά‐ λην θλῖψιν ἐπὶ τῆς γῆς. Ῥίπτεται γὰρ ὁ χρυσὸς καὶ ὁ ἄργυρος ἐν πλατείαις, καὶ οὐκ ἔστιν ὁ ἁπτόμενος, ὅτι πάντα ἐβδέλυκται· ἀλλὰ πάντες τοῦ ἐκφυγεῖν καὶ κρυβῆναι σπουδάζουσι, καὶ οὐδαμοῦ ἐστιν αὐτοῖς τοῦ ῥυσθῆναι ἐκ θλίψεως. | |
15 | Ἀλλ’ ἔτι καὶ μετὰ λιμοῦ καὶ τῆς δίψης καὶ τοῦ φόβου θηρία [γὰρ] καὶ ἑρπετὰ | 193 |
194 | σαρκοφάγα εὑρίσκονται. Ἔνδον φόβος, ἔξω τρόμος, καὶ ἐν νυκτὶ καὶ ἐν ἡμέρᾳ. Ἐν πλατείαις θνησιμαῖοι. Ἐν οἰκίαις πεῖνα καὶ δίψα. Ἐν πλατείαις φωνὴ κλαυθμοῦ, ἐν οἰκίαις φωνὴ κλαυθμοῦ. Ἐν πλατείαις θόρυβος καὶ ἐν οἰκίαις θό‐ ρυβος. Εἷς ἕκαστος τῷ ἑτέρῳ μετὰ κλαυθμοῦ συναντήσει· πατὴρ τέκνῳ, καὶ υἱ‐ | |
5 | ὸς πατρί, καὶ ἡ μήτηρ τῇ θυγατρί. Φίλοι φίλοις ἐν πλατείαις περιπλακέντες ἐκ‐ λείψουσι, καὶ ἀδελφοὶ τοῖς ἀδελφοῖς περιπλακέντες θανατοῦνται. Μεμάρανται καὶ τὸ κάλλος ὄψεως πάσης σαρκός· γίνονται γὰρ ὥσπερ νεκρῶν αἱ ἰδέαι τῶν ἀνθρώπων. Ἐβδέλυκται καὶ μεμίσηται τὸ κάλλος τῶν γυναικῶν. Μεμάρανται πάσης σαρκὸς ἐπιθυμία τῇ λείψει τῶν βρωμάτων. Ἅπαντες δὲ οἱ πεισθέντες τῷ | |
10 | δεινοτάτῳ θηρίῳ καὶ λαβόντες τὴν σφραγῖδα τὴν ἐκείνου τοῦ μιαροῦ τὸν δυσ‐ σεβῆ χαρακτῆρα, προσέρχονται αὐτῷ ἅμα καὶ λέγουσι μετ’ ὀδύνης· δὸς ἡμῖν φαγεῖν καὶ πιεῖν, ὅτι πάντες ἐκλείπομεν ἐκ τοῦ λιμοῦ σφιγγόμενοι, καὶ ἀπέλα‐ σον ἀφ’ ἡμῶν τὰ ἰοβόλα θηρία. Καὶ μὴ ἔχων ὁ μιαρὸς πόθεν αὐτοῖς διδόναι, ἐρεῖ αὐτοῖς πᾶσιν ἅμα ἐν πολλῇ ἀποτομίᾳ· πόθεν ἐγὼ δώσω ὑμῖν φαγεῖν καὶ | |
15 | πιεῖν, ὦ ἄνθρωποι; Ὁ οὐρανὸς οὐ βούλεται δοῦναι τῇ γῇ ὑετόν· ἡ γῆ πάλιν | 194 |
195 | οὐκ ἔδωκεν ὁλοσχερῶς γεννήματα. Ἀκούοντες αὐτὰ λαοὶ πενθήσουσι καὶ κλαύ‐ σουσι, μὴ ἔχοντες παντελῶς παραμυθίαν θλίψεως, ἀλλὰ θλῖψις ἐπὶ θλῖψιν ἔσται αὐτοῖς ἀμύθητος, ὅτι οὕτως εὐπροθύμως τῷ θηρίῳ ἐπίστευσαν. Ἐκεῖνος γὰρ εἰς ὃν αὐτοὶ ἐπίστευσαν οὐκ ἰσχύει οὐδὲ αὑτῷ βοηθῆσαι· καὶ πῶς αὐτοὺς ἐλεήσει ἐν | |
5 | ἐκείναις ταῖς ἡμέραις ἐκ θλίψεως τῆς μεγάλης; Τακήσονται ὑπασπισταὶ τοῦ Δράκοντος ἐκ τοῦ φόβου καὶ τοῦ σεισμοῦ καὶ τοῦ ἤχου τῆς θαλάσσης τῆς μεγά‐ λης, καὶ τοῦ λιμοῦ καὶ τῆς δίψης καὶ δηγμάτων τῶν θηρίων, ὅτι πάντες οἱ λα‐ βόντες τὴν σφραγῖδα τοῦ Ἀντιχρίστου καὶ προσκυνήσαντες αὐτῷ, ὡς τῷ Θεῷ τῷ ἁγίῳ, οὐκ ἔχουσι μερίδα ἐν τῇ Χριστοῦ παρουσίᾳ, ἀλλὰ μετ’ αὐτοῦ 〈τοῦ〉 | |
10 | Δράκοντος βληθήσονται εἰς γέενναν. Μακάριος ὁ εὑρεθεὶς παγγενναῖος καὶ πάμπιστος, ἔχων αὐτοῦ τὴν καρ‐ δίαν πρὸς τὸν Θεὸν ἀδιστάκτως· ἀφόβως γὰρ ἐκκρούεται καὶ τὰς πεύσεις αὐτοῦ πάσας, καταφρονῶν καὶ βασάνων καὶ τοῦ φόβου τῶν φαντασιῶν. Πρὶν ἢ δὲ | |
ταῦτα γενέσθαι, ἀποστέλλει Κύριος Ἠλίαν τὸν Θεσβίτην καὶ τὸν Ἐνώχ, ὡς εὔ‐ | 195 | |
196 | σπλαγχνος, ὅπως αὐτοὶ γνωρίσωσιν εὐσέβειαν γένει βροτῶν, κηρύξαι παρρησίᾳ ἅπασι μὴ πιστεῦσαι καὶ πειθαρχεῖν φόβου ἕνεκεν τῷ ψευδεῖ, κράζοντες καὶ λέ‐ γοντες· πλάνος ἐστίν, ὦ ἄνθρωποι· μηδεὶς αὐτῷ πιστεύσειε τὸ σύνολον τῷ ἀσε‐ βεῖ· μηδεὶς ὑμῶν ὑπακούσει τῷ τυράννῳ τῷ θεομάχῳ· μηδεὶς ὑμῶν φοβηθείη· | |
5 | ἐν τάχει γὰρ καταργεῖται. Ὁ Κύριος ὁ ἅγιος, ἰδού, ἔρχεται ἐξ οὐρανοῦ κρῖναι πάντας τοὺς πειθαρχοῦντας τοῖς σημείοις τοῦ Ἀντιχρίστου. Πλὴν ὀλίγοι εἰσὶ τότε οἱ ἔχοντες ὑπακοῦσαι καὶ πιστεύειν τοῖς ῥήμασιν ἀμφοτέρων τῶν Προ‐ φητῶν. Ταῦτα ὁ Σωτὴρ πάντα ποιεῖ, ὡς Θεὸς ἡμῶν, ἵνα δειχθείη ἅπασιν ἡμῖν ἡ αὐτοῦ εὐσπλαγχνία, ὅτι οὐδέποτε αὐτὸς ἠβουλήθη τὸν θάνατον τοῦ ἁμαρτω‐ | |
10 | λοῦ καὶ ἀσεβοῦς· πάντας γὰρ θέλει σωθῆναι. Νοήσωμεν, ἀγαπητοί, τὴν ἄμε‐ τρον εὐσπλαγχνίαν, ὅτι οὔτε ἐν τῷ καιρῷ ἐκείνῳ ἀφίησι τὸ τῶν βροτῶν γένος δίχα κηρύγματος ἀληθείας, ἀλλὰ πέμπει τοὺς Προφήτας κηρύξαι θεογνωσίαν, ἵνα πάντες ἐν τῇ κρίσει ὦσιν ἀναπολόγητοι, ὅταν ἔλθῃ ἐξ οὐρανῶν μετὰ δόξης τῆς πατρικῆς. | |
15 | Πολλοὶ μὲν τῶν ἁγίων, ὅσοι τότε εὑρίσκονται, ἅμα εὐθὺς ἀκούσουσι τὴν | |
ἔλευσιν τοῦ μιαροῦ, ἐκχέουσι ποταμηδὸν δάκρυα ἐν στεναγμοῖς πρὸς τὸν Θεὸν | 196 | |
197 | τὸν ἅγιον τοῦ ῥυσθῆναι τοῦ Δράκοντος. Καὶ φεύγουσι μετὰ σπουδῆς μεγίστης ἐν ἐρήμοις, καὶ κρύπτονται ἐν ἐρήμοις καὶ ὄρεσι καὶ σπηλαίοις μετὰ φόβου, καὶ πάσσουσι γῆν καὶ σποδὸν τὴν κεφαλὴν αὐτῶν, μετὰ κλαυθμοῦ δεόμενοι νύκτωρ καὶ μεθ’ ἡμέραν ἐν πολλῇ ταπεινώσει. Καὶ δωρεῖται αὐτοῖς τοῦτο παρὰ Θεοῦ | |
5 | τοῦ ἁγίου, καὶ ὁδηγεῖ αὐτοὺς ἡ χάρις εἰς τόπους τοὺς ὡρισμένους, καὶ σῴζον‐ ται κρυπτόμενοι ἐν ταῖς ὀπαῖς καὶ σπηλαίοις, μὴ βλέποντες Ἀντιχρίστου τὰ ση‐ μεῖα καὶ φόβητρα. Τοῖς γὰρ ἅπασι τοῖς ἔχουσι γνῶσιν Θεοῦ καὶ σύνεσιν, πα‐ ραυτίκα γνωρίζεται ἡ ἔλευσις τοῦ τυράννου· τοῖς δὲ ἀεὶ νοῦν ἔχουσιν εἰς πράγ‐ ματα βιωτικὰ καὶ ποθοῦσι τὰ γήϊνα, οὐκ εὔδηλον ἔσται τοῦτο. Ὁ γὰρ ἀεὶ δεδε‐ | |
10 | μένος ἐν πράγμασι βιωτικοῖς, καὶ ἐὰν ἀκούσῃ, ἀπιστεῖ· βδελύσσεται γὰρ τὸν λέγοντα. Χάριν τούτου ἰσχύουσιν οἱ ἅγιοι τοῦ ἀποδρᾶν, ὅτι πᾶσαν τὴν μέριμναν τοῦ βίου τούτου ἔρριψαν. Πενθεῖ τότε πᾶσα ἡ γῆ καὶ θάλασσα. Καὶ ὁ ἀὴρ πενθεῖ ἅμα καὶ τὰ ζῶα τὰ ἄγρια σὺν πετεινοῖς. Πενθοῦσιν ὄρη καὶ βουνοὶ καὶ τὰ ξύλα τοῦ πεδίου. Πεν‐ | |
15 | θοῦσι δὲ καὶ φωστῆρες τοῦ οὐρανοῦ σὺν τοῖς ἄστροις διὰ τὸ γένος τῶν βροτῶν, | 197 |
198 | ὅτι πάντες ἐξέκλιναν ἀπὸ Θεοῦ τοῦ ἁγίου, δημιουργοῦ τῶν ἁπάντων, καὶ τῷ πλάνῳ ἐπίστευσαν δεξάμενοι χαρακτῆρα τοῦ μιαροῦ 〈καὶ〉 θεομάχου ἀντὶ σταυ‐ ροῦ τοῦ Σωτῆρος. Πενθεῖ ἡ γῆ καὶ θάλασσα, ὅτι ἄφνω κατέπαυσε φωνὴ ψαλ‐ μοῦ καὶ προσευχῆς ἐκ στόματος τῶν ἀνθρώπων. Πενθοῦσιν ἐκκλησίαι Χριστοῦ | |
5 | πένθος μέγα, διότι οὐ λειτουργεῖται ἁγιασμός, καὶ προσφορὰ οὐκ ἔστι. Μετὰ γοῦν τὸ πληρωθῆναι τοὺς τρεῖς καιροὺς καὶ ἥμισυ 〈τῆσ〉 τοῦ μιαροῦ ἐξουσίας καὶ πράξεως [ἀντιχρίστου], καὶ ὅταν πάντα πληρωθῇ τὰ σκάνδαλα πάσης τῆς γῆς, καθὼς ἔφη τὸ στόμα θεῖον τοῦ Κυρίου καὶ Σωτῆρος, ἥξει λοιπὸν ὡς ἀστραπὴ ἀστράπτουσα ἐξ οὐρανοῦ ὁ ἅγιος καὶ ἄχραντος καὶ φοβερὸς | |
10 | καὶ ἔνδοξος Θεὸς ἡμῶν καὶ Βασιλεύς, Νυμφίος ἀθάνατος, ἐν νεφέλαις, μετὰ δόξης ἀνεικάστου, προτρεχόντων ἐνώπιον τῆς δόξης αὐτοῦ τῶν ταγμάτων Ἀγ‐ γέλων καὶ Ἀρχαγγέλων, ὄντες πάντες φλόγες πυρός, καὶ ποταμὸς πλήρης πυ‐ ρὸς ἐν φοβερῷ ῥοιζήματι. Χερουβεὶμ ἔχοντα τὸ βλέμμα κάτω, ὁμοῦ καὶ τὰ Σε‐ | |
ραφεὶμ ἱστάμενα καὶ κρύπτοντα τὰ πρόσωπα καὶ τοὺς πόδας ἐν τέσσαρσι πτέρυ‐ | 198 | |
199 | ξι ταῖς πυρίναις, κεκραγότα μετὰ φρίκης, καὶ λέγοντα ἕτερον πρὸς ἕτερον· τρισ‐ άγιος, τρισάγιος, τρισάγιος ὁ Κύριος. Καὶ τῆς φωνῆς σάλπιγγος λεγούσης μετὰ φρίκης· ἐγείρεσθε οἱ καθεύδοντες. Ἰδού, ἦλθεν ὁ Νυμφίος. Ἀνοίγονται τὰ μνή‐ ματα, καὶ ἀκούει χοῦς ὁ σαπεὶς τὴν μεγάλην καὶ φοβερὰν παρουσίαν τοῦ Σω‐ | |
5 | τῆρος, καὶ ἐν ῥιπῇ ὀφθαλμοῦ ἐγείρεται πᾶσα φύσις, καὶ εἰς τὸ ἀμήχανον κάλ‐ λος ἐμβλέπουσι τοῦ Νυμφίου. Καὶ μύριαι μυριάδες Ἀγγέλων, καὶ χιλιάδες ἀνα‐ ρίθμητοι στρατιαὶ τῶν Ἀρχαγγέλων χαίρονται χαρὰν μεγάλην· ἅγιοί τε καὶ δίκαιοι, καὶ πάντες οἱ μὴ λαβόντες τὴν σφραγῖδα τοῦ τυράννου καὶ πονηροῦ καὶ ἀσεβοῦς. Καὶ ἄγεται ὁ τύραννος δεδεμένος ὑπὸ Ἀγγέλων σὺν πᾶσι τοῖς δαίμο‐ | |
10 | σιν ἐνώπιον τοῦ βήματος. Καὶ ἄγονται ἅμα αὐτῷ οἱ λαβόντες τὴν σφραγῖδα, καὶ ἅπαντες ἁμαρτωλοὶ καὶ ἀσεβεῖς δεδεμένοι. Καὶ δίδωσιν ὁ Βασιλεὺς τὴν κατ’ αὐτῶν ἀπόφασιν τῆς αἰωνίου κολάσεως ἐν τῷ πυρὶ τῷ ἀσβέστῳ. Πάντες δὲ οἱ μὴ λαβόντες τὴν σφραγῖδα τοῦ Ἀντιχρίστου, καὶ πάντες οἱ κρυβέντες ἐν σπη‐ λαίοις καὶ ἐν ὀπαῖς, ἀγάλλονται σὺν τῷ Νυμφίῳ ἐν παστῷ οὐρανίῳ χαρὰν ἀνεκ‐ | |
15 | λάλητον μετὰ πάντων τῶν Ἁγίων εἰς πάντας τοὺς αἰῶνας. Ἀμήν. | 199 |