TLG 4138 056 :: EPHRAEM SYRUS :: In aduentum domini (sermo ii)

EPHRAEM SYRUS Theol., vel Ephraem Graecus
(Syrus: A.D. 4)

In aduentum domini (sermo ii)

Source: Phrantzoles, Konstantinos G. (ed.), Ὁσίου Ἐφραίμ τοῦ Σύρου ἔργα, vol. 4. Thessalonica: Το περιβόλι της Παναγίας, 1992: 185–191.

Dup. Assemani, J.S., Sancti patris nostri Ephraem Syri opera omnia, vol. 3 Rome (1732) 136f–140a.

Citation: Page — (line)

185

(t)

Εἰς τὴν παρουσίαν τοῦ Κυρίου (II)
1 Σύστημα ἁγίων, φιλόχριστοι καὶ πιστοί, ἐγὼ ἐλεεινός, ἐν δάκρυσι παρα‐ καλῶ καὶ παραινῶ, μὴ ἐσόμεθα ὅλως εὐάλωτοι τῷ Ἐχθρῷ, μᾶλλον δὲ δυσά‐ λωτοι τῇ δυνάμει τοῦ σταυροῦ. Ἀπαραίτητος ἀγὼν ἐπὶ θύραις ἔφθασεν· θυρεὸν τῆς πίστεως ἀναλάβωμεν πάντες. Ἀντλήσωμεν πόθῳ ἀπὸ τῆς θείας πηγῆς ἐλ‐
5πίδας σωτηρίας ψυχῇ τῇ ἡμετέρᾳ· τὴν ἄκτιστόν φημι, ἀδελφοὶ ἀγαπητοί, Τρι‐ άδα ὁμοούσιον, οὖσαν πηγὴν βλύζουσαν ζωήν. Ἐὰν τετείχισται τοιούτοις ὅπλοις ἡ ἡμετέρα ψυχή, πεπάτηται ὁ Δράκων. Μεταξὺ πάντων τούτων δεῖ ἡμᾶς προσ‐ εύξασθαι μὴ ἐλθεῖν εἰς πειρασμόν, μηδὲ φυγεῖν χειμῶνος. Ἕτοιμοι οὖν γίνεσθε, ὥσπερ οἰκέται πιστοί, ὄντες φιλοδέσποτοι, ἄλλον
10μὴ δεχόμενοι. Ἐπειδὴ γὰρ ὁ κλέπτης καὶ ἀλάστωρ καὶ ἀπηνὴς πρῶτος μέλλει185

186

ἔρχεσθαι ἐν καιροῖς τοῖς ἰδίοις, βουλόμενος κλέψαι, θῦσαι καὶ ἀπολέσαι τὴν ποίμνην τὴν ἐκλεκτὴν τοῦ ἀληθοῦς Ποιμένος, σχῆμα ἀναλαμβάνει τοῦ ἀληθοῦς Ποιμένος, ἵνα ἐξαπατήσῃ τὰ πρόβατα τῆς ποίμνης. Οἱ γνωρίζοντες σαφῶς τὴν φωνὴν τὴν ἁγίαν τοῦ ἀληθινοῦ Ποιμένος, αὐτίκα γνωρίζουσιν· ἡ γὰρ τοῦ ἀλά‐
5στορος οὐ πάνυγε ἔοικε τῷ ἀληθινῷ Ποιμένι, καὶ ἐπιπληκτική ἐστι· σχήματος γέμουσα ἡ τοῦ κλέπτου φωνή, καὶ εὐθὺς γνωρίζεται ὁποία ἐστὶν αὕτη. Διδαχθῶμεν, ὦ φίλοι, ποίῳ σχήματι ἐλεύσεται ἐπὶ γῆς ὁ ἀναίσχυντος Ὄφις. Ἐπειδήπερ ὁ Σωτὴρ τοῦ σῶσαι βουλόμενος τὸ γένος τῶν ἀνθρώπων ἐκ παρθένου ἐτέχθη καὶ σχήματι ἀνθρώπου ἐπάτησε τὸν Ἐχθρὸν ἐν ἁγίᾳ δυνάμει
10τῆς αὐτοῦ θεότητος, πρᾷος δὲ καὶ ταπεινὸς γέγονεν ἐπὶ τῆς γῆς, ἵνα ἡμᾶς ὑψώσῃ ἀπὸ τῆς γῆς εἰς οὐρανόν· ὄντως γὰρ καὶ ἀληθῶς ὁ Θεὸς ὁ συλληφθείς, ὁ αὐτὸς ὁ σαρκωθείς, ὁ αὐτὸς 〈ὁ〉 γεννηθεὶς ἐκ Παρθένου ἁγίας ἐν σαρκὶ ἡμε‐ τέρᾳ, ἐν τῷ πάθει τοῦ σταυροῦ ἔσωσε τὰ σύμπαντα ἐντολὰς δεδωκώς. Μέλλων
δὲ πάλιν ἔρχεσθαι ἐσχάτῃ ἡμέρᾳ κρῖναι ζῶντας καὶ νεκρούς, ἀποδοῦναι ἅπασι186

187

κατὰ τὴν πρᾶξιν αὐτῶν, δικαίοις καὶ ἀσεβέσιν, ὡς δίκαιος Δικαστής. Μαθὼν τοῦτο ὁ Ἐχθρός, ὅτι πάλιν ἔρχεται ἐξ οὐρανοῦ ὁ Κύριος ἐν δόξῃ θεότητος, ἐλο‐ γίσατο οὕτως ἀναλαβεῖν τὸ σχῆμα τῆς αὐτοῦ παρουσίας καὶ ἀπατῆσαι πάντας. Ὁ δὲ Κύριος ἡμῶν ἐν νεφέλαις φωτειναῖς ὡς ἀστραπὴ φοβερὰ ἐλεύσεται ἐπὶ
5τῆς γῆς. Οὐχ οὕτως δὲ ὁ Ἐχθρὸς ἐλεύσεται ἐπὶ τῆς γῆς, ἐν νεφέλαις φωτει‐ ναῖς· ἀποστάτης γάρ ἐστι. Τίκτεται δὲ ἀκριβῶς ἐκ γυναικὸς μιαρᾶς τὸ ἐκείνου ὄργανον, οὐκ αὐτὸς δὲ σαρκοῦται. Ἐν σχήματι δὲ τούτου ἥξει ὁ παμμίαρος, ὡς κλέπτης, ψευδευλαβής, ἀπατῆσαι σύμπαντα· ταπεινὸς καὶ ἥσυχος, μισῶν, φη‐ σίν, ἀδίκων, ἀποστρέφων εἴδωλα, προτιμῶν εὐσέβειαν, ἀγαθός, φιλόπτωχος,
10εὐειδὴς ὑπερβολῇ, πάνυ εὐκατάστατος, ἱλαρὸς πρὸς ἅπαντας, τιμῶν μεθ’ ὑπερ‐ βολῆς τὸ γένος τῶν Ἰουδαίων· αὐτοὶ γὰρ προσδοκῶσι τὴν ἐκείνου ἔλευσιν. Με‐ ταξὺ τούτων πάντων σημεῖα ἐπιτελεῖ, τέρατα καὶ φόβητρα ἐν ἐξουσίᾳ πολλῇ. Ἀρέσαι δὲ ἅπασι τεχνάζεται δολίως, ὅπως ἂν ἀγαπηθῇ ἐν τάχει ὑπὸ λαῶν. Δῶρα δὲ οὐ λήψεται, μετ’ ὀργῆς οὐ λαλήσει, κατηφὴς οὐ δείκνυται, ἀλλ’ ἱλα‐
15ρὸς ἀεί. Ἐν ἅπασι δὲ τούτοις σχήματι εὐταξίας ἐξαπατᾷ τὸν κόσμον, ἕως οὗ187

188

βασιλεύσει. Ὅταν γὰρ θεάσωνται λαοὶ πολλοὶ καὶ δῆμοι τηλικαύτας ἀρετάς, κάλλη τε καὶ δυνάμεις, πάντες ἐπὶ τὸ αὐτὸ μιᾷ γνώμῃ γίνονται καὶ ἐν χαρᾷ μεγίστῃ βασιλεύουσιν αὐτόν, λέγοντες πρὸς ἀλλήλους· μὴ ἄρα εὑρίσκεται τηλι‐ κοῦτος ἄνθρωπος ἀγαθός, δίκαιος; Πλείονα δὲ ὁ δῆμος ὁ φονευτὴς τῶν Ἰου‐
5δαίων τιμῶσι καὶ χαίρονται τῇ αὐτοῦ βασιλείᾳ· ὅθεν καὶ ὡς προτιμῶν τὸν τό‐ πον καὶ τὸν ναόν, δείκνυσι πᾶσιν αὐτοῖς πρόνοιαν ποιούμενος. Ἐν δὲ τῷ βασι‐ λεύειν τὸν Δράκοντα ἐπὶ γῆς, εὐπροθύμως οἱ λαοὶ σύμμαχοι γενήσονται. Ἐ‐ δὼμ πάλιν καὶ Μωάβ, ἔτι δὲ οἱ υἱοὶ Ἀμών, ὡς γνησίῳ βασιλεῖ προσκυνήσου‐ σιν ἐν χαρᾷ, καὶ αὐτοὶ ὑπέρμαχοι ἐν πρώτοις γενήσονται. Ἀνορθοῦται δὲ εὐθὺς
10ἐκείνου ἡ βασιλεία, καὶ πατάξει ἐν θυμῷ τρεῖς βασιλεῖς μεγάλους. Ἔπειτα ὑπὲρ μέτρον ὑψοῦται τῇ καρδίᾳ, καὶ ἐμέσει ὁ Δράκων τὴν αὐτοῦ πικρότητα, προβάλ‐ λων ἐκ τῶν ἐν τῇ Σιὼν τὸ θανάσιμον. Ταράσσει οἰκουμένην καὶ κινεῖ τὰ πέρα‐ τα· ἐκθλίβει τὰ σύμπαντα, μιαίνει πολλὰς ψυχάς. Οὐκέτι ὡς εὐλαβής, οὐκέτι
ὡς φιλόψυχος, οὐκέτι ἱλαρός, ἀλλὰ πάντα ἐν πᾶσιν αὐστηρός, ἀπότομος, ὀργί‐188

189

λος καὶ θυμώδης, δεινός, ἀκατάστατος, φοβερὸς καὶ ἀηδής, μισητὸς καὶ βδελυ‐ κτός, ἀνήμερος, πονηρός, ἀλάστωρ καὶ ἀναιδὴς καὶ σπουδάζων ἐμβαλεῖν εἰς βόθρον ἀσεβείας πᾶν τὸ γένος τῶν βροτῶν τῇ οἰκείᾳ μανίᾳ· μεγαλύνων σημεῖα, πληθύνων τὰ φόβητρα, ψεῦδος καὶ οὐκ ἀλήθειαν ταῦτα ἐνδεικνύμενος. Τοιούτῳ
5δὲ τρόπῳ μεθιστᾷ ὁ τύραννος τὰ ὄρη, φαντάζει ψευδῶς καὶ οὐκ ἀληθείᾳ· τῶν πληθῶν παρεστώτων, λαῶν πολλῶν καὶ δήμων, καὶ εὐφημούντων αὐτὸν διὰ τὰς φαντασίας, βάλλει φωνὴν ἰσχυράν, ὥστε καὶ σαλευθῆναι τὸν τόπον ἐν ᾧ οἱ ὄχλοι αὐτῷ παραστήκουσι, καὶ λέγει παρρησίᾳ· γνῶτε, πάντες οἱ λαοί, τὴν με‐ γάλην δύναμιν τῆς ἐμῆς ἐξουσίας. Ἰδοὺ δή, ἐνώπιον πάντων ὑμῶν κελεύω τῷ
10ὄρει τούτῳ τῷ μεγάλῳ τῷ ὄντι ἀντίπερα, ὅπως ἂν μετασταθῇ ἐκπέραθεν θα‐ λάσσης ῥήματι τῷ ἐμῷ ὧδε νῦν πρὸς ὑμᾶς. Καὶ φησὶν ὁ μιαρός· σοὶ κελεύω· παραυτίκα μέτελθε ἐντεῦθεν τῆς θαλάσσης. Καὶ τρέχει μὲν τὸ ὄρος ἐν ὀφθαλ‐ μοῖς θεατῶν, μὴ κινηθὲν παντελῶς τῶν αὐτοῦ θεμελίων· ἃ γὰρ ὁ Θεὸς ὁ Ὕψι‐ στος ἀπ’ ἀρχῆς τῆς κτίσεως ἥδρασε καὶ ὕψωσε, τούτων ὁ παμμίαρος ἐξουσίαν
15οὐκ ἔχει, ἀλλὰ κόσμον ἀπατᾷ μαγικαῖς φαντασίαις. Πάλιν δὲ ἄλλῳ ὄρει κει‐189

190

μένῳ ἐν τῷ βάθει τῆς μεγάλης θαλάσσης νήσου πάνυ μεγίστης κελεύει τοῦ ἀπελθεῖν καὶ ἐν ξηρᾷ ἱστάναι ἐν τερπνοῖς αἰγιαλοῖς εἰς τέρψιν τῶν θεατῶν· νή‐ σου μὴ κινουμένης ἐκ τῆς θαλάσσης ὅλως, ὡς ὄρος ἐπὶ ξηρᾶς δῆθεν νῆσος γίνε‐ ται. Πάλιν αὐτὸς ὁ Δράκων ὑφαπλώνει τὰς χεῖρας καὶ συνάγει τὸ πλῆθος ἑρ‐
5πετῶν καὶ πετεινῶν. Ὁμοίως δὲ ἐπιβαίνει ἐπάνω τῆς ἀβύσσου καὶ ὥσπερ ἐπὶ ξηρᾷ περιπατεῖ ἐπ’ αὐτῇ. Φαντάζει τὰ σύμπαντα, καὶ πολλοὶ πιστεύσουσι καὶ δοξάσουσιν αὐτόν, ὥσπερ θεὸν ἰσχυρόν. Οἱ δὲ ἔχοντες τὸν Θεὸν ἐν ἑαυτοῖς, πε‐ φωτίσονται αὐτῶν οἱ ὀφθαλμοὶ τῆς καρδίας· ἀκριβῶς θεωροῦσι πίστει εἰλικρινεῖ καὶ γινώσκουσιν αὐτόν.
10 Καὶ μετὰ ταῦτα ἐπιβαίνει ἐπὶ τὸ ὕδωρ τῆς θαλάσσης καὶ ὡς ἐπὶ ξηρᾶς· οὕτως περιπατεῖ ἐπὶ τοῦ ὕδατος, καὶ οὕτως φαντάζει καὶ πλανᾷ τὸν κόσμον. Καὶ πολλοὶ πιστεύσουσιν αὐτῷ καὶ δοξάσουσιν αὐτὸν ὡς θεὸν ἰσχυρόν. Ὅσοι δὲ ἔχουσι τὸν φόβον τοῦ Θεοῦ ἐν ἑαυτοῖς καὶ τοὺς ὀφθαλμοὺς τῆς καρδίας πεφωτι‐
σμένους, γινώσκουσιν ἀκριβῶς ὅτι οὔτε ὄρος ἐκινήθη ἀπὸ τοῦ ἰδίου τόπου, οὔτε190

191

νῆσος μετῆλθεν ἀπὸ τῆς θαλάσσης ἐπὶ τῆς γῆς. Ταῦτα δὲ πάντα ἐν τῷ ἰδίῳ ὀνόματι ἐπιτελεῖ ὁ Ἀντίχριστος· οὐ καταδέχεται γὰρ ὀνομάσαι τὸ ἄχραντον ὄνομα τοῦ Πατρὸς καὶ τοῦ Υἱοῦ καὶ τοῦ Ἁγίου Πνεύματος, ἐπειδὴ θεομάχος ἐστὶν καὶ υἱὸς τῆς ἀπωλείας.
5 Τούτων οὕτως γινομένων καὶ τῶν λαῶν προσκυνούντων αὐτὸν καὶ αἰ‐ νούντων ὡς θεόν, ἡμέραν ἐξ ἡμέρας ἀγανακτεῖ ὁ Ὕψιστος ἐν τοῖς οὐρανοῖς καὶ ἀποστρέφει τὸ πρόσωπον αὐτοῦ ἀπ’ αὐτοῦ, καὶ λοιπὸν γίνονται λιμοὶ χαλεποί, λοιμοὶ ἐπιμένοντες, σεισμοὶ ἀκατάπαυστοι, πεῖνα πανταχοῦ, θλῖψις μεγάλη, στενοχωρία πανταχοῦ, θάνατοι ἀκατάπαυστοι καὶ φόβος φοβερὸς καὶ τρόμος
10ἀμύθητος. Τότε οἱ οὐρανοὶ οὐκέτι βρέχουσιν, ἡ γῆ οὐκέτι καρποφορεῖ, αἱ πηγαὶ ἐκλείπουσιν, οἱ ποταμοὶ ξηραίνονται, βοτάνη οὐκέτι φύεται, χλόη οὐκέτι ἀνατε‐ λεῖ, τὰ δένδρα ἀπὸ ῥιζῶν ψύχονται καὶ οὐκέτι βλαστάνουσιν. Οἱ ἰχθύες τῆς θα‐ λάσσης καὶ τὰ κήτη ἐν αὐτῇ τελευτῶσι, καὶ οὕτως, φησίν, δυσωδίαν λυμινὴν ἀναπέμπει ἡ θάλασσα καὶ ἦχον φοβερόν, ὥστε ἐκλείπειν καὶ ἀποθνῄσκειν τοὺς
15ἀνθρώπους ἀπὸ τοῦ φόβου.191