TLG 4138 055 :: EPHRAEM SYRUS :: In aduentum domini (sermo i) EPHRAEM SYRUS Theol., vel Ephraem Graecus In aduentum domini (sermo i) Dup. Assemani, J.S., Sancti patris nostri Ephraem Syri opera omnia, vol. 3 Rome (1732) 134f–136f. Citation: Page — (line) | ||
180(t) | Εἰς τὴν παρουσίαν τοῦ Κυρίου (I) | |
1 | Εἴ τις ἔχει κατάνυξιν καὶ δάκρυα ἐν προσευχαῖς, δεηθήτω τὸν Κύριον, ἵνα ἐκφύγῃ ἐκ θλίψεως τῆς μεγάλης τῆς μελλούσης ἐπέρχεσθαι ἐπὶ τῆς γῆς, ἵνα μὴ ἴδῃ παντελῶς μηδὲ αὐτὸ τὸ θηρίον, μήτε δὲ πάλιν ἀκούσῃ τὰ φόβητρα τὰ κατὰ τόπον γινόμενα· σεισμοί, λιμοὶ καὶ θάνατοι διάφοροι ἐπὶ τῆς γῆς. Νεανικῆς | |
---|---|---|
5 | ἐστι ψυχῆς δυναμένης συγκρατῆσαι τὴν ἑαυτῆς λέγω δὴ ζωὴν ἀναμέσον τῶν σκανδάλων· ἂν γάρ τις μικρὸν ὀλιγωρῶν εὑρεθῇ ἄνθρωπος, εὐχερῶς πολιορ‐ κεῖται καὶ γίνεται αἰχμάλωτος ἐν σημείοις τοῦ Δράκοντος τοῦ πονηροῦ καὶ δο‐ λίου. Ἀσύγγνωστος ὁ τοιοῦτος εὑρίσκεται ἐν τῇ κρίσει· αὐτοψεὶ γὰρ ἐπίστευσεν τῷ τυράννῳ ἑκουσίως. | |
10 | Πολλῶν εὐχῶν καὶ δακρύων χρῄζομεν, ὦ ἀγαπητοί, ἵνα τις ἡμῶν ἑ‐ | 180 |
181 | δραῖος εὑρεθῇ ἐν τοῖς πειρασμοῖς. Πολλά εἰσι φαντάσματα τοῦ θηρίου γινόμενα· θεομάχος γὰρ τυγχάνων πάντας θέλει ἀπολέσθαι. Ἀκούσατε, φιλόχριστοι ἀ‐ δελφοί μου, τί ἔπραξε τῷ Ἰσραὴλ ἐν ἐρήμῳ ἐξιόντι ἐξ Αἰγύπτου· πῶς ἐτεχνά‐ σατο ὁ ἄθλιος καὶ παμμίαρος ἐγράσασθαι τοὺς πάντας τὴν πάνδεινον ἁμαρτίαν· | |
5 | ὑπέβαλε τῷ Βαλαὰμ ὥστε δοῦναι τῷ Βαλάκ, τῷ βασιλεῖ τῆς Μαδιάμ, τὴν κα‐ κίστην συμβουλίαν, ὅπως στήσῃ τὰς γυναῖκας τῆς πόλεως ἐν ταῖς σκηναῖς καὶ τὸν λαὸν δελεάσῃ εἰς πορνείαν καὶ θυσίαν, ἵνα ὁ Θεὸς ὡς ἀσεβεῖς ἄρδην αὐτοὺς ἀπολέσῃ, ὅταν πάντες πορνεύσωσιν ὡς ἄλογα ἐν γυναιξί. Καὶ ἵστησι τὰς γυναῖ‐ κας ἀναισχύντως δημοσίᾳ, καὶ τραπέζας πλήρεις σπονδῶν καὶ θυσιῶν πρὸ τῶν | |
10 | θυρῶν, πάντας ἕλκων εἰς θάνατον, ἵνα ὁ θέλων πορνεῦσαι μετ’ ἐκείνων τῶν μι‐ αρῶν πρῶτον σπονδὴν ποιήσεται καὶ ἔπειτα εἰσίεται· οὐ γὰρ μισθὸν ἐλάμβανον αἱ γυναῖκες παρὰ τοῦ λαοῦ, ἀλλὰ θύειν ἠνάγκαζον πάντας τοὺς προσερχομέ‐ νους. Ἵστησί τε τοῖς ἄρχουσι τῶν ἀρχόντων θυγατέρας, ὁμοίως δὲ καὶ πλουσί‐ οις θυγατέρας τῶν πλουσίων, τὰς δὲ πλείστας τῶν γυναικῶν λεπτῷ δήμῳ παν‐ | |
15 | τὶ λαῷ, βουλόμενος πάντας ἅπαξ ἀγρεῦσαι εἰς θάνατον, ὅπως μηδὲ ὁ πλούσιος | 181 |
182 | βδελύσσεται τὴν πενιχράν, μηδὲ ὁ ἄρχων τὴν τυχοῦσαν θυγατέρα ἐλευθέρου. Εἶδες δρᾶμα ἀδικίας, πονηρὸν ἐπιτήδευμα; Πῶς ἅπασιν ἐξώρυξε τοὺς βο‐ θύνους εἰς θάνατον; Εἶδε ποτέ τις ἐξ ὑμῶν τοιοῦτον ἔργον ἀναιδές; Τὴν πορνεί‐ αν κατέχουσαν τὴν μάχαιραν τὴν δίστομον; Δυσὶ γὰρ θανάτοις δεινοῖς ἀνήλι‐ | |
5 | σκον αἱ γυναῖκες τοὺς πρὸς αὐτὰς εἰσιόντας, τοῦ θῦσαί τε καὶ πορνεῦσαι. Τοῦ‐ τον δὲ αὐτὸν τὸν τρόπον ἐσκεύασεν ὁ τύραννος, ἵνα πάντες τὴν τοῦ θηρίου σφρα‐ γῖδα βαστάζουσιν, ὅταν ἔλθῃ ἀπατῆσαι τὰ σύμπαντα ἐν σημείοις ἐν τῷ καιρῷ τῷ ἰδίῳ, εἰς τὸ πλήρωμα τῶν καιρῶν, καὶ εἶθ’ οὕτως ἀγοράσαι τὰ βρώματα καὶ πᾶν εἶδος· καὶ δημάρχους δὲ ἵστησιν ἐπιτελεῖν τὸ πρόσταγμα. | |
10 | Προσέχετε, ἀδελφοί, ὑπερβολὴν τοῦ θηρίου, τεχνάσματα πονηρίας, ὅτι ἀπὸ γαστρὸς ἄρχεται· ἵνα ὅταν τις στενωθῇ βρωμάτων στερούμενος, ἀναγκα‐ σθῇ τὴν σφραγῖδα τὴν ἐκείνου λαβεῖν αὐτός. Καὶ δίδωσι τὴν ἐκείνου σφραγῖδα ὁ μιαρός, οὐχ ὡς ἔτυχεν, εἰς πᾶν μέλος τοῦ σώματος, ἵνα μὴ δυσχεραίνωσιν, ἀλλὰ δίδωσιν εἰς χεῖρα δεξιὰν τοῦ ἀνθρώπου, ὁμοίως καὶ ἐπὶ μέτωπον τὸν δυσ‐ | |
15 | σεβῆ χαρακτῆρα, ἵνα ἐξουσίαν μὴ ἔχῃ ὁ ἄνθρωπος σφραγίσασθαι τῇ δεξιᾷ τὸ | 182 |
183 | σημεῖον Χριστοῦ τοῦ Σωτῆρος ἡμῶν, μήτε πάλιν ἐν μετώπῳ σημειώσασθαι παντελῶς τὸ φοβερὸν καὶ ἅγιον τοῦ Κυρίου ὄνομα, μήτε τὸν σταυρὸν τοῦ Σω‐ τῆρος τὸν ἔνδοξον καὶ φοβερόν. Γινώσκει γὰρ ὁ ἄθλιος ὅτι ὁ σταυρὸς τοῦ Κυρί‐ ου, ἐὰν σφραγισθῇ, παραλύει αὐτοῦ πᾶσαν τὴν δύναμιν· χάριν γὰρ τούτου | |
5 | σφραγίζει τὴν δεξιὰν τοῦ ἀνθρώπου· αὕτη γάρ ἐστιν ἡ σφραγίζουσα ἅπαντα τὰ μέλη ἡμῶν. Ὁμοίως δὲ καὶ τὸ μέτωπον, ὥσπερ λυχνία, βαστάζει λύχνον φω‐ τός, τὸ σημεῖον τοῦ Σωτῆρος, ἐν τῷ ὕψει. Λοιπὸν οὖν, ὦ ἀδελφοί μου, φρικτὸς ἀγὼν ἐν ἅπασι τοῖς φιλοχρίστοις ἀνθρώποις, πιστοῖς οὖσι καὶ δυνατοῖς, ἵνα ἅπαξ μέχρις ὥρας τοῦ θανάτου μὴ | |
10 | ἐνδῶσι, μήτε στῆναι χαυνότητι, ὅταν χαράσσῃ ὁ Δράκων τὴν σφραγῖδα τὴν ἑαυτοῦ ἀντὶ σταυροῦ τοῦ Σωτῆρος. Παντὶ γὰρ τρόπῳ τεχνάζει, ἵνα παντελῶς τὸ ὄνομα τοῦ Κυρίου καὶ Σωτῆρος, μήτε ὅλως ὀνομασθῇ ἐν τοῖς καιροῖς τοῦ Δράκοντος τὸ πανάγιον καὶ ἄχραντον ὄνομα. Φοβούμενος δὲ καὶ τρέμων ἐξ ἁγίας δυνάμεως ὀνόματος τοῦ Σωτῆρος τοῦτο ποιεῖ ὁ ἀσθενής. Ἐὰν γάρ τις μὴ | |
15 | σφραγίζηται τὴν σφραγῖδα τὴν ἐκείνου, οὐ γίνεται αἰχμάλωτος τῶν ἐκείνου | |
φαντασμάτων· οὐδ’ αὖ πάλιν ὁ Κύριος ἀφίσταται ἐκ τοῦ τοιούτου, ἀλλὰ φωτίζει | 183 | |
184 | καρδίαν καὶ ἑλκύει πρὸς ἑαυτόν. Δεῖ δὲ ἡμᾶς νοεῖν, ἀδελφοί, μετὰ πάσης ἀκρι‐ βείας τὰ τοῦ Ἐχθροῦ φαντάσματα, ἀλάστορος ὑπάρχοντος. Ἐν γαλήνῃ ὁ Κύρι‐ ος ἔρχεται πᾶσιν ἡμῖν, ἀποκρούσασθαι δι’ ἡμᾶς τοῦ θηρὸς τὰ τεχνάσματα. Τὴν ἀκλινῆ πίστιν Χριστοῦ εἰλικρινῶς βαστάζοντες, εὐρίπιστον ποιήσομεν τὴν δύνα‐ | |
5 | μιν τοῦ Ἐχθροῦ. Λογισμὸν ἀμετάθετον καὶ εὐσεβῆ κτησώμεθα, καὶ ἀφίσταται ὁ | |
ἀσθενὴς ἀφ’ ἡμῶν, μὴ ἰσχύων τί ποιῆσαι. | 184 |