TLG 4138 054 :: EPHRAEM SYRUS :: De patientia et consummatione huius saeculi, ac de secundo aduentu; necnon de meditatione diuinarum scripturarum; et quae quantaque sit quietis silentiique utilitas EPHRAEM SYRUS Theol., vel Ephraem Graecus De patientia et consummatione huius saeculi, ac de secundo aduentu; necnon de meditatione diuinarum scripturarum; et quae quantaque sit quietis silentiique utilitas Dup. Assemani, J.S., Sancti patris nostri Ephraem Syri opera omnia, vol. 3 Rome (1732) 93–104d. Citation: Page — (line) | ||
155(1t) | Περὶ ὑπομονῆς καὶ συντελείας καὶ τῆς δευτέρας | |
2t | παρουσίας. Καὶ περὶ μελέτης τῶν θείων Γραφῶν. | |
---|---|---|
3t | Καὶ τί τὸ τῆς ἡσυχίας ὠφέλιμον | |
1 | Λαμπρὸς ὁ βίος τῶν δικαίων. Πῶς δὲ λαμπρύνεται, ἀλλ’ ἢ διὰ τῆς ὑπο‐ μονῆς; Ταύτην ἀγάπησον, ὦ μοναχέ, ὡς τῆς ἀνδρείας μητέρα. Ὁ μὲν γὰρ ψαλμῳδὸς παραινεῖ λέγων· ὑπόμεινον τὸν Κύριον καὶ φύλαξον τὴν ὁδὸν αὐτοῦ. Ὁ δὲ Παῦλος διδάσκων ὅπως κτήσῃ τὴν ἀρετὴν λέγει· ἡ θλῖψις ὑπομονὴν κα‐ | |
5 | τεργάζεται. Ταύτην μετερχόμενος εὑρήσεις τὴν πηγὴν τῶν ἀγαθῶν, τὴν ἐλπί‐ | |
δα· ἡ δὲ ἐλπὶς οὐ καταισχύνει. | 155 | |
156 | Ὑποτάγηθι τοίνυν τῷ Κυρίῳ καὶ ἱκέτευε αὐτόν, καὶ εὑρήσεις ἐκ τούτου τό, καὶ δῴη σοι πάντα τὰ αἰτήματα τῆς καρδίας σου. Τί τούτου μακαριώτερον· τοῦ κεκτῆσθαι βασιλέως τοιούτου ἀκοὴν εὐμενῆ; Τίς οὐ θελήσει ἠνεῳγμένην ἔχειν καὶ ὑπακούουσαν τοῦ κριτοῦ τὴν ἀκοήν; | |
5 | Ἐργάτης τυγχάνεις τῆς ἀρετῆς, ἀδελφέ· ἐμισθώσατό σε. Ὡς καιρὸν ἔχεις, ἐργάζου τὸ ἀγαθόν. Ἄκουσον τοῦ Παύλου λέγοντος· ὃ δ’ ἂν σπείρῃ ἄν‐ θρωπος, τοῦτο καὶ θερίσει. Σπεῖρον εἰς τὸ πνεῦμα, ἵνα θερίσῃς ζωὴν αἰώνιον· ὁ γὰρ σπείρων εἰς τὴν σάρκα, ἐκ τῆς σαρκὸς θερίσει φθοράν. Ἄκουε τοῦ καλοῦ παραινέτου λέγοντος· σπείρατε ἑαυτοῖς δικαιοσύνην· τρυγήσατε καρπὸν ζωῆς. | |
10 | Μὴ ὀλιγώρει ἐν τῷ κάμνειν ἔμπροσθεν ὁρῶν τὴν ἐλπίδα. Ὅπου γὰρ ἀγῶνες, ἐκεῖ καὶ βραβεῖα· ὅπου πόλεμοι, ἐκεῖ καὶ αἱ τιμαί· ὅπου ἡ πάλη, ἐκεῖ καὶ ὁ στέ‐ φανος. Εἰς ταῦτα ἀφορῶν ἐπάλειφε διὰ τῶν τῆς ὑπομονῆς λόγων. Ὑποφώνει | |
σεαυτῷ πάντοτε μετὰ τῶν Ἁγίων βοῶν· ἀνδρίζου καὶ κραταιούσθω ἡ καρδία | 156 | |
157 | σου, καὶ ὑπόμεινον τὸν Κύριον. Ἑτοίμασε εἰς τὴν ἔξοδον τὰ ἔργα σου, καὶ παρασκευάζου εἰς τὸν ἀγρόν σου· ἀγρός ἐστι οὗτος ὁ βίος. Λάβε τὴν ἀγαθὴν δίκελλαν, τὴν Καινὴν Διαθή‐ κην· περίφραξον τὸ κτῆμά σου ἀκάνθαις, νηστείᾳ, προσευχῇ καὶ διδασκαλίᾳ. | |
5 | Ἐὰν ἔχῃς τὸν φραγμὸν τοῦτον, οὐκ εἰσέλθῃ τὸ θηρίον, τουτέστιν ὁ Διάβολος. Ὡς ἀμπελῶνα καλὸν γεώργει σου τὴν ψυχήν. Καὶ ὥσπερ οἱ τοὺς ἀμπελῶνας φυλάττοντες κροτοῦσι τῇ χειρί, βοῶσι τῇ φωνῇ, καὶ οὕτως διὰ τῶν κτύπων ἱστῶσι τοὺς ἐπιβουλεύοντας, οὕτως καὶ σὺ βόησον τῇ φωνῇ, ἀλάλαξον τῇ ψαλ‐ μῳδίᾳ, καὶ ἀποδιώξεις τὸ δολερὸν θηρίον, τὴν ἀλώπεκα, ἥτις ἐστὶν ὁ Διάβο‐ | |
10 | λος· περὶ οὗ ἔλεγεν ἡ Γραφή· πιάσατε ἡμῖν ἀλώπεκας μικρούς, καὶ τὰ ἑξῆς. Τήρει πάντοτε τὸν Ἐχθρόν, ἐὰν κατατοξεύσῃ σου τὴν ἐπιθυμίαν εἰς ἀτό‐ πους πράξεις. Ἐὰν κατασφενδονήσῃ σου τὴν ψυχὴν ῥυπαροὺς ἐμβαλὼν αὐτῇ λογισμούς, ἀντίστησον τὸν θυρεὸν τῆς πίστεως καὶ περιβαλοῦ τὴν περικεφαλαί‐ | |
αν τῆς ἐλπίδος· σπάσαι τὴν μάχαιραν τοῦ Πνεύματος, ἥτις ἐστὶ ῥῆμα Θεοῦ, | 157 | |
158 | καὶ οὕτως ὁπλιζόμενος κατὰ τοῦ Ἐχθροῦ, ὑπόμεινον καὶ μὴ ὀλιγώρει τῷ πο‐ λέμῳ. Ἀλλὰ νῆφε ἐν πᾶσι, καὶ λέγε· οὐ γὰρ αὐτοῦ τὰ νοήματα ἀγνοοῦμεν. Χαῖρε οὖν πάντοτε, καθὼς γέγραπται· τὸ ἐπιεικὲς ὑμῶν γνωσθήτω πᾶσιν ἀν‐ θρώποις. Ὁ φόβος τοῦ Θεοῦ καταστραπτέτω ἐν τῇ καρδίᾳ σου. Μὴ γίνου δει‐ | |
5 | λὸς καὶ ὀκνηρὸς ἐργάτης. Μὴ φύγῃς τὸν στέφανον. Ὁ βίος βραχύς, ἡ δὲ κρίσις μακρά. Πρὸς ταῦτα ἀφορῶν, ὦ μοναχέ, ὑποφώνει σου τῇ καρδίᾳ ἅμα τῷ Ἁγίῳ, καὶ λέγε· ἀνδρίζου καὶ κραταιούσθω ἡ καρδία σου. Μιμοῦ τὸν Δαυΐδ, καὶ μιᾷ λίθου βολῇ κατάρραξον τὸν πολέμιον. Ἑστήκασιν Ἄγγελοι θεωροὶ τοῦ βίου | |
10 | σου· θέατρον ἐγενήθημεν τῷ κόσμῳ, καὶ Ἀγγέλοις καὶ ἀνθρώποις. Ἐάν σε ἴδωσι νικῶντα, χαίρουσιν ἐπὶ τῷ κατορθώματι· ἐὰν δὲ ἡττώμενον, ἀναχωροῦσι στυγνοί, οὐ γὰρ ὑποφέρουσι· γελῶσι δὲ ἐπὶ σὲ τὰ δαιμόνια. Σπάσαι οὖν ἀντὶ ῥομφαίας τὸν φόβον τοῦ Θεοῦ· ὁ γὰρ φόβος τοῦ Θεοῦ μάχαιρα δίστομος συγ‐ κόπτων πᾶσαν ἐπιθυμίαν πονηράν. Λάμβανε οὖν πάντοτε τὸν Θεὸν καὶ τὸν φό‐ | |
15 | βον αὐτοῦ ἐν σεαυτῷ, μιμνῃσκόμενος τὴν ἡμέραν ἐκείνην, ὅτε οἱ οὐρανοὶ πυ‐ | 158 |
159 | ρούμενοι λυθήσονται, στοιχεῖα δὲ καυσούμενα τήκεται· γῆ δὲ καὶ τὰ ἐν αὐτῇ ἔργα κατακαήσονται· ὅτε ἄστρα ὡς φύλλα πεσοῦνται, ἥλιός τε καὶ σελήνη σκο‐ τισθήσονται, καὶ οὐ δώσουσι τὸ φέγγος αὐτῶν· ὅταν φανερωθῇ ὁ Υἱὸς τοῦ Θεοῦ ἐξ οὐρανῶν ἐπὶ τὴν γῆν, καὶ αἱ δυνάμεις οὐρανῶν σαλευθήσονται· ὅτε Ἀγγέ‐ | |
5 | λων καταδρομαὶ καὶ αἱ φωναὶ τῶν σαλπίγγων ἐπερχομένων· πῦρ ἐνώπιον αὐ‐ τοῦ καιόμενον καὶ διατρέχον κατακλύζειν τὴν οἰκουμένην· κύκλῳ γὰρ αὐτοῦ καταιγὶς σφόδρα, σεισμοὶ καὶ φόβοι καὶ κεραυνοί, οἷοι οὐδέποτε γεγόνασι, οὐδ’ οὐ μὴ γένωνται ἕως τῆς ἡμέρας ἐκείνης· ὥστε καὶ τὰς αὐτὰς δυνάμεις τῶν οὐ‐ ρανῶν τρόμῳ μεγάλῳ συλληφθῆναι. | |
10 | Οὐκοῦν ποταποὺς δεῖ εἶναι ἡμᾶς, ἀδελφοί μου; Ποῖος φόβος καὶ φρίκη ποία λήψεται ἡμᾶς; Κατανόησον τὸν Ἰσραὴλ ἐν τῇ ἐρήμῳ, ὅτι οὐκ ἴσχυσαν τὸν γνόφον καὶ ζόφον καὶ τὴν φωνὴν τοῦ λαλοῦντος Θεοῦ ἐκ μέσου τοῦ πυρός, ἀλλ’ | |
ἐσπούδασαν τοῦ μὴ προστεθῆναι αὐτοῖς λόγον· οὐδὲ γὰρ ἔφερον κατὰ ἀλήθειαν | 159 | |
160 | τὸ διαστελλόμενον, καίπερ οὐ μετὰ θυμοῦ κατελθόντος, οὐδὲ μετ’ ὀργῆς λα‐ λοῦντος πρὸς αὐτούς, ἀλλ’ ἐν παρακλήσει πληροφοροῦντος αὐτοὺς ὅτι αὐτὸς μετ’ αὐτῶν ἐστιν. Ἄκουσον νῦν, ἀδελφέ μου· εἰ μετὰ παρακλήσεως οὐκ ἰσχύσαμεν βαστά‐ | |
5 | σαι τὴν ἔλευσιν αὐτοῦ, ὅτε οὔτε οἱ οὐρανοὶ πυρούμενοι ἐλύθησαν, οὔτε ἡ γῆ καὶ τὰ ἐν αὐτῇ κατεκάη, οὔτε οἱ σαλπίζοντες ἤχησαν, καθὼς μέλλει ἡ σάλπιγξ ἐκείνη βοᾶν καὶ ἐξυπνίζειν τοὺς ἀπ’ αἰῶνος κεκοιμημένους, οὔτε πῦρ κατακλύ‐ ζον τὴν οἰκουμένην, οὔτε τις τῶν μελλόντων γίνεσθαι φόβων ἐγένετο, τί ποιή‐ σομεν, ὅταν κατέλθῃ μετ’ ὀργῆς καὶ θυμοῦ ἀνυποστάτου καὶ καθίσῃ ἐπὶ θρόνου | |
10 | δόξης αὐτοῦ, καὶ προσκαλέσηται τὴν γῆν ἀπὸ ἀνατολῶν ἡλίου μέχρι δυσμῶν, καὶ ἀπὸ πάντων τῶν περάτων τῆς γῆς ἕως περάτων αὐτῆς, τοῦ διακρῖναι τὸν λαὸν αὐτοῦ καὶ ἀποδοῦναι ἑκάστῳ κατὰ τὴν πρᾶξιν αὐτοῦ; Οἴμοι! Ποταποὺς δεῖ ὑπάρχειν ἡμᾶς, ὅταν παριστάμεθα γυμνοὶ καὶ τε‐ | |
τραχηλισμένοι, μέλλοντες εἰσάγεσθαι εἰς τὸ φρικτὸν βῆμα; Οἴμοι, οἴμοι! Ποῦ | 160 | |
161 | τότε ἡ περπερότης; Ποῦ τότε ἡ ἀνδρεία τῆς σαρκός; Ποῦ δὲ τὸ κάλλος τὸ ψευ‐ δὲς καὶ ἀνωφελές; ποῦ τότε ἡδυφωνία τῶν ἀνθρώπων; Ποῦ τότε ἡ παρρησία ἡ ἀναιδὴς καὶ ἀναίσχυντος; Ποῦ τότε ὁ καλλωπισμὸς τῶν ἱματίων; Ποῦ τότε ἡ ἡδονὴ τῆς ἁμαρτίας, ἡ ὡς ἀληθῶς ἀκάθαρτος; Ποῦ τότε οἱ τὴν κόπρον τῶν ἀρ‐ | |
5 | ρένων ἡδονὴν ἡγούμενοι; Ποῦ τότε ἡ καταφρόνησις τῶν ἐν ἀμελείᾳ ζώντων; Ποῦ τότε ἡ τρυφὴ καὶ σπατάλη; Πάντα παρῆλθε, καὶ ὡς χαῦνος ἀὴρ διελύθη‐ σαν. Ποῦ τότε ἡ φιλαργυρία καὶ ἡ φιλοκτημοσύνη, καὶ ἡ ἐξ αὐτῶν ἀσπλαγ‐ χνία; Ποῦ τότε ἡ ἀπάνθρωπος ὑπερηφανία, ἡ πάντας βδελυσσομένη καὶ ἑαυτὴν λογιζομένη εἶναί τι; Ποῦ τότε ἡ κενὴ καὶ ματαία ἀνθρωπίνη προκοπὴ καὶ ἡ δό‐ | |
10 | ξα; Ποῦ τότε ἡ δυναστεία καὶ ἡ τυραννίς; Ποῦ ἄρχων; Ποῦ ἡγούμενος; Ποῦ οἱ ἐπ’ ἐξουσιῶν· οἱ γαυριώμενοι ἐπὶ πλήθει πλούτου καὶ τοῦ Θεοῦ καταφρονοῦν‐ τες; Τότε ἰδόντες, οὕτως ἐθαύμασαν καὶ ὁ τρόμος ἐπελάβετο αὐτῶν. Ἐκεῖ ὠδῖ‐ νες ὡς τικτούσης· ἐν πνεύματι βιαίῳ συντριβήσονται. Ποῦ δὲ τότε ἡ σοφία τῶν | |
σοφῶν; Ποῦ τὰ μάταια αὐτῶν πανουργεύματα; Οὐαί, οὐαὶ αὐτοῖς! Ἐταράχθη‐ | 161 | |
162 | σαν, ἐσαλεύθησαν, ὡς ὁ μεθύων, καὶ πᾶσα ἡ σοφία αὐτῶν κατεπόθη. Ποῦ τότε σοφός; Ποῦ γραμματεύς; Ποῦ συζητητὴς τοῦ αἰῶνος τούτου ματαίου; Οἴχεται πᾶσα σοφία, ἀδελφέ μου. Ἀναλόγισαι ποταποὺς δεῖ ὑπάρχειν ἡμᾶς διδόντας λόγον ὧν ἐπράξαμεν | |
5 | μεγάλων ἢ μικρῶν· ἕως γὰρ ἀργοῦ λόγου ἀπολογίαν δώσομεν τῷ δικαίῳ Κρι‐ τῇ. Ποταποὺς δεῖ εἶναι ἡμᾶς ἐν τῇ ὥρᾳ ἐκείνῃ, ἵνα εὕρωμεν χάριν ἐνώπιον αὐ‐ τοῦ; Ποία δὲ διαδέξεται ἡμᾶς χαρὰ ἀφοριζομένους ἐκ δεξιῶν τοῦ Βασιλέως; Πο‐ ταποὺς δεῖ εἶναι ἡμᾶς, ὅταν ἀσπάζωνται ἡμᾶς πάντες οἱ Ἅγιοι ἐκεῖ; Ἀσπάζε‐ ταί σε Ἀβραάμ, Ἰσαάκ, Ἰακώβ, Μωυσῆς, Νῶε, Ἰώβ, Δαυῒδ καὶ οἱ ἅγιοι Προ‐ | |
10 | φῆται καὶ Ἀπόστολοι καὶ Μάρτυρες καὶ [οἱ] πάντες οἱ Ἅγιοι καὶ Δίκαιοι, οἱ ἐν τῷ βίῳ τῷ Θεῷ εὐαρεστήσαντες· καὶ ὅσους ἤθελες ἄρτι θεάσασθαι, αὐτοὶ ἐκεῖ ἔρχονται πρὸς σέ, καὶ περιπτυσσόμενοί σε ἀσπάζονταί σε, ἀγαλλόμενοι ἐπὶ τῇ σῇ σωτηρίᾳ. Ποταποὺς δεῖ εἶναι ἡμᾶς τότε; Ποταπὴν χαρὰν ἔχειν ἀνεκλά‐ λητον, ὅταν εἴπῃ ὁ Βασιλεὺς τοῖς ἐκ δεξιῶν, μεθ’ ἱλαρότητος λέγων· δεῦτε οἱ | |
15 | εὐλογημένοι τοῦ Πατρός μου, κληρονομήσατε τὴν ἡτοιμασμένην ὑμῖν βασιλείαν | 162 |
163 | ἀπὸ καταβολῆς κόσμου. Τότε, ἀδελφέ μου, λήψῃ τὸ βασίλειον τῆς εὐπρεπείας καὶ τὸ διάδημα τοῦ κάλλους ἐκ χειρὸς Κυρίου, καὶ λοιπὸν συμβασιλεύσεις αὐ‐ τῷ. Τότε κληρονομήσεις τὰ ἀγαθὰ ἐκεῖνα, ἃ ἡτοίμασεν ὁ Θεὸς τοῖς ἀγαπῶσιν αὐτόν. Τότε λοιπὸν ἀμέριμνος ἔσῃ, μηκέτι πτοούμενος μηδεμίαν πτόησιν. | |
5 | Ἀναλόγισαι, ἀδελφέ μου, οἷον ὑπάρχει τὸ βασιλεῦσαι ἐν οὐρανοῖς, καθὼς προείπομεν· δέξῃ γὰρ τὸ διάδημα ἐκ χειρὸς Κυρίου, καὶ βασιλεύσεις τοῦ λοιποῦ σὺν Χριστῷ. Ἀναλόγισαι, ἀδελφέ μου, οἷόν ἐστι τοῦ Θεοῦ τὸ πρόσωπον βλέπειν διαπαντός. Οἷόν ἐστιν ἔχειν αὐτὸν φωστῆρα· τότε γὰρ οὐκέτι ἔσται σοι ἥλιος εἰς φῶς ἡμέρας, καθὼς Ἠσαΐας φησίν, οὐδὲ ἀνατολὴ σελήνης φωτιεῖ σου | |
10 | τὴν νύκτα, ἀλλ’ ἔσται σοι Κύριος φῶς αἰώνιον, καὶ ὁ Θεὸς δόξα σου. Ἰδού, ἀδελφέ μου, ἤκουσας οἵα χαρὰ ἀπόκειται τοῖς φοβουμένοις τὸν Κύ‐ ριον, καὶ τοῖς φυλάσσουσι τὰς ἐντολὰς αὐτοῦ. Ἀναλόγισαι δὲ μετὰ ταῦτα καὶ τὴν τῶν ἁμαρτωλῶν ἀπώλειαν, ὅταν εἰσάγωνται εἰς τὸ βῆμα τὸ φοβερόν· οἵα | |
αἰσχύνη αὐτοὺς λήψεται ἐνώπιον τοῦ δικαίου Κριτοῦ, μὴ ἔχοντας λόγον ἀπολο‐ | 163 | |
164 | γίας· οἵα ἐντροπὴ λήψεται αὐτοὺς ἀφοριζομένους ἐξ εὐωνύμων τοῦ Βασιλέως· οἷον σκότος ἐπιπέσει ἐπ’ αὐτούς, ὅταν λαλήσῃ πρὸς αὐτοὺς ἐν ὀργῇ αὐτοῦ, καὶ ἐν τῷ θυμῷ αὐτοῦ ταράξῃ αὐτούς, λέγων· πορεύεσθε οἱ κατηραμένοι εἰς τὸ πῦρ τὸ αἰώνιον τὸ ἡτοιμασμένον τῷ Διαβόλῳ καὶ τοῖς ἀγγέλοις αὐτοῦ. Οἴμοι, οἴ‐ | |
5 | μοι! Οἵαν θλῖψιν καὶ στενοχωρίαν ἕξει τὸ πνεῦμα αὐτῶν, ὅταν γένηται κραυγὴ πάντων λεγόντων· ἀποστραφήτωσαν οἱ ἁμαρτωλοὶ εἰς τὸν ᾅδην· πάντα τὰ ἔθνη τὰ ἐπιλανθανόμενα τοῦ Θεοῦ. Οἴμοι, οἷον μέλος ἀλαλάξουσι κοπτόμενοι καὶ θρηνοῦντες, ἀπαγόμενοι κολάζεσθαι πικρῶς εἰς ἀτελευτήτους αἰῶνας! Οἷός ἐστιν ὁ τόπος, ὅπου ἐστὶν ὁ κλαυθμὸς καὶ ὁ βρυγμὸς τῶν ὀδόντων· ὁ καλούμε‐ | |
10 | νος τάρταρος, ὃν καὶ αὐτὸς ὁ Σατανᾶς φρίσσει! Οἴμοι, οἵα ἐστὶν ἡ γέεννα τοῦ πυρὸς τοῦ ἀσβέστου καὶ ὁ ἀκοίμητος καὶ ἰοβόλος σκώληξ! Οἴμοι, οἷον δεινόν ἐστι τὸ σκότος ἐκεῖνο τὸ αἰώνιον καὶ ἐξώτερον, τὸ ἀεὶ μένον! Οἴμοι, οἷοί εἰσιν ἐπὶ τῶν κολάσεων Ἄγγελοι ἄσπλαγχνοι καὶ ἀνελεήμονες! Ὀνειδίζουσι γὰρ καὶ ἐπιπλήττουσι δεινῶς. | |
15 | Τότε οἱ κολαζόμενοι κεκράξονται πρὸς Κύριον, καὶ οὐκ εἰσακούσεται | 164 |
165 | αὐτῶν. Τότε γνώσονται ὅτι μάταια αὐτοῖς ἀπέβη τὰ τοῦ βίου, καὶ ἃ ἐδόκουν ἐνταῦθα ἡδέα εἶναι, χολῆς καὶ ἰοῦ πικρότερα εὑρέθησαν. Ποῦ τότε ἡ ψευδώνυ‐ μος ἡδονὴ τῆς ἁμαρτίας; Ἄλλη γὰρ ἡδονὴ οὐκ ἔστιν εἰ μὴ τὸ φοβεῖσθαι τὸν Κύριον. Ἀληθῶς τοῦτο ἡδονή ἐστιν. Ἀληθῶς ὡς ἐκ στέατος καὶ πιότητος ἐμ‐ | |
5 | πιπλᾷ τὴν ψυχήν. Τότε καταγνώσουσιν ἑαυτῶν καὶ τῶν ἔργων αὐτῶν, ὧν ἔ‐ πραξαν. Τότε ὁμολογήσουσι λέγοντες ὅτι δικαία ἡ κρίσις τοῦ Θεοῦ· ἠκούσαμεν γὰρ ταῦτα, καὶ οὐκ ἠθελήσαμεν ἐπιστρέψαι ἀπὸ τῶν πονηρῶν ἡμῶν πράξεων. Καὶ τότε οὐδὲν ἀνύσουσι ταῦτα λέγοντες. Οἴμοι τῷ ἐν ἁμαρτίαις ἀνηκέστοις συλληφθέντι! Ὑπὲρ ἀριθμὸν ψάμμου | |
10 | θαλάσσης ἥμαρτον, καὶ κάμπτομαι ἐξ αὐτῶν, ὡσεὶ ἀπὸ πολλῶν δεσμῶν σιδή‐ ρου. Οὐ γάρ ἐστί μοι παρρησία ἀτενίσαι εἰς τὸ ὕψος τοῦ οὐρανοῦ. Πρὸς τίνα οὖν καταφύγω, εἰ μὴ πρὸς σέ, φιλάνθρωπε; Ἐλέησον ὁ Θεὸς κατὰ τὸ μέγα ἔλεός σου, καὶ κατὰ τὸ πλῆθος τῶν οἰκτιρμῶν σου ἐξάλειψον τὸ ἀνόμημά μου. | |
Πρὸς σὲ καταφεύγω διὰ τὴν πολλήν σου ἀγαθότητα καὶ εὐσπλαγχνίαν. Σὲ | 165 | |
166 | παρώργισα, καὶ πρὸς σὲ καταφεύγω διὰ τὴν πολλήν σου ἀμνησικακίαν. Σὲ ἠ‐ θέτησα, καὶ πρὸς σὲ καταφεύγω διὰ τὴν πολλήν σου φιλανθρωπίαν, καὶ δεόμε‐ νος βοῶ· ἀπόστρεψον τὸ πρόσωπόν σου ἀπὸ τῶν ἁμαρτιῶν μου, καὶ πάσας τὰς ἀνομίας μου ἐξάλειψον. Καρδίαν καθαρὰν κτίσον ἐν ἐμοί, ὁ Θεός, καὶ πνεῦμα | |
5 | εὐθὲς ἐγκαίνισον ἐν τοῖς ἐγκάτοις μου διὰ τὸ ὄνομά σου μόνον. Οὐδὲν ἔχω προσενεγκεῖν σοι, οὐ πρᾶξιν ἀγαθήν, οὐ καρδίαν καθαράν, ἀλλὰ θαρρῶν εἰς τοὺς οἰκτιρμούς σου ἐπιρρίπτω ἐμαυτόν, ὅπως ἄξῃς με εἰς κατάνυξιν καὶ ἐπίμο‐ νον ἐργασίαν τῶν ἐντολῶν σου, ἵνα μὴ καταπίπτω πάλιν εὐκόλως εἰς ἁμαρ‐ τίαν, ἀλλ’ ἀπὸ τοῦ νῦν λατρεῦσαί σοι ἐν ὁσιότητι καὶ δικαιοσύνῃ πάσας τὰς | |
10 | ἡμέρας τῆς ζωῆς μου. Παρακαλῶ οὖν ὑμᾶς, ἀδελφοί, ταῦτα προσδοκῶντες σπεύσωμεν ἄσπιλοι καὶ ἀμώμητοι εὑρεθῆναι αὐτῷ ἐν εἰρήνῃ. Ὅταν ἐπέλθῃ σοι πονηρὰ ἐνθύμησις, ἀδελφέ, σπάσαι ταύτην τὴν μάχαιραν, τουτέστιν ἀναλόγισαι τὸν φόβον τοῦ Θε‐ οῦ, καὶ συγκόπτεις πᾶσαν τὴν δύναμιν τοῦ Ἐχθροῦ. Ἀντὶ δὲ σάλπιγγος ἔχε | |
15 | τὰς θείας Γραφάς· κατὰ δὲ τρόπον ἡ σάλπιγξ βοῶσα ἐπισυνάγει τοὺς στρατιώ‐ | |
τας, οὕτω καὶ αἱ θεῖαι Γραφαὶ βοῶσαι πρὸς ἡμᾶς, ἐπισυνάγουσιν ἡμῶν τοὺς | 166 | |
167 | λογισμοὺς εἰς φόβον Θεοῦ. Καὶ γάρ εἰσιν οἱ λογισμοὶ ἡμῶν δίκην στρατιωτῶν πολεμοῦντες πρὸς τοὺς ἐχθροὺς τοῦ Βασιλέως. Καὶ πάλιν ὃν τρόπον ἡ σάλπιγξ βοῶσα ἐν καιρῷ τοῦ πολέμου διεγείρει τῶν νέων καὶ ἀγωνιστῶν τὴν προθυμίαν κατὰ τῶν ἀντιπάλων, οὕτω καὶ αἱ θεῖαι Γραφαὶ διεγείρουσί σου τὴν προθυμίαν | |
5 | εἰς τὸ ἀγαθόν, καὶ ἀνδρίζουσί σε κατὰ τῶν παθῶν. Διό, ἀδελφέ μου, ὅσον δύνασαι, ἀνάγκασε σεαυτὸν πυκνοτέρως ὡς ἐντυγ‐ χάνειν αὐταῖς, ὅπως συνάξωσί σου τοὺς λογισμούς, οὓς διασκορπίζει ὁ Ἐχθρὸς τῇ αὐτοῦ κακομηχανίᾳ, ὑποβάλλων πονηρὰς ἐνθυμήσεις, ἢ καὶ θλίψεις πολλά‐ κις ἐπιφέρων, ἢ εὐημερίας καὶ εὐρυχωρίας πολλὰς παρέχων. Ταῦτα γὰρ κα‐ | |
10 | τεργάζεται τῇ αὐτοῦ πανουργίᾳ, ὅπως ἀπαλλοτριώσῃ ἀπὸ Θεοῦ τὸν ἄνθρωπον. Ὅταν γὰρ πολλάκις μὴ δυνηθῇ τινα διὰ τῶν ἐνθυμήσεων ἐπηρεάσαι καὶ κατα‐ βαλεῖν, τότε λοιπὸν ἐπιφέρει αὐτῷ θλίψεις, ὅπως σκοτίσῃ τὴν διάνοιαν καὶ ἰσχύσῃ λοιπὸν ἐπισπεῖραι ἃ βούλεται. Καὶ ἄρχεται ὑποβάλλειν τῷ μοναχῷ τὰ τοιαῦτα ἐνθυμήματα, καὶ λέγειν μεθ’ ὅρκων, ὅτι ἀφ’ οὗ ἠρξάμην εἰς τὸ ἀγαθὸν | |
15 | ἐργάζεσθαι κακὰς ἡμέρας εἶδον· ποιήσωμεν οὖν τὰ κακά, ἵνα ἔλθῃ τὰ ἀγαθά. | 167 |
168 | Τότε ἐὰν μὴ εὑρεθῇ τις νήφων, καταπίνει αὐτὸν ὥσπερ ᾅδης ζῶντα. Εἰ δὲ καὶ ἐν τούτῳ μὴ δυνηθῇ αὐτὸν ἐπηρεάσαι, τότε ἐπιφέρει αὐτῷ τὴν εὐρυχωρίαν. Ὑ‐ ψοῖ αὐτὸν καὶ ἀπάτην πολλὴν παρέχει αὐτῷ τὴν δεινοτέραν καὶ χείρω πάντων τῶν παθῶν. Αὕτη γάρ ἐστιν ἡ ὑπερήφανον καὶ ἄφρονα ἐργαζομένη τὸν ἄνθρω‐ | |
5 | πον. Αὕτη εἰς τὸν βυθὸν τῶν ἡδονῶν κατασπᾷ τὸν νοῦν. Αὕτη εἰς οὐρανὸν ποιεῖ θεῖναι τὸ στόμα βλασφημίας· γέγραπται γάρ· καὶ ἔθετο εἰς οὐρανὸν τὸ στόμα αὐτοῦ. Αὕτη ποιεῖ τὸν ἄνθρωπον μὴ γινώσκειν τὸν Θεόν, μηδὲ γινώσκειν τὴν ἰδίαν ἀσθένειαν, μηδὲ ἐνθυμεῖσθαι τὴν ἡμέραν τοῦ θανάτου. Αὕτη δέ ἐστιν ὁδὸς πάντων τῶν κακῶν. Ταύτην τὴν ὁδὸν ἀγαπῶν βαδίζειν εἰς τὰ ταμιεῖα τοῦ θα‐ | |
10 | νάτου εὑρίσκεται φθάνων. Αὕτη ἐστὶν ἡ ὁδός, ἣν εἶπεν ὁ Κύριος· πλατεῖα καὶ εὐρύχωρος ἡ ὁδὸς ἡ ἀπάγουσα εἰς τὴν ἀπώλειαν. Ἰδοὺ ἤκουσας, ἀδελφέ μου, διὰ τί ἐπιφέρει ὁ Ἐχθρὸς ποτὲ μὲν εὐρυχω‐ ρίας, ποτὲ δὲ θλίψεις. Πρὸς ὃ γὰρ δοκιμάζει τὴν διάθεσιν τοῦ ἀνθρώπου ἐγκει‐ μένην, πρὸς αὐτὸ καὶ αὐτὸς στρατεύεται διὰ δικαιωμάτων παρατάττεσθαι. Διό, | |
15 | ἀδελφέ μου, νῆψον ἀσφαλῶς, καὶ σπούδασον ἀεὶ τῇ ἀναγνώσει προσκολλᾶσθαι, | 168 |
169 | ἵνα σε διδάξῃ πῶς δεῖ ἐκφυγεῖν τὰς παγίδας τοῦ Ἐχθροῦ καὶ καταλαβεῖν τὴν αἰώνιον ζωήν· συστέλλει γὰρ ἀνάγνωσις τῶν θείων Γραφῶν τὸν νοῦν πλανώμε‐ νον καὶ δωρεῖται γνῶσιν εἰς Θεόν. Γέγραπται γάρ· σχολάσατε καὶ γνῶτε ὅτι ἐγώ εἰμι ὁ Θεός. | |
5 | Ἀκούεις, ἀδελφέ μου, ὅτι γνῶσιν Θεοῦ λαμβάνει ὁ σχολάζων ταῖς θείαις Γραφαῖς ἐν ἀληθινῇ καρδίᾳ; Διό, ἀδελφέ, μὴ ἀμελήσῃς τῆς ψυχῆς σου, ἀλλὰ σχόλαζε τῇ ἀναγνώσει καὶ ταῖς εὐχαῖς, ὅπως φωτισθῇ σου ἡ διάνοια, καὶ ὅπως γένῃ τέλειος καὶ ὁλόκληρος ἐν μηδενὶ λειπόμενος. Ἄλλοι καυχῶνται ἐπὶ συνο‐ μιλίᾳ μεγιστάνων, ἀρχόντων τε καὶ βασιλέων· σὺ δὲ καυχᾶσαι ἔμπροσθεν τῶν | |
10 | Ἀγγέλων τοῦ Θεοῦ συνομιλῶν τῷ Ἁγίῳ Πνεύματι διὰ τῶν ἁγίων Γραφῶν· τὸ γὰρ Ἅγιον Πνεῦμά ἐστι τὸ λαλοῦν δι’ αὐτῶν. Σπούδαζε οὖν ἐντυγχάνειν ταῖς θείαις Γραφαῖς καὶ προσκαρτερεῖν ταῖς εὐχαῖς. Ὁσάκις γὰρ ἐντυγχάνεις τῷ Θεῷ δι’ αὐτῶν, τοσαυτάκις ἁγιάζεταί σου τὸ σῶμα καὶ ἡ ψυχή. Τοῦτο οὖν γι‐ νώσκων, ἀδελφέ μου, σπούδαζε πυκνοτέρως ἐντυγχάνειν αὐταῖς. Ἐὰν μὴ σχο‐ | |
15 | λάζωσιν αἱ χεῖρες, εὔχου πάλιν τῇ διανοίᾳ· καὶ γὰρ ἡ μακαρία Ἄννα ἡ μήτηρ | 169 |
170 | τοῦ προφήτου Σαμουὴλ ηὔχετο καὶ τὰ χείλη αὐτῆς ἐκινοῦντο μόνον· ἡ δὲ προ‐ σευχὴ εἰς τὰ ὦτα Κυρίου Σαβαὼθ εἰσελήλυθε, καὶ ἐδόθη αὐτῇ ἡ αἴτησις αὐτῆς. Διό, ἀδελφέ μου, κἂν μὴ σχολάζωσί σου αἱ χεῖρες, ἀλλὰ τῇ διανοίᾳ εὔχου. Ἐὰν δὲ οὐκ ἐπίστασαι τὸ ἀναγινώσκειν, προσκολλήθητι ὅπου ἐστὶν ἀκοῦσαι καὶ | |
5 | ὠφεληθῆναι. Γέγραπται γάρ· ἐὰν ἴδῃς ἄνδρα συνετόν, ὄρθριζε πρὸς αὐτόν, καὶ βαθμοὺς θυρῶν αὐτοῦ ἐκτριβέτω ὁ ποῦς σου. Τοῦτο γὰρ συμβάλλεται, ἀδελφέ μου, οὐ μόνον τοῖς μὴ ἐπισταμένοις τὸ ἀναγινώσκειν, ἀλλὰ καὶ τοῖς ἐπισταμέ‐ νοις· πολλοὶ γάρ εἰσιν ἀναγινώσκοντες, καὶ οὐ γινώσκουσιν ἃ ἀναγινώσκουσι. Βλέπε οὖν, μοναχέ, μὴ ἀμελήσῃς τοῦ ἐν σοὶ χαρίσματος τοῦ δοθέντος σοι | |
10 | τῇ δωρεᾷ τοῦ Χριστοῦ, ἀλλὰ φρόντισον καὶ ἐκζήτησον τὸ πῶς εὐαρεστήσῃς τῷ Θεῷ, ἵνα τύχῃς τοῦ μακαρισμοῦ τῶν Ἁγίων. Γέγραπται γάρ· μακάριοι οἱ ἐξε‐ ρευνῶντες τὰ μαρτύρια αὐτοῦ· ἐν ὅλῃ καρδίᾳ ἐκζητήσουσιν αὐτόν. Βλέπε μή σε ἀνακόψῃ ὁ Ἐχθρός, ὅταν βούλῃ ἀναγνῶναι, ἐπιφέρων σοι τὴν ἀκηδίαν καὶ | |
βάλλων εἰς περισπασμοὺς καὶ λέγων· ποίησον πρῶτον τόδε τὸ πρᾶγμα ἐφ’ ὅσον | 170 | |
171 | ὀλίγον ἐστί, καὶ οὕτως ἀμεριμνῶν ἀναγινώσκεις. Ἡνίκα γὰρ ὑποβάλλει ταῦτα, καὶ προθυμίαν παρέχει εἰς τὸ ἐργόχειρον· ταῦτα γὰρ πάντα ἐμβάλλει ἵνα σε ἀπολύσῃ τοῦ ἀναγνῶναι. Ὅταν γὰρ ἴδῃ ἀδελφὸν ἐμπόνως ἀναγινώσκοντα καὶ ὠφελούμενον, ταύταις ταῖς ἀφορμαῖς καὶ ἄλλαις παρατάσσεται αὐτῷ, ἐμποδί‐ | |
5 | ζειν αὐτὸν ζητῶν. Σὺ οὖν μὴ πεισθῇς αὐτῷ, ἀλλὰ γενοῦ ὡς ἔλαφος διψῶν καὶ ἐπιποθῶν ἐλθεῖν ἐπὶ τὰς πηγὰς τῶν ὑδάτων, τουτέστιν ἐπὶ τὰς θείας Γραφάς, ὅπως πίῃς ἐξ αὐτῶν καὶ καταψύξωσί σου τὴν δίψαν τὴν συμφλέγουσάν σε διὰ τῶν παθῶν. Σύμπινε δὲ τὴν ἐξ αὐτῶν ὠφέλειαν. Οἷόν τι λέγω· ἵνα, ὅταν ὁ Κύ‐ ριος δωρήσηταί σοι τὸ ἀναγνῶναι καὶ ἐπιγνῶναι ἐξ αὐτῶν λόγον, μή σε παρέλ‐ | |
10 | θῃ, ἀλλὰ μελετήσῃς αὐτὸν ἐν τῇ διανοίᾳ σου, καὶ ἐγγράψῃς αὐτὸν ἐν τῇ καρδίᾳ σου, καὶ τῇ μνήμῃ φυλάξῃς αὐτὸν ἀνεξάλειπτον. Γέγραπται γάρ· ἐν τοῖς δικαι‐ ώμασί σου μελετήσω. Καὶ πάλιν λέγει· ἐν τῇ καρδίᾳ μου ἔκρυψα τὰ λόγιά σου, ὅπως ἂν μὴ ἁμάρτω σοι. Καὶ πάλιν· ἐν τίνι κατορθώσει νεώτερος τὴν ὁδὸν αὐτοῦ; Ἐν τῷ φυλάξασθαι τοὺς λόγους σου. | |
15 | Βλέπεις, ἀδελφέ, ὅτι ἐν τῷ μνημονεύειν τῶν λόγων αὐτοῦ, κατορθοῖ | 171 |
172 | ἄνθρωπος τὴν ὁδὸν αὐτοῦ; Τίς γὰρ μνημονεύων τῶν λόγων αὐτοῦ, καὶ μὴ κα‐ τορθῶν, εἰ μὴ ἄρα ἐστὶν ἐκεῖνος ἀδόκιμος καὶ ταλαίπωρος; Ὁ τοιοῦτος οὐδὲν ὅλως μνημονεύει, ἀλλὰ καὶ ἃ δοκεῖ μνημονεύειν ἐπελάθετο· τῷ γὰρ τοιούτῳ ἀνθρώπῳ λέγει ὁ Θεός· ἵνα τί σὺ ἐκδιηγῇ τὰ δικαιώματά μου καὶ ἀναλαμβά‐ | |
5 | νεις τὴν διαθήκην μου διὰ στόματός σου. Κελεύει οὖν ἀπαρθῆναι ἀπ’ αὐτοῦ καὶ ὃ δοκεῖ ἔχειν. Ὁ τοιοῦτος δοκεῖ ἔχειν πίστιν, καὶ γὰρ Χριστιανὸν ἑαυτὸν ἀπο‐ καλεῖ, τοῖς δὲ ἔργοις ἀρνεῖται καὶ ἔστιν ἀπίστου χείρων. Διὸ κελεύει ἀπαρθῆναι ἀπ’ αὐτοῦ τὸ Πνεῦμα τὸ Ἅγιον, ὃ ἔλαβεν ἐν ἡμέρᾳ ἀπολυτρώσεως, ὃ καὶ δοκεῖ ἔχειν. Καὶ γίνεται ὁ τοιοῦτος ἄνθρωπος ὥσπερ κεράμιον οἴνου ῥῆγμα πεποιη‐ | |
10 | κός, καὶ δι’ αὐτοῦ ἀπολέσαν τὸν οἶνον. Ὅπερ πάντες μὲν οἱ ὁρῶντες καὶ μὴ εἰδότες τὸ γεγονὸς δοκοῦσι μεστὸν εἶναι· ὅταν δὲ εὑρεθῇ τοῦτο, φανεροῦται πᾶσιν ὅτι κενὸν ἦν κείμενον. Οὕτως γὰρ ὁ τοιοῦτος ἄνθρωπος κατὰ τὴν ἡμέραν τῆς κρίσεως ἐρευνώμενος, κενὸς εὑρίσκεται. Καὶ τότε φανερὰ πᾶσι τὰ κατ’ | |
αὐτὸν γίνεται. Τοιοῦτοί εἰσιν οἱ ἐροῦντες τῷ Βασιλεῖ ἐν ἐκείνῃ τῇ ἡμέρᾳ· Κύριε, | 172 | |
173 | οὐ τῷ σῷ ὀνόματι προεφητεύσαμεν, καὶ τῷ σῷ ὀνόματι δυνάμεις πολλὰς ἐποιή‐ σαμεν; Καὶ ἀποκριθεὶς ὁ Βασιλεὺς ἐρεῖ αὐτοῖς· ἀμὴν λέγω ὑμῖν, οὐκ οἶδα ὑμᾶς. Βλέπεις, ἀδελφέ, ὅτι οὐδὲν ὅλως ἔχει ὁ τοιοῦτος; Σὺ οὖν μνημόνευε τῶν λόγων ὧν ἀκούεις, καὶ κατόρθωσον τὴν ὁδόν σου. Βλέπε μὴ ἐάσῃς τὰ πετεινὰ | |
5 | τοῦ οὐρανοῦ κατελθεῖν καὶ καταφαγεῖν τὸ σπέρμα τοῦ Υἱοῦ τοῦ Θεοῦ. Αὐτὸς γὰρ εἶπεν ὅτι τὸ σπέρμα ἐστὶν ὁ λόγος, ὃν ἠκούσατε. Κρύψον τὸ σπέρμα εἰς τοὺς λαγόνας τῆς γῆς· τουτέστι, κρύψον τὸν λόγον ἐν μέσῳ τῆς καρδίας σου, ὅπως καρποφορήσῃς τῷ Κυρίῳ ἐν φόβῳ σου. Ὅταν δὲ ἀναγινώσκεις, ἐπιμελῶς καὶ ἐμπόνως ἀναγίνωσκε, ἐν πολλῇ καταστάσει διερχόμενος τὸν στίχον· καὶ μὴ | |
10 | σπούδασον τὰ φύλλα μόνον διέρχεσθαι, ἀλλ’ ἐὰν χρεία ἐστί, μὴ ὀκνήσῃς καὶ δὶς καὶ τρὶς καὶ πλειστάκις τὸν στίχον διελθεῖν, ὅπως νοήσῃς τὴν δύναμιν αὐ‐ τοῦ. Ὅταν δὲ μέλλῃς καθεσθῆναι καὶ ἀναγνῶναι, ἢ ἀναγινώσκοντος ἀκοῦσαι, δεήθητι πρῶτον τοῦ Θεοῦ λέγων· Κύριε Ἰησοῦ Χριστέ, ἄνοιξον τὰ ὦτα καὶ τοὺς ὀφθαλμοὺς τῆς καρδίας μου τοῦ ἀκοῦσαί με τῶν λόγων σου, καὶ συνιέναι, | |
15 | καὶ ποιῆσαι τὸ θέλημά σου· ὅτι πάροικος ἐγώ εἰμι ἐν τῇ γῇ. Κύριε, μὴ ἀπο‐ | 173 |
174 | κρύψῃς ἀπ’ ἐμοῦ τὰς ἐντολάς σου, ἀλλὰ ἀποκάλυψον τοὺς ὀφθαλμούς μου, καὶ κατανοήσω τὰ θαυμάσια ἐκ τοῦ νόμου σου. Ἐπὶ σοὶ γὰρ ἐλπίζω, ὁ Θεός μου, ἵνα σύ μου φωτίζῃς τὴν καρδίαν. Ναί, ἀδελφέ μου, παρακαλῶ, οὕτω πάντοτε εὔχου τῷ Θεῷ, ὅπως φω‐ | |
5 | τίσῃ σου τὸν νοῦν καὶ δηλώσῃ σοι τὴν δύναμιν τῶν λόγων αὐτοῦ· πολλοὶ γὰρ ἐπλανήθησαν θαρρήσαντες τῇ συνέσει αὐτῶν, καὶ φάσκοντες εἶναι σοφοὶ ἐμω‐ ράνθησαν, μὴ νοοῦντες τὰ γεγραμμένα, καὶ περιέπεσον εἰς βλασφημίας, καὶ ἀ‐ πώλοντο. Ἐὰν οὖν ἐν τῷ ἀναγινώσκειν σε εὕρῃς λόγον δυσνόητον, βλέπε μή σε διδάξῃ ὁ πονηρὸς λέγειν ἐν ἑαυτῷ ὅτι οὐχ οὕτως ἐστὶν ὁ λόγος οὗτος· πῶς γὰρ | |
10 | δύναται οὕτως εἶναι; Καὶ τὰ τοιαῦτα. Ἀλλ’ εἰ πιστεύεις τῷ Θεῷ, πίστευε καὶ τοῖς λόγοις αὐτοῦ. Καὶ λέγε πρὸς τὸν πονηρόν· πορεύου εἰς τὰ ὀπίσω μου, Σα‐ τανᾶ. Ἐγὼ γὰρ οἶδα ὅτι τὰ λόγια τοῦ Θεοῦ, λόγια ἁγνά ἐστιν, ὥσπερ ἀργύ‐ ριον πεπυρωμένον δόκιμον τῇ γῇ, καὶ κεκαθαρισμένον ἑπταπλασίως, καὶ οὐδὲν | |
ἐν αὐτοῖς σκολιὸν ἢ στραγγαλιῶδες, ἀλλὰ πάντα ἀγαθὰ ἐνώπιον τοῖς συνιοῦσι, | 174 | |
175 | καὶ ὀρθὰ τοῖς εὑρίσκουσι γνῶσιν. Ἐγὼ δὲ ἀσύνετός εἰμι καὶ οὐ γινώσκω. Οἶδα οὖν ὅτι πνευματικῶς εἰσὶ γεγραμμένα· λέγει γὰρ ὁ Ἀπόστολος ὅτι ὁ νόμος πνευματικός ἐστιν. Εἶθ’ οὕτως ἀνάβλεψον εἰς τὸν οὐρανὸν καὶ εἰπέ· Κύριε, πι‐ στεύω τοῖς λόγοις σου, οὐκ ἀντιλέγω, ἀλλὰ θαρρῶ τοῖς λόγοις τοῦ Ἁγίου | |
5 | Πνεύματος. Σὺ οὖν, Κύριε, σῶσόν με, ὅπως εὕρω χάριν ἐνώπιόν σου· ἐγὼ γὰρ ἄλλο τι οὐ ζητῶ, εἰ μὴ μόνον τὸ σωθῆναι, ὅπως τύχω τοῦ ἐλέους σου, εὔ‐ σπλαγχνε. Κτῆσαι δὲ καὶ τὴν ἡσυχίαν, ἀδελφέ, ὥσπερ τεῖχος ὀχυρόν· ἡ γὰρ ἡσυχία ὑψηλότερόν σε ποιεῖ τῶν παθῶν· σὺ γὰρ ἄνωθεν πολεμεῖς, αὐτὰ δὲ κάτωθεν. | |
10 | Κτῆσαι οὖν τὴν ἐν φόβῳ Θεοῦ ἡσυχίαν, καὶ οὐ μή σε βλάψῃ πάντα τὰ βέλη τοῦ Ἐχθροῦ. Ἡσυχία φόβῳ Θεοῦ συνεζευγμένη ἅρμα πύρινόν ἐστιν, ἀνάγουσα εἰς οὐρανοὺς τὸν κεκτημένον αὐτήν. Καὶ πειθέτω σε Ἠλίας ὁ προφήτης, ἀγαπήσας τὴν ἡσυχίαν καὶ τὸν φόβον τοῦ Θεοῦ καὶ ἀναληφθεὶς εἰς τὸν οὐρανόν. | |
Ὦ ἡσυχία, κλίμαξ οὐρανῶν. Ὦ ἡσυχία, μήτηρ κατανύξεως. Ὦ ἡσυχία, | 175 | |
176 | ἔσοπτρον τῶν ἁμαρτημάτων, ἡ δεικνύουσα τῷ ἀνθρώπῳ τὰ πλημμελήματα αὐτοῦ. Ὦ ἡσυχία, ἡ δάκρυα μὴ ἐμποδίζουσα. Ὦ ἡσυχία, πρᾳότητος γεννήτρια. Ὦ ἡσυχία, ταπεινοφροσύνης σύσκηνε. Ὦ ἡσυχία, φόβῳ Θεοῦ συνεζευγμένη, διανοίας φωταγωγέ. Ὦ ἡσυχία, λογισμῶν κατάσκοπε καὶ διακρίσεως σύμπονε. | |
5 | Ὦ ἡσυχία, γεννήτρια παντὸς ἀγαθοῦ, νηστείας ἑδραίωμα καὶ γαστριμαργίας ἐμπόδιον. Ὦ ἡσυχία, σχολὴ προσευχῆς καὶ ἀναγνώσεως. Ὦ ἡσυχία, γαλήνη λογισμῶν καὶ λιμὴν εὔδιος. Ὦ ἡσυχία, ἀμεριμνία ψυχῆς. Ὦ ἡσυχία, ζυγὸς χρηστὸς καὶ φορτίον ἐλαφρόν, ἀναπαύουσα καὶ βαστάζουσα τὸν βαστάζοντά σε. Ὦ ἡσυχία, περπερότητος ἀναίρεσις καὶ ἀναιδείας ἔχθρα. Ὦ ἡσυχία, εὐλαβείας | |
10 | μήτηρ. Ὦ ἡσυχία, δεσμωτήριον παθῶν. Ὦ ἡσυχία, εὐφροσύνη ψυχῆς καὶ καρ‐ δίας. Ὦ ἡσυχία, ὀφθαλμῶν καὶ ἀκοῆς καὶ γλώσσης χαλινός. Ὦ ἡσυχία, πάσης ἀρετῆς συνεργός. Ὦ ἡσυχία, ἀκτημοσύνης πρόξενος. Ὦ ἡσυχία, χωρίον Χρι‐ στοῦ καρποφόρον, καρποφοροῦν καρποὺς ἀγαθούς. Ὦ ἡσυχία, τεῖχος καὶ ὀχύ‐ ρωμα τῶν βουλομένων ἀγωνίσασθαι διὰ τὴν βασιλείαν τῶν οὐρανῶν. | |
15 | Ναί, ἀδελφέ· ταύτην κτῆσαι τὴν καλὴν μερίδα, ἣν Μαριὰμ ἐξελέξατο· | |
αὕτη γὰρ ἡ Μαριὰμ ἐγένετο ὑπόδειγμα τῆς ἡσυχίας, παρακαθίσασα παρὰ τοὺς | 176 | |
177 | πόδας τοῦ Κυρίου, καὶ αὐτῷ μόνῳ προσκολληθεῖσα. Διὸ καὶ ἐπῄνεσεν αὐτὴν ὁ Κύριος, λέγων· Μαρία δὲ τὴν ἀγαθὴν μερίδα ἐξελέξατο, ἥτις οὐκ ἀφαιρεθήσε‐ ται ἀπ’ αὐτῆς. Βλέπεις, ἀδελφέ, οἷά ἐστιν ἡ ἡσυχία; Αὐτὸς ὁ Κύριος ἐπαινεῖ τὸν κτώμε‐ | |
5 | νον αὐτήν. Ταύτην κτῆσαι, ἀδελφέ μου, καὶ κατατρυφήσεις τοῦ Κυρίου σου, προσκαθήμενος τοῖς ποσὶν αὐτοῦ καὶ αὐτῷ μόνῳ προσκολλώμενος, ἵνα λέγῃς καὶ σὺ μετὰ παρρησίας· ἐκολλήθη ἡ ψυχή μου ὀπίσω σου, ἐμοῦ δὲ ἀντελάβετο ἡ δεξιά σου. Διὰ τοῦτο, ὡς ἐκ στέατος καὶ πιότητος ἐπλήσθη ἡ ψυχή μου. Ναί, ἀδελφέ μου, ταύτην κτῆσαι τὴν μέλιτος γλυκυτέραν. Κρείσσων γὰρ ψωμὸς ἐν | |
10 | ἅλατι μετὰ ἡσυχίας καὶ ἀμεριμνίας, ἢ παράθεσις ἐδεσμάτων πολλῶν ἐν περι‐ σπασμοῖς καὶ μερίμναις. Ἄκουε τοῦ λέγοντος· δεῦτε πρός με πάντες οἱ κοπι‐ ῶντες καὶ πεφορτισμένοι, κἀγὼ ἀναπαύσω ὑμᾶς. Ἀναπαῦσαι γάρ σε θέλει ὁ Κύριος ἀπὸ μεριμνῶν, ἀπὸ θυμοῦ, ἀπὸ περισπασμῶν καὶ θλίψεων τοῦ αἰῶνος τούτου. Ἀμέριμνόν σε θέλει εἶναι ἀπὸ τῆς πλινθουργίας τῆς Αἰγύπτου· ἀγαγεῖν | |
15 | σε βούλεται εἰς τὴν ἔρημον τουτέστιν εἰς τὴν ἡσυχίαν. Οὗτος φωτίσει τὰς ὁδούς | 177 |
178 | σου τῷ στύλῳ τῆς νεφέλης καὶ ψωμιεῖται τὸ μάννα· λέγω δὴ ἄρτον τῆς ἡσυ‐ χίας καὶ ἀμεριμνίας, ὅπως κληρονομήσῃς τὴν γῆν τὴν ἀγαθήν, λέγω δὴ τὴν ἄνω Ἱερουσαλήμ. Ναί, ἀδελφέ, ταύτην ἀγάπησον, ταύτην κτῆσαι, ὅπως τερ‐ φθῇς ἐν τῇ ὁδῷ τῶν μαρτυρίων τοῦ Θεοῦ ὡς ἐπὶ παντὶ πλούτῳ. Ναί, ἀδελφέ, | |
5 | κτῆσαι τὴν ἡσυχίαν μετὰ φόβου τοῦ Θεοῦ, καὶ ὁ Θεὸς τῆς εἰρήνης ἔσται μετὰ σοῦ. Παρακαλῶ οὖν ὑμᾶς, ἀδελφοί μου πνευματικοὶ καὶ ἠγαπημένοι ὑπὸ Κυ‐ ρίου, σπουδάζειν καθ’ ἑκάστην ἡμέραν τὴν τούτων μνείαν ποιεῖσθαι, λέγω δὴ τῆς πίστεως, τῆς ἀγάπης, τῆς ἐλπίδος, τῆς ταπεινοφροσύνης, τοῦ σφραγίζεσθαι | |
10 | πάντοτε ταῖς εὐχαῖς [τοῦ Θεοῦ], ταῖς μελέταις τῶν θείων Γραφῶν, τῇ ἡσυχίᾳ καὶ ταῖς λοιπαῖς ἀρεταῖς. Ταῦτα γὰρ ἡμῖν παρόντα καὶ πλεονάζοντα οὐκ ἀρ‐ γούς, οὐδὲ ἀκάρπους καθίστησιν εἰς τὴν τοῦ Κυρίου ἡμῶν Ἰησοῦ Χριστοῦ ἐπί‐ γνωσιν. Μοναχὸς γάρ, ὃς οὐ κέκτηται ταῦτα, ἀλλὰ ἀμελεῖ τῆς ἑαυτοῦ σωτη‐ ρίας, τυφλός ἐστι μυωπάζων, λήθην λαβὼν τῶν πάλαι αὐτοῦ ἁμαρτημάτων, καὶ | |
15 | συμβέβηκεν αὐτῷ τὸ τῆς ἀληθοῦς παροιμίας· κύων ἐπιστρέψας ἐπὶ τὸν ἴδιον ἔμε‐ | 178 |
179 | τον, καὶ ὗς λουσαμένη εἰς κύλισμα βορβόρου. Εἰ γὰρ ἀποφυγόντες, φησί, τὰ μιά‐ σματα τοῦ βορβόρου, ἤγουν τοῦ κόσμου, ἐν ἐπιγνώσει τοῦ Κυρίου ἡμῶν Ἰησοῦ Χριστοῦ, τούτοις πάλιν ἐμπλακέντες ἡττῶνται, γέγονεν αὐτοῖς τὰ ἔσχατα χεί‐ ρονα τῶν πρώτων. Κρεῖσσον γὰρ αὐτοῖς μὴ ἐπεγνωκέναι τὴν ὁδὸν τῆς ἀληθείας, | |
5 | ἢ ἐπιγνοῦσιν εἰς τὰ ὀπίσω πάλιν ἀνακάμψαι. Οὐκοῦν, ἀγαπητοί, πιστοὶ δοῦλοι καὶ ἐκλεκτοὶ στρατιῶται μοναχοί, ἀνα‐ λάβωμεν τὴν πανοπλίαν τῶν προειρημένων ἐν τῇ καρδίᾳ ἡμῶν, καθ’ ἑκάστην ἀνυπερθέτως μνείαν αὐτῶν ποιούμενοι, ὅπως δυνηθῶμεν ἀγωνίσασθαι τὸν κα‐ λὸν ἀγῶνα καὶ καταπατῆσαι πᾶσαν τὴν δύναμιν τοῦ Ἐχθροῦ, ἵνα ῥυσθῶμεν | |
10 | ἀπὸ τῆς ὀργῆς τῆς ἐπερχομένης ἐπὶ τοὺς υἱοὺς τῆς ἀπειθείας καὶ ἵνα εὕρωμεν ἔλεος καὶ χάριν ἐν τῇ ἡμέρᾳ τῆς κρίσεως ἐνώπιον τοῦ δικαίου Κριτοῦ τοῦ ἀπο‐ διδόντος ἑκάστῳ κατὰ τὰ ἔργα αὐτοῦ. ᾯ πρέπει πᾶσα δόξα, σὺν τῷ Πατρὶ καὶ | |
τῷ Ἁγίῳ Πνεύματι, νῦν καὶ ἀεὶ καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων. Ἀμήν. | 179 |