TLG 4138 053 :: EPHRAEM SYRUS :: Sermo in pretiosam et vivificam crucem, et in secundum adventum, et de caritate et eleemosyna EPHRAEM SYRUS Theol., vel Ephraem Graecus Sermo in pretiosam et vivificam crucem, et in secundum adventum, et de caritate et eleemosyna Dup. Assemani, J.S., Sancti patris nostri Ephraem Syri opera omnia, vol. 2 Rome (1732) 247b–258. Citation: Page — (line) | ||
129(1t) | Λόγος εἰς τὸν τίμιον καὶ ζωοποιὸν | |
2t | σταυρὸν καὶ εἰς τὴν δευτέραν παρουσίαν. | |
---|---|---|
3t | Καὶ περὶ ἀγάπης καὶ ἐλεημοσύνης | |
1 | Πᾶσα ἑορτὴ καὶ πρᾶξις τοῦ Κυρίου ἡμῶν Ἰησοῦ Χριστοῦ σωτηρία καὶ καύχημα ἡμῶν ἐστι τῶν πιστῶν. Καύχημα δὲ καυχημάτων ὁ σταυρός. Ἑορτὴ δὲ ἑορτῶν, ὅτε τὸ πάσχα ὑπὲρ ἡμῶν ἐτύθη Χριστός, μᾶλλον δὲ εἴη ὁ ἐκ τῶν νεκρῶν ἀναστάς, ὁ ἀμνὸς τοῦ Θεοῦ, ὁ αἴρων τὴν ἁμαρτίαν τοῦ κόσμου. Αὕτη | |
5 | κυρία καὶ βασίλισσα τῶν ἑορτῶν. Καὶ αἱ λοιπαὶ πᾶσαι ἅγιαι καὶ σεβάσμιαι καὶ ἀλλήλων διαφέρουσαι ἐν δόξῃ, καταυγαζόμεναι τῇ ἀστραπῇ τῆς θεότητος. Ταύ‐ | |
τας δὲ ἀξίως τιμᾷ καὶ ἑορτάζει πιστῶς ὁ σπουδαῖος περὶ τὰς ἐντολὰς τοῦ Θεοῦ. | 129 | |
130 | Οἱ δὲ ῥυπαροὶ καὶ μεμολυσμένοι ἐν ἁμαρτίαις, καὶ ἐν ἑορτῇ ἀνέορτοι μέν εἰσιν. Ἑορτὴ δὲ καλὴ καὶ θεάρεστος, μετάνοια μετὰ δακρύων καὶ ἀποχὴ ἁμαρτημά‐ των καὶ ἐπίγνωσις Θεοῦ καὶ πόθος τῶν αἰωνίων ἀγαθῶν. Γινομένων δὲ τού‐ των, τότε καὶ ἐν τοῖς οὐρανίοις χαρὰ γίνεται, καὶ ἡ ἐκκλησία ἀγάλλεται καὶ | |
5 | σκιρτᾷ καὶ συγκαλεῖται πάντας τοὺς δικαίους, λέγουσα· συγχάρητέ μοι, ὅτι ὁ υἱός μου οὗτος νεκρὸς ἦν τοῖς παραπτώμασι καὶ ἀνέζησε διὰ τῆς μετανοίας. Ἑ‐ ορτὴ καλὴ καὶ θεάρεστος, ἔνθα συνεορτάζει Χριστός, ἔνθα ἐπιτελοῦνται αἱ αὐτοῦ ἑορταὶ καὶ τιμῶνται αἱ θεῖαι Γραφαί. Συνεορτάζει δὲ Χριστός, ἔνθα συνηγμένοι τυγχάνουσιν εἰς τὸ ἑαυτοῦ ὄνομα ἐν ἀγάπῃ, χωρὶς πάσης ἔχθρας καὶ ὑποκρίσε‐ | |
10 | ως. Συνεορτάζει Χριστός, ἔνθα πτωχοὶ θεραπεύονται, ἔνθα ὀρφανοὶ παρακα‐ λοῦνται, ἔνθα ξένοι ἀναψυχοῦνται. Συνεορτάζει Χριστός, ἔνθα τιμὴ Θεοῦ ἐν ψαλμοῖς καὶ ὕμνοις καὶ ᾠδαῖς πνευματικαῖς. Οὗτοι οὖν εἰσιν οἱ συνηγμένοι εἰς τὸ ἑαυτοῦ ὄνομα. Ἐν μέσῳ δὲ τούτων εἶναι ἐπηγγείλατο [εὑρίσκεσθαι] ὁ Κύ‐ | |
ριος. Μακάριοι οἱ τούτῳ τῷ τρόπῳ συνηγμένοι· τὸν γὰρ Δεσπότην ἔχοντες ἐν | 130 | |
131 | μέσῳ αὐτῶν οὐδεὶς αὐτοῖς βλάψει. Οὕτως οὖν τιμήσωμεν τὰς τοῦ Κυρίου ἑορτάς· μὴ πανηγυρικῶς, ἀλλὰ θε‐ ϊκῶς· μὴ κοσμικῶς, ἀλλ’ ὑπερκοσμίως. Μὴ πρόθυρα στεφανώσωμεν, μὴ χο‐ ροὺς συστησώμεθα, μὴ κοσμήσωμεν πρόσωπα, μὴ αὐλοῖς καὶ κιθάραις τὴν | |
5 | ἀκοὴν ἐκθηλύνωμεν, μὴ ἱμάτια μαλακὰ περιβαλώμεθα, μὴ χρυσοῦ περιλάμψε‐ σι, μὴ κώμοις καὶ μέθαις. Μὴ ἕνεκα βρώματος καταλύῃς τὸ ἔργον τοῦ Θεοῦ. Μὴ ζημιωθῇς τὴν θείαν λειτουργίαν διὰ τὴν ἄπληστόν σου κοιλίαν ἐν τῷ μαγει‐ ρείῳ ἀσχολούμενος, ἀλλὰ ταῦτα ἀφῶμεν ἐκείνοις, ὧν ὁ θεὸς ἡ κοιλία καὶ ἡ δόξα. Ἡμεῖς δὲ ὁμοῦ πάντες, μικροί τε καὶ μεγάλοι, ἄνδρες τε καὶ γυναῖκες, | |
10 | μοναχοί τε καὶ μονάστριαι, χριστιανικῶς καὶ εὐλαβῶς τὰς τοῦ Κυρίου ἑορτὰς τιμήσωμεν, ὡς ἐδιδάχθημεν, ψαλμοῖς καὶ ὕμνοις καὶ ᾠδαῖς πνευματικαῖς. Στε‐ φανώσωμεν τὰ πρόθυρα, ὡς Χριστιανοί, καὶ μὴ ὡς Ἕλληνες, δάφναις ἢ ἄνθεσιν | |
ἢ ἑτέραις ὕλαις, ὅπερ ἐστὶν Ἑλλήνων καὶ Ἰουδαίων. Καὶ ἡ μὲν σκιὰ τοῦ Νό‐ | 131 | |
132 | μου πέμπεται, ἡ δὲ ἀλήθεια ἤνθησε, καθὼς ἀκούομεν τοῦ Ἀποστόλου λέγον‐ τος· ἤδη τὰ ἀρχαῖα παρῆλθε. Ἰδοὺ γέγονε τὰ πάντα καινά. Ἡ πλάνη τῶν εἰ‐ δώλων κατήργηται, ὁ θάνατος ἐσκύλευται, ἡ ἐν τῷ ᾅδῃ αἰχμαλωσία ἀνακέ‐ κληται, τῆς πολυθέου πλάνης τὰ βασίλεια συντέτριπται, ὁ ἄνθρωπος ἠλευθέρω‐ | |
5 | ται, ὁ Θεὸς ἐβασίλευσεν, ἡ κτίσις εὐφραίνεται, ὁ σταυρὸς πολιτεύεται, ὃν προσ‐ κυνοῦσι πάντα τὰ ἔθνη καὶ λαοί, φυλαὶ καὶ γλῶσσαι· ἐν ᾧ καὶ καυχώμεθα μετὰ τοῦ μακαρίου Παύλου, λέγοντες· ἡμῖν δὲ μὴ γένοιτο καυχᾶσθαι, εἰ μὴ ἐν τῷ σταυρῷ τοῦ Κυρίου ἡμῶν Ἰησοῦ Χριστοῦ. Διὸ καὶ ἐπὶ τῶν θυρῶν ἡμῶν τὸν ζωοποιὸν σταυρὸν καὶ ἐπὶ τῷ μετώπῳ καὶ ἐπὶ τοῖς ὀφθαλμοῖς ἡμῶν καὶ ἐπὶ τῷ | |
10 | στόματι καὶ ἐπὶ τῷ στήθει καὶ ἐπὶ πᾶσι τοῖς μέλεσιν ἡμῶν· τοῦτον μετακομίζω‐ μεν καὶ ὁπλιζώμεθα, τὸ ἀήττητον ὅπλον τῶν Χριστιανῶν, τὸν νικητὴν τοῦ θα‐ νάτου, τὴν ἐλπίδα τῶν πιστῶν, τὸ φῶς τῶν περάτων, τὸν ἀνοίκτην τοῦ παρα‐ δείσου, τὸν τῶν αἱρέσεων καθαιρέτην, τὸ στερέωμα τῆς ὀρθοδόξου πίστεως, τὸ μέγα φυλακτήριον τῶν πιστῶν, τὸ σωτήριον καύχημα τῆς Ἐκκλησίας. | |
15 | Τοῦτον, Χριστιανοί, καθ’ ἑκάστην ὥραν καὶ στιγμὴν μὴ διαλίπωμεν περι‐ | 132 |
133 | φέροντες ἐν παντὶ τόπῳ, καὶ χωρὶς αὐτοῦ μηδὲν ἐπιτελέσωμεν· ἀλλὰ καὶ κοι‐ μώμενοι καὶ ἀνιστάμενοι καὶ ἐργαζόμενοι καὶ ἐσθίοντες καὶ πίνοντες καὶ ὁδεύ‐ οντες καὶ θάλασσαν πλέοντες καὶ ποταμοὺς διαβαίνοντες, πάντα τὰ μέλη ἡμῶν τῷ ζωοποιῷ σταυρῷ κατακοσμῶμεν, καὶ οὐδέποτε φοβηθησόμεθα ἀπὸ φόβου | |
5 | νυκτερινοῦ, ἀπὸ βέλους πετομένου ἡμέρας, ἀπὸ πράγματος ἐν σκότει διαπορευ‐ ομένου, ἀπὸ συμπτώματος καὶ δαιμονίου μεσημβρινοῦ. Ἐὰν πάντοτε τοῦτον, ἀδελφέ, εἰς βοήθειάν σου παραλαμβάνῃς, οὐ προσελεύσεται πρὸς σὲ κακά, καὶ μάστιξ οὐκ ἐγγιεῖ ἐν τῷ σκηνώματί σου. Τοῦτον γὰρ θεωροῦσαι αἱ ἐναντίαι δυ‐ νάμεις φρίττουσαι ἀναχωροῦσιν. Οὗτος τῶν εἰδώλων τὴν πλάνην κατήργησεν· | |
10 | οὗτος τὴν οἰκουμένην πᾶσαν ἐφώτισεν· οὗτος τὸ σκότος ἠφάνισε καὶ τὸ φῶς ἐπανήγαγεν· οὗτος τὰ ἔθνη συνάγων ἀπὸ δυσμῶν καὶ βορρᾶ καὶ θαλάσσης καὶ ἑῴας, εἰς μίαν Ἐκκλησίαν καὶ πίστιν καὶ ἓν βάπτισμα ἐν ἀγάπῃ συνέδησεν. Ὤ, ποῖον στόμα ἢ ποταπὴ γλῶσσα ἐγκωμιάσει ἀξίως τὸ ἀκαταμάχητον τῶν | |
Ὀρθοδόξων τεῖχος, τὸ νικηφόρον ὅπλον τοῦ μεγάλου βασιλέως Χριστοῦ! | 133 | |
134 | Σταυρός, νεκρῶν ἀνάστασις· σταυρός, Χριστιανῶν ἐλπίς· σταυρός, χωλῶν βακτηρία· σταυρός, πενήτων παραμυθία· σταυρός, πλουσίων χαλινός, ὑπερηφά‐ νων καθαίρεσις· σταυρός, τρόπαιον κατὰ δαιμόνων, νέων παιδαγωγός· σταυρός, ἐμπόρων ἐμπορία, ἀπηλπισμένων ἐλπίς, πλεόντων κυβέρνησις· σταυρός, χει‐ | |
5 | μαζομένων λιμήν, πολεμουμένων τεῖχος· σταυρός, πατὴρ ὀρφανῶν, δικαίων σύμβουλος· σταυρός, θλιβομένων παράκλησις, νηπίων φύλαξ, ἀνδρῶν κεφαλή, πρεσβυτέρων στέφανος· σταυρός, φῶς τῶν ἐν σκότει καθημένων· σταυρός, βασι‐ λέων μεγαλοπρέπεια, βαρβάρων φιλοσοφία· σταυρός, δούλων ἐλευθερία, ἀπαι‐ δεύτων σοφία· σταυρός, Προφητῶν κήρυγμα, Ἀποστόλων σύνδρομος, Μαρτύ‐ | |
10 | ρων καύχημα· σταυρός, παρθένων σωφροσύνη, ἱερέων χαρά· σταυρός, Ἐκκλη‐ σίας θεμέλιος, οἰκουμένης ἀσφάλεια· σταυρός, ναῶν εἰδώλων καθαίρεσις, Ἰου‐ | |
δαίων σκάνδαλον· σταυρός, ἀδυνάτων δύναμις, νοσούντων ἰατρός· σταυρός, λε‐ | 134 | |
135 | πρῶν κάθαρσις, παραλυτικῶν ἀνόρθωσις· σταυρός, πεινώντων ἄρτος, διψών‐ των πηγή· σταυρός, μοναζόντων θάρσος, γυμνητευόντων σκέπη. Οὗτός ἐστιν ὁ παγεὶς ἐν μέσῳ τῆς οἰκουμένης καὶ φυτευθεὶς ἐν τόπῳ κρανίου καὶ εὐθὺς βλα‐ στήσας τὸν βότρυν τῆς ζωῆς. Ἐν τούτῳ τῷ ἁγίῳ ὅπλῳ διέρρηξε Χριστὸς τὴν | |
5 | παμφάγον τοῦ ᾅδου γαστέρα καὶ τὸ πολυμήχανον τοῦ Διαβόλου ἐνέφραξε στό‐ μα. Τοῦτον ἰδὼν ὁ θάνατος, τρομάξας καὶ φρίξας, πάντας οὓς εἶχεν ἀπὸ τοῦ πρωτοπλάστου ἀπέλυσε. Τοῦτον ὁπλισάμενοι οἱ μακάριοι Ἀπόστολοι, πᾶσαν τὴν δύναμιν τοῦ Ἐχθροῦ κατεπάτησαν καὶ πάντα τὰ ἔθνη σαγηνεύσαντες συνή‐ γαγον εἰς τὴν τούτου προσκύνησιν. Τοῦτον ἀντὶ θώρακος περιβαλλόμενοι οἱ | |
10 | μάρτυρες καὶ στρατιῶται τοῦ Χριστοῦ, πάσας τὰς ἐπινοίας τῶν τυράννων κατε‐ πάτησαν καὶ παρρησίᾳ ἐκήρυξαν. Οἱ τοῦτον ἀράμενοι καὶ βαστάζοντες, καὶ διὰ Χριστὸν ἀποταξάμενοι τὰ ἐν κόσμῳ, ἐν πολλῇ χαρᾷ κατοικοῦσιν ἐν ἐρημίαις καὶ ὄρεσι καὶ σπηλαίοις καὶ ταῖς ὀπαῖς τῆς γῆς. Ὢ τῆς ἀγαθότητος τῆς ἀμετρή‐ | |
του καὶ ἀνεικάστου τῶν οἰκτιρμῶν τοῦ Θεοῦ! Πόσα ἀγαθὰ ἐδωρήσατο διὰ τοῦ | 135 | |
136 | σταυροῦ τῷ γένει τῶν ἀνθρώπων! Δόξα τῇ αὐτοῦ φιλανθρωπίᾳ, καὶ προσκύνη‐ σις καὶ κράτος εἰς τοὺς αἰῶνας. Ἀμήν. Ἠκούσατε, ἀγαπητοὶ καὶ φιλόχριστοι, πόση ἐστὶν ἡ δύναμις τοῦ σταυροῦ. Πόσα κατορθώματα, πόσα ἀγαθὰ ἐμπλήσας τὴν ἅπασαν ἡμῶν ζωὴν οὗτος ὁ | |
5 | καλὸς κυβερνήτης, καὶ εἰρηνεύσας αὐτήν, καὶ τῆς μελλούσης αἰωνίου ζωῆς πρόξενος ἡμῖν γεγονώς. Αὐτὸς γὰρ ὁ τίμιος σταυρὸς πάλιν ἐν τῇ δευτέρᾳ πα‐ ρουσίᾳ τοῦ Χριστοῦ πρῶτος μέλλει ἀναφαίνεσθαι, ὡς τίμιον καὶ ζωοποιὸν καὶ σεβάσμιον καὶ ἅγιον σκῆπτρον τοῦ μεγάλου βασιλέως Χριστοῦ, κατὰ τὸν λόγον τοῦ Δεσπότου εἰπόντος ὅτι φανήσεται τὸ σημεῖον τοῦ Υἱοῦ τοῦ ἀνθρώπου ἐν τῷ | |
10 | οὐρανῷ. Οὗτος τοίνυν πρῶτος μέλλει φαίνεσθαι ἐν τῷ οὐρανῷ μετὰ πάσης στρατιᾶς Ἀγγέλων, φωτίζων πᾶσαν τὴν γῆν, ἀπὸ περάτων ἕως περάτων, ὑπὲρ τὴν λαμπρότητα τοῦ ἡλίου, καὶ τὴν παρουσίαν μηνύων τοῦ Δεσπότου Χριστοῦ. Καὶ περὶ μὲν τοῦ σταυροῦ, τοσαῦτα. Πρὸς δὲ τὰ μέλλοντα, οἷα ὑπερβαί‐ νουσι πάντα λόγον καὶ ἔννοιαν, ὑπερβαίνουσι πᾶσαν διήγησιν καὶ καταπλήττου‐ | |
15 | σι πᾶσαν ἀκοήν, πῶς διηγήσομαι, ἀδελφοί μου φιλόχριστοι; Ἐμνήσθην τῆς ὥ‐ | 136 |
137 | ρας ἐκείνης καὶ ἐτρόμαξα, καὶ καταπαῦσαι τὸν λόγον ἐβουλήθην ἀπὸ τοῦ πολ‐ λοῦ φόβου, ἐνθυμούμενος τὰ μέλλοντα, ἅπερ ἀποκαλύπτεσθαι μέλλουσιν ὀπίσω τοῦ ζωοποιοῦ σταυροῦ. Καὶ τίς γὰρ αὐτὰ διηγήσεται; Ἢ τίς τολμήσει ἐξειπεῖν; Ποῖον στόμα ἀπαγγελεῖ; Ποταπὴ γλῶσσα φθέγξεται; Ἢ ποία φωνὴ δηλώσει; | |
5 | Ἢ ποία ἀκοὴ χωρήσει ἐκεῖνα ἀκοῦσαι; Ὅτε γὰρ αἱ δυνάμεις τῶν οὐρανῶν σα‐ λευθήσονται, τίς οὐ σαλευθήσεται; Τίς οὐ φοβηθήσεται καὶ τρομάξει καὶ κρυβή‐ σεται ἐν τῇ ὥρᾳ ἐκείνῃ, ὅταν ὁ Βασιλεὺς τῶν βασιλευόντων ἀπὸ τῆς δόξης αὐτοῦ ἐξαναστῇ, καὶ κατελθὼν ἐπισκέψηται πᾶσαν τὴν οἰκουμένην, καὶ συνάρῃ λόγον μετὰ τῶν δούλων αὐτοῦ, καὶ ἀποδοῦναι μισθὸν τοῖς ἀξίοις, τοῖς δὲ ἀνα‐ | |
10 | ξίοις τὰς κολάσεις, ὡς δίκαιος κριτής; Ταῦτα οὖν ἐνθυμούμενος καὶ φόβῳ συνεχόμενος, τὰ μέλη μου παραλέλυ‐ μαι πάντοθεν, οἱ ὀφθαλμοί μου φόβῳ δακρύουσιν, ἡ φωνή μου ἐκλείπει, τὰ χείλη μου πεπήγασιν, ἡ γλῶσσά μου κεκόλληται, οἱ λογισμοί μου σεσιωπήκα‐ | |
σιν, ὁ δὲ πόθος ἀναγκάζει με εἰπεῖν διὰ τὴν ὑμῶν ὠφέλειαν. Καὶ ὁ πόθος μὲν | 137 | |
138 | κατέχει με, ἐπιτιμᾷ δὲ σιωπᾶν, ὅτι πολὺς ὁ φόβος καὶ ὑπέρμετρος. Τοιαῦτα γὰρ μεγάλα καὶ φοβερὰ θαυμάσια οὔτε ἐγένοντο ἀπ’ ἀρχῆς τῆς κτίσεως, οὔτε γενή‐ σονται ἐν ὅλαις ταῖς γενεαῖς. Καὶ ἄρτι μὲν πολλάκις, ἐὰν ἄφνω γένηται ἀστρα‐ πὴ ἢ βροντὴ τρανοτέρα, πάντα ἄνθρωπον ἐκθροεῖ, καὶ πάντες εἰς γῆν κλίνομεν. | |
5 | Καὶ εἰ ταῦτα ἐκθροοῦσι τὰ μικρά, πῶς ὑπενέγκωμεν τῆς φωνῆς τῆς σάλπιγγος τῆς σαλπιζούσης ἐκ τῶν οὐρανῶν ὑπὲρ πᾶσαν βροντήν, καὶ ἐξυπνιζούσης πάντας τοὺς ἀπ’ αἰῶνος κεκοιμημένους, δικαίους τε καὶ ἀδίκους! Τότε ἐν τῷ ᾅδῃ τὰ ὀστᾶ τῆς ἀνθρωπίνης φύσεως, ἀκούοντα τῆς φωνῆς τῆς σάλπιγγος, περιτρέχουσι μετὰ σπουδῆς, ζητοῦντα ἕκαστον τὰς αὑτῶν ἁρμονίας. Ὅταν οὖν ἴδωμεν πᾶσαν | |
10 | φύσιν ἀνθρώπων ἐν ῥιπῇ ὀφθαλμοῦ ἀνισταμένην, ἕκαστον ἐκ τοῦ τόπου αὑτοῦ, καὶ ἐπισυνηγμένην ἀπὸ περάτων τῆς γῆς πρὸς τὸ κριτήριον, τίς ὑποίσει τὸν το‐ σοῦτον φόβον καὶ τρόμον; Κελεύσει γὰρ ὁ μέγας Βασιλεύς, ὁ ἔχων ἐξουσίαν πά‐ σης σαρκός, καὶ εὐθέως ἀποδώσει ἡ γῆ τοὺς ἑαυτῆς νεκρούς, καὶ ὁ ᾅδης τοὺς ἰδίους νεκρούς· καὶ εἴτε θηρίον ἐσπάραξεν, εἴτε ἰχθὺς ἐμέλισεν, ἢ ὄρνεον ἥρπα‐ | |
15 | σε, πάντα ὡς ἐν ῥιπῇ ὀφθαλμοῦ παραστήσονται, καὶ θρὶξ μία οὐκ ἀπόλλυται. | 138 |
139 | Ὤ, πῶς ὑπενέγκωμεν, ἀδελφοί, ὅταν ἴδωμεν τὸν πύρινον ποταμόν, ὥσπερ ἀγρίαν θάλασσαν, κατεσθίοντα τὰ ὄρη καὶ τὰς νάπας, καὶ κατακαίοντα πᾶσαν τὴν οἰκουμένην καὶ τὰ ἐν αὐτῇ ἔργα! Τότε, ἀγαπητοί, ἐκ τοῦ πυρὸς ἐκείνου οἱ ποταμοὶ ἐκλείψουσιν, αἱ πηγαὶ ἀφανισθήσονται, ἡ θάλασσα ξηρανθή‐ | |
5 | σεται, τὰ ἄστρα ἐκπεσοῦσιν ἐκ τοῦ οὐρανοῦ, ὁ ἥλιος ἐκλείψει καὶ ἡ σελήνη με‐ ταβληθήσεται εἰς αἷμα, ὁ οὐρανὸς εἱλισθήσεται ὡς βιβλίον. Ὅταν ἴδωμεν, ἀδελφοί, τοὺς Ἀγγέλους ἀπεσταλμένους καὶ περιτρέχοντας μετὰ σπουδῆς καὶ ἐπισυνάγοντας τοὺς ἐκλεκτοὺς δούλους τοῦ Θεοῦ ἀπ’ ἄκρων οὐρανοῦ ἕως ἄκρων αὐτοῦ· ὅταν ἴδωμεν τὸν οὐρανὸν καινὸν καὶ τὴν γῆν καινήν, κατὰ τὸ | |
10 | ἐπάγγελμα αὐτοῦ! Πῶς ὑπενέγκωμεν, φιλόχριστοι, ὅταν ἴδωμεν τὸν φοβερὸν θρόνον ἑτοιμα‐ ζόμενον· ὅταν ἴδωμεν τὸν Υἱὸν τοῦ ἀνθρώπου φανέντα ἐν τῷ οὐρανῷ, καὶ τὸν ζωοποιὸν σταυρὸν φωτίζοντα τὰ πέρατα τῆς γῆς! Τότε πάντες θεωρήσουσιν ἐν τῷ ὕψει φανὲν τὸ βασιλικὸν αὐτοῦ σκῆπτρον. Τότε ἐπιγνώσεται ἕκαστος ὅτι | |
15 | ὀπίσω αὐτοῦ μέλλει φανῆναι ὁ Βασιλεὺς τῶν βασιλευόντων. | 139 |
140 | Ἐν ἐκείνῃ τῇ ὥρᾳ ἐνθυμηθήσεται ἕκαστος, πῶς ἆρα ἀπαντήσει τῷ Κριτῇ· καὶ ἐὰν συνίῃ τὰ ἑαυτοῦ πταίσματα, ἵσταται γυμνὸς καὶ τετραχηλισμένος, προσδοκῶν τὴν μέλλουσαν ἐξελθεῖν κατ’ αὐτοῦ ἀπόφασιν. Τότε γὰρ θεωρεῖ ἕκαστος τὰ ἴδια ἔργα ἔμπροσθεν τοῦ προσώπου αὐτοῦ ἱστάμενα, κἄν τε ἀγαθὰ | |
5 | κἄν τε φαῦλα. Τότε οἱ τὴν στενὴν καὶ τεθλιμμένην ὁδὸν βαδίσαντες, καὶ πάντες οἱ γνησίως μετανοήσαντες, καὶ πάντες οἱ ἐλεήμονες καὶ ξενοδόχοι ἵστανται ἱλα‐ ροί, μετὰ πολλῆς χαρᾶς προσδεχόμενοι τὴν μακαρίαν ἐλπίδα καὶ ἐπιφάνειαν 〈τῆς δόξησ〉 τοῦ μεγάλου Θεοῦ καὶ Σωτῆρος ἡμῶν Ἰησοῦ Χριστοῦ. Ἔρχεται γὰρ ἵνα εὐφράνῃ τοὺς ἀγωνιζομένους ἐν ἀγρυπνίαις καὶ προσευχαῖς, καὶ ἐν νη‐ | |
10 | στείαις καὶ ἐλεημοσύναις. Ἔρχεται ἵνα εὐφράνῃ τοὺς πενθοῦντας. Ἔρχεται ἵνα εὐφράνῃ καὶ ὑψώσῃ τοὺς πτωχεύσαντας διὰ τὸ ὄνομα αὐτοῦ· τοὺς μὴ ἀγαπή‐ σαντας τὸν κόσμον, μήτε τὰ ἐν κόσμῳ τερπνά, ἀλλὰ πάντα καταλιπόντας καὶ αὐτῷ μόνῳ λατρεύσαντας καὶ ἀκολουθήσαντας. Ἔρχεται οὐκέτι ἀπὸ γῆς, ἀλλὰ ἀπὸ τοῦ οὐρανοῦ, ὡς ἀστραπὴ φοβερά. Τότε κραυγὴ μεγάλη γίνεται βοῶσα | |
15 | καὶ λέγουσα· ἰδοὺ ὁ Νυμφίος ἔρχεται! Ἰδοὺ ὁ Κριτὴς παραγίνεται! Ἰδοὺ ὁ Δι‐ | 140 |
141 | καστὴς τῶν δικαστῶν ἀποκαλύπτεται! Ἰδοὺ ὁ τῶν ὅλων Θεὸς ἔρχεται κρῖναι πᾶσαν τὴν οἰκουμένην καὶ ἀποδοῦναι ἑκάστῳ κατὰ τὰ ἔργα αὐτοῦ! Τότε, ἀδελφοί μου ἀγαπητοί, ἐκ τῆς κραυγῆς ἐκείνης τρομάξουσιν οἱ νε‐ φροὶ τῆς γῆς, ἀπὸ περάτων ἕως περάτων αὐτῆς, καὶ ἡ θάλασσα καὶ πᾶσαι ἄ‐ | |
5 | βυσσοι. Τότε ἔσται φόβος καὶ στενοχωρία, καὶ ἔκστασις λήψεται πάντα ἄνθρω‐ πον ἐκ τῆς κραυγῆς ἐκείνης καὶ τοῦ ἤχου τῶν σαλπίγγων καὶ ἀπὸ φόβου καὶ προσδοκίας τῶν ἐπερχομένων τῇ οἰκουμένῃ. Τότε αἱ δυνάμεις τῶν οὐρανῶν σαλευθήσονται. Τότε προτρέχουσι στρατιαὶ τῶν Ἀγγέλων. Χοροὶ Ἀρχαγγέ‐ λων συντρέχουσι. Τὰ Χερουβεὶμ καὶ τὰ Σεραφεὶμ τὰ πολυόμματα ἐν ἰσχύϊ κρά‐ | |
10 | ζουσιν· ἅγιος, ἅγιος, ἅγιος, ὁ ὢν καὶ ὁ ἦν καὶ ὁ ἐρχόμενος, παντοκράτωρ. Τότε πᾶν κτίσμα ἐν τῷ οὐρανῷ καὶ ἐν τῇ γῇ καὶ ὑποκάτω τῆς γῆς ἐν δυνάμει βοῶσιν· εὐλογημένος ὁ ἐρχόμενος Βασιλεὺς ἐν ὀνόματι Κυρίου. Τότε σχισθή‐ σονται οἱ οὐρανοὶ καὶ ἀποκαλυφθήσεται ὁ Βασιλεὺς τῶν βασιλευόντων, ὡς ἀστραπὴ φοβερά, μετὰ δυνάμεως πολλῆς καὶ δόξης ἀνεικάστου. Καὶ ὄψεται | |
15 | πᾶς ὀφθαλμός, καὶ οἵτινες αὐτὸν ἐξεκέντησαν, καὶ κόψονται ἐπ’ αὐτὸν πᾶσαι αἱ | 141 |
142 | φυλαὶ τῆς γῆς. Τότε ὁ οὐρανὸς καὶ ἡ γῆ εἰς φυγὴν τραπήσονται, καθὼς Ἰωάν‐ νης προεδήλωσε, λέγων· εἶδον θρόνον λευκὸν μέγαν, καὶ τὸν καθήμενον ἐπ’ αὐτῷ· οὗ ἀπὸ προσώπου αὐτοῦ ἔφυγεν ὁ οὐρανὸς καὶ ἡ γῆ. Τότε καθίσει ἐπὶ θρόνου δόξης αὑτοῦ, ὡς αὐτὸς εἴρηκε· καὶ συναχθήσονται ἔμπροσθεν αὐτοῦ πάν‐ | |
5 | τα τὰ ἔθνη. Ἆρα ποταπὴ ψυχὴ μέλλει εὑρεθῆναι, ἵνα ὑπομείνῃ, ὅταν τεθῶσι θρόνοι, καὶ κριτήριον καθίσῃ, καὶ βίβλοι ἀνοιγῶσι; Τότε θεασόμεθα τὰς ἀνα‐ ριθμήτους τῶν Ἀγγέλων δυνάμεις παρεστώσας κύκλῳ ἐν φόβῳ. Τότε ἑνὸς ἑκάστου τὰ ἔργα ἐνώπιον Ἀγγέλων καὶ ἀνθρώπων ἀναγινώσκονται. Τότε πλη‐ ροῦται ἡ προφητεία Δανιήλ, λέγουσα· ἐγὼ Δανιὴλ ἐθεώρουν, ἕως οὗ θρόνοι | |
10 | ἐτέθησαν, καὶ ὁ παλαιὸς ἡμερῶν ἐκάθισε. Τὸ ἔνδυμα αὐτοῦ λευκὸν ὡσεὶ χιών, καὶ ἡ θρὶξ τῆς κεφαλῆς αὐτοῦ ὡς ἔριον καθαρόν· ὁ θρόνος αὐτοῦ φλὸξ πυρός· οἱ τροχοὶ αὐτοῦ πῦρ φλέγον· ποταμὸς πυρὸς εἷλκεν ἔμπροσθεν αὐτοῦ· χίλιαι χι‐ λιάδες 〈Ἀγγέλων〉 παρεστήκεσαν αὐτῷ καὶ μύριαι μυριάδες ἐλειτούργουν αὐ‐ τῷ· κριτήριον ἐκάθισε καὶ βίβλοι ἠνεῴχθησαν. | |
15 | Μέγας φόβος, ἀδελφοί, ἐν τῇ ὥρᾳ ἐκείνῃ, 〈ὅτε ἀνοιχθῶσιν ἐκεῖναι αἱ φο‐ | 142 |
143 | βεραὶ βίβλοι〉, ἔνθα εἰσὶ γεγραμμένα τὰ ἔργα ἡμῶν καὶ οἱ λόγοι ἡμῶν, καὶ ἃ ἐπράξαμεν ἐν τῷ βίῳ τούτῳ καὶ ἐνομίσαμεν ὑπολαμβάνοντες τάχα λανθάνειν τὸν Θεὸν τὸν ἐτάζοντα καρδίας καὶ νεφρούς· καὶ ἀναγεγραμμέναι πᾶσαι αἱ πράξεις ἡμῶν καὶ αἱ ἐνθυμήσεις πάντων, κἄν τε φαῦλαι κἄν τε ἀγαθαί. | |
5 | Ὤ, πόσων δακρύων χρῄζομεν διὰ τὴν ὥραν ἐκείνην, καὶ ἀμελοῦμεν! Διὰ γὰρ δακρύων δύναταί τις ἐξαλεῖψαι τὰ γεγραμμένα ἐν ταῖς βίβλοις ἐκείναις ἐγ‐ κλήματα· ἄλλος τε καὶ δι’ ἐλεημοσύνης. Πόσα μέλλομεν στενάξαι τότε καὶ ἐλε‐ εινῶς δακρύσαι, ὅταν ἴδωμεν τοῖς ὀφθαλμοῖς ἡμῶν τὴν ἀπόρρητον τῶν οὐρα‐ νῶν βασιλείαν! Ὅταν θεασώμεθα τὰς φοβερὰς κολάσεις φαινομένας, μέσον δὲ | |
10 | τούτων πάντων τὴν τῶν ἀνθρώπων φύσιν, ἀπὸ τοῦ πρωτοπλάστου Ἀδὰμ ἕως τοῦ γεννηθέντος πάντων ὕστερον, καὶ πάντας ἐπὶ πρόσωπον προσκυνοῦντας! Τότε πληρωθήσεται ὁ λόγος ὁ γεγραμμένος· ζῶ ἐγώ, λέγει Κύριος, ὅτι ἐμοὶ κάμψει πᾶν γόνυ ἐπουρανίων καὶ ἐπιγείων καὶ καταχθονίων, καὶ πᾶσα γλῶσσα ἐξομολογήσεται. | |
15 | Τότε, ἀδελφοί μου ἀγαπητοί, πᾶσα ἡ ἀνθρωπότης ἱσταμένη μέσον τῆς | 143 |
144 | βασιλείας καὶ τῆς κρίσεως, μέσον ζωῆς καὶ θανάτου, μέσον χαρᾶς καὶ ἀνάγ‐ κης· καὶ πάντες κάτω βλέποντες, μὴ ἀνανεύοντες ἔμπροσθεν αὐτῶν, τῷ βήματι παριστάμενοι καὶ ἐπερωτώμενοι καὶ δεινῶς ἐξεταζόμενοι, καὶ μάλιστα οἱ ἐν ἀμελείᾳ ζήσαντες. Καὶ ταῦτα θεωροῦντες ἐνθυμοῦνται πάσας τὰς πράξεις αὐ‐ | |
5 | τῶν. Καὶ θεωρεῖ ἕκαστος τὰ ἴδια ἔργα αὐτοῦ, κἄν τε ἀγαθὰ κἄν τε φαῦλα. Καὶ οἱ μὲν τὰ καλὰ ἔργα ἔχοντες μετὰ χαρᾶς προσεγγίσουσι τῷ βήματι, ὡς μέλ‐ λοντες ἀπολαμβάνειν τὸν στέφανον. Ἐὰν δέ τις χαλεπὰς ἔχων ἁμαρτίας ἀμετα‐ νόητος ἐξέλθῃ τοῦ βίου, τότε θεωρῶν αὐτὰς ἔμπροσθεν αὐτοῦ παρισταμένας καὶ κατακρινούσας καὶ ἐλεγχούσας, ὀδυνώμενος λέγει· ὤ, πῶς οὐκ ἠγωνισάμην ὁ | |
10 | ἄθλιος, ἀλλὰ τὸν καιρὸν ἀπώλεσα, παίζων καὶ παιζόμενος; Πῶς οὐ μετενόη‐ σα; Διατί οὐκ ἠλέησα; Διατί ἐφθόνησα τῷ ἀδελφῷ μου, ἐμίσησα, ἐλοιδόρησα, καὶ οὐ διηλλάγην; Ναί, ναί, ἔπραξα ὡς ἄφρων. Ἤκουον δὲ καὶ τὰς κολάσεις. Ἤκουον δὲ περὶ ταύτης τῆς φοβερᾶς ἡμέρας. Διατί οὐ μετενόησα πρὸς τὸν αἴροντα τὴν ἁμαρτίαν τοῦ κόσμου, ἀλλὰ παιζόμενος ἐτέλεσά μου τὰ ἔτη; Τοὺς | |
15 | νηστεύοντας καὶ προσευχομένους θεωρῶν ἐχλεύαζον· οἵτινες φαιδροὶ παρίσταν‐ | 144 |
145 | ται τῷ Κριτῇ, ἀπαιτοῦντες τοὺς μισθούς. Ἆρα τί ποιήσω; Ὅτι ὁ καιρὸς τῆς μετανοίας παρῆλθεν. Ταῦτα δὲ αὐτῶν διαλογιζομένων, ἀκούσουσι τῆς φωνῆς τοῦ Κριτοῦ τῆς φοβερᾶς, κεκραγότος καὶ λέγοντος· δείξατε τὰ ἔργα καὶ λάβετε τὸν μισθόν. Ἐν | |
5 | δὲ τῇ ὥρᾳ ἐκείνῃ σαλευθήσονται πάντα τὰ τάγματα τῶν ἀνθρώπων, ἀρχιερεῖς καὶ ἱερεῖς καὶ διάκονοι καὶ πάντα τῆς Ἐκκλησίας τὰ τάγματα, καθὼς εἶπεν ὁ Ἀπόστολος· ἐγείρεται ἕκαστος ἐν τῷ ἰδίῳ τάγματι δοῦναι δόξαν τῷ Θεῷ. Τότε σαλευθήσονται φόβῳ δυνάσται σοφοὶ καὶ πλούσιοι, διότι ἐπέστη ἡ ὥρα, ἵνα ἑκάστου τὸ ἔργον ἐπὶ Ἀγγέλων καὶ ἀνθρώπων ἐπιγνωσθῇ, καὶ ἕκαστος θερίσῃ, | |
10 | ὡς ἔσπειρεν. Οἴμοι, ἀδελφοί μου φιλόχριστοι! Θέλω εἰπεῖν τὰ μετὰ ταῦτα, καὶ ἐκ τοῦ φόβου ἀνακόπτομαι, καὶ τὰ δάκρυά μου προτρέχουσι, καὶ ἰλιγγιῶ· φρικτὸν γὰρ τὸ διήγημα. Τότε, φιλόχριστοι, ἐρευνᾶται ἑνὸς ἑκάστου ἡ σφραγὶς τοῦ Χριστιανισμοῦ, | |
15 | ἣν ἔλαβεν ἐν τῇ ἁγίᾳ καὶ καθολικῇ Ἐκκλησίᾳ διὰ τοῦ βαπτίσματος, καὶ ἀπαι‐ | |
τεῖται ἕκαστος πῶς τὴν πίστιν ἐφύλαξεν ἀμίαντον καὶ τὴν σφραγῖδα ἄθραυστον | 145 | |
146 | καὶ τὸν χιτῶνα ἀμόλυντον, καὶ τὴν καλὴν ὁμολογίαν ἣν ὡμολόγησεν ἐπὶ πολ‐ λῶν μαρτύρων, λέγοντες· ἀποτασσόμεθα τῷ Σατανᾷ καὶ πᾶσι τοῖς ἔργοις αὐ‐ τοῦ. Οὐχὶ ἑνὶ ἢ δύο ἢ πέντε, ἀλλὰ πᾶσι τοῖς ἔργοις αὐτοῦ [Διαβόλου]. Ταύτην οὖν τὴν καλὴν ἀποταγὴν ἀπαιτούμεθα ἐν τῇ ὥρᾳ ἐκείνῃ· καὶ μα‐ | |
5 | κάριος ὅστις ἐφύλαξε, καθὼς καὶ συνετέθη. Δι’ ἑνὸς γὰρ ῥήματος ἀπετάξατο πᾶν ἔργον φαῦλον τοῦ Διαβόλου· μοιχείαν, πορνείαν, φόνον, ἀκαθαρσίαν, ψευ‐ δολογίαν, φθόνον, κλοπήν, θυμόν, μνησικακίαν, ἔχθραν, ἔριν, ἀργολογίαν, αἰ‐ σχρολογίαν, ὑπερηφανίαν, βλακείαν, γέλωτας, κιθαρισμούς, χοραυλίας, ὀρχη‐ σμούς, ὀργήν, πλεονεξίαν, μισαδελφίαν, τὸ πάντων ἔσχατον τῶν κακῶν καὶ | |
10 | πρῶτον, εἰδωλολατρίαν καὶ φαρμακείαν. Ταῦτα καὶ τὰ τούτων ὅμοια ἀποτάσ‐ σεται πᾶς Χριστιανὸς ἐν τῇ ἁγίᾳ κολυμβήθρᾳ. Ταύτην τὴν ἀποταγὴν ἀπαιτού‐ μεθα ἐν τῇ ὥρᾳ ἐκείνῃ, ἀδελφοί. Ἀλλὰ λαλῆσαι καὶ ἕτερα βούλομαι· πλὴν δὲ κατέχει με φόβος καὶ ὀδύ‐ νη, καὶ πῶς εἰπεῖν ταῦτα οὐκ ἔχω. Εἴπω δὲ ταῦτα ἐν στεναγμοῖς μετὰ δα‐ | |
15 | κρύων, ὅτι ἔσχατά εἰσιν· οὐ γάρ ἐστι χωρὶς δακρύων διηγήσασθαι ταῦτα. Τότε | 146 |
147 | μετὰ τὸ ἐρευνηθῆναι ἕκαστον ἐπὶ Ἀγγέλων καὶ ἀνθρώπων καὶ καταργηθῆναι πᾶσαν ἀρχὴν καὶ ἐξουσίαν, καὶ πάντες οἱ ἐχθροὶ τοῦ Θεοῦ τεθῶσιν ὑπὸ τοὺς πόδας αὐτοῦ· τότε λοιπόν, καθὼς εἶπεν ὁ Κύριος, ἀφοριεῖ αὐτοὺς ἀπ’ ἀλλήλων, ὥσπερ ὁ ποιμὴν ἀφορίζει τὰ πρόβατα ἀπὸ τῶν ἐρίφων· καὶ στήσει τὰ μὲν πρό‐ | |
5 | βατα ἐκ δεξιῶν, τὰ δὲ ἐρίφια ἐξ εὐωνύμων. Καὶ τὰ μὲν πρόβατα τὰ ἔχοντα τοὺς καλοὺς καρπούς· τὰ ἐπιγινώσκοντα τὸν καλὸν Ποιμένα· τὰ φυλάξαντα τὴν σφραγῖδα αὐτῶν ἄθραυστον· τὰ ἀκολουθήσαντα τῷ Ποιμένι αὐτῶν τῷ εἰπόντι, δεῦτε ὀπίσω μου· τὰ μὴ μιάναντα τὴν πίστιν μετὰ τῶν αἱρετικῶν. Ταῦτα τὰ πρόβατα στήσει ἐκ δεξιῶν αὐτοῦ. Τὰ δὲ ἐρίφια τὰ ἄκαρπα· ὅσα τὸν Ποιμένα | |
10 | παρώξυναν· τὰ νεμόμενα μετὰ τῶν αἱρετικῶν καὶ τὴν ἁγίαν πίστιν μιάναντα· οἵτινες ἐσκίρτησαν ἀτάκτως, ἐτρύφησαν, ἐχόρευσαν, καὶ σωρεύσαντες τὸ οὐαί, ἐξῆλθον τοῦ βίου, παντὸς ἔργου ἀγαθοῦ ἔρημοι, πάσης δὲ ἁμαρτίας πεπληρω‐ μένοι. Οὓς ἰδὼν ὁ Κύριος ἐν τῇ ὥρᾳ ἐκείνῃ, ἀποστρέψει τοὺς ὀφθαλμοὺς αὑτοῦ | |
ἀπ’ αὐτῶν. Τότε λέγει τοῖς ἐκ δεξιῶν αὑτοῦ· δεῦτε οἱ εὐλογημένοι τοῦ Πατρός | 147 | |
148 | μου, κληρονομήσατε τὴν ἡτοιμασμένην ὑμῖν βασιλείαν. Δεῦτε οἱ υἱοὶ τοῦ φω‐ τός. Δεῦτε οἱ τῆς ἐμῆς βασιλείας κληρονόμοι. Δεῦτε οἱ δι’ ἐμὲ πεινάσαντες καὶ διψήσαντες· οἱ μὴ ἀγαπήσαντες τὸν κόσμον, μηδὲ τὰ ἐν κόσμῳ. Δεῦτε οἱ δι’ ἐμὲ καταλιπόντες τὸν κόσμον, συγγενεῖς καὶ φίλους, γονεῖς καὶ τέκνα. Δεῦτε οἱ | |
5 | ἐν ἐρημίαις καὶ ὄρεσι καὶ σπηλαίοις καὶ ταῖς ὀπαῖς τῆς γῆς οἰκήσαντες· νῦν οἰ‐ κήσατε μετὰ τῶν Ἀγγέλων ἐν οὐρανοῖς. Τότε λέγει καὶ τοῖς ἐξ ἀριστερῶν· πο‐ ρεύεσθε ἀπ’ ἐμοῦ οἱ κατηραμένοι, οἱ μεμισημένοι, οἱ ἀνελεήμονες καὶ μισάδελ‐ φοι καὶ μισόχριστοι. Οὐκ ἠλεήσατε, οὐκ ἐλεηθήσεσθε. Οὐκ ἠκούσατέ μου τῶν ἀχράντων Εὐαγγελίων καὶ τῶν μακαρίων μαθητῶν, οὐδὲ ἐγὼ ἀκούσομαι ὑ‐ | |
10 | μῶν. Ἐτρυφήσατε ἐπὶ τῆς γῆς· ἀπελάβετε τὰ ἀγαθὰ ἐν τῇ ζωῇ ὑμῶν. Ἐγὼ δὲ καθ’ ἑκάστην ἡμέραν διὰ τῶν ἁγίων μου Γραφῶν ἐβόων, καὶ ἀκούοντες ὑμεῖς ἐχλευάζετε τοὺς ἀναγινώσκοντας. Καὶ νῦν λέγω λοιπόν· οὐκ οἶδα ὑμᾶς. Πορεύ‐ εσθε ἀπ’ ἐμοῦ οἱ κατηραμένοι εἰς τὸ πῦρ τὸ αἰώνιον, τὸ ἡτοιμασμένον τῷ Δια‐ | |
βόλῳ καὶ τοῖς ἀγγέλοις αὐτοῦ. Καὶ ἀπελεύσονται οὗτοι εἰς κόλασιν αἰώνιον. | 148 | |
149 | Δηλώσω δὲ ὑμῖν, ἀδελφοί μου, καὶ περὶ τῆς διαφορᾶς τῶν κολάσεων, καθὼς ἐν τῷ Εὐαγγελίῳ ἠκούσαμεν. Ἔστιν οὖν σκότος ἐξώτερον· δῆλον δὲ ὅτι καὶ ἐσώτερόν ἐστι. Γέεννα τοῦ πυρὸς τόπος ἄλλος· βρυγμὸς ὀδόντων τόπος ἴδι‐ ος· σκώληξ ὁ ἀκοίμητος τόπος ἄλλος· ἡ λίμνη τοῦ πυρὸς τόπος ἕτερος· τὸ | |
5 | ἄσβεστον πῦρ ἰδία χώρα· ὁ πύρινος ποταμὸς τόπος ἕτερος. Ἐν ταύταις ταῖς κο‐ λάσεσι καταμερίζονται οἱ ἐλεεινοί, ἕκαστος πρὸς ἀναλογίαν τῶν πταισμάτων αὐτοῦ. Καὶ ὥσπερ εἰσὶ διαφοραὶ ἁμαρτιῶν, οὕτως καὶ διαφοραὶ κολάσεων. Τουτέστιν, ἄλλως κολάζεται ὁ μοιχός, ἄλλως ὁ πόρνος, καὶ ἄλλως ὁ φονεύς, καὶ ἄλλως ὁ κλέπτης καὶ 〈ὁ〉 μέθυσος. Ὅσοι δὲ ἐν αἱρέσει ἐμολύνθησαν, ἀκού‐ | |
10 | σονται τό, ἀρθήτω ὁ ἀσεβής, ἵνα μὴ ἴδῃ τὴν δόξαν Κυρίου. Οἱ δὲ ἔχοντες μετ’ ἀλλήλων ἔχθραν καὶ οὐ διηλλάγησαν ἐν τῷ βίῳ, ἀπαραίτητον κρῖμα εὑρήσου‐ σι. Καὶ οἱ μισάδελφοι εἰς τὸ σκότος τὸ ἐξώτερον πεμφθήσονται, ὡς μισήσαντες Χριστόν, τὸν εἰπόντα· ἀγαπᾶτε ἀλλήλους, καὶ συγχωρεῖτε ἀλλήλων τὰ παρα‐ | |
πτώματα. | 149 | |
150 | Οὐαὶ τῷ φιλοπόρνῳ, τῷ μοιχῷ, τῷ μεθύσῳ. Οὐαὶ τοῖς φαρμακοῖς καὶ τοῖς μάνταις καὶ τοῖς πίνουσι τὸν οἶνον μετὰ τυμπάνων καὶ χορῶν. Οὐαὶ τοῖς συνομολογοῦσι μετὰ τῶν βλασφήμων αἱρετικῶν. Οὐαὶ τοῖς ὑβρίζουσι τὰς θείας καὶ ἱερὰς Γραφάς. Οὐαὶ τοῖς ἀπολλύουσι τὸν καιρὸν τῆς μετανοίας εἰς μετεωρι‐ | |
5 | σμοὺς καὶ γέλωτας· ζητήσουσι γὰρ καὶ οὐχ εὑρήσουσι τὸν καιρόν, ὃν κακῶς ἐδαπάνησαν· καὶ βοήσουσι μετὰ δακρύων καὶ ὀδυρμῶν πολλῶν, καὶ οὐ μὴ εὕ‐ ρωσιν ἔλεος. Οὐαὶ τοῖς δικαιοῦσι τὸν ἀσεβῆ ἕνεκα δώρων. Οὐαὶ τοῖς ἁρπάζουσι τὰ ἀλλότρια. Καὶ ἵνα συντόμως εἴπω· οὐαὶ πᾶσι τοῖς ἐξ ἀριστερῶν λαχοῦσιν, ὅτι σκοτισθήσονται καὶ τρομάξουσι καὶ τοὺς ὀδόντας τρίξουσι, ὅταν ἀκούσωσι | |
10 | τό, οὐκ οἶδα ὑμᾶς. Τότε λοιπὸν ἀπελαύνονται μετὰ μεγάλου φόβου ἀπὸ τοῦ βήματος τοῦ φρικτοῦ καὶ παραδίδονται εἰς τὰς τοῦ θανάτου χεῖρας, ἵνα ποιμάνῃ αὐτούς, καθὼς γέγραπται. Ὀδυνηρὰ ἡ διήγησις, ἀδελφοί μου φιλόχριστοι, τῆς φρικτῆς καὶ φοβερᾶς | |
ὥρας ἐκείνης. Οἴμοι, ἀδελφοί, τίς τολμήσει διηγήσασθαι, ἢ τίς βαστάσει | 150 | |
151 | ἀκοῦσαι τὴν φοβερὰν ἐκείνην διήγησιν! Ὅσοι δάκρυα βούλεσθε ἐκχέειν, δεῦτε, ἀκούσατε τί ἡμᾶς περιμένει. Καὶ μὴ ἀμελήσωμεν τῆς σωτηρίας ἡμῶν. Τότε χωρίζονται ἀπ’ ἀλλήλων ἐπίσκοποι ἀπὸ συνεπισκόπων, πρεσβύτεροι ἀπὸ συμπρεσβυτέρων· τότε χωρίζονται τὸν ἐλεεινὸν ἐκεῖνον χωρισμὸν ἱερεῖς ἀ‐ | |
5 | πὸ ἱερέων καὶ διάκονοι ἀπὸ συνδιακόνων, καὶ ὑποδιάκονοι καὶ ἀναγνῶσται ἀπὸ τῶν ὁμοίων αὐτῶν. Τότε διαχωρίζονται οἱ ποτὲ βασιλεῖς καὶ κλαύσουσιν ὡς νήπια καὶ στήσονται ὡς ἀνδράποδα. Τότε στενάξουσιν ὕπαρχοι, καὶ ἀποβλέ‐ ψουσιν ἔνθεν κἀκεῖθεν, καὶ τὸν βοηθοῦντα οὐχ εὑρήσουσιν. Οὔτε γὰρ πλοῦτος φαίνεται ἐκεῖ, οὔτε κόλακες παρίστανται. Τότε διαχωρίζονται οἱ ἐν ἀμελείᾳ ζή‐ | |
10 | σαντες μοναχοί, οἱ τὸν κόσμον τάχα μισήσαντες καὶ κοσμικὰ φρονήσαντες. Τό‐ τε διαχωρισθήσονται γονεῖς ἀπὸ τέκνων, πατὴρ καὶ υἱός, μήτηρ καὶ θυγάτηρ, φίλοι ἀπὸ φίλων καὶ συγγενεῖς ἀπὸ συγγενῶν. Τότε ἀποχωρισθήσονται ἀνδρό‐ γυνα ἐλεεινά, τὰ μὴ φυλάξαντα τὴν κοίτην ἀμίαντον. Ἀλλὰ παρεάσω τὰ πολ‐ | |
λὰ διηγεῖσθαι· καὶ γὰρ συνέχει με φόβος ἐν ταύτῃ τῇ διηγήσει. Τότε ἐλαυνόμε‐ | 151 | |
152 | νοι καὶ τυπτόμενοι ὑπὸ ἀγρίων Ἀγγέλων, ὠθούμενοι καὶ τοὺς ὀδόντας τρίζον‐ τες καὶ πυκνῶς στρεφόμενοι εἰς τὰ ὀπίσω, προσεγγίζουσι τῷ χαλεπῷ τόπῳ ἐκείνῳ, ὅπου πάλιν διαχωρίζονται εἰς ὅλας τὰς κολάσεις. Τότε θεωροῦντες τὴν παντελῆ ἀπόφασιν, οὐδενὸς ὄντος τοῦ παρακα‐ | |
5 | λοῦντος ὑπὲρ αὐτῶν, οὐκ ἄνεσιν ἐχόντων, οὐδὲ ἐλπίδα ἀνακάμψαι. Τότε ὀλο‐ λύζοντες λέγουσιν· ὤ, πόσον καιρὸν ἀπωλέσαμεν ἐν ἀμελείᾳ ζήσαντες! Πῶς ἐνέπαιξεν ἡμᾶς ὁ μάταιος βίος! Πῶς ἄλλους θεωροῦντες ἀγωνιζομένους ἡμεῖς οὐκ ἠγωνισάμεθα! Πῶς τῶν ἁγίων Γραφῶν ἠκούομεν καὶ ἐγελῶμεν καὶ ἐχλευ‐ άζομεν τοὺς ἀναγινώσκοντας αὐτάς! Ἐκεῖ ὁ Θεὸς ἐλάλει διὰ τῶν ἁγίων αὑτοῦ | |
10 | Γραφῶν, καὶ οὐ προσείχομεν· νῦν δὲ ἡμεῖς βοῶμεν, καὶ αὐτὸς ἀποστρέφει τὸ πρόσωπον αὑτοῦ ἀφ’ ἡμῶν. Τί ὠφέλησαν ἡμᾶς τὰ τερπνὰ τοῦ κόσμου; Ποῦ ὁ πατήρ, ὁ γεννήσας ἡμᾶς; Ποῦ ἡ μήτηρ, ἡ ὠδινήσασα; Ποῦ τὰ τέκνα; Ποῦ οἱ φίλοι; Ποῦ ὁ πλοῦτος; Ποῦ οἱ θόρυβοι καὶ τὰ ἄριστα; Ποῦ ὁ πολὺς καὶ ἄκαιρος δρόμος; Ποῦ οἱ συγγενεῖς καὶ οἱ γνώριμοι; Ποῦ οἱ βασιλεῖς καὶ οἱ δυνάσται; | |
15 | Ποῦ οἱ σοφοὶ καὶ οἱ ῥήτορες; Πῶς ἐκ τούτων οὐδεμίαν ἔχομεν ὠφέλειαν ἡμεῖς | |
οἱ ἐλεεινοί; | 152 | |
153 | Τότε θεωροῦντες τὴν παντελῆ ἐγκατάλειψιν, τὴν ἀπὸ τοῦ Θεοῦ καὶ τῶν Ἁγίων, μετὰ στεναγμοῦ καὶ πικρῶν δακρύων λέγουσι· σῴζεσθε, ἅγιοι καὶ δί‐ καιοι, ἐξ ὧν ἡμεῖς ἐχωρίσθημεν· σῴζεσθε, φίλοι καὶ συγγενεῖς· σῴζεσθε, πατέ‐ ρες καὶ μητέρες· σῴζεσθε, υἱοὶ καὶ θυγατέρες· σῴζεσθε, Ἀπόστολοι καὶ Μάρτυ‐ | |
5 | ρες καὶ Προφῆται Κυρίου. Σῴζου, τὸ τάγμα τῶν μοναχῶν. Σῴζου καὶ σύ, Δέ‐ σποινα Θεοτόκε, ἡ πολλὰ παρακαλοῦσα ὑπὲρ ἡμῶν, ἵνα σωθῶμεν, ἀλλ’ ἡμεῖς οὐκ ἠθελήσαμεν μετανοῆσαι καὶ σωθῆναι. Σῴζου καὶ σύ, τίμιε καὶ ζωοποιὲ Σταυρέ. Σῴζου, ὁ παράδεισος τῆς τρυφῆς, ὃν ἐφύτευσεν ὁ Κύριος. Σῴζου, ἡ ἄ‐ νω Ἱερουσαλήμ, ἡ μήτηρ τῶν πρωτοτόκων. Σῴζου, ἡ βασιλεία τῶν οὐρανῶν, | |
10 | ἡ μὴ ἔχουσα τέλος. Σῴζεσθε, πάντες ὁμοῦ. Οὐκέτι γὰρ ἀπὸ τοῦ νῦν θεασόμεθά τινα ἐξ ὑμῶν. Εἰς κρίσιν γὰρ κολάσεως ἀπερχόμεθα, μὴ ἔχουσαν τέλος ἢ ἄνε‐ σιν. Καὶ λοιπὸν ἀπέρχεται ἕκαστος εἰς τὸν ἡτοιμασμένον αὑτῷ τόπον, ὃν ἡτοί‐ μασεν ἑαυτῷ ἕκαστος, μὴ θελήσας μετανοῆσαι καὶ λυτρωθῆναι ἐκ τῆς ὀργῆς καὶ τῆς ἀνάγκης ἐκείνης. | |
15 | Ἠκούσατε, ἀδελφοί, τί μέλλουσιν εὑρεῖν οἱ σπουδάσαντες καὶ ἀγωνισάμε‐ | 153 |
154 | νοι ἐν τῇ ζωῇ αὐτῶν· οἱ ἀμελοῦντες δὲ καὶ μὴ μετανοοῦντες, πῶς μέλλουσιν ἀποπεμφθῆναι εἰς τὰς δεινὰς καὶ ἀφορήτους κολάσεις. Ἠκούσατε περὶ τῆς φο‐ βερᾶς ὥρας ἐκείνης καὶ περὶ ταύτης τῆς ὥρας. Ἡ ἁγία Γραφὴ ἀπὸ ἀνατολῶν ἕως δυσμῶν ἐν ταῖς ἐκκλησίαις βοᾷ καὶ λέγει· δεῦτε οἱ κοπιῶντες καὶ πεφορτι‐ | |
5 | σμένοι, κἀγὼ ἀναπαύσω ὑμᾶς. Καὶ πάλιν λέγει· ἐγώ εἰμι ἡ ζωή, ἡ ἀνάστασις καὶ ἡ ἀλήθεια. Ταύτην οὖν τὴν ὁδὸν καὶ τὴν ἀλήθειαν ἀγαπήσωμεν, ἀδελφοί, ἵνα ζωὴν αἰώνιον κληρονομήσωμεν, ἐν Χριστῷ Ἰησοῦ τῷ Κυρίῳ ἡμῶν. Ὅτι αὐτῷ πρέπει πᾶσα δόξα, τιμὴ καὶ προσκύνησις, σὺν τῷ ἀνάρχῳ αὐτοῦ Πατρί, καὶ τῷ παναγίῳ καὶ ἀγαθῷ καὶ ζωοποιῷ Πνεύματι, νῦν καὶ ἀεὶ καὶ εἰς τοὺς | |
10 | αἰῶνας τῶν αἰώνων. Ἀμήν. | 154 |