TLG 4138 052 :: EPHRAEM SYRUS :: Sermo in adventum domini, et de consummatione saeculi, et in adventum antichristi EPHRAEM SYRUS Theol., vel Ephraem Graecus Sermo in adventum domini, et de consummatione saeculi, et in adventum antichristi Dup. Assemani, J.S., Sancti patris nostri Ephraem Syri opera omnia, vol. 2 Rome (1732) 222b–230c. Citation: Page — (line) | ||
111(1t) | Λόγος εἰς τὴν παρουσίαν τοῦ Κυρίου, | |
2t | καὶ περὶ συντελείας τοῦ κόσμου, | |
---|---|---|
3t | καὶ εἰς τὴν παρουσίαν τοῦ Ἀντιχρίστου | |
1 | Πῶς ἐγὼ ὁ ἐλάχιστος καὶ ἁμαρτωλὸς Ἐφραΐμ, καὶ μεστὸς πλημμελημά‐ των, δυνήσομαι ἐξειπεῖν τὰ ὑπὲρ τὴν ἐμὴν δύναμιν; Ἀλλ’ ἐπειδὴ ὁ Σωτὴρ ἰδίᾳ εὐσπλαγχνίᾳ τοὺς ἀγραμμάτους σοφίαν ἐδίδαξε καὶ δι’ αὐτῶν τοὺς πανταχῆ πι‐ στοὺς κατεφώτισε, καὶ ἡμῶν ἀφθόνως τὴν γλῶτταν τρανώσει πρὸς ὠφέλειαν | |
5 | καὶ οἰκοδομὴν καὶ ἐμοὶ τῷ λέγοντι καὶ πᾶσιν ἀκροαταῖς. Λαλήσω δὲ ἐν ὀδύναις καὶ εἴπω ἐν στεναγμοῖς περὶ τοῦ ἐνεστῶτος κόσμου τῆς συντελείας καὶ περὶ τοῦ ἀναιδεστάτου καὶ δεινοῦ Δράκοντος, τοῦ μέλλοντος ταράσσειν πᾶσαν τὴν ὑπ’ | |
οὐρανὸν καὶ ἐμβαλεῖν δειλίαν καὶ ὀλιγωρίαν καὶ δεινὴν ἀπιστίαν ἐν καρδίαις | 111 | |
112 | ἀνθρώπων, καὶ ποιεῖν τέρατα καὶ σημεῖα καὶ φόβητρα, ὥστε, εἰ δυνηθῇ, πλα‐ νῆσαι καὶ τοὺς ἐκλεκτούς, καὶ πάντας ἀπατῆσαι ἐν ψευδέσι σημείοις καὶ τερά‐ των φαντασμοῖς ὑπ’ αὐτοῦ γινομένοις. Κατὰ συγχώρησιν γὰρ Θεοῦ τοῦ ἁγίου, λαμβάνει ἐξουσίαν τοῦ ἀπατῆσαι τὸν κόσμον, διότι ἐπληθύνθη ἡ ἀσέβεια τοῦ | |
5 | κόσμου καὶ πανταχοῦ παντοῖα δεινὰ κατεργάζεται. Καὶ διὰ τοῦτο ὁ ἄχραντος Δεσπότης πνεύματι πλανήσεως πειρασθῆναι τὸν κόσμον διὰ τὴν ἀσέβειαν αὐτῶν συνεχώρησεν, ἐπειδὴ οὕτως ἤθελον οἱ ἄνθρωποι τοῦ ἀποστῆναι Θεοῦ καὶ φιλεῖν τὸν Πονηρόν. Μέγας ἀγών, ἀδελφοί, ἐν τοῖς καιροῖς ἐκείνοις, μάλιστα τοῖς πιστοῖς· ὅ‐ | |
10 | ταν ἐπιτελῶνται σημεῖα καὶ τέρατα ὑπ’ αὐτοῦ τοῦ Δράκοντος ἐν πολλῇ ἐξουσίᾳ· ὅταν πάλιν δεικνύῃ ἑαυτόν, ὥσπερ θεόν, ἐν φαντάσμασι φοβεροῖς ἐν τῷ ἀέρι ἱπτάμενον καὶ πάντας τοὺς δαίμονας ἐν τῷ ἀέρι ἐπηρμένους, ὥσπερ ἀγγέλους, ἔμπροσθεν τοῦ τυράννου· βοᾷ γὰρ ἐν ἰσχύϊ, ἀλλάσσων τὰς μορφάς, ἐκφοβῶν ἀ‐ μέτρως ἅπαντας τοὺς ἀνθρώπους. | |
15 | Τότε, ἀδελφοί, τίς ἆρα εὑρεθῇ τετειχισμένος καὶ μένων ἀσάλευτος, ἔχων | 112 |
113 | τὸ τεκμήριον ἐν τῇ ψυχῇ, τοῦ μονογενοῦς Υἱοῦ τοῦ Θεοῦ ἡμῶν τὴν ἁγίαν πα‐ ρουσίαν, ὅταν ἴδῃ ἐκείνην τὴν θλῖψιν τὴν ἀμύθητον γινομένην πανταχοῦ ἐπὶ πᾶσαν ψυχὴν μὴ ἔχουσαν τελείως ποθὲν παραμυθίαν, οὔτε πάλιν ἄνεσιν, ἐν γῇ καὶ θαλάσσῃ; Ὅταν ἴδῃ τὸν σύμπαντα κόσμον ταρασσόμενον, καὶ φεύγῃ ἕκα‐ | |
5 | στος ἐν ὄρεσι κρυβῆναι, τοὺς μὲν λιμῷ θνῄσκοντας, τοὺς δὲ ἐν δίψῃ δεινῇ τηκο‐ μένους, ὡσεὶ κηρόν, καὶ οὐκ ἔστιν ὁ ἐλεῶν; Ὅταν ἴδῃ ἅπαντα τὰ πρόσωπα δα‐ κρύοντα καὶ πόθῳ ἐρωτῶντας, μήποτε ῥῆμα Θεοῦ ἐπὶ τῆς γῆς; Καὶ ἀκούῃ, οὐδαμοῦ. Τίς ἄρα βαστάσει τὰς ἡμέρας ἐκείνας; Τίς δὲ ὑπομείνῃ τὴν θλῖψιν τὴν ἀφόρητον, ὅταν ἴδῃ σύγχυσιν τῶν λαῶν ἐρχομένων ἀπὸ περάτων τῆς γῆς εἰς | |
10 | θέαν τοῦ τυράννου, καὶ πολλοὺς προσκυνοῦντας ἔμπροσθεν τοῦ τυράννου, κρά‐ ζοντας μετὰ τρόμου ὅτι σὺ εἶ ὁ σωτὴρ ἡμῶν; Θάλασσα ταράσσεται καὶ ἡ γῆ ξηραίνεται, οὐρανοὶ οὐ βρέχουσι, τὰ φυτὰ μαραίνονται, ἅπαντες δὲ οἱ ὄντες ἐπὶ γῆς ἀνατολῶν ἐπὶ δυσμὰς φεύγουσιν ἐκ τῆς πολλῆς δειλίας· καὶ πάλιν δὲ οἱ ὄν‐ τες ἐπὶ δυσμῶν ἡλίου ἐπὶ τὴν ἀνατολὴν φεύγουσι μετὰ τρόμου. Λαβὼν δὲ ὁ ἀ‐ | |
15 | ναιδὴς τότε τὴν ἐξουσίαν, δαίμονας ἀποστελεῖ εἰς πάντα τὰ πέρατα, ὥστε κηρύ‐ | |
ξαι παρρησίᾳ ὅτι βασιλεὺς μέγας ἐφάνη μετὰ δόξης· δεῦτε καὶ θεάσασθε αὐτόν. | 113 | |
114 | Τίς ἄρα ἔχων οὕτως ψυχὴν ἀδαμαντίνην, ὥστε φέρειν γενναίως ἅπαντα τὰ σκάνδαλα; Τίς ἄρα ἐστὶν οὕτως, ὡς προεῖπον, ἄνθρωπος, ἵνα πάντες Ἄγγε‐ λοι μακαρίσωσιν αὐτόν; Ἐγὼ γάρ, ἀδελφοὶ φιλόχριστοι καὶ τέλειοι, ἐπτοήθην ἐξ αὐτῆς τῆς μνήμης τοῦ Δράκοντος, μελετῶν εἰς ἑαυτὸν τὴν θλῖψιν τὴν μέλ‐ | |
5 | λουσαν ἔσεσθαι τοῖς ἀνθρώποις ἐν τοῖς καιροῖς ἐκείνοις, καὶ ποταπὸς δὲ οὗτος ὁ Δράκων εὑρίσκεται μιαρός, ἀπότομος τῷ γένει τῶν ἀνθρώπων, πλεῖον δὲ ἁγί‐ οις πικρότερος γίνεται, τοῖς δυναμένοις νικᾶν τὰ αὑτοῦ φαντάσματα. Εἰσὶ γὰρ πολλοὶ εὑρισκόμενοι τότε εὐάρεστοι τῷ Θεῷ, δυνάμενοι σωθῆναι ἐν ὄρεσι καὶ ἐν ἐρήμοις τόποις, ἐν πολλαῖς δεήσεσι καὶ κλαυθμοῖς ἀφορήτοις. Ὁ γὰρ ἅγιος | |
10 | Θεὸς θεωρῶν αὐτοὺς οὕτως ἐν κλαυθμῷ ἀμυθήτῳ καὶ πίστει εἰλικρινεῖ, σπλαγ‐ χνίζεται ἐπ’ αὐτούς, ὡς πατὴρ φιλόστοργος, καὶ διατηρεῖ αὐτούς, ἔνθα ἀπεκρύ‐ βησαν. Καὶ γὰρ ὁ παμμίαρος οὐ παύεται ἐκζητῶν τοὺς ἁγίους ἔν τε γῇ καὶ θα‐ λάσσῃ, λογιζόμενος ὅτι ἐβασίλευσε τὸ λοιπὸν ἐπὶ τῆς γῆς καὶ πάντας ὑποτάσ‐ σει. Καὶ νομίζει ὁ ἄθλιος ἀντιστῆναι τῇ ὥρᾳ ἐκείνῃ τῇ φοβερᾷ, ὅταν ἔλθῃ ὁ Κύ‐ | |
15 | ριος ἐκ τῶν οὐρανῶν, μὴ εἰδὼς ὁ ἄθλιος τὴν ἑαυτοῦ ἀσθένειαν καὶ ὑπερηφα‐ | 114 |
115 | νίαν, δι’ ἣν καὶ ἐξέπεσεν. Ὅμως ταράσσει τὴν γῆν, ἐκφοβεῖ τὰ σύμπαντα ἐν ψευδέσι σημείοις μαγικοῖς. Οὐκ ἔστιν ἐν τῷ καιρῷ ἐκείνῳ, ὅταν ἔλθῃ ὁ Δράκων, ἄνεσις ἐπὶ τῆς γῆς, ἀλλὰ θλῖψις μεγάλη, ταραχὴ καὶ σύγχυσις, θάνατοι καὶ λιμοὶ εἰς πάντα τὰ πέ‐ | |
5 | ρατα· αὐτὸς γὰρ ὁ Κύριος ἡμῶν θείῳ στόματι ἔφη, ὅτι τοιαῦτα οὐ γέγονεν ἀπ’ ἀρχῆς κτίσεως. Ἡμεῖς δὲ οἱ ἁμαρτωλοὶ πῶς εἰκάσομεν αὐτῆς τὸ ὑπέρμετρον, ἀλλὰ καὶ ἀνέκφραστον, οὕτως τοῦ Θεοῦ αὐτὴν ὀνομάσαντος; Στησάτω δὲ ἕκα‐ στος τὸν νοῦν αὐτοῦ ἀκριβῶς ἐν λέξεσιν ἁγίαις τοῦ Κυρίου καὶ Σωτῆρος· πῶς διὰ τὴν ἀνάγκην καὶ θλῖψιν τὴν ὑπέρογκον κολοβοῖ τὰς ἡμέρας τῆς θλίψεως, | |
10 | τῇ αὑτοῦ εὐσπλαγχνίᾳ, παραινῶν ἡμῖν καὶ λέγων· προσεύχεσθε, ἵνα μὴ γένη‐ ται ἡ φυγὴ ὑμῶν χειμῶνος, μηδὲ σαββάτῳ. Καὶ πάλιν· ἀγρυπνεῖτε πάντοτε, δεόμενοι συνεχῶς, ἵνα γένησθε ἄξιοι ἐκφυγεῖν τῆς θλίψεως καὶ σταθῆναι ἔμπρο‐ σθεν τοῦ Θεοῦ· ὁ γὰρ καιρὸς ἐγγύς. Καὶ ἐν ταύτῃ τῇ κακίᾳ στήκομεν πάντες, | |
καὶ οὐ πιστεύομεν. Δεηθῶμεν συνεχῶς ἐν δάκρυσι καὶ προσευχαῖς, νυκτὸς καὶ | 115 | |
116 | ἡμέρας προσπίπτοντες τῷ Θεῷ, ἵνα σωθῶμεν οἱ ἁμαρτωλοί. Εἴ τις ἔχει δάκρυα καὶ κατάνυξιν, δεηθήτω τοῦ Κυρίου, ἵνα ῥυσθῶμεν ἐκ θλίψεως τῆς μελλούσης ἔρχεσθαι ἐπὶ τῆς γῆς· ἵνα μήτε ἴδῃ παντελῶς μήτε αὐτὸ τὸ θηρίον, μηδὲ πάλιν ἀκούσῃ τὰ φόβητρα αὐτοῦ. Ἔσται γὰρ κατὰ τόπους | |
5 | λιμοί, σεισμοὶ καὶ θάνατοι διάφοροι ἐπὶ τῆς γῆς. Γενναίας ἔσται ψυχῆς, δυνα‐ μένης συγκρατῆσαι τὴν ἑαυτοῦ ζωὴν ἀναμέσον τῶν σκανδάλων. Ἐὰν γὰρ μι‐ κρὸν ὀλιγωρῶν εὑρεθῇ ἄνθρωπος, εὐχερῶς πολιορκεῖται καὶ γίνεται αἰχμάλω‐ τος ἐν σημείοις τοῦ Δράκοντος, καὶ πονηροῦ καὶ δολίου. Καὶ ἀσύγγνωστος ὁ τοιοῦτος εὑρίσκεται ἐν τῇ κρίσει· αὐτοψεὶ γὰρ εὑρίσκεται, ὅτι ἐπίστευσε τῷ τυ‐ | |
10 | ράννῳ ἑκουσίως. Πολλῶν εὐχῶν καὶ δακρύων χρῄζομεν, ὦ ἀγαπητοί, ἵνα τις ἡμῶν εὑ‐ ρεθῇ ἑδραῖος ἐν τοῖς πειρασμοῖς. Πολλὰ γάρ εἰσι τὰ φαντάσματα τοῦ θηρίου τὰ γινόμενα· θεομάχος γὰρ ὑπάρχων, πάντας θέλει ἀπολέσθαι. Τοιοῦτον γὰρ τρό‐ | |
πον σκευάζει ὁ τύραννος, ἵνα πάντες τὴν σφραγῖδα τοῦ θηρίου βαστάζωσιν, ὅταν | 116 | |
117 | ἔλθῃ ἀπατῆσαι τὰ σύμπαντα, ἐν τῷ καιρῷ τῷ ἰδίῳ, ἐν σημείοις, εἰς τὸ πλήρω‐ μα τῶν καιρῶν· καὶ εἶθ’ οὕτως ἀγοράσαι τὰ βρώματα καὶ πᾶν εἶδος· καὶ δη‐ μάρχους ἱστᾷ ἐπιτελεῖν τὸ πρόσταγμα. Προσέχετε, ἀδελφοί μου, τὴν ὑπερβολὴν τοῦ θηρίου· τεχνάσματα γὰρ | |
5 | πονηρίας. Πῶς ἐκ γαστρὸς ἄρχεται, ἵν’ ὅταν τις στενωθῇ, βρωμάτων ὑστερού‐ μενος, ἀναγκασθῇ λαβεῖν ἐκείνου τὴν σφραγῖδα, οὐχ ὡς ἔτυχεν, εἰς πᾶν μέλος τοῦ σώματος, ἀλλ’ ἐπὶ χεῖρα δεξιάν, ὁμοίως καὶ ἐπὶ τοῦ μετώπου, τὸν δυσσεβῆ χαρακτῆρα, ἵνα ἐξουσίαν μὴ ἔχῃ ὁ ἄνθρωπος σφραγίσασθαι τῇ δεξιᾷ χειρὶ τὸ σημεῖον τοῦ σταυροῦ, μήτε πάλιν ἐν μετώπῳ σημειώσασθαι παντελῶς τὸ ἅγιον | |
10 | ὄνομα τοῦ Κυρίου, μήτε τὸν ἔνδοξον καὶ τίμιον σταυρὸν τοῦ Χριστοῦ καὶ Σω‐ τῆρος ἡμῶν. Γινώσκει γὰρ ὁ ἄθλιος ὅτι ὁ σταυρὸς τοῦ Κυρίου, ἐὰν σφραγισθῇ, λύει αὐτοῦ πᾶσαν τὴν δύναμιν, καὶ διὰ τοῦτο σφραγίζει τὴν δεξιὰν τοῦ ἀνθρώ‐ που· αὕτη γὰρ ἡ σφραγίζουσα πάντα τὰ μέλη ἡμῶν. Ὁμοίως δὲ καὶ τὸ μέτω‐ πον, ὥσπερ λυχνία, βαστάζει λύχνον φωτός, τὸ σημεῖον τοῦ Σωτῆρος ἡμῶν ἐν | |
15 | τῷ ὕψει. | |
Λοιπὸν οὖν, ἀδελφοί μου, φρικτὸς ἀγὼν ἅπασι τοῖς φιλοχρίστοις ἀνθρώ‐ | 117 | |
118 | ποις, ἵνα μέχρις ὥρας τοῦ θανάτου μὴ δειλιάσωσι, μηδὲ στῶσιν ἐν χαυνότητι, ὅταν χαράσσῃ ὁ Δράκων τὴν ἑαυτοῦ σφραγῖδα ἀντὶ τοῦ σταυροῦ τοῦ Σωτῆρος. Τοιοῦτον γὰρ τρόπον ποιεῖ, ἵνα παντελῶς τὸ ὄνομα τοῦ Κυρίου καὶ Σωτῆρος μηδὲ ὅλως ὀνομασθῇ ἐν τῷ καιρῷ τούτῳ. Τοῦτο δὲ ποιεῖ φοβούμενος καὶ τρέ‐ | |
5 | μων ἐξ ἁγίας δυνάμεως τοῦ Σωτῆρος ἡμῶν ὁ ἀσθενής. Ἐὰν μὴ γάρ τις σφρα‐ γίζηται τὴν ἐκείνου σφραγῖδα, οὐ γίνεται αἰχμάλωτος ἐκ τῶν ἐκείνου φαντα‐ σμάτων· οὔτε πάλιν ὁ Κύριος ἀφίσταται ἐκ τῶν τοιούτων, ἀλλὰ φωτίζει καὶ ἕλ‐ κει πρὸς ἑαυτόν. Νοεῖν ἡμᾶς δεῖ, ἀδελφοί, μετὰ πάσης ἀκριβείας, τὰ τοῦ Ἐχθροῦ φαντά‐ | |
10 | σματα ἄστοργα ὑπάρχοντα. Ὁ δὲ Κύριος ἡμῶν ἐν γαλήνῃ προσέρχεται πᾶσιν ἡμῖν, ἀποκρούσασθαι δι’ ἡμᾶς τοῦ θηρὸς τὰ τεχνάσματα. Τὴν ἀκλινῆ πίστιν τοῦ Χριστοῦ εἰλικρινῶς βαστάζοντες, εὐρίπιστον ποιήσομεν τὴν δύναμιν τοῦ τυ‐ ράννου. Λογισμὸν ἀμετάθετον κτησώμεθα καὶ εὐστάθειαν, καὶ ἀφίσταται ἡμῶν ὁ ἀσθενής, μὴ ἔχων τὸ τί ποιήσῃ. | |
15 | Ἐγὼ ὁ ἐλάχιστος, ἀδελφοί, παρακαλῶ ὑμᾶς, φιλόχριστοι, μὴ γενώμεθα | |
χαῦνοι, ἀλλὰ μᾶλλον δυνατοὶ τῇ δυνάμει τοῦ σταυροῦ. Ἀπαραίτητος ἀγὼν ἐπὶ | 118 | |
119 | θύραις ἐστί· τὸν θυρεὸν τῆς πίστεως ἀναλάβωμεν πάντες. Ἕτοιμοι οὖν γίνεσθε, ὥσπερ οἰκέται πιστοί, ἄλλον μὴ δεχόμενοι. Ἐπειδὴ γὰρ ὁ κλέπτης καὶ ἀλά‐ στωρ καὶ ἀπηνής, πρῶτος μέλλει ἔρχεσθαι ἐν τοῖς ἰδίοις καιροῖς, βουλόμενος κλέψαι καὶ θῦσαι καὶ ἀπολέσαι τὴν ποίμνην τὴν ἐκλεκτὴν τοῦ ἀληθινοῦ ποιμέ‐ | |
5 | νος Χριστοῦ· ἀναλαμβάνει γὰρ σχῆμα τοῦ ἀληθινοῦ ποιμένος. Διδαχθῶμεν, ὦ φίλοι, ὁποίῳ σχήματι ἔρχεται ἐπὶ τῆς γῆς ὁ ἀναίσχυντος Ὄφις. Ἐπειδὴ ὁ Σωτὴρ σῶσαι βουλόμενος τὸ γένος τῶν ἀνθρώπων ἐκ Παρθέ‐ νου ἐτέχθη καὶ σχήματι ἀνθρώπου ἐπάτησε τὸν Ἐχθρόν, ἐν ἁγίᾳ δυνάμει τῆς αὑτοῦ θεότητος, ἐλογίσατο οὗτος ἀναλαβεῖν τὸ σχῆμα τῆς αὐτοῦ παρουσίας καὶ | |
10 | ἀπατῆσαι ἡμᾶς. Ὁ δὲ Κύριος ἡμῶν ἐν νεφέλαις φωτειναῖς, ὡς ἀστραπὴ φοβε‐ ρά, ἐλεύσεται ἐπὶ τῆς γῆς. Οὐχ οὕτως δὲ ὁ Ἐχθρὸς ἐλεύσεται· ἀποστάτης γάρ ἐστι. Τίκτεται δὲ ἀκριβῶς ἐκ κόρης μιαρᾶς τὸ ἐκείνου ὄργανον, οὐχ οὗτος δὲ σαρκοῦται. Ἐν σχήματι δὲ τοιούτῳ ἥξει ὁ παμμίαρος, ὡς κλέπτης, ἀπατῆσαι τὰ σύμπαντα· ταπεινός, ἥσυχος, μισῶν, φησίν, ἄδικα, ἀποστρεφόμενος εἴδω‐ | |
15 | λα, προτιμώμενος εὐσέβειαν, ἀγαθός, φιλόπτωχος, εὐειδὴς ὑπερβολῇ, εὐκατά‐ | 119 |
120 | στατος, ἱλαρὸς πρὸς πάντας, τιμῶν μεθ’ ὑπερβολῆς τὸ γένος τῶν Ἰουδαίων· αὐτοὶ γὰρ προσδοκῶσι τὴν ἐκείνου ἔλευσιν. Μεταξὺ δὲ πάντων τούτων σημεῖα ἐπιτελεῖ, τέρατα καὶ φόβητρα, ἐν πολλῇ ἐξουσίᾳ. Ἀρέσαι δὲ πᾶσι τεχνάζεται δολίως, ὅπως ἀγαπηθῇ ἐν τάχει ὑπὸ πολλῶν. Δῶρα δὲ οὐ λήψεται, μετ’ ὀργῆς | |
5 | οὐ λαλήσει, κατηφὴς οὐ δείκνυται, σχήματι δὲ εὐταξίας ἐξαπατᾷ τὸν κόσμον, ἕως ἂν βασιλεύσῃ. Ὅταν οὖν ἴδωσι λαοὶ πολλοὶ καὶ δῆμοι τοιαύτας ἀρετὰς καὶ δυνάμεις, πάντες ἐπὶ τὸ αὐτὸ μιᾷ γνώμῃ γίνονται καὶ ἐν χαρᾷ μεγάλῃ βασιλέα αὐτὸν κη‐ ρύσσουσι, λέγοντες πρὸς ἀλλήλους· μὴ ἄρα εὑρίσκεται τηλικοῦτος ἄνθρωπος | |
10 | ἀγαθὸς καὶ δίκαιος; Ἀνορθοῦται δὲ εὐθέως ἡ ἐκείνου βασιλεία, καὶ πατάξει ἐν θυμῷ τρεῖς βασιλεῖς μεγάλους. Ἔπειτα ὑψοῦται τῇ καρδίᾳ, καὶ ἐμέσει ὁ Δρά‐ κων τὴν ἑαυτοῦ πικρότητα. Ταράσσει τὴν οἰκουμένην καὶ κινεῖ τὰ πέρατα· ἐκ‐ θλίβει τὰ σύμπαντα, μιαίνει τὰς ψυχάς. Οὐκέτι ὡς εὐλαβής, ἀλλὰ πάντα ἐν πᾶσιν αὐστηρός, ἀπότομος, ὀργίλος, θυμώδης, δεινός, ἀκατάστατος, φοβερός, | |
15 | ἀειδής, μισητός, βδελυκτός, ἀνήμερος, ἀλάστωρ, ἀναιδὴς καὶ σπουδάζων ἐμ‐ | 120 |
121 | βαλεῖν εἰς βόθρον ἀσεβείας πᾶν τὸ γένος τῶν ἀνθρώπων. Πληθύνει σημεῖα ψευ‐ δῶς καὶ οὐκ ἀληθείᾳ, ἐν τῷ πλήθει. Παρεστώτων καὶ ἄλλων πολλῶν δήμων καὶ εὐφημούντων αὐτὸν διὰ τὰς φαντασίας, βάλλει φωνὴν ἰσχυράν, ὥστε σα‐ λευθῆναι τὸν τόπον, ἐν ᾧ οἱ ὄχλοι αὐτῷ παρεστήκασι· γνῶτε, πάντες οἱ λαοί, | |
5 | τὴν ἐμὴν δύναμιν καὶ ἐξουσίαν. Μεθιστᾷ ὄρη ἐν ὀφθαλμοῖς τῶν θεωρούντων καὶ νήσους ἀνάγει ἐκ τῆς θαλάσσης· πλάνῃ δὲ καὶ φαντασίᾳ πάντα, καὶ οὐκ ἀλη‐ θείᾳ· ἀλλὰ πλανᾷ κόσμον καὶ φαντάζει τὰ σύμπαντα. Πολλοὶ πιστεύσουσι καὶ δοξάσουσιν αὐτόν, ὡς θεὸν ἰσχυρόν. Τότε θρηνεῖ δεινῶς πᾶσα ψυχὴ καὶ στενάζει. Τότε πάντες θεάσονται θλῖ‐ | |
10 | ψιν ἀπαραμύθητον, τὴν περιέχουσαν αὐτοὺς νυκτὸς καὶ ἡμέρας, καὶ οὐδαμοῦ εὑρίσκουσιν ἐμπλησθῆναι τῶν βρωμάτων. Δήμαρχοι γὰρ ἀπότομοι κατὰ τόπον σταθήσονται· καὶ εἴ τις φέρει μεθ’ ἑαυτοῦ τὴν σφραγῖδα τοῦ τυράννου ἐν μετώ‐ πῳ ἢ δεξιᾷ, ἀγοράζει βραχὺ βρώματα ἐκ τῶν εὑρισκομένων. Τότε ἐκλείπῃ τὰ νήπια ἐν τοῖς κόλποις τῶν μητέρων· θνῄσκει πάλιν μήτηρ ὑπεράνω τοῦ παιδί‐ | |
15 | ου· θνῄσκει πάλιν πατὴρ σὺν γυναικὶ καὶ τέκνοις ἐν ταῖς ἀγοραῖς, καὶ οὐκ ἔστιν | 121 |
122 | ὁ θάπτων καὶ συστέλλων ἐν μνήμασιν. Ἐκ τῶν πολλῶν θνησιμαίων τῶν ῥιπτο‐ μένων ἐν ταῖς πλατείαις δυσωδία πανταχόθεν ἐκθλίβουσα τοὺς ζῶντας ἰσχυρῶς. Πρωῒ πάντες ἐροῦσι μετ’ ὀδύνης καὶ στεναγμῶν· πότε ἑσπέρα γίνεται, ἵνα ἀνέ‐ σεως τύχωμεν; Καταλαβούσης δὲ πάλιν τῆς ἑσπέρας, ἐν δάκρυσι πικροτάτοις | |
5 | συλλαλοῦσιν εἰς ἑαυτούς· πότε ἄρα διαφαύσει, ἵνα τὴν ἐπικειμένην θλῖψιν ἐκφύ‐ γωμεν; Καὶ οὐκ ἔστι ποῦ φυγεῖν ἢ κρυβῆναι· τετάρακται γὰρ τὰ σύμπαντα, ἡ θάλασσα καὶ ἡ ξηρά. Διὰ τοῦτο ἔφη ἡμῖν ὁ Κύριος· γρηγορεῖτε, δεόμενοι ἀδια‐ λείπτως ἐκφυγεῖν ἐκ θλίψεως. Δυσωδία ἐν θαλάσσῃ, δυσωδία ἐπὶ τῆς γῆς, λιμοί, σεισμοί. Ἐν θαλάσσῃ | |
10 | σύγχυσις, ἐπὶ τῆς γῆς σύγχυσις· ἐν θαλάσσῃ φόβητρα, φόβητρα ἐπὶ τῆς γῆς. Χρυσὸς πολὺς καὶ ἄργυρος καὶ σηρικὰ ἱμάτια οὐδὲν ὠφελήσει τινὰ ἐν τῇ θλίψει ἐκείνῃ, ἀλλὰ πάντες οἱ ἄνθρωποι τοὺς νεκροὺς μακαρίζουσι τοὺς ταφέντας πρὸ τοῦ ἐλθεῖν τὴν θλῖψιν τὴν μεγάλην ἐπὶ τῆς γῆς. Ῥίπτεται γὰρ καὶ ὁ χρυσὸς καὶ | |
ὁ ἄργυρος ἐν πλατείαις, καὶ οὐκ ἔστιν ὁ ἁπτόμενος, ἐπεὶ πάντα ἐβδέλυκται· | 122 | |
123 | ἀλλὰ πάντες τοῦ ἐκφυγεῖν καὶ κρυβῆναι σπουδάζουσι, καὶ οὐδαμοῦ αὐτοῖς ἔστι κρυβῆναι ἐκ θλίψεως. Ἀλλ’ ἔτι μετὰ τοῦ λιμοῦ καὶ τῆς θλίψεως καὶ τοῦ φόβου θηρία καὶ ἑρπετὰ σαρκοφάγα εὑρίσκονται δάκνοντα. Ἔσωθεν φόβος καὶ ἔξωθεν τρόμος, καὶ ἐν νυκτὶ καὶ ἐν ἡμέρᾳ. Ἐν πλατείαις θνησιμαῖα. Ἐν πλατείαις δυ‐ | |
5 | σωδία, ἐν οἰκίαις δυσωδία. Ἐν πλατείαις πεῖνα καὶ δίψα, ἐν οἰκίαις πεῖνα καὶ δίψα. Ἐν πλατείαις φωνὴ κλαυθμοῦ, ἐν οἰκίαις φωνὴ κλαυθμοῦ. Ἐν πλατείαις θόρυβος, ἐν οἰκίαις θόρυβος. Εἷς ἕκαστος τῷ ἑτέρῳ μετὰ κλαυθμοῦ συναντῶσι· πατὴρ τέκνῳ καὶ υἱὸς πατρί· μήτηρ τῇ θυγατρί. Φίλοι φίλοις ἐν πλατείαις περι‐ πλακέντες ἐκλείπουσι, καὶ ἀδελφοὶ ἀδελφοῖς περιπλακέντες θανατοῦνται. Με‐ | |
10 | μάρανται καὶ τὸ κάλλος τῆς ὄψεως πάσης σαρκός· γίνονται δὲ αἱ ἰδέαι αὐτῶν ὡς νεκροῦ. Ἐβδέλυκται καὶ μεμίσηται καὶ τὸ κάλλος τῶν γυναικῶν. Μαρανθή‐ σεται πᾶσα σὰρξ καὶ ἡ ἐπιθυμία τῶν ἀνθρώπων. Ἅπαντες δὲ οἱ πεισθέντες τῷ δεινῷ θηρίῳ καὶ λαβόντες τὴν ἐκείνου σφραγῖδα, τὸν δυσσεβῆ χαρακτῆρα τοῦ μιαροῦ, προστρέχοντες αὐτῷ ἅμα καὶ | |
15 | λέγουσι μετ’ ὀδύνης· δὸς ἡμῖν φαγεῖν καὶ πιεῖν, ὅτι πάντες ἐκλείπομεν ἐκ τοῦ | 123 |
124 | λιμοῦ σφιγγόμενοι· καὶ ἀπέλασον ἀφ’ ἡμῶν τὰ ἰοβόλα θηρία. Καὶ ἀπορῶν ὁ ἄθλιος ἀποκρίνεται ἐν πολλῇ ἀποτομίᾳ, λέγων· πόθεν ἐγὼ δώσω ὑμῖν φαγεῖν καὶ πιεῖν, ὦ ἄνθρωποι; Ὁ οὐρανὸς οὐ βούλεται δοῦναι τῇ γῇ ὑετόν· ἡ γῆ δὲ πάλιν οὐ δέδωκεν ὅλως θέρος ἢ γεννήματα. Ἀκούοντες δὲ ταῦτα οἱ λαοί, πεν‐ | |
5 | θοῦσι καὶ κλαίουσι, μὴ ἔχοντες παντελῶς παραμυθίαν θλίψεως, ἀλλὰ θλῖψις ἐπὶ τῇ θλίψει ἔσται αὐτοῖς ἀμύθητος, ὅτι οὕτως εὐπροθέτως τῷ τυράννῳ ἐπί‐ στευσαν. Ἐκεῖνος γὰρ ὁ ἄθλιος οὐκ ἰσχύει οὐδὲ ἑαυτῷ βοηθῆσαι· καὶ πῶς αὐ‐ τοὺς ἐλεῆσαι; Ἐν ἐκείναις ταῖς ἡμέραις ἔσται ἀνάγκη μεγάλη ἐκ θλίψεως πολ‐ λῆς τοῦ Δράκοντος καὶ τοῦ φόβου καὶ σεισμοῦ καὶ τῆς θαλάσσης τοῦ ἤχου καὶ | |
10 | τοῦ λιμοῦ καὶ τῆς δίψης καὶ τῶν δηγμάτων τῶν θηρίων. Πάντες δὲ οἱ λαβόντες τὴν σφραγῖδα τοῦ Ἀντιχρίστου καὶ προσκυνήσαντες αὐτῷ, ὡς Θεῷ τῷ ἀγαθῷ, οὐκ ἔχουσί τινα μερίδα ἐν τῇ βασιλείᾳ τοῦ Χριστοῦ, ἀλλὰ μετὰ τοῦ Δράκοντος βληθήσονται ἐν τῇ γεέννῃ. Μακάριος ὁ εὑρεθεὶς πανάγιος καὶ πάμπιστος, ὁ ἔχων αὑτοῦ τὴν καρδίαν | |
15 | πρὸς τὸν Θεὸν ἀδιστάκτως· ἀφόβως γὰρ ἐκκρούεται τὰς πεύσεις αὐτοῦ πάσας, | 124 |
125 | καταφρονῶν καὶ βασάνων καὶ τῶν φαντασιῶν αὐτοῦ. Πρὶν ἢ δὲ ταῦτα γενέ‐ σθαι, ἀποστέλλει ὁ Κύριος Ἠλίαν τὸν Θεσβίτην καὶ τὸν Ἐνώχ, ὡς εὔσπλαγ‐ χνος, ὅπως αὐτοὶ γνωρίσωσιν εὐσέβειαν τῷ γένει τῶν ἀνθρώπων καὶ κηρύξωσι παρρησίᾳ θεογνωσίαν πᾶσι, μὴ πιστεῦσαι τῷ τυράννῳ φόβου ἕνεκα, κράζοντας | |
5 | καὶ λέγοντας· πλάνος ἐστίν, ὦ ἄνθρωποι· μηδεὶς αὐτῷ πιστεύσῃ τὸ σύνολον, ἢ ὑπακούσῃ τῷ θεομάχῳ· μηδεὶς ὑμῶν φοβηθῇ· ἐν τάχει γὰρ καταργεῖται. Ὁ Κύριος ὁ ἅγιος, ἰδού, ἔρχεται ἐξ οὐρανοῦ κρῖναι πάντας τοὺς πειθομένους αὐτοῦ τοῖς σημείοις. Πλὴν ὀλίγοι εἰσὶ τότε οἱ θέλοντες ὑπακούειν καὶ πιστεῦσαι τῷ κηρύγματι τῶν Προφητῶν. Τοῦτο δὲ ποιεῖ ὁ Σωτήρ, ἵνα δείξῃ τὴν ἄφατον | |
10 | αὑτοῦ φιλανθρωπίαν· ὅτι οὐδὲ ἐν τῷ καιρῷ ἐκείνῳ ἀφίησι τὸ τῶν ἀνθρώπων γένος δίχα κηρύγματος, ὅπως ἀναπολόγητοι ὦσι πάντες ἐν τῇ κρίσει. Πολλοὶ μὲν οὖν τῶν ἁγίων, ὅσοι τότε εὑρεθῶσιν εἰς τὴν ἔλευσιν τοῦ μια‐ ροῦ, ἐκχέουσι ποταμηδὸν τὰ δάκρυα ἐν στεναγμοῖς πρὸς τὸν Θεὸν τὸν ἅγιον τοῦ ῥυσθῆναι τοῦ Δράκοντος. Καὶ φεύγουσιν ἐν σπουδῇ μεγάλῃ ἐν ἐρήμοις, καὶ | |
15 | κρύπτονται ἐν ὄρεσι καὶ σπηλαίοις μετὰ φόβου, καὶ πάσσουσι γῆν καὶ σποδὸν | 125 |
126 | ἐπὶ τὰς κεφαλάς, δεόμενοι νυκτὸς καὶ ἡμέρας ἐν πολλῇ ταπεινώσει. Καὶ δωρεῖ‐ ται αὐτοῖς τοῦτο παρὰ Θεοῦ τοῦ ἁγίου, καὶ ὁδηγεῖ αὐτοὺς ἡ χάρις εἰς τόπους ὡρισμένους, καὶ σῴζονται κρυπτόμενοι ἐν ταῖς ὀπαῖς καὶ τοῖς σπηλαίοις, μὴ βλέποντες τὰ σημεῖα καὶ τὰ φόβητρα τοῦ Ἀντιχρίστου. Τοῖς γὰρ ἔχουσι γνῶ‐ | |
5 | σιν, εὐχερῶς ἡ τούτου γνωρίζεται ἔλευσις· τοῖς δὲ τὸν νοῦν ἔχουσιν εἰς πράγμα‐ τα βιωτικὰ καὶ ποθοῦσι τὰ γήϊνα, οὐκ εὔδηλον ἔσται τοῦτο. Ὁ γὰρ ἀεὶ δεδεμέ‐ νος ἐν πράγμασι βιωτικοῖς, κἂν ἀκούσῃ, ἀπιστεῖ καὶ βδελύσσεται τὸν λέγοντα. Τούτου χάριν ἐνισχύουσιν οἱ ἅγιοι, ὅτι πᾶσαν τὴν ἡμέραν καὶ τὴν μέριμναν τοῦ βίου τούτου ἀπέρριψαν. | |
10 | Πενθεῖ τότε πᾶσα ἡ γῆ καὶ θάλασσα. Καὶ ἀὴρ πενθεῖ ἅμα καὶ τὰ ζῶα τὰ ἄγρια σὺν πετεινοῖς τοῦ οὐρανοῦ. Πενθοῦσιν ὄρη καὶ βουνοὶ καὶ τὰ ξύλα τοῦ πε‐ δίου. Πενθοῦσι δὲ καὶ φωστῆρες τοῦ οὐρανοῦ διὰ τὸ γένος τῶν ἀνθρώπων, ὅτι πάντες ἐξέκλιναν ἀπὸ τοῦ Θεοῦ τοῦ ἁγίου καὶ τῷ πλάνῳ ἐπίστευσαν, δεξάμενοι χαρακτῆρα τοῦ μιαροῦ καὶ θεομάχου ἀντὶ τοῦ ζωοποιοῦ σταυροῦ τοῦ Σωτῆρος. | |
15 | Πενθεῖ ἡ γῆ καὶ ἡ θάλασσα, ὅτι ἄφνω κατέπαυσε φωνὴ ψαλμοῦ καὶ προσευχῆς | 126 |
127 | ἐκ στόματος ἀνθρώπου. Πενθοῦσιν αἱ ἐκκλησίαι τοῦ Χριστοῦ πᾶσαι πένθος μέ‐ γα, διότι οὐ λειτουργεῖται ἁγιασμὸς καὶ προσφορά. Μετὰ γοῦν τὸ πληρωθῆναι τοὺς τρεῖς καιροὺς καὶ ἥμισυ τῆς τοῦ μιαροῦ ἐξουσίας καὶ πράξεως, καὶ ὅταν πληρωθῇ πάντα τὰ σκάνδαλα πάσης τῆς γῆς, | |
5 | καθώς φησιν ὁ Κύριος, ἥξει λοιπόν, ὡς ἀστραπὴ ἀστράπτων ἐξ οὐρανοῦ, ὁ ἅγιος καὶ ἄχραντος καὶ φοβερὸς καὶ ἔνδοξος Θεὸς ἡμῶν, μετὰ δόξης ἀνεικά‐ στου, προτρεχόντων τῶν ταγμάτων ἐνώπιον τῆς δόξης αὐτοῦ Ἀγγέλων, Ἀρ‐ χαγγέλων, πάντες φλόγες πυρὸς ὄντες, καὶ ποταμὸς πλήρης πυρὸς ἐν φοβερῷ ῥοιζήματι. Χερουβεὶμ ἔχοντα τὸ ὄμμα κάτω καὶ Σεραφεὶμ ἱπτάμενα καὶ κρύ‐ | |
10 | πτοντα τὰ πρόσωπα καὶ τοὺς πόδας ἐν ταῖς πτέρυξι ταῖς πυρίναις, κεκραγότα μετὰ φρίκης· ἐγείρεσθε, οἱ καθεύδοντες. Ἰδού, ἦλθεν ὁ Νυμφίος. Ἀνοίγονται δὲ τὰ μνήματα, καὶ ὡς ἐν ῥιπῇ ὀφθαλμοῦ ἐγείρονται πᾶσαι αἱ φυλαί, καὶ βλέ‐ πουσιν εἰς τὸ κάλλος τὸ ἅγιον τοῦ Νυμφίου. Καὶ μύριαι μυριάδες καὶ χίλιαι χι‐ λιάδες Ἀγγέλων καὶ Ἀρχαγγέλων, ἀναρίθμητοι στρατιαί, χαίρουσι χαρὰν με‐ | |
15 | γάλην. Ἅγιοι καὶ δίκαιοι καὶ πάντες οἱ μὴ λαβόντες τὴν σφραγῖδα τοῦ Δράκον‐ | 127 |
128 | τος 〈τοῦ μιαροῦ〉 καὶ ἀσεβοῦς ἀγάλλονται. Καὶ ἄγεται ὁ τύραννος, δεδεμένος ὑπὸ Ἀγγέλων, σὺν πᾶσι τοῖς δαίμοσιν, ἐνώπιον τοῦ βήματος, καὶ οἱ λαβόντες τὴν αὑτοῦ σφραγῖδα, καὶ πάντες οἱ ἀσεβεῖς καὶ ἁμαρτωλοὶ δεδεμένοι. Καὶ δί‐ δωσιν ὁ Βασιλεὺς τὴν κατ’ αὐτῶν ἀπόφασιν τῆς αἰωνίου κρίσεως ἐν τῷ πυρὶ τῷ | |
5 | ἀσβέστῳ. Πάντες δὲ οἱ μὴ λαβόντες τὴν σφραγῖδα τοῦ Ἀντιχρίστου, καὶ πάντες οἱ ἐν σπηλαίοις, ἀγάλλονται σὺν τῷ Νυμφίῳ ἐν παστῷ αἰωνίῳ καὶ οὐρανίῳ, | |
μετὰ πάντων τῶν Ἁγίων, εἰς ἀπεράντους αἰῶνας τῶν αἰώνων. Ἀμήν. | 128 |