TLG 4138 051 :: EPHRAEM SYRUS :: Interrogationes et responsiones

EPHRAEM SYRUS Theol., vel Ephraem Graecus
(Syrus: A.D. 4)

Interrogationes et responsiones

Source: Phrantzoles, Konstantinos G. (ed.), Ὁσίου Ἐφραίμ τοῦ Σύρου ἔργα, vol. 4. Thessalonica: Το περιβόλι της Παναγίας, 1992: 76–110.

Dup. Assemani, J.S., Sancti patris nostri Ephraem Syri opera omnia, vol. 2 Rome (1732) 377b–393c.

Citation: Page — (line)

76

(t)

Ἐρωτήσεις καὶ ἀποκρίσεις
1 Παράκλησις φιλοχρίστων ἀκροατῶν πρὸς τὸν ἅγιον Ἐφραίμ· παρακα‐ λοῦμεν, διδάσκαλε, μαθεῖν καὶ τὰ τούτων ἀκόλουθα ὧν παρὰ σοῦ ἠκούσαμεν. Τότε, φιλόχριστοι, πᾶσα ἡ ἀνθρωπότης ἱσταμένη μέσον τῆς βασιλείας καὶ τῆς κρίσεως, μέσον ζωῆς καὶ θανάτου, μέσον χαρᾶς καὶ ἀνάγκης, καὶ πάντες
5τὴν φοβερὰν τῆς ἐπερωτήσεως ὥραν ἐκδεχόμενοι, ὅτι οὐδεὶς δύναταί τινι βοη‐ θῆσαι. Καὶ πάντες φόβῳ κάτω νεύοντες, βλέπουσι τοὺς ἔμπροσθεν τοῦ βήματος παρισταμένους καὶ ἐπερωτωμένους, καὶ μάλιστα τοὺς ἐν ἀμελείᾳ ζήσαντας. Καὶ
ταῦτα θεωροῦντες, πάλιν κάτω νεύοντες ἐνθυμοῦνται πάσας τὰς πράξεις αὐτῶν.76

77

Εἶτα καὶ θεωρεῖ ἕκαστος τὰ ἴδια ἔργα ἔμπροσθεν αὐτοῦ, κἄν τε ἀγαθὰ κἄν τε φαῦλα. Καὶ οἱ μὲν καλὰ ἔργα ἔχοντες, μετὰ χαρᾶς προσεγγίζουσι τῷ βήματι, ὡς μέλλοντες ἀπολαμβάνειν τὸν στέφανον· ἐὰν δέ τις χαλεπὰς ἔχων ἁμαρτίας ἀμετανόητος ἐξέλθῃ τοῦ βίου, τότε θεωρῶν αὐτὰς ἔμπροσθεν αὑτοῦ παρισταμέ‐
5νας καὶ κατακρινούσας καὶ ἐλεγχούσας, ὀδυνώμενος λέγει· ὦ, πῶς οὐκ ἠγωνι‐ σάμην ὁ ἄθλιος, ἀλλὰ τὸν καιρόν μου ἀπώλεσα παίζων καὶ παιζόμενος; Πῶς οὐ μετενόησα; Διατί οὐκ ἠλέησα; Διατί ἐφθόνησα τῷ ἀδελφῷ μου, ἐμίσησα, ἐ‐ λοιδόρησα καὶ οὐ διηλλάγην; Ναί, ναί, ἔπραξα ὡς ἄφρων. Ἤκουον δὲ καὶ τὰς κολάσεις· ἤκουον δὲ περὶ ταύτης τῆς φοβερᾶς ἡμέρας. Διατί οὐ μετενόησα πρὸς
10τὸν αἴροντα τὰς ἁμαρτίας τοῦ κόσμου, ἀλλὰ παιζόμενος ἐτέλεσά μου τὰ ἔτη; Τοὺς νηστεύοντας καὶ προσευχομένους θεωρῶν ἐχλεύαζον· οἵτινες φαιδροὶ πα‐ ρίστανται τῷ Κριτῇ ἀπαιτοῦντες τοὺς μισθούς. Ἆρα τί ποιήσω ὅτε καιρὸς τῆς μετανοίας παρῆλθεν; Ταῦτα δὲ αὐτῶν ἐνθυμουμένων καὶ ὀδυρομένων, ἀκούουσι τῆς φωνῆς τοῦ Δικαστοῦ, λέγοντος· δείξατε τὰ ἔργα καὶ λάβετε μισθόν. Ἐν δὲ
15τῇ ὥρᾳ ἐκείνῃ σαλευθήσονται πάντα τὰ τάγματα τῶν Χριστιανῶν· ἀρχιερεῖς
καὶ ἱερεῖς καὶ λευῖται. Ἕκαστος ἐγείρεται ἐν τῷ ἰδίῳ τάγματι, καθὼς γέγρα‐77

78

πται. Σαλευθήσονται φόβῳ βασιλεῖς καὶ ἄρχοντες καὶ δυνάσται καὶ σοφοί, πλούσιοι καὶ πένητες, δοῦλοι καὶ ἐλεύθεροι, ὅτι ἐπέστη ἡ ὥρα, ἵνα ἑκάστου τὸ ἔργον ἐπὶ Ἀγγέλων καὶ ἀνθρώπων φανερωθῇ καὶ ἀποκαλυφθῶσιν αἱ βουλαὶ τῶν καρδιῶν, ἵνα κομίσηται ἕκαστος τὰ διὰ τοῦ σώματος πρὸς ἃ ἔπραξεν, εἴτε
5καλὸν εἴτε φαῦλον. Εἰπὲ ἡμῖν καὶ τὰ μετὰ ταῦτα, διδάσκαλε· ἃ μέλλουσιν ἀκούειν ἢ πανθά‐ νειν. Οἴμοι, ἀδελφοί μου φιλόχριστοι, θέλω εἰπεῖν τὰ μετὰ ταῦτα, καὶ ἀπὸ τοῦ φόβου συνεχόμενος ἀνακόπτομαι, καὶ ἡ φωνή μου ἐκλείπει, καὶ τὰ δάκρυά μου
10τρέχουσι, διότι φρικτὸν τὸ διήγημα. Εἰπέ, διὰ τὸν Κύριον παρακαλοῦμεν, πρὸς ἡμετέραν ὠφέλειαν. Τότε, φιλόχριστοι, ἐρευνᾶται ἑνὶ ἑκάστῳ ἡ σφραγὶς τοῦ Χριστιανισμοῦ, ἣν ἔλαβεν ἕκαστος ἐν τῇ ἁγίᾳ Ἐκκλησίᾳ διὰ τοῦ βαπτίσματος, καὶ ἀπαιτεῖται ἕκαστος τὴν πίστιν ἀμίαντον καὶ ἀνεπίμικτον πάσης αἱρέσεως, καὶ τὴν σφραγῖ‐
15δα ἄθραυστον καὶ τὸν χιτῶνα ἀμόλυντον, κατὰ τὸ γεγραμμένον 〈ἐν〉 τῷ ἑβδο‐78

79

μηκοστῷ πέμπτῳ ψαλμῷ, ὅτι πάντες οἱ κύκλῳ αὐτοῦ οἴσουσι δῶρα τῷ φοβερῷ Βασιλεῖ· καὶ πάλιν ἀλλαχοῦ προστάσσονται· ἐνέγκατε τῷ Κυρίῳ δόξαν καὶ τι‐ μήν. Πάντες ἐρωτῶνται, μικροὶ καὶ μεγάλοι;
5 Ναί, πάντες πολιτογραφηθέντες ἐν τῇ Ἐκκλησίᾳ, ἕκαστος κατὰ τὴν ἰδίαν δύναμιν· δυνατοὶ γὰρ δυνατῶς ἐτασθήσονται, καθὼς γέγραπται· ὅτι ᾧ ἐδόθη πολύ, πολὺ ζητηθήσεται παρ’ αὐτοῦ· καὶ ᾧ μέτρῳ μετρεῖ ἕκαστος, ἀντιμετρη‐ θήσεται αὐτῷ ἐκεῖθεν. Πλὴν κἂν μέγας, κἂν μικρός, ἐπ’ ἴσης πάντες τὴν πίστιν ὡμολογήσαμεν καὶ τὴν τιμίαν σφραγῖδα ἐλάβομεν, καὶ πάντες τῷ Διαβόλῳ
10ἀπεταξάμεθα, ἐμφυσήσαντες αὐτόν, καὶ πάντες ὁμοίως τῷ Χριστῷ συνεταξάμε‐ θα, προσκυνήσαντες αὐτῷ· εἰ ἄρα ἐνοήσατε τὴν δύναμιν τοῦ μυστηρίου τῆς κο‐ λυμβήθρας καὶ τῆς ἀποταγῆς τοῦ ἀλλοτρίου. Παρακαλοῦμεν μαθεῖν τὴν δύναμιν τῆς ἀποταγῆς. Ἡ ἀποταγή, ἣν ἕκαστος ἐπὶ τοῦ ἁγίου βαπτίσματος ποιούμεθα, μικρὰ
15μὲν φαίνεται λεγομένη, νοουμένη δὲ καὶ πάνυ ἐστὶ μεγάλη· ἣν ὁ ἰσχύσας φυλά‐79

80

ξαι, τρισμακάριστός ἐστι· διὰ γὰρ ὀλίγων ῥημάτων πᾶν κακὸν ὀνομαζόμενον, ὃ μισεῖ ὁ Θεός, ἀποτασσόμεθα. Οὐχ ἓν ἢ δύο ἢ δέκα, ἀλλὰ πᾶν κακὸν ὃ μισεῖ ὁ Θεός. Οἷόν τι λέγω· ἀποτάσσομαι, φησί, τῷ Σατανᾷ καὶ πᾶσι τοῖς ἔργοις αὐ‐ τοῦ. Ποίοις ἔργοις; Ἄκουσον! Πορνείαν, μοιχείαν, ἀκαθαρσίαν, ψεῦδος, κλο‐
5πήν, φθόνον, φαρμακείαν, μαντείαν, ἐπαοιδίαν, θυμόν, ὀργήν, βλασφημίαν, ἔ‐ χθραν, ἔριν, ζῆλον. Ἀποτάσσομαι μέθην, ἀργολογίαν, ὑπερηφανίαν, βλακείαν. Ἀποτάσσομαι γελοιασμοῖς, κιθαρισμοῖς, ᾄσμασι δαιμονικοῖς, ἤγουν τραγῳδί‐ αις, ἐπιφωνήσεσι, παιδοφθορίαις, ὀρνεοσκοπίαις, ἐπερωτήσεσι πνευμάτων, πε‐ τάλων γραφαῖς. Ἀποτάσσομαι πλεονεξίας, μισαδελφίας, ἁρπαγῆς. Ἀποτάσσο‐
10μαι τοῦ σχολάζειν κύβοις, ἤγουν τοῦ ταυλίζειν, καθὼς καὶ οἱ ἅγιοι Ἀπόστολοι τοὺς ποιοῦντας τοῦτο ἀκοινωνήτους εἶναι προστάσσουσι εἰς τοὺς κανόνας αὐτῶν,
ἐὰν λαϊκοὶ εἰσί, εἰ δὲ κληρικοὶ εἰσίν, ἵνα καθαιρῶνται. Ἀποτάσσομαι εἰδωλοθύ‐80

81

του καὶ αἵματος καὶ πνικτοῦ καὶ θνησιμαίου. Καὶ τί πολλὰ λέγω; Οὐ γάρ ἐστι καιρὸς νῦν πάντα ἐξειπεῖν. Ἀλλὰ παραδράμωμεν τὰ πολλὰ καὶ ἁπλῶς εἴπω‐ μεν· ἀποτάσσομαι πᾶσι τοῖς ἐν ἡλίῳ καὶ σελήνῃ καὶ ἄστροις γινομένοις, καὶ ἐν πηγαῖς καὶ ἐν δένδροις καὶ ἐν τριόδοις, ἐν βάμμασι καὶ ποτηρίοις καὶ ἑτέροις
5πολλοῖς ἀτόποις ἔργοις, ἅπερ αἰσχρόν ἐστι καὶ λέγειν. Τούτοις πᾶσι καὶ τοῖς ὁ‐ μοίοις τούτων ἀποτασσόμεθα ἐν τῇ τοῦ ἁγίου βαπτίσματος ἀποταγῇ, ἅπερ πάν‐ τες γινώσκομεν, ὅτι ἔργα καὶ διδασκαλίαι εἰσὶ τοῦ Διαβόλου. Ταῦτα πάντα ἐν σκότει ὄντες τὸ πρίν, ὑπὸ τὴν ἐξουσίαν τοῦ Διαβόλου, ἐμάθομεν, πρὶν φθάσῃ εἰς ἡμᾶς τὸ φῶς· ὅτε ἦμεν πεπραμένοι ὑπὸ τῆς ἁμαρ‐
10τίας. Ὅτε δὲ ἠβουλήθη ὁ φιλάνθρωπος καὶ ἐλεήμων Θεὸς λυτρώσασθαι ἡμᾶς ἐκ τῆς τοιαύτης πλάνης, ἐπεσκέψατο ἡμᾶς ἀνατολὴ ἐξ ὕψους, καὶ ἐπέφανεν ἡ χάρις τοῦ Θεοῦ ἡ σωτήριος, καὶ ἔδωκεν ἑαυτὸν ἀντάλλαγμα ὑπὲρ ἡμῶν, καὶ ἐξηγόρασεν ἡμᾶς τῆς πλάνης τῶν εἰδώλων, καὶ ηὐδόκησεν ἀνακαινίσαι ἡμᾶς
δι’ ὕδατος καὶ Πνεύματος. Ταῦτα οὖν πάντα ἀπηρνησάμεθα, καὶ ἀπεξεδυσάμε‐81

82

θα τὸν παλαιὸν ἄνθρωπον σὺν ταῖς πράξεσιν αὐτοῦ, ἐνεδυσάμεθα δὲ τὸν νέον Ἀδάμ. Ταῦτα νῦν ὁ ποιῶν τὰ προειρημένα πονηρὰ ἔργα μετὰ τὴν χάριν, τῆς χάριτος ἐξέπεσε, καὶ ὁ Χριστὸς αὐτὸν οὐδὲν ὠφελήσει, ἐπιμένοντα τῇ ἁμαρτίᾳ. Ἠκούσατε, φιλόχριστοι, πόσον πλῆθος κακῶν ἀπετάξασθε δι’ ὀλίγων ῥη‐
5μάτων. Ταύτην οὖν τὴν ἀποταγὴν καὶ τὴν καλὴν ὁμολογίαν ἀπαιτεῖται ἐν τῇ ὥρᾳ καὶ ἐν τῇ ἡμέρᾳ ἐκείνῃ ἕκαστος ἡμῶν. Γέγραπται γάρ, ὅτι ἐκ τῶν λόγων σου δικαιωθήσῃ. Καὶ πάλιν ὁ Κύριος λέγει· ἐκ τοῦ στόματός σου κρινῶ σε, πο‐ νηρὲ δοῦλε. Φανερὸν οὖν ἐστιν ὅτι οἱ λόγοι ἡμῶν, ἢ κατακρίνουσιν ἢ δικαιοῦσιν ἡμᾶς ἐν τῇ ὥρᾳ ἐκείνῃ.
10 Ποίῳ δὲ τρόπῳ ἐρωτῶνται; Ἐπερωτῶνται ποιμένες, ἤγουν ἐπίσκοποι, καὶ περὶ τῆς ἰδίας πολιτείας καὶ ὑπὲρ τῆς ποίμνης αὐτῶν, καὶ ἀπαιτεῖται ἕκαστος τὰ λογικὰ πρόβατα, ἅπερ παρέλαβε παρὰ τοῦ ἀρχιποίμενος Χριστοῦ. Ἐὰν δὲ ἐξ ἀμελείας τοῦ ἐπισκόπου ἀπολείψῃ πρόβατον, τὸ αἷμα αὐτοῦ ἐκ τῶν χειρῶν αὐτοῦ ἀπαιτεῖται. Ὁμοίως
15δὲ καὶ πρεσβύτεροι δώσουσι λόγον ὑπὲρ τῆς ἐκκλησίας αὐτῶν· ἅμα δὲ καὶ οἱ82

83

διάκονοι καὶ πᾶς δὲ πιστὸς ὑπὲρ τοῦ οἴκου αὐτοῦ, ὑπὲρ τῆς γυναικὸς καὶ τέ‐ κνων καὶ παιδίων καὶ παιδισκῶν δώσει λόγον, εἰ ἐξέθρεψεν αὐτοὺς ἐν παιδείᾳ καὶ νουθεσίᾳ Κυρίου, καθὼς παραγγέλλει ὁ Ἀπόστολος. Τότε ἐπερωτῶνται βασιλεῖς καὶ ἄρχοντες, πλούσιοι καὶ πένητες καὶ μικροὶ καὶ μεγάλοι, περὶ ὧν
5ἔπραξαν ἔργων. Γέγραπται γάρ, ὅτι πάντες παραστησόμεθα τῷ βήματι τοῦ Χριστοῦ, ἵνα κομίσηται ἕκαστος τὰ διὰ τοῦ σώματος, πρὸς ἃ ἔπραξεν, εἴτε ἀγα‐ θὸν εἴτε πονηρόν. Καὶ ἀλλαχοῦ γέγραπται ὅτι οὐκ ἔστιν ὃς ἐξελεῖται ἐκ τῶν χειρῶν μου. Δεόμεθά σου, ἵνα ἡμῖν εἴπῃς τὰ ὕστερα τούτων γινόμενα.
10 Λαλήσω ἐν ὀδύνῃ τῆς καρδίας μου ὅτι οὐ δύνασθε ἀκοῦσαι τὰ τούτων ὕστερον γινόμενα· ἀλλὰ παυσώμεθα, φιλόχριστοι. Μὴ φοβερώτερα τῶν προειρημένων εἰσίν, ὧν παρὰ σοῦ ἠκούσαμεν; Καὶ φοβερώτερα καὶ σκυθρωπότερα καὶ ἐλεεινότερα καὶ πολλῶν δακρύων καὶ στεναγμῶν ἄξια, ἅπερ ἂν εἰς μέσον παράγω, τρόμος λήψεται τοὺς ἀκούον‐
15τας αὐτά.83

84

Διήγησαι ἡμῖν ταῦτα, φίλε, εἰ δυνατόν, ἵνα ἀκούσοντες αὐτὰ πλέον σπου‐ δάσωμεν μετανοῆσαι. Εἴπω μετὰ δακρύων· οὐδὲ γὰρ ἔστι χωρὶς δακρύων ἐκεῖνα διηγήσασθαι· διότι ἔσχατά εἰσιν. Ἀλλ’ ἐπειδὴ ἐντολὴν ἔχομεν παρὰ τοῦ Ἀποστόλου, ταῦτα
5πιστοῖς ἀνθρώποις παρατίθεσθαι, ὑμεῖς δὲ πιστοί ἐστε, ταῦτα παρατίθημι ὑμῖν, καὶ ὑμεῖς δ’ ἑτέρους διδάξατε. Εἰ γὰρ καὶ τὴν καρδίαν μου ἀλγῶ ἐπὶ τῇ διηγή‐ σει ταύτῃ, ἀλλὰ συμπαθήσατέ μοι, ἀδελφοί μου εὐλογημένοι. Τότε γάρ, φιλό‐ χριστοι, μετὰ τὸ ἐρευνηθῆναι καὶ πάντων τὰ ἔργα δημοσιευθῆναι ἐπὶ Ἀγγέλων καὶ ἀνθρώπων, καὶ πάντες οἱ ἐχθροὶ τεθῶσιν ὑπὸ τοὺς πόδας αὐτοῦ, καὶ καταρ‐
10γηθῇ πᾶσα ἐξουσία καὶ δύναμις, καὶ καμφθῇ τῷ Θεῷ πᾶν γόνυ, καθὼς γέγρα‐ πται, τότε ἀφορίσει αὐτοὺς ἀπ’ ἀλλήλων, ὥσπερ ὁ ποιμὴν 〈ἀφορίζει〉 τὰ πρό‐ βατα ἀπὸ τῶν ἐρίφων· οἱ γὰρ ἔχοντες τὰ καλὰ ἔργα καὶ τοὺς καλοὺς καρποὺς χωρίζονται ἀπὸ τῶν ἀκάρπων καὶ ἁμαρτωλῶν· οἳ καὶ ἐκλάμψουσιν, ὡς ὁ ἥλιος. Οὗτοί εἰσιν οἱ τὰς ἐντολὰς τοῦ Κυρίου φυλάξαντες· οἱ ἐλεήμονες, οἱ φι‐
15λόπτωχοι καὶ φιλόρφανοι, οἱ ξενοδοχοῦντες, οἱ τοὺς γυμνοὺς περιβάλλοντες, οἱ84

85

τοὺς ἐν φυλακῇ ἐπισκεπτόμενοι, οἱ τῶν καταπονουμένων ἀντιλήπτορες, οἱ τῶν χηρῶν προστάται, οἱ τῶν κατακειμένων ἐπισκέπται, οἱ πενθήσαντες νῦν, καθὼς εἶπεν ὁ Κύριος· οἱ πτωχεύσαντες νῦν διὰ τὸν ἐν οὐρανοῖς ἀποκείμενον πλοῦτον, οἱ τὰ παραπτώματα τῶν ἀδελφῶν ἀφιέντες, οἱ τὴν σφραγῖδα τῆς πίστεως φυ‐
5λάξαντες ἄθραυστον καὶ ἀμόλυντον ἀπὸ πάσης αἱρέσεως· τούτους στήσει ἐκ δε‐ ξιῶν. Τὰ δὲ ἐρίφια ἐξ εὐωνύμων· οὗτοί εἰσιν οἱ ἄκαρποι, οἱ τὸν Ποιμένα τὸν καλὸν παροξύναντες, οἱ μὴ προσέχοντες ταῖς φωναῖς τοῦ Ἀρχιποίμενος, οἱ σο‐ βαροί, οἱ ἀπαίδευτοι, οἱ τὸν καιρὸν τοῦτον τῆς μετανοίας, ὥσπερ ἔριφοι, παί‐ ζοντες καὶ σκιρτῶντες καὶ τρυφῶντες· οἵτινες ἐδαπάνησαν ἐν κραιπάλῃ καὶ μέθῃ
10καὶ ἀσπλαγχνίᾳ τὸν πάντα χρόνον τῆς ζωῆς αὐτῶν, ὥσπερ ἐκεῖνος ὁ πλούσιος, ὁ μηδέποτε ἐλεήσας τὸν πτωχὸν Λάζαρον· διὰ τοῦτο καὶ τῆς ἐξ εὐωνύμου πα‐ ραστάσεως κατεκρίθησαν, ὡς ἀνελεήμονες καὶ ἄσπλαγχνοι καὶ μὴ ἔχοντες με‐ τανοίας καρπούς, οὐδὲ γὰρ ἔλαιον ἐν ταῖς λαμπάσιν αὐτῶν. Οἱ δὲ τὸ ἔλαιον ἐκ τῶν πενήτων ἀγοράσαντες καὶ πλήσαντες τὰ ἀγγεῖα ἑαυτῶν, ἐκ δεξιῶν παρί‐
15στανται ἔνδοξοι καὶ ἱλαροί, φαιδρὰς κατέχοντες τὰς λαμπάδας, καὶ ἀκούουσι85

86

τῆς μακαρίας ἐκείνης καὶ εὐσπλάγχνου φωνῆς· δεῦτε οἱ εὐλογημένοι τοῦ Πα‐ τρός μου, κληρονομήσατε τὴν ἡτοιμασμένην ὑμῖν βασιλείαν ἀπὸ καταβολῆς κό‐ σμου. Οἱ δὲ ἐξ εὐωνύμων τῆς ὀδυνηρᾶς ἐκείνης καὶ σκυθρωπῆς ἀκούουσιν ἀπο‐ φάσεως· πορεύεσθε ἀπ’ ἐμοῦ οἱ κατηραμένοι εἰς τὸ πῦρ τὸ αἰώνιον, τὸ ἡτοιμα‐
5σμένον τῷ Διαβόλῳ καὶ τοῖς ἀγγέλοις αὐτοῦ· ὡς οὐκ ἠλεήσατε, οὕτως οὐδὲ νῦν ἐλεηθήσεσθε· ὡς οὐκ ἠκούσατέ μου τῆς φωνῆς, οὕτως οὐδὲ ἐγὼ νῦν εἰσα‐ κούσομαι τῶν ὑμετέρων ὀδυρμῶν. Ἐμοὶ γὰρ οὐ διηκονήσατε, οὐδὲ πεινῶντά με ἐθρέψατε, οὐδὲ διψῶντα ἐποτίσατε, οὐδὲ ἐξενοδοχήσατε, οὐδὲ ἐνεδύσατε γυ‐ μνητεύοντα, οὐδὲ ἀσθενοῦντά με ἐπεσκέψασθε, οὐδὲ ἐν φυλακῇ ὄντος μου ἤλθε‐
10τε πρός με. Ἄλλου ἐργάται κυρίου ἐγένεσθε καὶ ὑπουργοί, τουτέστι τοῦ Διαβό‐ λου. Διὰ τοῦτο ἀποχωρεῖτε ἀπ’ ἐμοῦ οἱ ἐργάται τῆς ἀνομίας. Καὶ τότε ἀπελεύ‐ σονται οὗτοι εἰς κόλασιν αἰώνιον, οἱ δὲ δίκαιοι εἰς ζωὴν αἰώνιον. Εἰς μίαν δὲ κόλασιν ἀπέρχονται πάντες, ἢ διάφοροί εἰσι κολάσεις;
Διάφοροι κολάσεων τόποι εἰσίν, ὡς ἐν τῷ Εὐαγγελίῳ ἠκούσαμεν. Ἔστιν86

87

οὖν σκότος ἐξώτερον· δῆλον ὅτι καὶ ἄλλο ἐσώτερον. Γέεννα τοῦ πυρὸς τόπος ἄλλος· βρυγμὸς ὀδόντων τόπος ἴδιος· σκώληξ ἀκοίμητος ἐν ἑτέρῳ τόπῳ ἐστίν· ἡ λίμνη τοῦ πυρὸς τόπος ἕτερος· ὁ τάρταρος τόπος ἴδιος· τὸ ἄσβεστον πῦρ ἰδία χώρα· καταχθόνια καὶ ἀπώλεια ἐν ἰδίοις τόποις· κατώτατα γῆς ἄλλος τόπος·
5ᾅδης ἔνθα ἀποστρέφονται οἱ ἁμαρτωλοὶ καὶ πυθμὴν ᾅδου τόπος χαλεπώτερος. Ἐν ταύταις ταῖς κολάσεσι καταμερίζονται οἱ ἐλεεινοί, ἕκαστος πρὸς ἀναλογίαν τῶν πταισμάτων αὐτοῦ, εἴτε σφοδρότερον εἴτε μαλακώτερον, κατὰ τὸ γεγραμ‐ μένον, ὅτι σειραῖς τῶν ἑαυτοῦ ἁμαρτιῶν ἕκαστος σφίγγεται· τοιοῦτο δέ ἐστι καὶ τό, δαρήσεται πολλὰς καὶ ὀλίγας. Ὥσπερ δὲ ὧδέ εἰσι διαφοραὶ κολάσεως,
10οὕτως καὶ ἐν τῷ μέλλοντι αἰῶνι. Οἱ δὲ ἔχοντες κατ’ ἀλλήλων ἔχθραν, ἐὰν τού‐ τους οὕτως ἐκδημῆσαι συμβῇ ἐκ τοῦ σώματος, ἀπαραίτητον κρῖμα εὑρήσουσιν ἐν ὥρᾳ κρίσεως, καὶ ὡς μεμισημένοι εἰς τὸ ἐξώτερον πῦρ ἀποπέμπονται καὶ
σκότος ἀτελεύτητον, ὡς καταφρονήσαντες τῆς εὐκόλου τοῦ Κυρίου ἐντολῆς, τῆς87

88

λεγούσης· ἀγαπᾶτε ἀλλήλους καὶ συγχωρεῖτε ἕως ἑβδομηκοντάκις ἑπτά. Πᾶς δὲ ὁ ἁμαρτήσας οὐκ ὀφείλει ἀμέριμνος διάγειν, οὐδὲ πάλιν ἀπογινώσκειν· διότι παράκλητον ἔχομεν πρὸς τὸν Πατέρα Ἰησοῦν Χριστόν, τὸν Θεὸν δίκαιον, καὶ αὐτὸς ἱλασμός ἐστι περὶ τῶν ἁμαρτιῶν ἡμῶν. Οὐχὶ τῶν ἀμεριμνούντων, οὐδὲ
5τῶν ἀνακειμένων 〈καὶ〉 ῥεγχόντων, οὐδὲ τῶν τρυφώντων, οὐδὲ γελώντων, ἀλλὰ τῶν πενθούντων καὶ μετανοούντων καὶ βοώντων πρὸς αὐτὸν νυκτὸς καὶ ἡμέρας, οἳ καὶ παρακληθήσονται ὑπὸ τοῦ Παρακλήτου. Ὁ δὲ ἁμαρτήσας καὶ ἐπιλαθόμενος τῶν ἁμαρτιῶν αὐτοῦ, καὶ οὕτως ἐκδημῶν τοῦ σώματος, ἐπὶ τοῦ‐ τον ἡ ὀργὴ Θεοῦ ἐπιπεσεῖται ἐκείνη, ἣν Μανασσῆς ἐμήνυσεν, εἰπὼν ὅτι ἀνυπό‐
10στατος ἡ ὀργὴ τῆς ἐπὶ ἁμαρτωλοὺς ἀπειλῆς σου. Οὐαὶ τῷ φιλοπόρνῳ. Οὐαὶ τῷ μεθύσῳ καὶ σὺν αὐτῷ τῷ λοιδόρῳ. Οὐαὶ τοῖς μετὰ τυμπάνων καὶ κιθαρῶν καὶ αὐλῶν τὸν οἶνον πίνουσι, τὰ δὲ ἔργα Κυ‐
ρίου οὐκ ἐμβλέπουσιν, οὐδὲ τῶν λόγων αὐτοῦ μνημονεύουσιν. Οὐαὶ τοῖς ἐνυβρί‐88

89

ζουσι τὰς θείας καὶ ἱερὰς Γραφάς. Οὐαὶ τοῖς ἀπολλύουσι τὸν καιρὸν τοῦτον τῆς μετανοίας καὶ ἐπιστροφῆς εἰς μετεωρισμοὺς καὶ γελοῖα· ζητήσουσι γὰρ τὸν και‐ ρόν, ὃν κακῶς ἐδαπάνησαν, καὶ οὐ μὴ εὕρωσιν. Οὐαὶ τοῖς ἐν πνεύμασιν ἐπερω‐ τῶσι πλάνοις, καὶ πρὸς μάντεις ἀπερχομένοις, καὶ προσέχουσι διδασκαλίαις
5δαιμόνων, ὅτι σὺν αὐτοῖς κατακριθήσονται ἐν τῷ μέλλοντι αἰῶνι. Οὐαὶ τοῖς γράφουσιν ἀδικίαν. Οὐαὶ τοῖς τὰ περίεργα ποιοῦσι, γοητείας καὶ μαντείας καὶ παιδοφθορίας καὶ περίαπτα, βάμματα καὶ πέταλα, ἅπερ ὀνομάζουσι φυλακτά, τῇ δὲ ἀληθείᾳ ὄντα φθορὰ καὶ ἀπώλεια ψυχῆς καὶ σώματος. Οὐαὶ τοῖς ἀποστε‐ ροῦσι μισθὸν μισθωτοῦ, ὅτι ὁ ἀποστερῶν μισθὸν ὡς ἐκχέων αἷμα. Οὐαὶ τοῖς
10ἀδίκως δικάζουσι· τοῖς δικαιοῦσι τὸν ἀσεβῆ καὶ τὸ δίκαιον ἐκ τοῦ δικαίου αἴρου‐ σιν. Οὐαὶ τοῖς μιαίνουσι τὴν ἁγίαν πίστιν ἐν αἱρέσεσιν, ἢ τοῖς αἱρετικοῖς συγκα‐ ταβαίνουσιν. Οὐαὶ τοῖς τὸ ἀνίατον πάθος νοσοῦσι, τουτέστι τὸν φθόνον καὶ τὴν
βασκανίαν. Καὶ τί πολλὰ λέγω καὶ οὐ κόπτω ταχέως τὸν λόγον; Οὐαὶ πᾶσι89

90

τοῖς ἐξ ἀριστερῶν λαχοῦσιν ἐν τῇ ἡμέρᾳ ἐκείνῃ τῇ φοβερᾷ, ὅτι σκοτισθήσονται καὶ πικρῶς δακρύσουσιν, ὅτε ἀκούσουσι τῆς ὀδυνηρᾶς ἐκείνης ἀποφάσεως, τὸ πορεύεσθε ἀπ’ ἐμοῦ οἱ κατηραμένοι. Ἄλλοι δὲ πάλιν καὶ ἀκούσουσι τῆς ὀδυνη‐ ρᾶς καὶ λυπηρᾶς ἐκείνης ἀποφάσεως, τὸ ἀποστραφήσονται οἱ ἁμαρτωλοὶ εἰς
5τὸν ᾅδην. Ἄλλοι ἀκούσουσι τὸ ἀμὴν ἀμὴν λέγω ὑμῖν, οὐκ οἶδα ὑμᾶς· ἀποχω‐ ρεῖτε ἀπ’ ἐμοῦ, ἐργάται τῆς ἀδικίας. Ἄλλοι ἀκούσουσι, δηλονότι οἱ φθονεροί, τὸ ἆρον τὸ σὸν καὶ ὕπαγε. Καὶ ποῦ ἆρα; Δηλονότι ὅπου οἱ ἀκούσαντες τὸ πο‐ ρεύεσθε ἀπ’ ἐμοῦ οἱ κατηραμένοι εἰς τὸ πῦρ. Ἕτεροι ἀκούσουσι τὸ δήσαντες αὐ‐ τοῦ χεῖρας καὶ πόδας, ἐξενέγκατε εἰς τὸ σκότος τὸ ἐξώτερον. Ἄλλοι, ὡς τὰ ζι‐
10ζάνια, δεσμευθήσονται εἰς τὸ κατακαῆναι ἐν τῇ καμίνῳ τοῦ πυρός. Ὥσπερ δὲ πολλοὶ τρόποι τῆς σωτηρίας εἰσίν, οὕτω καὶ πολλαὶ μοναὶ ἐν τῇ βασιλείᾳ τῶν οὐρανῶν. Καὶ ὥσπερ εἰσὶ πολλοὶ τρόποι τῶν ἁμαρτιῶν καὶ τῶν παραπτωμά‐ των, οὕτω καὶ πολλοὶ τρόποι τῶν κολάσεων.
Ὅσοι ἔχετε δάκρυα καὶ κατάνυξιν, κλαύσατε μετ’ ἐμοῦ· ἐγὼ γάρ, ἀδελ‐90

91

φοί μου εὐλογημένοι, ἐμνήσθην τοῦ ἐλεεινοῦ χωρισμοῦ ἐκείνου καὶ οὐ δύναμαι φέρειν· ἐν τῇ ὥρᾳ γὰρ ἐκείνῃ τῇ φοβερᾷ διαχωρίζονται ἀπ’ ἀλλήλων τὸν ἐλε‐ εινὸν καὶ ὀδυνηρὸν χωρισμὸν καὶ ἀποδημοῦσιν ἀποδημίαν, ἐπιστροφὴν μὴ ἔ‐ χουσαν. Τίς οὕτω λιθοκάρδιος, ὃς οὐ μὴ κλαύσῃ ἀπεντεῦθεν τὴν ὥραν ἐκείνην,
5ὅτε διαχωρίζονται ἐπίσκοποι ἀπὸ συνεπισκόπων, πρεσβύτεροι ἀπὸ συμπρεσβυτέ‐ ρων, διάκονοι ἀπὸ συνδιακόνων, καὶ ὑποδιάκονοι ἀπὸ ὑποδιακόνων, καὶ ἀνα‐ γνῶσται ἀπὸ τῶν ἑταίρων αὐτῶν; Τότε χωρίζονται οἱ ποτὲ βασιλεῖς καὶ κλαύ‐ σουσι καὶ ἐλαθήσονται ὡς ἀνδράποδα. Τότε στενάξουσιν ἄρχοντες καὶ πλούσιοι ἄσπλαγχνοι, καὶ ἀποβλέψουσι πανταχόθεν στενοχωρούμενοι, καὶ οὐδεὶς ὁ
10βοηθῆσαι δυνάμενος. Οὔτε ὁ πλοῦτος φαίνεται, οὔτε οἱ κόλακες παρίστανται, οὔτε εὑρήσουσιν ἔλεος, οὐδὲ γὰρ ἠλέησαν, οὔτε προέπεμψαν, ἵνα εὕρωσι, κα‐ θὼς καὶ ὁ Προφήτης λέγει περὶ τῶν τοιούτων, ὅτι ὕπνωσαν ὕπνον αὐτῶν καὶ οὐχ εὗρον οὐδέν. Τότε διαχωρίζονται γονεῖς ἀπὸ τέκνων καὶ φίλοι ἀπὸ φίλων. Τότε ἀποχωρίζονται ὀδυνηρῶς συζυγίαι, αἳ οὐκ ἐφύλαξαν τὴν κοίτην αὐτῶν
15ἀμίαντον. Τότε διαχωρίζονται καὶ οἱ τῷ σώματι μὲν παρθένοι, τῷ δὲ τρόπῳ91

92

ἄσπλαγχνοι καὶ ἀπηνεῖς· ἡ γὰρ κρίσις ἀνίλεως τῷ μὴ ποιήσαντι ἔλεος. Ἀλλὰ παρεάσω τὰ πολλὰ εἰπεῖν, ὅτι συνέχει με φόβος καὶ τρόμος ἐν τῇ διηγήσει ταύτῃ. Καὶ ἵνα συντόμως εἴπω· τότε λοιπὸν ἀπελαύνονται ἐκ τοῦ βήματος καὶ ἀπάγονται ὑπὸ Ἀγγέλων αὐστηρῶν, ὠθούμενοι καὶ τυπτόμενοι καὶ τοὺς ὀδόν‐
5τας τρίζοντες, καὶ πυκνότερον ἐπιστρεφόμενοι ἰδεῖν τοὺς δικαίους καὶ τὴν χα‐ ράν, ὅθεν ἐχωρίσθησαν. Καὶ βλέπουσι τὸ φῶς ἐκεῖνο τὸ ἀνεκλάλητον· βλέπουσι τὰ κάλλη τοῦ παραδείσου· βλέπουσι τοὺς γνωρίμους ἐν τῇ χαρᾷ ἐκείνῃ· βλέ‐ πουσι τὰς μεγάλας ἐκείνας δωρεάς, ἃς λαμβάνουσι παρὰ τοῦ Βασιλέως τῆς δό‐ ξης οἱ καλῶς ἀγωνισάμενοι. Εἶτα κατὰ μικρὸν ἀποσχοινιζόμενοι καὶ ἀπορφανι‐
10ζόμενοι πάντων τῶν δικαίων καὶ φίλων καὶ γνωρίμων, λοιπὸν καὶ αὐτοῦ τοῦ Θεοῦ ἀποκρύπτονται, μηκέτι δυνάμενοι θεωρεῖν τὴν χαρὰν καὶ τὸ φῶς ἐκεῖνο τὸ ἀληθινόν. Καὶ λοιπὸν προσεγγίζουσιν ἐπὶ τὰς προειρημένας κολάσεις, τοῦ διασπαρῆναι καὶ διασκορπισθῆναι ἐν αὐταῖς. Τότε ὁρῶντες τὴν παντελῆ αὐτῶν ἐγκατάλειψιν, καὶ ὅτι πᾶσα ἡ ἐλπὶς
15αὐτῶν ἀπώλετο, καὶ οὐδεὶς ὁ βοηθῆσαι δυνάμενος ἢ παρακαλέσαι ὑπὲρ αὐτῶν,92

93

δικαία γὰρ ἡ κρίσις τοῦ Θεοῦ, τότε λοιπὸν ἐν πικροτάτοις δάκρυσιν ὀλολύζον‐ τες, λέγουσιν· ὤ, πόσον καιρὸν ἀπωλέσαμεν! Ὤ, πῶς τῶν Γραφῶν ἀκούοντες ἐχλευάσαμεν αὐτάς! Ἐκεῖ ὁ Θεὸς ἐλάλει διὰ τῶν Γραφῶν, καὶ οὐ προσείχο‐ μεν· ὧδε ἡμεῖς βοῶμεν, καὶ αὐτὸς τὸ πρόσωπον αὐτοῦ ἀποστρέφει ἀφ’ ἡμῶν.
5Τί ὠφέλησαν ἡμᾶς τὰ πέρατα τοῦ κόσμου; Ποῦ ὁ πατήρ, ὁ γεννήσας; Ποῦ ἡ μήτηρ, ἡ τεκοῦσα; Ποῦ ἀδελφοί; Ποῦ τέκνα; Ποῦ οἱ φίλοι; Ποῦ ὁ πλοῦτος; Ποῦ τὰ ὑπάρχοντα; Ποῦ οἱ θόρυβοι; Ποῦ τὰ ἄριστα; Ποῦ ὁ πολὺς καὶ ἄκαιρος δρόμος; Ποῦ οἱ βασιλεῖς καὶ οἱ δυνάσται; Πῶς ἐκ πάντων τούτων οὐδεὶς ἡμᾶς σῶσαι δύναται, οὔτε δὲ ἑαυτοῖς δυνάμεθα βοηθῆσαι, ἀλλὰ παντελῶς ἐγκατελεί‐
10φθημεν καὶ ἀπὸ τοῦ Θεοῦ, καὶ ἀπὸ τῶν Ἁγίων καὶ ἀπὸ τῶν ἰδίων χωριζόμε‐ θα; Τί ποιήσωμεν; Ὅτι οὐκέτι καιρὸς μετανοίας· οὐκέτι ἰσχύει παράκλησις· οὐκέτι τῶν δακρύων ὄφελος· οὐκέτι φαίνονται οἱ τὸ ἔλαιον πωλοῦντες πτωχοὶ καὶ πένητες· ἐλύθη γὰρ ἡ πανήγυρις. Ὅτε εἴχομεν καιρὸν καὶ δύναμιν, καὶ οἱ πωλοῦντες μετὰ δακρύων ἔκραζον, ἀγοράσατε, ὦτα ἡμῶν κλείσαντες οὐκ
15ἠκούσαμεν, οὔτε ἠγοράσαμεν. Νῦν οὖν ἡμεῖς ζητοῦμεν, καὶ οὐχ εὑρίσκομεν.93

94

Οὐκέτι ἀνάρρυσις ἡμῶν τῶν ἐλεεινῶν· οὐκέτι ἐλέους τυγχάνομεν· οὐδὲ γάρ ἐσμεν ἄξιοι. Δικαία ἡ κρίσις τοῦ Θεοῦ. Οὐκέτι ὀψόμεθα τὰ τάγματα τῶν Ἀγ‐ γέλων· οὐκέτι θεασόμεθα τὸ φῶς τὸ ἀληθινόν. Ἀπωρφανίσθημεν ἀπὸ πάντων. Καὶ λοιπὸν τί εἴπωμεν; Σῴζεσθε, πάντες οἱ δίκαιοι. Σῴζεσθε, Ἀπόστολοι καὶ
5Προφῆται καὶ Μάρτυρες. Σῴζου, ὁ χορὸς τῶν πατριαρχῶν. Σῴζου, τὸ τάγμα τῶν μοναζόντων. Σῴζου, τίμιε καὶ ζωοποιὲ Σταυρέ. Σῴζου, ἡ βασιλεία τῶν οὐρανῶν. Σῴζου, ἡ ἄνω Ἱερουσαλήμ, ἡ μήτηρ τῶν πρωτοτόκων. Σῴζου, ὁ παράδεισος τῆς τρυφῆς. Σῴζου καὶ σύ, Δέσποινα Θεοτόκε, ἡ μήτηρ τοῦ φιλαν‐ θρώπου Θεοῦ. Σῴζεσθε, πατέρες καὶ μητέρες, υἱοὶ καὶ θυγατέρες· οὐκέτι ὀψό‐
10μεθά τινα ἐξ ὑμῶν. Καὶ λοιπὸν ἀπέρχονται ἕκαστος εἰς ὃν ἡτοίμασεν ἑαυτῷ τό‐ πον τῆς βασάνου διὰ τῶν πονηρῶν αὑτοῦ ἔργων, ὅπου ὁ σκώληξ αὐτῶν οὐ τε‐ λευτᾷ καὶ τὸ πῦρ οὐ σβέννυται. Ἰδού, ἠκούσατε, ἀδελφοί μου φιλόχριστοι. Ἰδού, τὴν παράκλησιν ὑμῶν ἐποίησα καὶ τὴν ἐπιθυμίαν ὑμῶν ἐπλήρωσα. Ἰδού, ἔγνωτε τί ἑαυτοῖς εὐτρεπίζο‐
15μεν. Ἰδού, ἠκούσατε τί κερδαίνουσιν οἱ ἀμελοῦντες καὶ ῥᾳθυμοῦντες καὶ μὴ με‐
τανοοῦντες. Ἠκούσατε πῶς χλευάζονται οἱ χλευάζοντες τὰς τοῦ Κυρίου ἐντο‐94

95

λάς. Ἠκούσατε πῶς ἀπατᾷ καὶ πλανᾷ τοὺς πολλοὺς ὁ ψυχοφθόρος βίος οὗτος. Ἔγνωτε πῶς ἐμπαίζονται οἱ ἐμπαῖκται τῶν θείων Γραφῶν. Μηδεὶς πλανηθῇ, ἀδελφοί μου εὐλογημένοι. Μή τις εἴπῃ ἢ πιστεύσῃ, ὅτι λόγοι εἰσὶ μόνον ψιλοὶ περὶ τῆς κρίσεως λεγόμενοι. Ἀλλὰ ἀκριβῶς καὶ ἀσφαλῶς πάντες πιστεύσωμεν
5τῷ Κυρίῳ, ὅτι ἐστὶν ἀνάστασις νεκρῶν καὶ κρίσις καὶ ἀνταπόδοσις τῶν τε κα‐ λῶν καὶ τῶν φαύλων, κατὰ τὰς θείας Γραφάς. Καὶ πάντα παριδόντες τὰ πρόσ‐ καιρα καὶ περιφρονήσαντες αὐτῶν φροντίσωμεν τὰ τῆς ἀπολογίας καὶ παραστά‐ σεως τοῦ φοβεροῦ βήματος, καὶ τῆς φρικτῆς ἐκείνης ἡμέρας καὶ φοβερᾶς ὥρας. Αὕτη γὰρ ἡ ὥρα ἐστὶν ἡ πολυστένακτος, ἡ πολυκίνδυνος καὶ πολυώδυνος, ἡ
10πολύθλιπτος, ἡ δοκιμάζουσα ὅλον τὸν βίον. Καὶ περὶ ταύτης τῆς φρικτῆς ἡμέ‐ ρας καὶ ὥρας οἱ ἅγιοι Προφῆται καὶ Ἀπόστολοι προεῖπον. Περὶ ταύτης τῆς ἡμέρας καὶ ὥρας ἡ θεία Γραφή, ἀπὸ περάτων ἕως περάτων τῆς οἰκουμένης, ἐν ταῖς ἐκκλησίαις καὶ παντὶ τόπῳ βοᾷ καὶ διαμαρτύρεται πᾶσι, καὶ παρακαλεῖ, λέγουσα· βλέπετε, γρηγορεῖτε, προσέχετε, νήφετε, προσεύχεσθε, ἐλεεῖτε, γίνε‐
15σθε ἕτοιμοι, ὅτι οὐκ οἴδατε τὴν ἡμέραν ἢ τὴν ὥραν, ἐν ᾗ ὁ Κύριος ἔρχεται.95

96

Πάντες οὖν, ὡς εἶπον, οἱ θεοφόροι, μετὰ πόνου καὶ δακρύων κράζουσι, προμηνύοντες τῆς ἡμέρας ἐκείνης τὴν ἀνάγκην. Περὶ ταύτης τῆς ἡμέρας ἔλεγεν Ἠσαΐας ὁ προφήτης· ἰδού, Κύριος ἔρχεται καταφθεῖραι πᾶσαν τὴν γῆν καὶ τοὺς ἁμαρτωλοὺς ἀπολέσαι ἐξ αὐτῆς. Καὶ πάλιν ὁ αὐτὸς Προφήτης λέγει· ἰδού, ὁ
5Κύριος ἔρχεται, καὶ ὁ μισθὸς αὐτοῦ μετ’ αὐτοῦ, καὶ τὸ ἔργον ἑκάστου ἐνώπιον αὐτοῦ. Ἄλλος Προφήτης βοᾷ, λέγων· ἰδού, Κύριος ἔρχεται, καὶ τίς ὑπομενεῖ ἡμέραν εἰσόδου αὐτοῦ, ἢ τίς στήσεται ἐν τῇ ὀπτασίᾳ αὐτοῦ; Ἕτερος δὲ Προφή‐ της ἀνακράζει, λέγων· Κύριε, εἰσακήκοα τὴν ἀκοήν σου καὶ ἐφοβήθην, καὶ εἰσ‐ ῆλθε τρόμος εἰς τὰ ὀστᾶ μου. Ἕτερος βοᾷ ἐκ προσώπου Κυρίου, λέγων· ἐν
10ἡμέρᾳ ἐκδικήσεως ἀνταποδώσω, καὶ οὐκ ἔστιν ὃς ἐξελεῖται ἐκ τῶν χειρῶν μου. Περὶ ταύτης τῆς ἡμέρας ὁ θεοπάτωρ Δαυῒδ ἔλεγεν· ὁ Θεὸς ἐμφανῶς ἥξει, ὁ Θεὸς ἡμῶν, καὶ οὐ παρασιωπήσεται· πῦρ ἐνώπιον αὐτοῦ καυθήσεται, καὶ κύ‐ κλῳ αὐτοῦ καταιγὶς σφόδρα. Περὶ ταύτης τῆς ἡμέρας βοᾷ καὶ Παῦλος ὁ ἀπό‐
στολος· ἐν ἡμέρᾳ, ᾗ κρινεῖ ὁ Θεὸς τὰ κρυπτὰ τῶν ἀνθρώπων κατὰ τὸ εὐαγγέ‐96

97

λιόν μου. Καὶ πάλιν λέγει· βλέπετε πῶς περιπατεῖτε· φοβερὸν τὸ ἐμπεσεῖν εἰς χεῖρας Θεοῦ ζῶντος. Βοᾷ δὲ καὶ ὁ μακάριος Πέτρος, ὁ κορυφαῖος τῶν Ἀπο‐ στόλων, περὶ τῆς ἡμέρας ἐκείνης, λέγων· ἡ ἡμέρα Κυρίου, ὡς κλέπτης ἐν νυ‐ κτί, οὕτως ἔρχεται, δι’ ἣν οὐρανοὶ πυρούμενοι λυθήσονται, καὶ στοιχεῖα καυ‐
5σούμενα τήκεται. Καὶ τί λέγω περὶ Προφητῶν καὶ Ἀποστόλων; Αὐτὸς ὁ Δε‐ σπότης ἡμῶν καὶ Κύριος περὶ τῆς ἡμέρας ἐκείνης προεμαρτύρατο, λέγων· βλέ‐ πετε μὴ βαρυνθῶσιν αἱ καρδίαι ὑμῶν ἐν κραιπάλῃ καὶ μέθῃ καὶ μερίμναις βιω‐ τικαῖς, καὶ αἰφνίδιος ἐπιστῇ ἐφ’ ὑμᾶς ἡ ἡμέρα ἐκείνη· ὡς παγὶς γὰρ ἐπελεύσε‐ ται ἐπὶ τοὺς κατοικοῦντας ἐπὶ προσώπου πάσης τῆς γῆς. Γρηγορεῖτε οὖν, ὅτι ᾗ
10ὥρᾳ οὐ δοκεῖτε ὁ Υἱὸς τοῦ ἀνθρώπου ἔρχεται· καὶ ἀγωνίσασθε εἰσελθεῖν διὰ τῆς στενῆς πύλης τῆς ἀπαγούσης εἰς τὴν ζωήν. Δι’ αὐτῆς, ἀδελφοί, βαδίσωμεν τῆς ὁδοῦ, ἵνα ζωὴν αἰώνιον κληρονομή‐
σωμεν· ὁ γὰρ αὐτὴν βαδίζων, δῆλον ὅτι τὴν ζωὴν κληρονομήσει τὴν αἰώνιον·97

98

αὕτη γὰρ ἡ ὁδός ἐστιν ἡ ζωή. Εἰ γὰρ καὶ ὀλίγοι εἰσὶν οἱ εὑρίσκοντες αὐτήν, ἀλλ’ ἡμεῖς, ἀγαπητοί, μὴ ἀποτύχωμεν αὐτῆς. Μηδεὶς ἡμῶν ἔξω αὐτῆς βαδίσῃ, ἵνα μὴ εἰς ἀπώλειαν ἀπέλθῃ, καθὼς καὶ ὁ Προφήτης λέγει· μήποτε ὀργισθῇ Κύριος, καὶ ἀπολεῖσθε ἐξ ὁδοῦ δικαίας. Ἀκούσωμεν τοῦ Δεσπότου λέγοντος·
5ἐγώ εἰμι τὸ φῶς τοῦ κόσμου. Ἐγώ εἰμι ὁ ποιμὴν ὁ καλός. Ἐγώ εἰμι ἡ ζωή. Ἐγώ εἰμι ἡ θύρα· δι’ ἐμοῦ ἐάν τις εἰσέλθῃ σωθήσεται. Ἐγώ εἰμι ἡ ὁδός· ὁ ἐμοὶ ἀκολουθῶν οὐ μὴ προσκόψῃ, ἀλλ’ ἕξει τὸ φῶς τῆς ζωῆς. Ταύτην οὖν τὴν μακαρίαν ὁδὸν βαδίσωμεν, ἣν ἐβάδισαν πάντες οἱ ποθή‐ σαντες τὸν Χριστόν. Ταύτης τὰ βαδίσματα θλιβερά, ἀλλ’ ἡ ἀνάπαυσις μακαρία.
10Ταύτης τὰ βαδίσματα σκυθρωπά, ἀλλ’ ἡ ἀνταπόδοσις χαρά. Ταύτης τὰ βαδί‐ σματα στενά, ἀλλὰ τὸ κατάλυμα εὐρύχωρον. Ταύτης τὰ βαδίσματα μετάνοια, νηστεία, προσευχή, ἀγρυπνία, ταπεινοφροσύνη, πτωχεία πνευματική, περιφρό‐ νησις σαρκός, ἐπιμέλεια ψυχῆς, χαμοκοιτία, ἀλουσία, ξηροφαγία, πεῖνα, δίψα,
γυμνότης, ἐλεημοσύνη, δάκρυα, πένθος, στεναγμός, γονυκλισίαι, ἀτιμίαι,98

99

διωγμοί, ἁρπαγαί, κολαφισμοί, κόποι διὰ τῶν χειρῶν, κίνδυνοι, ἐπιβουλαί, τὸ λοιδορεῖσθαι καὶ ὑπομένειν, τὸ μισεῖσθαι καὶ μὴ μισεῖν, τὸ κακὰ πάσχειν καὶ καλὰ ἀποδιδόναι, τὸ ἀφιέναι τοῖς ὀφειλέταις τὰ ὀφειλήματα, τὸ τιθέναι τὴν ψυχὴν ὑπὲρ τῶν φίλων, τέλος δέ, τὸ ἐκχέαι τὸ αἷμα ὑπὲρ τοῦ Χριστοῦ, ὅταν ὁ
5καιρὸς ἀπαιτῇ. Ταύτης τῆς στενῆς πύλης καὶ τεθλιμμένης ὁδοῦ τὰ βαδίσματα εἴ τις ἔχει, μακαρίαν λήψεται τὴν ἀνταπόδοσιν τὴν τῶν οὐρανῶν βασιλείαν, ἧς οὐκ ἔστι τέλος ποτέ. Πλατεῖα δὲ ἡ πύλη καὶ εὐρύχωρος ἡ ὁδὸς ἡ ἀπάγουσα εἰς τὴν ἀπώλειαν. Ταύτης τὰ βαδίσματά εἰσι πρὸς μὲν γὰρ τὸ παρὸν χαροποιά, ἀλλ’ ἐκεῖθεν λυ‐
10πηρά. Ἔνθεν γλυκέα, ἐκεῖθεν δὲ πικρότερα χολῆς. Ἔνθεν ἐλαφρά, ἐκεῖθεν δὲ βαρέα καὶ ἐπώδυνα. Ὧδε φαίνεται ὡς μηδαμινὰ καὶ οὐδὲν ὄντα, ἐκεῖ δὲ ὥσπερ θῆρες ἄγριοι κυκλοῦσι τοὺς ἐπιτελοῦντας καὶ μὴ μετανοοῦντας, κατὰ τὸν λόγον
τοῦ Προφήτου· φησὶ γάρ· ἐν ἡμέρᾳ πονηρᾷ ἡ ἀνομία τῆς πτέρνης μου κυκλώ‐99

100

σει με· τουτέστιν ἡ πονηρία τοῦ βίου τούτου, ἤγουν τῆς πλατείας ὁδοῦ τὰ βαδί‐ σματα, ἅπερ καὶ ὁ Ἀπόστολος ἐν μέρει ἀπηρίθμησε, λέγων· ἅτινά ἐστι πορ‐ νεία, μοιχεία, ἀσέλγεια, εἰδωλολατρία, ἔρις, ζῆλος, θυμός, διχοστασία, φθό‐ νοι, φόνοι καὶ τὰ ὅμοια τούτοις. Τῆς πλατείας ὁδοῦ εἰσι τὰ βαδίσματα ὡσαύ‐
5τως δὲ καὶ γελοῖα, κραυγαί, τρυφαί, κιθάραι, αὐλοί, χορεύματα, λουτρά, μα‐ λακὰ ἐνδύματα, ἄριστα πολυτελῆ, κρότοι χειρῶν καὶ θόρυβοι, ὕπνοι ἀμέριμνοι, στρωμναὶ ἁπαλαὶ καὶ κλῖναι διάφοροι, ἀδηφαγία, μισαδελφία, τὸ δὲ πάντων χεῖρον, ἀμετανοησία καὶ τὸ μηδέποτε μνημονεύειν τῆς ἐξόδου τῆς ἐκ τοῦ βίου. Ταῦτά εἰσι τὰ βαδίσματα τῆς χαλεπῆς ἐκείνης ὁδοῦ, ἣν πολλοί εἰσιν οἱ
10ὁδεύοντες, διὸ καὶ τὸ κατάλυμα ἐπιτήδειον εὑρήσουσιν. Ἀντὶ τῆς τρυφῆς τὴν πεῖναν, ἀντὶ τῆς μέθης τὴν δίψαν, ἀντὶ τῆς ἀναπαύσεως τὴν ὀδύνην, ἀντὶ τοῦ γέλωτος τὸν ὀδυρμόν, ἀντὶ τῆς κιθάρας τὸν κλαυθμόν, ἀντὶ τῆς πολυσαρκίας τὸν σκώληκα, ἀντὶ τῆς ἀμεριμνίας τὴν διχόνοιαν, ἀντὶ τῶν χορευμάτων τὸ εἶναι μετὰ τῶν δαιμόνων, ἀντὶ τῶν περιεργιῶν καὶ γοητειῶν καὶ λοιπῶν ἐπιτη‐
15δευμάτων πονηρῶν τὸ ἐξώτερον σκότος, τὴν γέενναν τοῦ πυρὸς καὶ τὰ τούτων100

101

ὅμοια, ἅπερ εἰσὶν αἱ νομαὶ τοῦ θανάτου, ἔνθα ποιμαίνει τὰ ἴδια πρόβατα καὶ τοὺς ἰδίους μαθητὰς καὶ φίλους, τοὺς βαδίζοντας τὴν πλατεῖαν καὶ εὐρύχωρον ὁδόν, κατὰ τὸν λόγον τοῦ Προφήτου· φησὶ γάρ· ὡς πρόβατα ἐν ᾅδῃ ἔθετο· θά‐ νατος ποιμανεῖ αὐτούς. Ἡμεῖς δέ, ἀγαπητοὶ ἀδελφοί, ἐκκλίνοντες ἐκ τῆς χαλε‐
5πῆς ἐκείνης ὁδοῦ, ἀκούσωμεν τοῦ Κυρίου λέγοντος· ἀγωνίζεσθε εἰσελθεῖν διὰ τῆς στενῆς πύλης· λέγω γὰρ ὑμῖν ὅτι πολλοὶ ζητήσουσιν εἰσελθεῖν καὶ οὐχ εὑρήσουσι. Καὶ πολλὰ ἕτερα ὁ Κύριος καὶ πάντες οἱ θεοφόροι ὅμοια τούτοις βοῶσι. Ταύτην τὴν ἡμέραν κατὰ νοῦν λαβόντες οἱ ἅγιοι Μάρτυρες, οὐκ ἠλέησαν
10τὰ ἑαυτῶν σώματα, ἀλλὰ πᾶν εἶδος κολαστηρίων ὑπέμειναν, χαίροντες τῇ ἐλ‐ πίδι τῶν στεφάνων. Ἄλλοι ἐν ἐρημίαις καὶ ἐν ὄρεσιν, ἐν νηστείᾳ καὶ παρθενίᾳ ἠγωνίσαντο, καὶ νῦν ἀγωνίζονται, οὐ μόνον ἄνδρες, ἀλλὰ καὶ γυναῖκες, τὸ ἀσθενέστερον μέρος, καὶ τὴν στενὴν πύλην καὶ τεθλιμμένην ὁδὸν βαδίσασαι ἥρ‐ πασαν τὴν βασιλείαν τῶν οὐρανῶν. Τίς οὖν ὑπομενεῖ τὴν αἰσχύνην ἐκείνην, ὅτε
15γυναῖκες στεφανοῦνται ἐν τῇ ἡμέρᾳ ἐκείνῃ καὶ πολλοὶ ἄνδρες καταισχύνονται;101

102

Οὐκ ἔστι γὰρ ἐκεῖ ἄρσεν καὶ θῆλυ, ἀλλ’ ἕκαστος τὸν ἴδιον μισθὸν λήψεται κατὰ τὸν ἴδιον κόπον. Οὐ μόνον δὲ ἐν ταῖς ἐρήμοις καὶ ἐν τοῖς ὄρεσι τοῦτο γέγονεν, ἀλλὰ πολλῷ μᾶλλον ἐν ταῖς πόλεσι καὶ ἐν ταῖς κώμαις καὶ ἐν ταῖς νήσοις καὶ ἐν ταῖς ἐκκλησίαις τὰ πλήθη τῶν σῳζομένων σπουδαίων ἐξέλαμψαν, ἕκαστος ἐν
5τῷ ἰδίῳ τάγματι τὰς ἐντολὰς τοῦ Δεσπότου φυλάξαντες· ἐπίσκοποι, πρεσβύτε‐ ροι, διάκονοι καὶ τὰ λοιπὰ τάγματα τῆς Ἐκκλησίας· βασιλεῖς καὶ ἄρχοντες, ἀρχαί τε καὶ ἐξουσίαι. Οὐ γὰρ [εἶπεν] ὁ Δεσπότης Θεὸς διαφορὰς ἐποίησεν, ἢ προετίμησε τόπον τοῦ τόπου, ἀλλ’ οὕτως ἔφη· ὅπου ἐὰν ὦσιν εἰς τὸ ἐμὸν ὄνομα συνηγμένοι, τουτέστι καὶ ἐν ἐρημίαις καὶ ἐν ὄρεσιν, ἢ ἐν σπηλαίοις ἢ ἐν πόλεσιν
10ἢ ἐν κώμαις ἢ ἐν νήσοις ἢ ἐν παντὶ τόπῳ τῆς δεσποτείας μου, ἐκεῖ εἰμι ἐν μέσῳ αὐτῶν, καὶ μετ’ αὐτῶν ἔσομαι ἕως τῆς συντελείας τοῦ αἰῶνος, καὶ ἐν τῷ μέλ‐ λοντι αἰῶνι ἐγὼ ποιμανῶ αὐτοὺς εἰς ἀπεράντους αἰῶνας. Ἐκεῖνο τὸ φοβερὸν δικαστήριον καὶ τὸν ἀκολάκευτον Δικαστὴν ἐννοῶν ὁ μακάριος Δαυΐδ, καθ’ ἑκάστην νύκτα τὴν κλίνην τοῖς δάκρυσιν ἔβρεχε, καὶ πα‐
15ρεκάλει τὸν Θεόν, λέγων· Κύριε, μὴ εἰσέλθῃς εἰς κρίσιν μετὰ τοῦ δούλου σου,102

103

μηδὲ συνάρῃς λόγον μετ’ ἐμοῦ, μήτε θελήσῃς εἰπεῖν δίκην μετ’ ἐμοῦ, φιλάν‐ θρωπε. Πάσης γὰρ ἀπολογίας ἀπορῶν, διὰ τοῦτο δυσωπῶ τὴν σὴν ἀγαθότητα, μὴ εἰσέλθῃς εἰς κρίσιν μετὰ τοῦ δούλου σου· ἐὰν γὰρ τοῦτο βουληθῇς ποιῆσαι, οὐ δικαιωθήσεται ἐνώπιόν σου πᾶς ζῶν. Ὁρᾶτε, ἀδελφοί, τὸν μακάριον καὶ
5ἅγιον Δαυῒδ φοβούμενον τὴν ἡμέραν ἐκείνην καὶ ὥραν, καὶ πρὸς ἀπολογίαν εὐτρεπιζόμενον. Δεῦτε οὖν καὶ ἡμεῖς, ἀδελφοὶ φιλόχριστοι, πρὶν ἢ ἐλθεῖν τὴν ἡμέραν ἐκεί‐ νην, πρὶν λυθῆναι τὴν πανήγυριν, πρὶν ὁ Θεὸς ἐμφανῶς ἥξῃ καὶ εὕρῃ ἡμᾶς ἀνε‐ τοίμους. Προφθάσωμεν τὸ πρόσωπον αὐτοῦ ἐν ἐξομολογήσει, ἐν μετανοίᾳ, ἐν
10προσευχαῖς. Προφθάσωμεν ἐν νηστείαις, ἐν δάκρυσιν, ἐν ξενοδοχίαις. Προφθά‐ σωμεν, πρὶν αὐτὸν ἐμφανῶς ἥξειν καὶ εὑρεῖν ἡμᾶς ἀνετοίμους. Μὴ παυσώμεθα μετανοεῖν καὶ παρακαλεῖν ἐμπόνως, καὶ ἑτοιμάζεσθαι εἰς τὴν τοῦ Κυρίου ἀπάν‐ τησιν, πάντες ὁμοῦ, ἄνδρες καὶ γυναῖκες, πλούσιοι καὶ πένητες, δοῦλοι καὶ ἐ‐ λεύθεροι, πρεσβύτεροι καὶ νέοι.
15Ὁρᾶτε μή τις εἴπῃ ὅτι πολλὰ ἥμαρτον καὶ οὐκ ἔχω ἄφεσιν. Ὁ λέγων103

104

τοῦτο, οὐκ οἶδεν ὅτι ὁ Θεός ἐστι τῶν μετανοούντων· ὁ διὰ τοὺς κακῶς ἔχοντας παραγενόμενος· ὁ εἰπὼν ὅτι χαρὰ γίνεται ἐπὶ ἑνὶ ἁμαρτωλῷ μετανοοῦντι· ὁ εἰπὼν ὅτι οὐκ ἦλθον καλέσαι δικαίους, ἀλλὰ ἁμαρτωλοὺς εἰς μετάνοιαν. Αὕτη δέ ἐστιν ἡ ἀληθὴς μετάνοια, τὸ ἀποστῆναι τῆς ἁμαρτίας καὶ μισῆσαι αὐτήν,
5κατὰ τὸν λέγοντα, ἀδικίαν ἐμίσησα καὶ ἐβδελυξάμην, καὶ τό, ὤμοσα καὶ ἔστη‐ σα τοῦ φυλάξασθαι τὰ κρίματά σου. Καὶ τότε ὁ Θεὸς μετὰ χαρᾶς δέχεται τὸν προσερχόμενον αὐτῷ. Βλέπετε δὲ μή τις τολμήσῃ εἰπεῖν ὅτι οὐχ ἥμαρτον. Ὁ λέγων τοῦτο τυ‐ φλός ἐστι, μυωπάζων καὶ ἑαυτὸν φρεναπατῶν, καὶ οὐκ οἶδε πῶς κλέπτει αὐτὸν
10ὁ Σατανᾶς καὶ ἐν λόγοις καὶ ἐν ἔργοις, καὶ διὰ τῆς ἀκοῆς καὶ διὰ τῶν ὀφθαλ‐ μῶν καὶ διὰ τῆς ἁφῆς καὶ διὰ τῶν λογισμῶν. Τίς γὰρ καυχήσεται ἁγνὴν ἔχειν τὴν καρδίαν, καὶ πάσας τὰς αἰσθήσεις αὐτοῦ καθαράς; Διότι οὐδεὶς ἀναμάρτη‐ τος· οὐδεὶς καθαρὸς ἀπὸ ῥύπου, οὐδ’ ἂν μία ἡμέρα ἡ ζωὴ αὐτοῦ. Οὐδεὶς ἀνυ‐
πεύθυνος παντελῶς ἐν ἀνθρώποις, εἰ μὴ μόνος ὁ δι’ ἡμᾶς πτωχεύσας, πλούσιος104

105

ὤν. Αὐτὸς μόνος ἀναμάρτητος, ὁ αἴρων τὴν ἁμαρτίαν τοῦ κόσμου, ὁ θέλων πάντας ἀνθρώπους σωθῆναι, ὁ μὴ βουλόμενος τὸν θάνατον τῶν ἁμαρτωλῶν, ὁ φιλάνθρωπος, ὁ πολυεύσπλαγχνος, ὁ ἐλεήμων, ὁ ἀγαθός, ὁ φιλόψυχος, ὁ παν‐ τοδύναμος, ὁ σωτὴρ πάντων ἀνθρώπων, ὁ πατὴρ τῶν ὀρφανῶν καὶ κριτὴς τῶν
5χηρῶν, ὁ τῶν μετανοούντων Θεός, ὁ ἰατρὸς τῶν ψυχῶν καὶ τῶν σωμάτων, ἡ ἐλπὶς τῶν ἀπηλπισμένων, ὁ τῶν χειμαζομένων σωτήρ, ἡ βοήθεια τῶν ἀβοηθή‐ των, ἡ ὁδὸς τῆς ζωῆς, ὁ πάντας πρὸς μετάνοιαν καλῶν καὶ μηδένα τῶν μετα‐ νοούντων ἀποστρεφόμενος. Πρὸς τοῦτον καταφύγωμεν καὶ ἡμεῖς· πάντες γὰρ ὅσοι κατέφυγον ἁμαρ‐
10τωλοὶ πρὸς αὐτὸν σωτηρίας ἔτυχον. Καὶ ἡμεῖς οὖν, ἀδελφοί μου, μὴ ἀπογνῶ‐ μεν τῆς ἑαυτῶν σωτηρίας. Ἡμάρτομεν; Μετανοήσωμεν. Μυριάκις ἡμάρτομεν; Μυριάκις μετανοήσωμεν. Ἐπὶ παντὶ ἔργῳ ἀγαθῷ χαίρει ὁ Θεός, ἐξαιρέτως δὲ ἐπὶ μετανοούσῃ ψυχῇ· ἐπὶ ταύτης γὰρ ὅλος ἐπικάμπτεται, καὶ ὑπτίαις χερσὶν
ὑποδέχεται, καὶ προσκαλεῖται, λέγων· δεῦτε πρός με πάντες οἱ κοπιῶντες, ὅτι105

106

τὸν ἐρχόμενον πρός με οὐ μὴ ἐκβάλω ἔξω. Δεῦτε πάντες οἱ κοπιῶντες καὶ πε‐ φορτισμένοι, κἀγὼ ἀναπαύσω ὑμᾶς εἰς τὴν ἄνω πόλιν, ἔνθα πάντες οἱ ἅγιοί μου ἐν μεγάλῃ χαρᾷ ἀναπαύονται. Δεῦτε εἰς ἐκείνην τὴν χαρὰν τὴν ἀνεκλάλη‐ τον, τὴν ἀνείκαστον, τὴν ἀνεκδιήγητον· εἰς ἐκεῖνα τὰ ἀγαθὰ τὰ ἀνεκδιήγητα,
5εἰς ἃ ἐπιθυμοῦσιν οἱ Ἄγγελοι παρακύψαι· ὅπου οἱ χοροὶ καὶ τὰ τάγματα τῶν δικαίων. Ἐκεῖ ὁ κόλπος τοῦ Ἀβραὰμ ὑποδέχεται τοὺς ὑπομένοντας τὰς θλί‐ ψεις, καθὼς καὶ τόν ποτε πτωχὸν Λάζαρον. Ἐκεῖ ἀνοίγονται οἱ θησαυροὶ τῶν αἰωνίων ἀγαθῶν, ἔνθα ἡ ἄνω Ἱερουσαλήμ, ἡ μήτηρ τῶν πρωτοτόκων· ἐκεῖ ἐν τῇ μακαρίᾳ γῇ τῶν πραέων. Δεῦτε πρός με πάντες, κἀγὼ ἀναπαύσω ὑμᾶς
10ἐκεῖ, ὅπου πάντα ἤρεμα καὶ ἀστασίαστα, ὅπου τὰ φωτεινὰ καὶ θεάρεστα, ὅπου οὐδεὶς ὁ ἀδικῶν οὐδὲ τυραννούμενος, ὅπου οὐκ ἔνι ἁμαρτία οὐδὲ μελάνωσις, ἔνθα φῶς τὸ ἀπρόσιτον καὶ χαρὰ ἀνεκλάλητος. Μακάριοι οἱ πενθοῦντες. Πενθήσατε, μετανοήσατε, ἐπιστρέψατε πρός με,
κἀγὼ ἀναπαύσω ὑμᾶς, ἔνθα οὐκ ἔνι πόνος, οὐδὲ φροντίς, οὐδὲ μέριμνα, οὐδὲ106

107

ὀδυρμός. Ἐπιστρέψατε, υἱοὶ τῶν ἀνθρώπων, κἀγὼ ἀναπαύσω ὑμᾶς, ὅπου οὐκ ἔνι ἄρσεν καὶ θῆλυ, ὅπου οὐκ ἔνι Διάβολος, οὐδὲ θάνατος, οὔτε νηστεία, οὔτε λύπη, οὔτε ἔρις, οὔτε ζῆλος, ἀλλὰ χαρὰ καὶ εἰρήνη καὶ εὐφροσύνη καὶ ἀνάπαυ‐ σις καὶ ἀγαλλίασις. Ἐπιστράφητε πρός με, κἀγὼ ἀναπαύσω ὑμᾶς, ὅπου τὸ ὕ‐
5δωρ τῆς ἀναπαύσεως καὶ τῆς χλόης τόπος, καὶ ἡ παρὰ τοῦ Θεοῦ τῶν ὅλων γε‐ ωργουμένη ἄμπελος. Ἐκεῖ ἡ μακαρία γῆ τῶν πραέων, ἐφ’ ἧς ἐγὼ ἡ ἀληθινὴ ἄμπελος βλαστάνω, ἧς γεωργὸν τὸν Πατέρα ἀκούετε. Δεῦτε πάντες οἱ κοπι‐ ῶντες καὶ πεφορτισμένοι, κἀγὼ ἀναπαύσω ὑμᾶς, ὅπου ἡ ἀκήρατος ζωὴ καὶ ἡ πάσης ἀγαθότητος εὐφροσύνη. Δεῦτε πάντες οἱ κοπιῶντες, κἀγὼ ἀναπαύσω
10ὑμᾶς, ἔνθα τὸ μόνον ἐράσμιον, τὸ διηνεκὲς ἀγαλλίαμα, ἡ ἀΐδιος εὐφροσύνη, τὸ ἀνέσπερον φῶς, ὁ ἄδυτος ἥλιος. Ἄρατε τὸν ζυγόν μου ἐφ’ ὑμᾶς καὶ μάθετε ὅτι πρᾷός εἰμι καὶ ταπεινὸς τῇ καρδίᾳ, καὶ εὑρήσετε ἀνάπαυσιν ταῖς ψυχαῖς ὑμῶν, ἔνθα ἦχος τῶν ἑορταζόντων, ἔνθα οἱ θησαυροὶ τῆς σοφίας καὶ τῆς γνώσεως
ἀπόκρυφοι ἀνακαλύπτονται. Δεῦτε πρός με πάντες, κἀγὼ ἀναπαύσω ὑμᾶς,107

108

ἔνθα μεγάλη δωρεά, ἀνείκαστος χαρά, ἀμετάτρεπτος ἀνάπαυσις, ἀπέραντος εὐ‐ φροσύνη, ἄληκτος ὑμνῳδία, ἀσίγητος δοξολογία, ἀκατάπαυστος εὐχαριστία, ἀδιάλειπτος θεολογία, ἀτελεύτητος βασιλεία, ἄπειρος πλοῦτος, ἀπέραντοι αἰῶνες, ἄβυσσος οἰκτιρμῶν, ἐλέους πέλαγος καὶ φιλανθρωπίας, ἀνθρωπίνοις
5στόμασι λαληθῆναι μὴ δυνάμενα, ἀλλὰ μόνον δι’ αἰνιγμάτων παραδηλούμενα. Ἐκεῖ μυριάδες ἀγέλων, πρωτοτόκων πανηγύρεις, ἀποστόλων θρόνοι, προ‐ φητῶν προεδρίαι, σκῆπτρα πατριαρχῶν, μαρτύρων στέφανοι, δικαίων ἔπαινοι. Ἐκεῖ πάσης ἀρχῆς καὶ ἐξουσίας καὶ τάξεως ὁ μισθὸς ἀπόκειται καὶ ὁ τόπος ἡτοίμασται. Δεῦτε πρός με πάντες οἱ πεινῶντες καὶ διψῶντες τὴν δικαιοσύνην,
10κἀγὼ ἐμπλήσω ὑμᾶς ἀγαθῶν, ἃ ἐποθήσατε· ἃ ὀφθαλμὸς οὐκ εἶδε καὶ οὖς οὐκ ἤκουσε καὶ ἐπὶ καρδίαν ἀνθρώπου οὐκ ἀνέβη. Ταῦτα γὰρ ἡτοίμασα τοῖς μετα‐ νοοῦσιν ἐκ τῆς ὁδοῦ αὐτῶν τῆς πονηρᾶς. Ταῦτα ἡτοίμασα τοῖς ἐλεοῦσι καὶ τοῖς πτωχοῖς τῷ πνεύματι. Ταῦτα ἡτοίμασα τοῖς πενθοῦσιν ἐπὶ μετανοίᾳ. Ταῦτα ἡτοίμασα τοῖς εἰρηνοποιοῖς. Ταῦτα ἡτοίμασα τοῖς δι’ ἐμὲ διωκομένοις καὶ μι‐
15σουμένοις καὶ συκοφαντουμένοις καὶ ὀνειδιζομένοις. Δεῦτε πρός με πάντες οἱ108

109

πεφορτισμένοι, καὶ ἀποτινάξατε καὶ ἀπορρίψατε ἀφ’ ὑμῶν τὸ φορτίον τῶν ἁ‐ μαρτιῶν· οὐδεὶς γὰρ πρός με καταφεύγων ἔμεινε πεφορτισμένος, ἀλλὰ ἀπέρρι‐ ψε τὴν κακὴν συνήθειαν καὶ ἀπέμαθεν ἣν κακῶς ἔμαθε παρὰ τοῦ Διαβόλου τέ‐ χνην· μανθάνει δὲ παρ’ ἐμοῦ τέχνην ἀγαθήν. Οἱ μάγοι προσελθόντες μοι ἀπέρ‐
5ριψαν τὴν μαγείαν καὶ ἔμαθον θεογνωσίαν. Οἱ τελῶναι κατέλιπον τὰ τελώνια καὶ συνεστήσαντο τὰς ἐκκλησίας. Οἱ διῶκται ἐπαύσαντο τοῦ διώκειν καὶ κατε‐ δέξαντο τοῦ διώκεσθαι. Αἱ πόρναι ἐμίσησαν τὴν πορνείαν καὶ ἠγάπησαν τὴν σωφροσύνην. Ὁ λῃστὴς ἀπέθετο τοὺς φόνους, ἀπομαθὼν τὴν λῃστρικὴν τέ‐ χνην, καὶ ἀνέλαβε τὴν εἰλικρινῆ πίστιν, καὶ γέγονε τοῦ παραδείσου οἰκήτωρ.
10Δεῦτε οὖν καὶ ὑμεῖς πρός με, ὅτι τὸν ἐρχόμενον πρός με οὐ μὴ ἐκβάλω ἔξω. Ἠκούσατε, ἀγαπητοί, τὰς χρηστὰς ἐπαγγελίας καὶ τὰς γλυκείας φωνὰς τοῦ σωτῆρος τῶν ψυχῶν ἡμῶν. Τίς οἶδε τοιοῦτον φιλόστοργον πατέρα; Τίς οἶ‐ δε τοιοῦτον χρηστὸν ἰατρόν; Δεῦτε οὖν, προσκυνήσωμεν καὶ προσπέσωμεν αὐ‐
τῷ, ἐξομολογούμενοι τὰς ἁμαρτίας ἡμῶν. Δόξα τῇ αὑτοῦ φιλανθρωπίᾳ. Δόξα109

110

τῇ αὑτοῦ ἀγαθότητι καὶ τῇ αὑτοῦ συγκαταβάσει. Δόξα τοῖς αὑτοῦ οἰκτιρμοῖς. Δόξα τῇ αὑτοῦ βασιλείᾳ. Δόξα, τιμὴ καὶ προσκύνησις τῷ ὀνόματι αὐτοῦ εἰς τοὺς αἰῶνας. Ἀμήν. Πάλιν λέγω, καὶ λέγων οὐ παύσομαι. Μὴ ῥᾳθυμήσωμεν, οἱ ἁμαρτωλοί·
5μὴ δειλιάσωμεν· μὴ ὀκνήσωμεν· μὴ παυσώμεθα βοῶντες πρὸς αὐτὸν νυκτὸς καὶ ἡμέρας μετὰ δακρύων· ἐλεήμων γάρ ἐστι καὶ ἀψευδής, καὶ ποιήσει πάντως τὴν ἐκδίκησιν τῶν βοώντων πρὸς αὐτὸν νυκτὸς καὶ ἡμέρας. Αὐτὸς γάρ ἐστιν ὁ τῶν μετανοούντων Θεός· ὁ Πατὴρ καὶ ὁ Υἱὸς καὶ τὸ Πνεῦμα τὸ Ἅγιον· [ὅτι] αὐτῷ πρέπει δόξα, κράτος, τιμὴ καὶ προσκύνησις εἰς τοὺς αἰῶνας τῶν αἰώνων.
10Ἀμήν.110