TLG 4138 050 :: EPHRAEM SYRUS :: Sermo de communi resurrectione, de paenitentia et de caritate, et in secundum adventum domini nostri Iesu Christi EPHRAEM SYRUS Theol., vel Ephraem Graecus Sermo de communi resurrectione, de paenitentia et de caritate, et in secundum adventum domini nostri Iesu Christi Dup. Assemani, J.S., Sancti patris nostri Ephraem Syri opera omnia, vol. 2 Rome (1732) 209b– 222a. Citation: Page — (line) | ||
47(1t) | Λόγος περὶ τῆς κοινῆς ἀναστάσεως καὶ | |
2t | μετανοίας καὶ ἀγάπης. Καὶ εἰς τὴν δευτέραν | |
---|---|---|
3t | παρουσίαν τοῦ Κυρίου ἡμῶν Ἰησοῦ Χριστοῦ | |
1 | Ἀγαπητοί, μηδὲν προτιμησώμεθα πλέον τῆς ἀνυποκρίτου ἀγάπης· πολ‐ λὰ γὰρ πταίομεν καθ’ ἑκάστην ἡμέραν καὶ ὥραν. Καὶ διὰ τοῦτο τὴν ἀγάπην κτησώμεθα· αὕτη γὰρ καλύπτει πλῆθος ἁμαρτιῶν. Τί γὰρ τὸ ὄφελος, ἀδελφοί, ἐὰν πάντα ἔχωμεν, τὴν δὲ σῴζουσαν ἡμᾶς ἀγάπην οὐκ ἔχωμεν; Τί τὸ ὄφελος, | |
5 | ἐάν τις ἄριστον ποιήσῃ μέγα καὶ καλέσῃ βασιλέα καὶ ἄρχοντας, καὶ πάντα ἑτοι‐ μάσῃ τὰ ἐν ὑπηρεσίᾳ ἐν οὐδενὶ λειπόμενος, ἅλας δὲ οὐκ ἔχῃ; Μὴ δύναται | |
βρωθῆναι ὁ ἄριστος ἐκεῖνος; Οὐ μόνον δὲ τὴν ἔξοδον ἐζημιώθη καὶ τοὺς κόπους | 47 | |
48 | ἀπώλεσεν, ἀλλὰ καὶ ἑαυτῷ ὕβριν προσήνεγκε παρὰ τῶν κεκλημένων. Οὕτως καὶ ἐνταῦθα, ἀδελφοί μου, τί τὸ ὄφελος ἡμᾶς εἰς ἀνέμους κοπιᾶν χωρὶς ἀγάπης; Χωρὶς τῆς ἀγάπης πᾶν ἔργον ἀκάθαρτον· κἂν παρθενίαν τις ἔχῃ, κἂν νηστεύῃ, εἴτε ἀγρυπνῇ, κἂν εὔχηται, κἂν δοχὴν ποιῇ πτωχοῖς, εἴτε | |
5 | δῶρα προσφέρῃ τῷ Θεῷ ἢ ἀπαρχὰς καὶ καρποφορίας, κἂν ἐκκλησίας κτίζῃ, ἢ μεῖζον ἄλλο τι πράττῃ, χωρὶς ἀγάπης πάντα εἰς κενὸν λογισθήσονται παρὰ τῷ Θεῷ· οὐ γὰρ εὐδοκεῖ ἐν αὐτοῖς. Μὴ οὖν βουληθῇς χωρὶς τῆς ἀγάπης ποιῆσαί τι. Ἐὰν δὲ εἴπῃς, κἂν τὸν ἀδελφόν μου μισῶ, ἀλλὰ τὸν Χριστὸν ἀγαπῶ, εὑρί‐ σκῃ ψεύστης. Ἐλέγχει σε Ἰωάννης ὁ Θεολόγος, λέγων ὅτι ὁ μὴ ἀγαπῶν τὸν | |
10 | ἀδελφὸν αὐτοῦ, ὃν ἑώρακε, πῶς δύναται ἀγαπᾶν τὸν Θεόν, ὃν οὐχ ἑώρακε; Φανερὸν οὖν ἐστὶν ὅτι ὁ ἔχων μῖσος κατὰ τοῦ ἀδελφοῦ αὐτοῦ καὶ δοκῶν ἀγαπᾶν τὸν Θεὸν ψεύστης ἐστὶν καὶ ἑαυτὸν φρεναπατᾷ. Λέγει γὰρ πάλιν Ἰωάν‐ νης ὅτι ταύτην τὴν ἐντολὴν ἀπ’ αὐτοῦ ἔχομεν, ἵνα ὁ ἀγαπῶν τὸν Θεὸν ἀγαπᾷ καὶ τὸν ἀδελφὸν αὐτοῦ. Καὶ πάλιν ὁ Κύριος λέγει· ἐν ταύταις ταῖς δυσὶν ἐντο‐ | |
15 | λαῖς ὅλος ὁ νόμος καὶ οἱ προφῆται κρέμανται. | 48 |
49 | Ὢ θαῦμα ἐξαίσιον καὶ παράδοξον! Ὅτι ὁ ἔχων τὴν ἀγάπην ὅλον τὸν νό‐ μον πληροῖ· πλήρωμα γὰρ νόμου ἡ ἀγάπη. Ὢ δύναμις ἀγάπης ἀνείκαστος! Ὢ δύναμις ἀγάπης ἀμέτρητος! Οὐδὲν τῆς ἀγάπης τιμιώτερον, οὔτε ἐν τῷ οὐρανῷ, οὔτε ἐν τῇ γῇ. Αὕτη ἡ θεία ἀγάπη ἐστὶ τὸ κεφάλαιον τῶν ἀρετῶν. Ἡ ἀγάπη | |
5 | αἰτία πάντων τῶν ἀγαθῶν. Ἡ ἀγάπη τὸ ἅλας τῶν ἀρετῶν. Ἡ ἀγάπη τὸ τέλος τοῦ νόμου. Αὕτη ἐνῴκησεν ἐν τῇ καρδίᾳ τοῦ Ἄβελ. Αὕτη τοῖς Πατριάρχαις συν‐ ήργησεν. Αὕτη τὸν Μωυσῆν ἐφύλαξεν. Αὕτη ἐν τοῖς Προφήταις κατεσκήνωσεν. Αὕτη τὸν Δαυῒδ οἰκητήριον τοῦ Ἁγίου Πνεύματος ἐποίησεν. Αὕτη τὸν Ἰὼβ ἐνί‐ σχυσεν. Καὶ τί οὐ λέγω τὰ μείζονα; Αὕτη τὸν Υἱὸν τοῦ Θεοῦ ἐκ τῶν οὐρανῶν | |
10 | πρὸς ἡμᾶς κατήγαγε. Διὰ τῆς ἀγάπης πάντα τὰ ἀγαθὰ ἐφανερώθη. Ὁ θάνατος κατελύθη, ὁ ᾅδης ᾐχμαλωτίσθη, ὁ Ἀδὰμ ἀνακέκληται. Διὰ τῆς ἀγάπης μία ποίμνη γέγονεν Ἀγγέλων καὶ ἀνθρώπων. Διὰ τῆς ἀγάπης ὁ παράδεισος ἠνέῳ‐ κται, ἡ βασιλεία τῶν οὐρανῶν ἐπήγγελται. Αὕτη τοὺς ἁλιεῖς ἐσόφισεν. Αὕτη τοὺς Μάρτυρας ἐνίσχυσεν. Αὕτη τὰς ἐρήμους πολιτείας ἀνέδειξεν. Αὕτη τὰ ὄρη | |
15 | καὶ τὰ σπήλαια ψαλμῳδίας ἐπλήρωσεν. Αὕτη ἐδίδαξεν ἄνδρας τε καὶ γυναῖκας | 49 |
50 | τὴν στενὴν καὶ τεθλιμμένην βαδίζειν ὁδόν. Ἀλλὰ μέχρι τίνος οὐ στήσω τὸν πε‐ ρὶ τῆς ἀγάπης λόγον; Τίς γὰρ ἱκανὸς πάντα διηγήσασθαι τὰ τῆς ἀγάπης κατορ‐ θώματα; Ἀλλὰ οὔτε οἱ Ἄγγελοι κατ’ ἀξίαν διηγήσονται. Ὦ μακαρία ἀγάπη, χορηγὲ πάντων τῶν ἀγαθῶν. Ὧ μακάριοι καὶ τρισ‐ | |
5 | μακάριοι, οἱ τὴν ἀληθινὴν καὶ ἀνυπόκριτον ἀγάπην κτησάμενοι. Καθὼς εἶπεν ὁ Δεσπότης, ὅτι μείζονα ταύτης ἀγάπην οὐδεὶς ἔχει, ἵνα τις τὴν ψυχὴν αὐτοῦ θῇ ὑπὲρ τῶν φίλων αὐτοῦ. Ταύτην τὴν θείαν ἀγάπην ἔχων Παῦλος ὁ ἀπόστολος, ἔλεγεν· ἡ ἀγάπη τῷ πλησίον κακὸν οὐκ ἐργάζεται. Οὐκ ἀποδιδοῖ κακὸν ἀντὶ κακοῦ, οὐ λοιδορίαν ἀντὶ λοιδορίας. Ταύτην ὁ κτησάμενος οὐδενὶ ὑπερηφανεῖ, | |
10 | οὐ φθονεῖ, οὐκ ὀργίζεται, οὐ γογγύζει, οὐ μισεῖ τὸν ἀδελφόν ποτε. Ταύτην ὁ ἔχων οὐ μόνον τοὺς ἀγαπῶντας αὐτὸν ἀγαπᾷ, ἀλλὰ καὶ τοὺς θλίβοντας αὐτόν. Ταύτην τὴν θείαν ἀγάπην ἔχων Στέφανος ὁ πρωτομάρτυς, ὑπὲρ τῶν λιθαζόν‐ των αὐτὸν παρεκάλει τὸν Θεόν, λέγων· Κύριε, μὴ στήσῃς αὐτοῖς τὴν ἁμαρτίαν ταύτην. | |
15 | Μακάριος ὁ ἄνθρωπος ὁ πάντα περιφρονήσας καὶ τὴν ἀγάπην κτησάμε‐ | 50 |
51 | νος. Τούτου ὁ μισθὸς καθ’ ἑκάστην ἡμέραν αὐξάνει. Τούτου ὁ στέφανος ἡτοίμα‐ σται. Τοῦτον πάντες οἱ Ἄγγελοι μακαρίζουσι. Τούτου ὁ Δεσπότης οὐδέποτε χωρίζεται· ὁ Θεὸς γὰρ ἀγάπη ἐστί, καὶ ὁ μένων ἐν τῇ ἀγάπῃ ἐν τῷ Θεῷ μέ‐ νει, καὶ ὁ Θεὸς ἐν αὐτῷ. | |
5 | Καὶ περὶ μὲν τῆς ἀγάπης ταῦτα. Ἡμεῖς δὲ πάλιν ἐπὶ τὸ προκείμενον ἐπα‐ νέλθωμεν, καὶ λαλήσωμεν περὶ μετανοίας καὶ περὶ τῆς μελλούσης κρίσεως. Ταῦτα μελετῶμεν, ἀγαπητοί, νυκτὸς καὶ ἡμέρας, πρὸς τὴν ἐσχάτην ἀποβλέ‐ ποντες ὥραν, καὶ οὐ μὴ λάθησθε τῆς μηδέποτε σβεννυμένης φλογός. Ὁ ψαλ‐ μὸς ἐπὶ τοῦ στόματος ὑμῶν ἀδιαλείπτως ἔστω· Θεὸς γὰρ ὀνομαζόμενος φυγα‐ | |
10 | δεύει τοὺς δαίμονας. Ὅπου ὁ ψαλμός, ἐκεῖ καὶ ὁ Θεός· ὅπου δὲ τὰ διαβολικὰ ᾄσματα, ἐκεῖ ὀργὴ Θεοῦ καὶ οὐαί. Ὅπου ἱεραὶ βίβλοι καὶ ἀναγνώσεις, ἐκεῖ εὐφροσύνη δικαίων καὶ σωτηρία ψυχῶν· ὅπου δὲ κιθάραι καὶ χοροί, ἐκεῖ σκοτι‐ σμὸς ἀνδρῶν τε καὶ γυναικῶν καὶ τοῦ Διαβόλου ἑορτή. Τί οὖν τὸ ὄφελος, ἀ‐ δελφοί, ἔνθεν πρὸς ὥραν χορεύειν καὶ πανηγυρίζειν, ἐκεῖ δὲ κολάζεσθαι εἰς τοὺς | |
15 | αἰῶνας; Ἐννοήσωμεν ὅτι οὐδὲν ἡμᾶς ὠφελήσουσι τὰ πέρατα τῆς γῆς ἐν τῇ ὥρᾳ | 51 |
52 | ἐκείνῃ. Ἐνθυμηθῶμεν ὅτι ἐκεῖ οὐδεὶς δύναται βοηθῆσαι ἄλλον, ἀλλ’ ἕκαστος τὸ ἴδιον φορτίον βαστάζων ἵσταται, ἐκδεχόμενος τὴν ἀπόφασιν τὴν μέλλουσαν ἐξελθεῖν κατ’ αὐτοῦ. Ταῦτα κατὰ νοῦν ἔχοντες, ἀγαπητοί, σωφρόνως καὶ δικαίως καὶ εὐσεβῶς | |
5 | ζήσωμεν ἐν τῷ νῦν αἰῶνι, ὡς ὁ Ἀπόστολος ἐδίδαξε. Καθαρίσωμεν ἑαυτοὺς ἀπὸ παντὸς μολυσμοῦ σαρκὸς καὶ πνεύματος. Ἀποθώμεθα τὰ ἔργα τοῦ σκότους καὶ τὰ τῶν ἐθνῶν σχήματα, καὶ μηκέτι περιπατήσωμεν, καθὼς καὶ τὰ λοιπὰ ἔθνη περιπατοῦσι. Τὰς τῶν Ἁγίων μνείας ἐπιτελοῦντες, μνημονεύσωμεν πάντων τῶν ἐν ἀδυναμίᾳ, χηρῶν, ὀρφανῶν, ξένων, πτωχῶν, τῶν ἐν φυλακαῖς, τῶν ἐν | |
10 | ἐρημίαις καὶ ὄρεσι καὶ σπηλαίοις καὶ ταῖς ὀπαῖς τῆς γῆς. Τὰς ἑορτὰς τιμήσω‐ μεν, ἑορτάζοντες μὴ πανηγυρικῶς, ἀλλὰ θεϊκῶς· μὴ κοσμικῶς, ἀλλ’ ὑπερκο‐ σμίως καὶ χριστιανικῶς. Μὴ πρόθυρα στεφανώσωμεν, μὴ χοροὺς στησώμεθα, μὴ αὐλοῖς καὶ κιθάραις τὴν ἀκοὴν ἡμῶν ἐκθηλύνωμεν, μὴ ἱμάτια μαλακὰ περι‐ | |
βαλώμεθα, μὴ χρυσοῦ περιλάμψεσι, μὴ κώμοις καὶ μέθαις, μὴ κοίταις καὶ | 52 | |
53 | ἀσελγείαις· ἀλλὰ ταῦτα πάντα παρεάσωμεν Ἕλλησι καὶ Ἰουδαίοις. Ἡμεῖς δὲ τῷ τιμίῳ καὶ ζωοποιῷ σταυρῷ τοῦ Σωτῆρος τὰ πρόθυρα ἡμῶν στεφανώσωμεν, λέγοντες μετὰ τοῦ Ἀποστόλου· ἐμοὶ μὴ γένοιτο καυχᾶσθαι, εἰ μὴ ἐν τῷ σταυ‐ ρῷ τοῦ Κυρίου ἡμῶν Ἰησοῦ Χριστοῦ. Καὶ ἐπὶ τῶν θυρῶν ἡμῶν τὸν ζωοποιὸν | |
5 | σταυρὸν καὶ ἐπὶ τῶν μετώπων καὶ ἐπὶ τοῦ στήθους καὶ ἐπὶ τοῦ στόματος καὶ ἐπὶ παντὸς μέλους ἡμῶν τοῦτον ἐνσημειωσώμεθα καὶ αὐτὸν ὁπλισώμεθα, τὸ ἀήττητον ὅπλον τῶν Χριστιανῶν, τὸν νικητὴν τοῦ θανάτου, τὴν ἐλπίδα τῶν πι‐ στῶν, τὸ φῶς τῶν περάτων, τὸν ἀνοίκτην τοῦ παραδείσου, τὸν τῶν αἱρέσεων καταλύτην, τὸ στερέωμα τῆς πίστεως, τὸ μέγα φυλακτήριον καὶ σωτήριον καύ‐ | |
10 | χημα τῶν Ὀρθοδόξων. Τοῦτον, Χριστιανοί, καθ’ ἑκάστην ἡμέραν καὶ νύκτα καὶ ὥραν καὶ στιγμὴν μὴ διαλείπωμεν περιφέροντες ἐν παντὶ τόπῳ. Χωρὶς αὐτοῦ μηδὲν ἐπιτελέσῃς, ἀλλὰ καὶ κοιμώμενος καὶ ἀνιστάμενος καὶ ἐργαζόμε‐ νος καὶ ἐσθίων καὶ πίνων καὶ ὁδεύων καὶ θάλασσαν πλέων καὶ ποταμὸν διαβαί‐ νων, πάντα τὰ μέλη σου τῷ ζωοποιῷ σταυρῷ κατακόσμησον, καὶ οὐ προσελεύ‐ | |
15 | σεται πρὸς σὲ κακά, καὶ μάστιξ οὐκ ἐγγιεῖ ἐν τῷ σκηνώματί σου. Τοῦτον θεω‐ | 53 |
54 | ροῦσαι αἱ ἐναντίαι δυνάμεις φρίττουσαι ὑποχωροῦσιν. Οὗτος καὶ τὴν οἰκουμένην ἡγίασεν· οὗτος τὸ σκότος ἠφάνισε καὶ τὸ φῶς ἐπανήγαγεν· οὗτος τὴν πλάνην κατήργησεν· οὗτος τὰ ἔθνη συνήγαγεν ἀπὸ ἀνατολῶν καὶ δυσμῶν καὶ βορρᾶ καὶ νότου, καὶ εἰς μίαν ἐκκλησίαν καὶ εἰς μίαν πίστιν καὶ εἰς ἓν βάπτισμα ἐν | |
5 | ἀγάπῃ συνέδησε· τὸ ἀκαταμάχητον τεῖχος τῶν Ὀρθοδόξων. Ποῖον στόμα ἢ ποία γλῶσσα ἀξίως ἐγκωμιάσει τὸ ἀκαταμάχητον ὅπλον τοῦ βασιλέως Χριστοῦ; Οὗτός ἐστιν ὁ παγεὶς ἐν τόπῳ κρανίου καὶ εὐθέως βλα‐ στήσας τὸν βότρυν τῆς ζωῆς ἡμῶν. Ἐν τούτῳ τῷ τιμίῳ ὅπλῳ Χριστὸς ὁ Σω‐ τὴρ ἡμῶν διέρρηξε τὴν παμφάγον τοῦ ᾅδου γαστέρα καὶ τὸ πολυμήχανον τοῦ | |
10 | Διαβόλου ἐνέφραξε στόμα. Τοῦτον ἰδὼν ὁ θεήλατος θάνατος πάντας οὓς εἶχεν ἀπὸ τοῦ πρωτοπλάστου ἀπέλυσε. Τούτῳ ὁπλισάμενοι οἱ μακάριοι Ἀπόστολοι, πᾶσαν τὴν δύναμιν τοῦ Ἐχθροῦ κατεπάτησαν. Τοῦτον περιβαλλόμενοι ἀντὶ θώ‐ ρακος οἱ στρατιῶται τοῦ Χριστοῦ καὶ μάρτυρες, πάσας τὰς ἐπινοίας καὶ θράση τῶν τυράννων κατήργησαν. Τοῦτον βαστάζοντες οἱ τῷ κόσμῳ ἀποτασσόμενοι, | |
15 | μετὰ πολλῆς προθυμίας [κατοικοῦσιν] ἐν ὄρεσι καὶ σπηλαίοις καὶ ταῖς ὀπαῖς | 54 |
55 | τῆς γῆς τὰς καταμονὰς ποιοῦνται. Ὢ τῆς ἀμετρήτου ἀγαθότητος τοῦ φιλανθρώπου Θεοῦ! Πόσα ἀγαθὰ ἐδω‐ ρήσατο διὰ τοῦ σταυροῦ τῷ γένει τῶν ἀνθρώπων; Αὐτὸς πάλιν ἐν τῇ συντελείᾳ τοῦ κόσμου, ἐν τῇ δευτέρᾳ παρουσίᾳ τοῦ Κυρίου, πρῶτος μέλλει ἀναφαίνεσθαι | |
5 | ἐν τῷ οὐρανῷ μετὰ δόξης πολλῆς καὶ πλήθους στρατιᾶς Ἀγγέλων, τοὺς μὲν ἐχθροὺς ἐκφοβῶν καὶ ἐκθλίβων, τοὺς δὲ πιστοὺς χαροποιῶν καὶ φωτίζων, καὶ τὴν παρουσίαν μηνύων τοῦ μεγάλου Βασιλέως. Καὶ περὶ μὲν τοῦ τιμίου σταυροῦ ταῦτα καὶ πλείονα τούτων. Τὰ δὲ μετὰ τοῦτον, ἤγουν τὰ ὀπίσω αὐτοῦ ἐρχόμενα, διηγήσομαι ποταπά. Ὑπὲρ λόγον καὶ | |
10 | ἔννοιαν· ὑπερβαίνοντα πᾶσαν διήγησιν καὶ ἐκπλήττοντα πᾶσαν ἀκοήν. Οἴμοι, ἀδελφοί μου φιλόχριστοι! Ἐμνήσθην τῆς ὥρας ἐκείνης καὶ ἐτρόμαξα, καὶ ἐνταῦθα καταπαῦσαι τὸν λόγον ἐβουλήθην ἀπὸ τοῦ πολλοῦ φόβου, ἐνθυμούμε‐ νος τὰ μέλλοντα ἀποκαλύπτεσθαι ὀπίσω τοῦ τιμίου σταυροῦ. Τίς γὰρ αὐτὰ διη‐ | |
γήσεται, ἢ τίς τολμήσει ἐξειπεῖν; Ποῖον στόμα ἀπαγγείλῃ; Ποία δὲ γλῶσσα | 55 | |
56 | φθέγξεται; Ποία δὲ φωνὴ δηλώσει; Ποία δὲ ἀκοὴ χωρήσει ἀκοῦσαι, ἅπερ οὐδὲ οἱ οὐρανοὶ ὑπενεγκεῖν δύνανται; Τοιαῦτα γὰρ μεγάλα καὶ φρικτὰ θαυμάσια οὔτε ἐγένοντο ἐν ὅλαις ταῖς γενεαῖς οὔτε γενήσονται. Καὶ ἄρτι μὲν πολλάκις, ἐὰν ἀστραπὴ ἢ βροντὴ τρανοτέρα γένηται, πάντας ἐκθροεῖ, καὶ πάντες εἰς γῆν | |
5 | ἐπικλινόμενοι δειλιῶντες φρίττομεν. Πῶς δὲ ὑπενέγκωμεν τότε, ὅταν ἀκούσω‐ μεν τῆς φωνῆς τῆς σάλπιγγος φοβερὸν κεκραγυίας καὶ ἐξυπνιζούσης τοὺς ἀπ’ αἰῶνος κεκοιμημένους δικαίους τε καὶ ἁμαρτωλούς! Τότε ἐν τῷ ᾅδῃ τὰ ὀστᾶ τῆς ἀνθρωπίνης φύσεως, ἀκούσαντα τῆς φωνῆς τῆς σάλπιγγος, περιτρέχουσι μετὰ σπουδῆς, ζητοῦντα τὰς ἑαυτῶν ἁρμονίας. Ὅταν ἴδωμεν πᾶσαν ἀνθρωπί‐ | |
10 | νην φύσιν ἀνισταμένην, ἕκαστον ἐκ τοῦ τόπου αὐτοῦ, καὶ ἐπισυναγομένους ἀπὸ τῶν περάτων τῆς γῆς πρὸς τὸ κριτήριον, ποῖος φόβος, ποταπὴ δὲ φρίκη λήψε‐ ται ἡμᾶς; Κελεύει γὰρ ὁ μέγας Βασιλεύς, καὶ εὐθέως μετὰ τρόμου καὶ σπουδῆς δώσει ἡ γῆ τοὺς νεκροὺς αὐτῆς, ἡ θάλασσα τοὺς ἑαυτῆς νεκρούς, καὶ ὁ ᾅδης τοὺς ἰδίους νεκρούς· καὶ εἴτε θηρίον ἥρπασεν, ἢ ἰχθὺς ἐμέλισεν, εἴτε ὄρνεον | |
15 | διήρπασε, πάντες ἐν ῥιπῇ ὀφθαλμοῦ παραστήσονται, καὶ θρὶξ μία οὐκ ἀπολει‐ | |
φθήσεται. | 56 | |
57 | Ὅταν ἴδωμεν τὸν πύρινον ποταμὸν ἐξερχόμενον ἀπὸ ἀνατολῶν μετὰ θυ‐ μοῦ, ὥσπερ ἀγρίαν θάλασσαν, καὶ κατεσθίοντα τὰ ὄρη καὶ τὰς νάπας, καὶ κα‐ τακαίοντα πᾶσαν τὴν γῆν καὶ τὰ ἐν αὐτῇ ἔργα, τότε, ἀγαπητοί, ἐκ τοῦ πυρὸς ἐκείνου αἱ πηγαὶ ἐκλείπουσιν, οἱ ποταμοὶ ἀφανίζονται, ἡ θάλασσα ξηραίνεται, ὁ | |
5 | ἀὴρ κλονεῖται, τὰ ἄστρα πίπτουσιν ἐκ τοῦ οὐρανοῦ, ὁ ἥλιος ἐκλείπει, ἡ σελήνη μεταβάλλεται εἰς αἷμα, ὁ οὐρανὸς εἱλίσσεται ὡς βιβλίον. Ὅταν δὲ θεωρήσωμεν τοὺς Ἀγγέλους ἀποστελλομένους καὶ περιτρέχοντας μετὰ σπουδῆς καὶ ἐπισυνά‐ γοντας τοὺς ἐκλεκτοὺς δούλους τοῦ Θεοῦ ἀπ’ ἄκρων οὐρανοῦ ἕως ἄκρων αὐτοῦ· ὅταν ἴδωμεν οὐρανὸν καινὸν καὶ γῆν καινήν· ὅταν ἴδωμεν τὸν φοβερὸν | |
10 | θρόνον ἑτοιμαζόμενον· ὅταν θεωρήσωμεν τὸ σημεῖον τοῦ Υἱοῦ τοῦ ἀνθρώπου ἀναφανὲν ἐν τῷ οὐρανῷ, τὸν τίμιον καὶ ζωοποιὸν σταυρὸν φωτίζοντα πάντα τὰ πέρατα τῆς γῆς, τότε πάντες θεωροῦντες ἐν τῷ ὕψει φανὲν τὸ βασιλικὸν τοῦτο καὶ φοβερὸν σκῆπτρον, ἐπιγινώσκει ἕκαστος ὅτι εὐθέως ὀπίσω τούτου ὁ Βασι‐ λεὺς μέλλει ἀναφαίνεσθαι ἐν ἐκείνῃ τῇ ὥρᾳ. | |
15 | Τίς ἄρα ἀπαντήσεται τῷ Χριστῷ καὶ ἀπολογήσεται; Καὶ ἐὰν σύνοιδεν | 57 |
58 | ἑαυτῷ πταίσματα ἢ παραπτώματα, ἵσταται γυμνὸς καὶ τεθλιμμένος, ἐκδεχόμε‐ νος τὴν ἀπόφασιν τὴν μέλλουσαν ἐξελθεῖν κατ’ αὐτοῦ. Ἕκαστος γὰρ θεωρεῖ τὰ ἴδια ἔργα αὐτοῦ πρὸ προσώπου αὐτοῦ ἱστάμενα, κἄν τε ἀγαθά, κἄν τε φαῦλα. Τότε οἱ τὴν στενὴν καὶ τεθλιμμένην ὁδὸν βαδίσαντες, καὶ πάντες οἱ γνησίως | |
5 | μετανοήσαντες, καὶ πάντες οἱ ἐλεήμονες καὶ ξενοδόχοι ἵστανται ἱλαροί, μετὰ πάσης χαρᾶς προσδεχόμενοι τὴν μακαρίαν ἐλπίδα καὶ ἐπιφάνειαν τῆς δόξης τοῦ μεγάλου Θεοῦ καὶ Σωτῆρος ἡμῶν Ἰησοῦ Χριστοῦ. Ἔρχεται γὰρ ἵνα στεφα‐ νώσῃ τοὺς ἀγωνιζομένους ἐν ἀγρυπνίαις καὶ προσευχαῖς καὶ νηστείαις καὶ ψαλ‐ μῳδίαις. Ἔρχεται ἵνα μακαρίσῃ τοὺς πενθήσαντας ἐπὶ τοῖς παραπτώμασιν αὐ‐ | |
10 | τῶν. Ἔρχεται ἵνα εὐφράνῃ τοὺς ἐλεήμονας. Ἔρχεται ἵνα ὑψώσῃ τοὺς πτωχεύ‐ σαντας διὰ τὸ ὄνομα αὐτοῦ· τοὺς μὴ ἀγαπήσαντας τὸν κόσμον καὶ τὰ ἐν κό‐ σμῳ, ἀλλὰ πάντα καταλιπόντας καὶ αὐτῷ μόνῳ ἀκολουθήσαντας. Ἔρχεται οὐκέτι ἀπὸ γῆς, ἀλλ’ ἐξ οὐρανοῦ, ὡς ἀστραπὴ φοβερά. Τότε γίνεται κραυγὴ μεγάλη λέγουσα· ἰδοὺ ὁ Νυμφίος ἔρχεται! Ἰδοὺ ὁ Κριτὴς παραγίνεται! Ἰδοὺ ὁ | |
15 | Δικαστὴς τῶν δικαστῶν ἀποκαλύπτεται! Ἰδοὺ ὁ τῶν ὅλων Θεὸς παραγίνεται | 58 |
59 | κρῖναι τὴν οἰκουμένην καὶ ἀποδοῦναι ἑκάστῳ κατὰ τὰ ἔργα αὐτοῦ! Τότε, ἀδελφοί μου ἀγαπητοί, ἐκ τῆς κραυγῆς ἐκείνης τρομάξουσιν οἱ νε‐ φροὶ τῆς γῆς ἀπὸ περάτων ἕως περάτων, καὶ θάλασσα καὶ πᾶσαι ἄβυσσοι. Τό‐ τε, ἀγαπητοί, φόβος καὶ τρόμος καὶ ἔκστασις λήψεται πάντα ἄνθρωπον ἐκ τῆς | |
5 | κραυγῆς καὶ τοῦ ἤχου τῆς σάλπιγγος καὶ τῆς προσδοκίας τῶν ἐπερχομένων τῇ οἰκουμένῃ. Τότε αἱ δυνάμεις τῶν οὐρανῶν σαλευθήσονται. Τότε προβαδίσουσιν ἀστραπαί. Προτρέχουσι στρατιαὶ Ἀγγέλων. Οἱ τῶν Ἀρχαγγέλων χοροὶ ἑτοι‐ μάζονται. Τὰ Χερουβεὶμ καὶ τὰ Σεραφεὶμ τὰ πολυόμματα ἐν ἰσχύϊ καὶ βοᾷ κράζουσιν· ἅγιος, ἅγιος, ἅγιος Κύριος Σαβαώθ, ὁ ὢν καὶ ὁ ἦν καὶ ὁ ἐρχόμε‐ | |
10 | νος, ὁ παντοκράτωρ. Τότε πᾶν κτίσμα ἐν οὐρανῷ καὶ ἐπὶ γῆς ἐν δυνάμει κρά‐ ζουσιν· εὐλογημένος ὁ ἐρχόμενος ἐν ὀνόματι Κυρίου. Τότε σχισθήσονται οἱ οὐρανοὶ καὶ ἀποκαλυφθήσεται ὁ τῶν βασιλέων Βασιλεὺς καὶ Ἄρχων τῶν ἀρ‐ χόντων, ὡς ἀστραπὴ φοβερά, μετὰ δυνάμεως πολλῆς καὶ δόξης ἀνεικάστου. | |
Καὶ ὄψεται αὐτὸν πᾶς ὀφθαλμός, καὶ οἵτινες αὐτὸν ἐξεκέντησαν, καὶ κόψονται | 59 | |
60 | ἐπ’ αὐτῷ πᾶσαι αἱ φυλαὶ τῆς γῆς. Τότε ὁ οὐρανὸς καὶ ἡ γῆ εἰς φυγὴν τραπή‐ σονται, καθὼς ὁ Ἰωάννης προεδήλωσε, λέγων· εἶδον θρόνον λευκὸν μέγαν, καὶ τὸν καθήμενον ἐπ’ αὐτόν· οὗ ἀπὸ προσώπου αὐτοῦ ἔφυγεν ὁ οὐρανὸς καὶ ἡ γῆ. Φεῦ, ἁμαρτωλοὶ δὲ ποῦ στησόμεθα! Τότε καθίσει ἐπὶ θρόνου δόξης αὐτοῦ, | |
5 | καθὼς εἴρηκε, καὶ συναχθήσονται ἔμπροσθεν αὐτοῦ πάντα τὰ ἔθνη. Ποταπὴ ἆρα ψυχὴ μέλλει εὑρεθῆναι, ἵνα δυνηθῇ ὑπομεῖναι, ὅτε τεθῶσι θρόνοι, καὶ κρι‐ τήριον καθίσει, καὶ βίβλοι ἀνοιχθῶσι; Τότε θεασόμεθα τὰς ἀναριθμήτους τῶν Ἀγγέλων δυνάμεις παρεστώσας κύκλῳ ἐν φόβῳ. Τότε ἑνὸς ἑκάστου τὰ ἔργα ἐπὶ Ἀγγέλων καὶ ἀνθρώπων ἀναγινώσκονται καὶ θριαμβεύονται. Τότε πλη‐ | |
10 | ροῦται ἡ προφητεία Δανιήλ, ἡ λέγουσα· ἐγὼ Δανιὴλ ἐθεώρουν, ἕως οὗ θρόνοι ἐτέθησαν, καὶ ὁ παλαιὸς ἡμερῶν ἐκάθισε. Τὸ ἔνδυμα αὐτοῦ λευκὸν ὡσεὶ χιών· ἡ θρὶξ τῆς κεφαλῆς αὐτοῦ ὡσεὶ ἔριον καθαρόν· ὁ θρόνος αὐτοῦ φλὸξ πυρός· οἱ τροχοὶ αὐτοῦ πῦρ φλέγον· ποταμὸς πυρὸς εἷλκεν ἔμπροσθεν αὐτοῦ· χίλιαι χι‐ λιάδες ἐλειτούργουν αὐτῷ καὶ μύριαι μυριάδες παρεστήκεσαν αὐτῷ· κριτήριον | |
15 | ἐκάθισε, καὶ βίβλοι ἠνεῴχθησαν. | 60 |
61 | Μέγας ὁ φόβος, ἀδελφοί, ἐν τῇ ὥρᾳ ἐκείνῃ, ὅτε ἀνοιχθῶσιν ἐκεῖναι αἱ φοβεραὶ βίβλοι, ἔνθα γεγραμμένα εἰσὶ τὰ ἔργα ἡμῶν καὶ οἱ λόγοι ἡμῶν, καὶ ἃ ἐπράξαμεν ἐν τῷ βίῳ τούτῳ, καὶ ἐνομίσαμεν λαθεῖν τὸν Θεὸν τὸν ἐτάζοντα καρδίας καὶ νεφρούς. Ἐκεῖ ἀναγέγραπται πᾶσα πρᾶξις καὶ ἐνθύμησις ἀνθρώ‐ | |
5 | πων, κἄν τε ἀγαθὰ κἄν τε φαῦλα. Ὤ, πόσων δακρύων χρῄζομεν διὰ τὴν ὥραν ἐκείνην ἣν ἀμελοῦμεν! Διὰ γὰρ τῶν δακρύων καὶ ἐλεημοσυνῶν δυνάμεθα ἐξαλεῖψαι τὰ γεγραμμένα ἐγκλή‐ ματα. Ὤ, πόσα στενάξομεν καὶ ἐλεεινὰ δακρύσομεν, ὅταν ἴδωμεν τὴν οὐρανῶν βασιλείαν ἀπόρρητον! Καὶ πάλιν ἐκ τοῦ ἄλλου μέρους θεασόμεθα τὰς φοβερὰς | |
10 | κολάσεις φαινομένας· μέσον δὲ τούτων πᾶσαν φύσιν ἀνθρώπων, ἀπὸ τοῦ πρω‐ τοπλάστου Ἀδὰμ ἕως τοῦ γεννηθέντος πάντων ὕστερον, καὶ πάντας προσκυ‐ νοῦντας ἐπὶ πρόσωπον! Τότε πληρωθήσεται ὁ λόγος ὁ γεγραμμένος· ζῶ ἐγώ, λέγει Κύριος, ὅτι ἐμοὶ κάμψει πᾶν γόνυ. Καὶ πάλιν ὁ Ἀπόστολος· ἐν τῷ ὀνό‐ ματι Ἰησοῦ Χριστοῦ πᾶν γόνυ κάμψει ἐπουρανίων καὶ ἐπιγαίων καὶ καταχθο‐ | |
15 | νίων, καὶ πᾶσα γλῶσσα ἐξομολογήσεται, ὅτι Κύριος Ἰησοῦς Χριστὸς εἰς δόξαν | 61 |
62 | Θεοῦ Πατρός. Ἀμήν. Ἐρώτησις. Ἠρώτησαν αὐτὸν οἱ φιλόχριστοι ἀκροαταί· διδάσκαλε, εἰπὲ ἡμῖν καὶ τὰ τούτοις ἀκόλουθα, καὶ πῶς ἐπερωτῶνται. Ἀπόκρισις. Τότε, ἀδελφοί μου φιλόχριστοι, πᾶσα ἡ ἀνθρωπότης ἱσταμέ‐ | |
5 | νη μέσον τῆς βασιλείας καὶ τῆς κρίσεως, μέσον ζωῆς καὶ θανάτου, μέσον χαρᾶς καὶ ἀνάγκης· καὶ πάντες κάτω νεύοντες βλέπουσι τοὺς ἔμπροσθεν τοῦ βήματος παρισταμένους καὶ ἐπερωτωμένους, καὶ μάλιστα τοὺς ἐν ἀμελείᾳ ζήσαντας. Καὶ ταῦτα θεωροῦντες, πάλιν κάτω νεύοντες ἐνθυμοῦνται τὰς πράξεις αὐτῶν. Ἀλλὰ καὶ βλέπει ἕκαστος τὰ ἴδια ἔργα ἔμπροσθεν αὐτοῦ ἱστάμενα, εἴτε ἀγαθὰ εἴτε | |
10 | φαῦλα· ἕκαστος ἃ προέπεμψε. Τότε οἱ φαῦλα πράξαντες καὶ μὴ μετανοήσαντες ὀδυρόμενοι λέγουσιν· ὤ, πῶς οὐκ ἠγωνισάμεθα οἱ ἄθλιοι, ἀλλ’ ἐν ἀμελείᾳ τὸν καιρὸν ἀπωλέσαμεν, παίζοντες καὶ παιζόμενοι; Πῶς οὐκ ἠγρυπνήσαμεν; Διατί οὐκ ἐνηστεύσαμεν; Διατί οὐκ ἠλεήσαμεν πτωχούς; Διατί ἐφθονήσαμεν οἱ ἄθλιοι καὶ ἐπράξαμεν κακά; Διατί οὐ μετενοήσαμεν, ὡς καιρὸς ἦν μετανοίας, ἀλλὰ | |
15 | γελῶντες καὶ τρυφῶντες καὶ μετεωριζόμενοι ἐτελέσαμεν; Ὅτε μετανοίας καιρὸς | 62 |
63 | οὐκέτι ἐστί, τί ποιήσωμεν; Ὅτι ἔφθασεν ἡ φοβερὰ ἡμέρα καὶ ὥρα, ἣν ἠκούσα‐ μεν πολλάκις καὶ ἐγελῶμεν. Τί ποιήσωμεν οἱ ἐλεεινοί, ὅτι αἱ βίβλοι ἠνεῴχθη‐ σαν καὶ κρίνουσιν ἅπαντας; Ταῦτα αὐτῶν διαλογιζομένων, ἀκούουσι τῆς φωνῆς τοῦ Κριτοῦ φοβερῶς κεκραγότος καὶ λέγοντος· δείξατε τὰ ἔργα ὑμῶν καὶ λάβε‐ | |
5 | τε τὸν μισθόν. Ἐν δὲ τῇ ὥρᾳ ἐκείνῃ σαλευθήσονται πάντα τὰ τάγματα τῶν Χριστιανῶν· ἀρχιερεῖς καὶ διάκονοι καὶ τὰ λοιπὰ τάγματα τῆς Ἐκκλησίας. Ἕ‐ καστος γάρ, ὡς λέγει ὁ Ἀπόστολος, ἐγείρεται ἐν τῷ ἰδίῳ τάγματι δοῦναι λό‐ γον τῷ Θεῷ. Τότε σαλευθήσονται 〈φόβῳ〉 βασιλεῖς καὶ δυνάσται, σοφοὶ καὶ πλούσιοι καὶ πένητες, διότι ἐπέστη ἡ ὥρα, ἵνα θερίσῃ ἕκαστος ὃ ἔσπειρεν. | |
10 | Ἐρώτησις. Ἠρώτησαν οἱ φιλόχριστοι ἀκροαταί· εἰπὲ ἡμῖν καὶ μετὰ ταῦ‐ τα, δοῦλε τοῦ Θεοῦ, τί μέλλουσιν ἀκούειν ἢ παθεῖν. Ἀπόκρισις. Οἴμοι, ἀδελφοί μου φιλόχριστοι! Θέλω εἰπεῖν καὶ τὰ μετὰ ταῦτα, καὶ ἐκ τοῦ φόβου ἀνακόπτομαι! Ἡ φωνή μου ἐκλείπει, τὰ δάκρυά μου προτρέχουσι, καὶ ἰλιγγιῶ! Φρικτὸν γὰρ τὸ διήγημα. | |
15 | Ἐρώτησις. Οἱ φιλόχριστοι· εἰπὲ διὰ τὸν Κύριον πρὸς ἡμετέραν ὠφέλειαν. | 63 |
64 | Ὁ διδάσκαλος λέγει· τότε, φιλόχριστοι, ἐρευνᾶται ἑκάστου ἡ σφραγὶς τοῦ Χριστιανισμοῦ, ἣν ἔλαβεν ἕκαστος ἐν τῇ καθολικῇ Ἐκκλησίᾳ διὰ τοῦ βαπτίσμα‐ τος, καὶ ἀπαιτεῖται ἕκαστος τὴν πίστιν ἀμίαντον καὶ τὴν σφραγῖδα ἄθραυστον καὶ τὸν χιτῶνα ἀμόλυντον, καὶ τὴν καλὴν ὁμολογίαν ἣν ὡμολόγησεν ἐπὶ πολ‐ | |
5 | λῶν μαρτύρων, λέγων· ἀποτάσσομαι τῷ Σατανᾷ καὶ πᾶσι τοῖς ἔργοις αὐτοῦ· οὐχὶ ἑνὶ ἢ δύο ἢ πέντε, ἀλλὰ πᾶσι τοῖς ἔργοις τοῦ Διαβόλου. Ταύτην οὖν τὴν καλὴν ἀποταγὴν ἀπαιτούμεθα ἐν τῇ ὥρᾳ ἐκείνῃ· καὶ μακάριος ὅστις ἐφύλαξε, καθὼς καὶ συνετάχθη. Δι’ ἑνὸς γὰρ ῥήματος ἀποτάσσεται πᾶσι τοῖς ἔργοις τοῦ Διαβόλου· μοιχείαν τὴν βδελυρωτάτην, πορνείαν, φόνους, ἀκαθαρσίαν, φθόνον, | |
10 | κλοπήν, λοιδορίαν, πικρίαν, θυμόν, ἀργολογίαν, μέθην, μνησικακίαν, ζῆλον, ὑπερηφανίαν, βλακείαν, γέλωτα, κιθαρισμούς, ὀρχησμούς, χοραυλίας, κατα‐ λέγματα, τραγῳδίας, τὰ ᾄσματα τῶν δαιμόνων, πλεονεξίαν, μισαδελφίαν, τὰ ἔσχατα πάντων τῶν κακῶν, πρωτομαντίαν, εἰδωλολατρίαν, φαρμακείαν. Ταῦ‐ τα καὶ τὰ τούτοις ὅμοια ἀποτάσσεται πᾶς Χριστιανὸς ἐπὶ τῆς ἁγίας κολυμβή‐ | |
15 | θρας. Ταύτην τὴν ἀποταγὴν ἀπαιτούμεθα ἐν τῇ ὥρᾳ ἐκείνῃ. | 64 |
65 | Ἐρώτησις. Οἱ φιλόχριστοι· εἰπὲ ἡμῖν καὶ τὰ τούτοις ἀκόλουθα, καὶ πῶς ἐπερωτῶνται. Ὁ διδάσκαλος λέγει· λαλήσω ἐν ὀδύνῃ, καὶ εἴπω ἐν στεναγμοῖς μετὰ δα‐ κρύων· οὐ γάρ ἐστι δυνατὸν ἐκεῖνα χωρὶς δακρύων διηγήσασθαι, καθότι τὰ | |
5 | ἔσχατά εἰσι. Τότε, φιλόχριστοι, μετὰ τὸ ἐρευνᾶσθαι καὶ ἐξετασθῆναι πάντας, καὶ πάντων τὰ ἔργα δημοσιευθῆναι ἐπὶ Ἀγγέλων καὶ ἀνθρώπων, καὶ καταρ‐ γηθῇ πᾶσα ἀρχὴ καὶ ἐξουσία καὶ δύναμις, καὶ πάντες οἱ ἐχθροὶ τεθῶσιν ὑπὸ τοὺς πόδας αὐτοῦ· τότε λοιπόν, καθὼς εἶπεν ὁ Κύριος, ἀφορίζει αὐτοὺς ἀπ’ ἀλλήλων, ὥσπερ ὁ ποιμὴν ἀφορίζει τὰ πρόβατα ἀπὸ τῶν ἐρίφων· καὶ στήσει τὰ | |
10 | μὲν πρόβατα ἐκ δεξιῶν αὐτοῦ. Τὰ πρόβατα, τὰ ἔχοντα τοὺς καλοὺς καρπούς· τὰ πρόβατα, τὰ γινώσκοντα τὸν Ποιμένα· τὰ πρόβατα, 〈τὰ〉 ἐσφραγισμένα, τὰ φυλάξαντα τὴν σφραγῖδα ἄθραυστον· τὰ πρόβατα, τὰ ἀκολουθήσαντα τὸν Ποι‐ μένα τὸν μέγαν, τὸν εἰπόντα, δεῦτε ὀπίσω μου· τὰ πρόβατα, τὰ μὴ μιάναντα τὴν ἁγίαν πίστιν μετὰ τῶν βλασφήμων αἱρετικῶν. Ταῦτα τὰ πρόβατα στήσει ἐκ | |
15 | δεξιῶν αὐτοῦ, τὰ δὲ ἐρίφια ἐξ εὐωνύμων. Ταῦτα τὰ ἐρίφιά εἰσιν ὅσοι καρπὸν | 65 |
66 | οὐκ ἔχουσιν· ὅσοι τὸν Ποιμένα παρώξυναν. Οὗτοί εἰσι τὰ ἐρίφια, τὰ νεμόμενα μετὰ τῶν αἱρετικῶν καὶ τὴν ἁγίαν πίστιν μιαίνοντα· οἵτινες ἐσκίρτησαν, ἐτρύ‐ φησαν, ἐχόρευσαν, καὶ σωρεύσαντες τὸ οὐαὶ ἐξῆλθον ἐκ τοῦ βίου, παντὸς ἔργου ἀγαθοῦ ἔρημοι, πάσης ἀκαθαρσίας πεπληρωμένοι. Οὓς ἰδὼν ὁ Θεὸς ἀποστρέ‐ | |
5 | φει τοὺς ὀφθαλμοὺς αὐτοῦ ἀπ’ αὐτῶν, καὶ στήσει αὐτοὺς ἐξ ἀριστερῶν. Τότε λέγει τοῖς ἐκ δεξιῶν αὐτοῦ· δεῦτε οἱ εὐλογημένοι τοῦ Πατρός μου, κληρονομή‐ σατε τὴν ἐπηγγελμένην ὑμῖν βασιλείαν. Δεῦτε οἱ υἱοὶ τοῦ φωτός μου. Δεῦτε οἱ εὐλογημένοι τῆς ἐμῆς βασιλείας κληρονόμοι. Δεῦτε οἱ δι’ ἐμὲ πτωχεύσαντες καὶ πεινάσαντες καὶ διψήσαντες· οἱ μὴ ἀγαπήσαντες τὸν κόσμον, μηδὲ τὰ ἐν | |
10 | κόσμῳ. Δεῦτε οἱ δι’ ἐμὲ καταλιπόντες πᾶσαν χώραν καὶ χαρὰν τοῦ κόσμου· συγγενεῖς καὶ φίλους καὶ γονεῖς καὶ τέκνα. Δεῦτε οἱ ἐν ἐρημίαις καὶ ὄρεσι καὶ σπηλαίοις καὶ ταῖς ὀπαῖς τῆς γῆς οἱ μετὰ τῶν θηρίων οἰκήσαντες· οἰκήσατε μετὰ Ἀγγέλων ἐν οὐρανοῖς. Δεῦτε πάντες οἱ ἐλεήμονες καὶ ξενοδόχοι. Δεῦτε πάντες οἱ τὴν στενὴν καὶ τεθλιμμένην ὁδὸν βαδίσαντες. Δεῦτε οἱ εὐλογημένοι | |
15 | τοῦ Πατρός μου, κληρονομήσατε τὴν ἡτοιμασμένην ὑμῖν βασιλείαν ἀπὸ κατα‐ | 66 |
67 | βολῆς κόσμου. Τότε λέγει καὶ τοῖς ἐξ ἀριστερῶν· πορεύεσθε ἀπ’ ἐμοῦ πάντες οἱ κατηραμένοι εἰς τὸ πῦρ τὸ ἐξώτερον. Πορεύεσθε ἀπ’ ἐμοῦ οἱ μεμισημένοι καὶ ἀνελεήμονες καὶ μισάδελφοι καὶ μισόχριστοι. Οὐκ ἠλεήσατε, οὐκ ἐλεηθήσεσθε. Οὐκ ἠκούσατέ μου τῶν ἀχράντων Εὐαγγελίων καὶ τῶν μακαρίων μου μα‐ | |
5 | θητῶν, οὐδὲ ἐγὼ εἰσακούσομαι τῶν θρήνων ὑμῶν. Ἐτρυφήσατε ἐπὶ τῆς γῆς· ἀπελαύσατε τὰ ἀγαθὰ ἐν τῇ ζωῇ ὑμῶν. Ἐκεῖ καθ’ ἑκάστην διὰ τῶν Γραφῶν ἐβόων, καὶ ἀκούοντες ἐχλευάζετε τοὺς ἀναγινώσκοντας. Καὶ νῦν λέγω· οὐκ οἶδα ὑμᾶς. Πορεύεσθε ἀπ’ ἐμοῦ οἱ κατηραμένοι εἰς τὸ πῦρ τὸ ἐξώτερον καὶ αἰώ‐ νιον, τὸ ἡτοιμασμένον τῷ Διαβόλῳ καὶ τοῖς ἀγγέλοις αὐτοῦ. Τότε ἀπελεύσον‐ | |
10 | ται οὗτοι εἰς κόλασιν αἰώνιον, οἱ δὲ δίκαιοι εἰς ζωὴν αἰώνιον. Ἐρώτησις. Οἱ φιλόχριστοι εἶπον· εἰς μίαν κόλασιν ἀποτρέχονται πάντες, ἢ διάφοροι κολάσεις εἰσίν; Ἀπόκρισις. Ὁ διδάσκαλος λέγει· διάφοροι κολάσεις εἰσί, καθὼς ἐν τῷ | |
Εὐαγγελίῳ ἠκούσατε. Ἔστιν οὖν σκότος ἐξώτερον ἐν τῇ ἰδίᾳ χώρᾳ· γέεννα | 67 | |
68 | πυρὸς τόπος ἄλλος· βρυγμὸς ὀδόντων τόπος ἴδιος· ὁ σκώληξ ὁ ἀκοίμητος ἐν ἑτέρῳ τόπῳ· ἡ λίμνη τοῦ πυρὸς τόπος ἕτερος· ὁ τάρταρος τόπος ἴδιος· τὸ ἄσβε‐ στον πῦρ ἐν ἰδίᾳ χώρᾳ· ὁ πύρινος ποταμὸς ἀλλαχοῦ. Ἐν ταύταις ταῖς κολάσεσι καταμερίζονται οἱ ἐλεεινοί, ἕκαστος πρὸς ἀναλογίαν τῶν πταισμάτων αὐτοῦ. | |
5 | Καὶ ὥσπερ εἰσὶ διαφοραὶ ἁμαρτιῶν, οὕτως εἰσὶ διάφοροι κολάσεις. Ἐρώτησις. Οἱ φιλόχριστοι· εἰπὲ ἡμῖν καὶ τὴν διαφορὰν τῶν κολάσεων. Ἀπόκρισις. Ὁ διδάσκαλος λέγει· ἄλλως κολάζεται ὁ μοιχός, καὶ ἄλλως ὁ πόρνος, καὶ ἄλλως ὁ φονεύς, καὶ ἄλλως ὁ κλέπτης, καὶ ἄλλως ὁ μέθυσος. Οἱ δὲ ἐν αἱρέσεσι συμμιαινόμενοι ἀκούσουσι· ἀρθήτω ὁ ἀσεβής, ἵνα μὴ ἴδῃ τὴν | |
10 | δόξαν Κυρίου. Οἱ δὲ ἔχοντες ἔχθραν κατ’ ἀλλήλων, καὶ συμβῇ αὐτοὺς ἐξελθεῖν ἐκ τοῦ βίου, ἀπαραίτητον κρῖμα εὑρήσουσι, καὶ ὡς μεμισημένοι εἰς τὸ ἐξώτερον πέμπονται σκότος, ὡς τὸν Χριστὸν μισήσαντες, τὸν εἰπόντα· ἀγαπᾶτε ἀλλήλους | |
καὶ συγχωρεῖτε. Οὐαὶ τότε τῷ φιλοπόρνῳ· οὐαὶ τῷ μοιχῷ· οὐαὶ τῷ μεθύσῳ· | 68 | |
69 | οὐαὶ τοῖς φαρμακοῖς καὶ τοῖς μάντεσι· οὐαὶ τοῖς τὰ γραπτὰ ποιοῦσι καὶ γοητείας καὶ μαγείας καὶ περιεργίας· οὐ μόνον τοῖς ποιοῦσιν, ἀλλὰ καὶ τοῖς προστρέχου‐ σιν αὐτοῖς. Οὐαὶ οἱ τὸν οἶνον πίνοντες μετὰ τυμπάνων καὶ χορῶν. Οὐαὶ τοῖς συμμιαινομένοις μετὰ τῶν βλασφήμων αἱρετικῶν. Οὐαὶ τοῖς ἐνυβρίζουσι τὰς | |
5 | θείας Γραφάς. Οὐαὶ τοῖς ἀπολοῦσι τὸν τῆς μετανοίας καιρὸν εἰς γελοῖα καὶ με‐ τεωρισμούς· ζητήσουσι γὰρ μετὰ δακρύων πικρῶν τοὺς καιρούς, οὓς κακῶς ἐδαπάνησαν, καὶ οὐ μὴ εὕρωσιν. Οὐαὶ τοῖς δικαιοῦσι τὸν ἀσεβῆς ἕνεκεν δώρων. Οὐαὶ τοῖς ἁρπάζουσι τὰ ἀλλότρια. Καὶ ἵνα συντόμως εἴπω· οὐαὶ πᾶσι τοῖς ἐξ ἀριστερῶν λαχοῦσιν, ὅταν ἀκούσωσι τὸ πορεύεσθε ἀπ’ ἐμοῦ, καί, ἀπέλθατε, | |
10 | κατηραμένοι καὶ μεμισημένοι, εἰς τὰ ἔργα ὑμῶν· οὐκ οἶδα ὑμᾶς. Καὶ εὐθέως ταράσσονται καὶ ἀπέρχονται καὶ ἀπελαύνονται ἀπὸ τοῦ βήματος μετὰ μεγάλου κλαυθμοῦ καὶ παραδίδονται εἰς χεῖρας τοῦ θανάτου, ἵνα ποιμανῇ αὐτούς, κα‐ | |
θὼς γέγραπται. | 69 | |
70 | Οἱ φιλόχριστοι· παρακαλοῦμέν σε, δοῦλε τοῦ Θεοῦ, ἵνα τελείως πληρο‐ φορήσῃς ἡμᾶς καὶ περὶ τούτου· τὸ πῶς καὶ ποίῳ τρόπῳ ἀπέρχονται εἰς τὰς κο‐ λάσεις οἱ ἄθλιοι. Ὁ διδάσκαλος πάλιν δακρύσας καὶ ταῖς χερσὶ τύψας τὸ στῆθος, ἀπεκρίθη | |
5 | αὐτοῖς, λέγων· ὦ ἀδελφοί μου φιλόχριστοι, ποίαν ὀδυνηρὰν διήγησιν παρακα‐ λεῖτε ἀκοῦσαι! Ὢ τῆς φρικτῆς καὶ φοβερᾶς ὥρας! Οἴμοι, οἴμοι, ἀγαπητοί μου, τίς τολμήσει διηγήσασθαι, ἢ τίς βαστάσει ἀκοῦσαι ταῦτα τῆς φοβερᾶς καὶ ὑστε‐ ρωτέρας διηγήσεως! Ὅσοι ἔχετε δάκρυα, κλαύσατε· καὶ οἱ μὴ ἔχοντες, δεῦτε, ἀκούσατε τί ἡμᾶς περιμένει, καὶ μὴ ἀμελῶμεν τῆς ἡμῶν σωτηρίας. Τότε γὰρ | |
10 | χωρίζονται ἀπ’ ἀλλήλων τὸν ἐλεεινὸν ἐκεῖνον χωρισμὸν καὶ ἀποδημοῦσιν ἀπο‐ δημίαν ἐπιστροφὴν μὴ ἔχουσαν. Τότε διαχωρισθήσονται ἐπίσκοποι ἀπὸ συνεπι‐ σκόπων, καὶ πρεσβύτεροι ἀπὸ συμπρεσβυτέρων, καὶ διάκονοι ἀπὸ συνδιακόνων, ὑποδιάκονοι καὶ ἀναγνῶσται ἀπὸ τῶν ἑταίρων αὐτῶν. Τότε διαχωρισθήσονται οἱ ποτὲ βασιλεῖς καὶ κλαύσουσιν ὡς νήπια καὶ ἐλαθήσονται ὡς ἀνδράποδα. Τό | |
15 | τε στενάξουσιν ἄρχοντες καὶ εὑρεθήσονται ἔρημοι καὶ ἀποβλέψουσιν ἔνθεν καὶ | |
ἔνθεν, καὶ οὐδεὶς ὁ βοηθῶν. Οὔτε ὁ πλοῦτος φαίνεται, οὔτε οἱ κόλακες παρί‐ | 70 | |
71 | στανται. Τότε διαχωρισθήσονται οἱ ἐν ἀμελείᾳ ζήσαντες μοναχοί, οἱ τὸν κό‐ σμον ποθήσαντες καὶ κοσμικὰ φρονήσαντες. Τότε διαχωρισθήσονται γονεῖς καὶ τέκνα, πατὴρ καὶ υἱός, μητέρες καὶ θυγατέρες, φίλοι ἀπὸ φίλων, συγγενεῖς ἀπὸ συγγενῶν. Τότε διαχωρισθήσονται ἐλεεινῶς ἀνδρόγυνα τὰ μὴ φυλάξαντα τὴν | |
5 | κοίτην ἀμίαντον. Ἀλλὰ παρεάσω τὰ λοιπὰ εἰπεῖν· καὶ γὰρ συνέχει με φόβος ἐν ταύτῃ μου τῇ διηγήσει. Τότε λοιπὸν ἐλαυνόμενοι καὶ τυπτόμενοι ὑπὸ ἀγρίων Ἀγγέλων καὶ ὠθούμενοι, ἀποτρέχονται, τοὺς ὀδόντας τρίζοντες καὶ πυκνοτέ‐ ρως στρεφόμενοι εἰς τὰ ὀπίσω ἰδεῖν τοὺς δικαίους, ὅθεν ἐχωρίσθησαν. Καὶ βλέ‐ πουσι τὴν χαρὰν ἐκείνην καὶ τὸ φῶς, ὅθεν ἐχωρίσθησαν, καὶ θρηνοῦσι πικρῶς. | |
10 | Καὶ ἀποκρύπτονται λοιπόν, μηκέτι δυνάμενοι εἰς τὰ ὀπίσω θεωρεῖν. Καὶ ἐγγί‐ ζουσι τὸν χαλεπώτατον τόπον, ὅπου πάλιν διαχωρίζονται καὶ μερίζονται εἰς ὅλας τὰς κολάσεις. Τότε θεωροῦντες τὴν τελείαν ἀπόφασιν, καὶ ὅτι οὐδεὶς ὁ παρακαλῶν ὑπὲρ αὐτῶν, οὐδὲ ἄφεσις καταλαμβάνει, ἵνα ἀνακάμψωσιν, ὀλολύζοντες λέγουσιν· | |
15 | ὤ, πόσον καιρὸν ἀπωλέσαμεν ἐν ἀμελείᾳ! Ὤ, πῶς ἐνέπαιξεν ἡμᾶς ὁ μάταιος | |
βίος! Πῶς ἄλλους θεωροῦντες ἀγωνιζομένους οὐκ ἠγωνισάμεθα, ἀλλὰ τῶν θεί‐ | 71 | |
72 | ων Γραφῶν ἀκούοντες ἐγελῶμεν, χλευάζοντες τοὺς ἀναγινώσκοντας! Ἐκεῖ ὁ Θεὸς ἐλάλει διὰ τῶν Γραφῶν, καὶ οὐ προσείχομεν· ὧδε ἡμεῖς βοῶμεν, καὶ αὐ‐ τὸς τὸ πρόσωπον αὐτοῦ ἀποστρέφει ἀφ’ ἡμῶν. Τί ἡμᾶς ὠφέλησεν ὅλος ὁ κό‐ σμος; Ποῦ ὁ πατήρ, ὁ γεννήσας; Ποῦ ἡ μήτηρ, ἡ ὠδίνουσα; Ποῦ τὰ τέκνα; | |
5 | Ποῦ οἱ φίλοι; Ποῦ ὁ πλοῦτος; Ποῦ τὰ ὑπάρχοντα; Ποῦ ὁ θόρυβος καὶ τὰ ἄρι‐ στα; Ποῦ ὁ πολὺς καὶ ἄκαιρος δρόμος τοῦ βίου; Ποῦ ἡ συγγένεια καὶ οἱ γνώρι‐ μοι; Ποῦ οἱ βασιλεῖς καὶ οἱ δυνάσται καὶ οἱ σοφοί; Πῶς ἐκ τούτων οὐδεμίαν ἔχομεν ὠφέλειαν; Τότε θεωροῦντες τὴν παντελῆ ἐγκατάλειψιν καὶ τοῦ Θεοῦ καὶ τῶν Ἁγίων, ἀνακαλούμενοι μετὰ στεναγμῶν καὶ πικρῶν δακρύων λέγου‐ | |
10 | σι· σῴζεσθε, ἅγιοι καὶ δίκαιοι, ὅθεν ἡμεῖς ἐχωρίσθημεν· σῴζεσθε, φίλοι καὶ συγγενεῖς· σῴζεσθε, πατέρες καὶ μητέρες· σῴζεσθε, υἱοὶ καὶ θυγατέρες· σῴζε‐ σθε, Ἀπόστολοι· σῴζεσθε, Προφῆται καὶ Μάρτυρες Κυρίου. Σῴζου, Δέσποινα Θεοτόκε· σὺ μὲν πολλὰ ἐκοπίασας παρακαλοῦσα, ἵνα σωθῶμεν, ἀλλ’ ἡμεῖς οὐκ ἠθελήσαμεν μετανοῆσαι καὶ σωθῆναι. Σῴζου καὶ σύ, τίμιε καὶ ζωοποιὲ Σταυρέ. | |
15 | Σῴζου, ὁ παράδεισος τῆς τρυφῆς, ὃν ἐφύτευσεν ὁ Κύριος. Σῴζου, ἡ ἄνω Ἱε‐ | 72 |
73 | ρουσαλήμ, ἡ μήτηρ τῶν πρωτοτόκων. Σῴζου, ἡ βασιλεία τῶν οὐρανῶν, ἡ μὴ ἔχουσα τέλος. Σῴζεσθε, πάντες· οὐκέτι θεασόμεθά τινα ἐξ ὑμῶν. Εἰς κρίσιν ἀπερχόμεθα μὴ ἔχουσαν τέλος, μηδὲ ἄνεσιν. Καὶ λοιπὸν ἀπέρχονται ἕκαστος εἰς τὸν ἡτοιμασμένον τόπον, ὃν ἡτοίμασαν ἑαυτοῖς, μὴ θελήσαντες μετανοῆσαι, | |
5 | ἵνα λυτρωθῶσιν ἐκ τῆς ὀργῆς καὶ ἀνάγκης ἐκείνης. Διὰ τοῦτο κολάζονται εἰς ὅλους τοὺς αἰῶνας. Ἠκούσατε, ἀδελφοί μου, τὴν ἀπόφασιν. Ἠκούσατε τί πανθάνουσιν οἱ ἀμελοῦντες. Ἠκούσατε τὰ περὶ τῆς φοβερᾶς ἡμέρας ἐκείνης καὶ τῆς πονηρᾶς ὥρας. Φροντίσωμεν, ἀδελφοί· ἐκείνη γὰρ ἡ ὥρα ἐστὶν ἡ δοκιμάζουσα ὅλον τὸν | |
10 | βίον ἡμῶν. Περὶ ταύτης τῆς φρικτῆς ὥρας ἡ θεία Γραφὴ ἀπὸ ἀνατολῶν ἕως δυσμῶν ἐν ταῖς ἁγίαις ἐκκλησίαις βοᾷ καὶ προλέγει καὶ διαμαρτύρεται, ἵνα μὴ καταισχυνθῶμεν ἐν τῇ ὥρᾳ ἐκείνῃ. Περὶ ταύτης τῆς ὥρας ἔλεγεν ὁ προφήτης Δαυΐδ, ὅτι σὺ ἀποδώσεις ἑκάστῳ κατὰ τὰ ἔργα αὐτοῦ. Περὶ ταύτης τῆς ὥρας ὁ Ἀπόστολος ἐβόα· βλέπετε πῶς ἀκριβῶς περιπατεῖτε· φοβερὸν τὸ ἐμπεσεῖν εἰς | |
15 | χεῖρας Θεοῦ ζῶντος. Περὶ ταύτης τῆς ὥρας ἔλεγεν ὁ Δεσπότης Χριστός· ἀγω‐ | |
νίζεσθε εἰσελθεῖν διὰ τῆς στενῆς πύλης. Ταύτην τὴν ὥραν κατὰ νοῦν λαβόντες | 73 | |
74 | οἱ Ἅγιοι, ἀφῆκαν πάντα τὰ τερπνὰ τοῦ βίου· οἰκίας, πλοῦτον, πρόβατα, βόας, ἵππους, φίλους, ἀδελφούς, συγγενεῖς, τέκνα, τρυφήν, λουτρά, χώρας, δικαστή‐ ρια· πάντα ἀφέντες ἔφυγον ἐν ἐρημίαις καὶ ὄρεσι καὶ σπηλαίοις καὶ ταῖς ὀπαῖς τῆς γῆς, ὑστερούμενοι, θλιβόμενοι, κακουχούμενοι, ἵνα μὴ καταισχυνθῶσιν ἐν | |
5 | τῇ ὥρᾳ ἐκείνῃ. Καὶ οὐ μόνον ἄνδρες, ἀλλὰ καὶ γυναῖκες, τὴν στενὴν καὶ τε‐ θλιμμένην ὁδὸν ποθήσαντες, ἥρπασαν τὴν βασιλείαν τῶν οὐρανῶν. Ἐν γὰρ Χριστῷ Ἰησοῦ τῷ Κυρίῳ οὐκ ἔστιν ἄρσεν καὶ θῆλυ, ἀλλ’ ἕκαστος τὸν ἴδιον μι‐ σθὸν λήψεται κατὰ τὸν ἴδιον κόπον, ὡς γέγραπται. Μακάριοι οἱ σπουδαῖοι. Μακάριοι οἱ πενθοῦντες. Μακάριοι οἱ εὑρισκόμε‐ | |
10 | νοι φίλοι Χριστοῦ ἐν τῇ ὥρᾳ ἐκείνῃ. Μακάριοι οἱ γρηγοροῦντες ἐν ἐλεημοσύνῃ. Μακάριοι οἱ ἀγρυπνοῦντες ἐν προσευχαῖς. Μακάριοι οἱ πραγματευόμενοι καθ’ ἑκάστην ἡμέραν τὴν σωτηρίαν τῶν ψυχῶν αὐτῶν. Μακάριοι οἱ κρούοντες εἰς τὴν θύραν τοῦ Χριστοῦ ἐν μακροθυμίᾳ. Μακάριος ὁ ἄνθρωπος, ὁ σκορπίζων τὸ | |
φορτίον τῶν ἁμαρτιῶν αὐτοῦ, ὡς καιρός ἐστι. Μακάριος ὁ ἀγοράζων ἔλαιον, | 74 | |
75 | πρὶν λυθῇ ἡ πανήγυρις. Μακάριος ὁ δοῦλος ἐκεῖνος, ὃν ἐλθὼν ὁ Κύριος εὑρήσει οὕτως ποιοῦντα. Μακάριοί ἐσμεν καὶ ἡμεῖς, ἀδελφοί, ἐὰν μὴ περικακήσωμεν κρούοντες· ἀνοίξει γὰρ ἡμῖν. Ἀψευδὴς γὰρ ὁ εἰπών· κρούετε, καὶ ἀνοιγήσεται ὑμῖν. Καὶ πάλιν, ὅτι τὸν ἐρχόμενον πρός με οὐ μὴ ἐκβάλω ἔξω. Αὐτός ἐστιν ὁ | |
5 | Θεὸς ἡμῶν· αὐτὸς ἐποίησεν ἡμᾶς. Αὐτῷ πρέπει δόξα εἰς τοὺς αἰῶνας τῶν αἰώ‐ | |
νων. Ἀμήν. | 75 |