TLG 4138 049 :: EPHRAEM SYRUS :: Sermo in secundum adventum domini nostri Iesu Christi

EPHRAEM SYRUS Theol., vel Ephraem Graecus
(Syrus: A.D. 4)

Sermo in secundum adventum domini nostri Iesu Christi

Source: Phrantzoles, Konstantinos G. (ed.), Ὁσίου Ἐφραίμ τοῦ Σύρου ἔργα, vol. 4. Thessalonica: Το περιβόλι της Παναγίας, 1992: 9–46.

Dup. Assemani, J.S., Sancti patris nostri Ephraem Syri opera omnia, vol. 2 Rome (1732) 192–209a.

Citation: Page — (line)

9

(1t)

Λόγος εἰς τὴν δευτέραν παρουσίαν
2tτοῦ Κυρίου ἡμῶν Ἰησοῦ Χριστοῦ
1 Ἀδελφοί μου φιλόχριστοι, ἀκούσατε περὶ τῆς δευτέρας καὶ φοβερᾶς πα‐ ρουσίας τοῦ Δεσπότου ἡμῶν Ἰησοῦ Χριστοῦ. Ἐγὼ γὰρ ἐμνήσθην τῆς ὥρας ἐκείνης καὶ ἐτρόμαξα ἀπὸ τοῦ πολλοῦ φόβου, ἐνθυμούμενος τὰ μέλλοντα τότε ἀποκαλύπτεσθαι. Τίς γὰρ αὐτὰ διηγήσεται; Ποταπὴ γλῶσσα φθέγξεται; Ποία
5δὲ ἀκοὴ χωρήσει ἐκεῖνα ἀκοῦσαι, ὅταν ὁ Βασιλεὺς τῶν βασιλευόντων ἐξαναστὰς ἀπὸ τοῦ θρόνου τῆς δόξης αὐτοῦ κατέλθῃ ἐπισκέψασθαι πάντας τοὺς κατοι‐ κοῦντας τὴν οἰκουμένην, καὶ συνᾶραι λόγον μετ’ αὐτῶν, καὶ ἀποδοῦναι τὸν κα‐ λὸν μισθὸν τοῖς ἀξίοις, τοῖς δὲ πάλιν ἀξίοις κολάσεως ἀποδοῦναι τὰς κολάσεις, ὡς δίκαιος Κριτής;
10Ταῦτα οὖν ἐνθυμούμενος, φόβῳ συνέχονταί μου τὰ μέλη καὶ παραλέλυ‐9

10

μαι πάντοθεν. Οἱ ὀφθαλμοί μου δακρύουσιν, ἡ φωνή μου ἐκλείπει, τὰ χείλη μου πεπήγασιν, ἡ γλῶσσά μου φρίττει καὶ οἱ λογισμοὶ σιωπὴν μελετῶσιν. Ὤ, πῶς ἀναγκάζομαι εἰπεῖν διὰ τὴν ὑμῶν ὠφέλειαν, καὶ ὁ φόβος κατεπείγει με σιωπᾶν! Τοιαῦτα γὰρ μεγάλα καὶ φοβερὰ θαύματα οὔτε ἐγένοντο ἀπ’ ἀρχῆς
5κτίσεως, οὔτε μὴν γένωνται ἐν πάσαις ταῖς γενεαῖς. Ἄρτι μὲν γὰρ πολλάκις, ἐὰν γένηται ἀστραπὴ τρανοτέρα, πάντα ἄνθρω‐ πον ἐκθροεῖ, καὶ πάντες εἰς γῆν ἐπικλίνομεν. Τότε δὲ πῶς ὑπενέγκωμεν, ὅταν ἀκούσωμεν τῆς φωνῆς τῆς σάλπιγγος ἐκ τοῦ οὐρανοῦ ὑπὲρ πᾶσαν βροντὴν [καὶ] κραζούσης καὶ ἐξυπνιζούσης τοὺς ἀπ’ αἰῶνος κοιμηθέντας δικαίους τε καὶ
10ἀδίκους! Τότε ἐν τῷ ᾅδῃ τὰ ὀστᾶ τῆς ἀνθρωπίνης φύσεως ἀκούοντα τῆς φωνῆς τῆς σάλπιγγος, περιτρέχουσι μετὰ σπουδῆς, ζητοῦντα τὰς ἑαυτῶν ἁρμονίας, ὅταν ἴδωμεν πᾶσαν πνοὴν ἀνθρώπων ἐν ῥιπῇ ὀφθαλμοῦ ἀνισταμένους, ἕκαστον ἐκ τοῦ τόπου αὐτοῦ, καὶ ἐπισυναγομένους ἐκ τῶν τεσσάρων περάτων τῆς γῆς πρὸς τὸ κριτήριον! Κελεύει γὰρ ὁ μέγας Βασιλεύς, ὁ ἔχων ἐξουσίαν πάσης σαρ‐
15κός, καὶ εὐθέως μετὰ τρόμου καὶ σπουδῆς δώσει ἡ γῆ τοὺς νεκροὺς αὐτῆς, καὶ
ἡ θάλασσα τοὺς ἑαυτῆς νεκρούς· εἴτε θηρία ἐσπάραξαν, εἴτε ἰχθύες ἐμέλισαν, ἢ10

11

καὶ ὄρνεα διήρπασαν, πάντα ἐν ῥιπῇ ὀφθαλμοῦ παραστήσονται, καὶ θρὶξ μία οὐκ ἀπολειφθήσεται. Πῶς ὑπενέγκωμεν, ἀδελφοί, ὅταν ἴδωμεν τὸν πύρινον ποταμὸν ἐξερχόμε‐ νον μετὰ θυμοῦ, ὥσπερ ἀγρίαν θάλασσαν, καὶ κατεσθίοντα ὄρη καὶ νάπας, καὶ
5κατακαίοντα πᾶσαν τὴν γῆν καὶ τὰ ἐν αὐτῇ ἔργα; Τότε, ἀγαπητοί, ἐκ τοῦ πυ‐ ρὸς ἐκείνου οἱ ποταμοὶ ἐκλείψουσιν, αἱ πηγαὶ ἀφανίζονται, τὰ ἄστρα πίπτουσιν, ὁ ἥλιος σβεσθήσεται, ἡ σελήνη παρέρχεται, ὁ οὐρανὸς εἱλίσσεται ὡς βιβλίον, καθὼς γέγραπται. Τότε οἱ Ἄγγελοι ἀποστελλόμενοι περιτρέχουσιν, ἐπισυνά‐ γοντες τοὺς ἐκλεκτοὺς ἐκ τῶν τεσσάρων ἀνέμων, ὡς ἔφη ὁ Κύριος, ἀπ’ ἄκρων
10οὐρανῶν ἕως ἄκρων αὐτῶν. Τότε θεασόμεθα οὐρανὸν καινὸν καὶ γῆν καινήν, κατὰ τὸ ἐπάγγελμα αὐτοῦ. Πῶς ὑπενέγκωμεν τότε, φιλόχριστοι, ὅταν ἴδωμεν φοβερὸν θρόνον ἑτοι‐ μαζόμενον, καὶ τὸ σημεῖον τοῦ σταυροῦ φαινόμενον, ἐν ᾧ προσηλώθη Χριστὸς ἑκουσίως ὑπὲρ ἡμῶν; Τότε πάντες θεασάμενοι ἐν τῷ ὕψει φανὲν τὸ φοβερὸν καὶ
15ἅγιον σκῆπτρον τοῦ μεγάλου Βασιλέως, ἐπιγινώσκει λοιπὸν ἕκαστος καὶ μνη‐11

12

μονεύει τὸν λόγον τοῦ Κυρίου προειρηκότος· ὅτι φανήσεται τὸ σημεῖον τοῦ Υἱοῦ τοῦ ἀνθρώπου ἐν τῷ οὐρανῷ· καὶ ἐν πληροφορίᾳ γίνονται πάντες ὅτι ὀπίσω τούτου ὁ Βασιλεὺς μέλλει ἀναφαίνεσθαι. Ἐν τῇ ὥρᾳ ἐκείνῃ, ἀδελφοί μου, ἐννοεῖ ἕκαστος πῶς ἀπαντήσει τῷ φο‐
5βερῷ Βασιλεῖ, καὶ ἀναλογίζεται πάσας τὰς πράξεις αὐτοῦ. Εἶτα καὶ θεωρεῖ τὰ ἴδια ἔργα ἔμπροσθεν αὐτοῦ ἱστάμενα, εἴτε ἀγαθά, εἴτε φαῦλα. Τότε πάντες οἱ ἐλεήμονες καὶ οἱ μετανοήσαντες γνησίως χαίρουσι, βλέποντες τὰς εὐχωλάς, ἃς προέπεμψαν. Ὁρῶσι καὶ οἱ συμπαθεῖς τοὺς πτωχοὺς καὶ πένητας, οὓς ἐνταῦθα ἠλέησαν, παρακαλοῦντας καὶ ὑπὲρ αὐτῶν καὶ τὰ ἀγαθὰ αὐτῶν ἐξαγγέλλοντας
10ἐπὶ Ἀγγέλων καὶ ἀνθρώπων· οἱ δὲ πάλιν τὰ δάκρυα καὶ τοὺς κόπους τοὺς διὰ μετανοίας· καὶ αὐτοὶ ἵστανται ἱλαροὶ καὶ φαιδροὶ καὶ ἔνδοξοι, προσδεχόμενοι τὴν μακαρίαν ἐλπίδα καὶ ἐπιφάνειαν τῆς δόξης τοῦ μεγάλου Θεοῦ καὶ Σωτῆρος ἡμῶν Ἰησοῦ Χριστοῦ. Καὶ τί συντόμως οὐ λέγω τὰ μείζονα; Ὅταν ἀκούσωμεν τῆς μεγάλης ἐκείνης φωνῆς καὶ φοβερᾶς κραυγῆς ἐκ τῶν ὑψωμάτων τοῦ οὐρα‐
15νοῦ λεγούσης· ἰδοὺ ὁ Νυμφίος ἔρχεται! Ἰδοὺ ὁ Κριτὴς παραγίνεται! Ἰδοὺ ὁ12

13

Βασιλεὺς ἀναφαίνεται! Ἰδοὺ ὁ Δικαστὴς τῶν δικαστῶν ἀποκαλύπτεται! Ἰδοὺ ὁ τῶν ὅλων Θεὸς ἔρχεται κρῖναι ζῶντας καὶ νεκρούς! Τότε, φιλόχριστοι, ἐκ τῆς κραυγῆς ἐκείνης τρομάζουσι τὰ θεμέλια καὶ οἱ νεφροὶ τῆς γῆς, ἀπὸ περάτων ἕως περάτων, καὶ θάλασσα καὶ πᾶσαι ἄβυσσοι.
5Τότε, ἀδελφοί, στενοχωρία καὶ φόβος καὶ ἔκστασις ἐπὶ πάντα ἄνθρωπον ἐκ τῆς κραυγῆς καὶ ἠχῆς τῆς σάλπιγγος, καὶ ἀπὸ φόβου καὶ προσδοκίας τῶν ἐπερχο‐ μένων τῇ οἰκουμένῃ. Αἱ γὰρ δυνάμεις τῶν οὐρανῶν σαλευθήσονται, καθὼς γέ‐ γραπται. Τότε προτρέχουσιν Ἄγγελοι· οἱ τῶν Ἀρχαγγέλων χοροὶ συντρέχου‐ σι· Χερουβεὶμ καὶ Σεραφεὶμ καὶ τὰ πολυόμματα ἐν ἰσχύϊ καὶ δυνάμει κράζου‐
10σιν· ἅγιος, ἅγιος, ἅγιος Κύριος Σαβαώθ, ὁ ὢν καὶ ὁ ἦν καὶ ὁ ἐρχόμενος, ὁ παντοκράτωρ. Τότε πᾶν κτίσμα ἐν οὐρανῷ καὶ ἐπὶ γῆς καὶ ὑποκάτω γῆς ἐν τρόμῳ καὶ ἰσχύϊ βοήσει· εὐλογημένος ὁ ἐρχόμενος Βασιλεὺς ἐν ὀνόματι Κυρίου. Τότε σχισθήσονται οἱ οὐρανοὶ καὶ ἀποκαλυφθήσεται ὁ Βασιλεὺς τῶν βασιλευόν‐ των, ὁ ἄχραντος καὶ ἔνδοξος Θεὸς ἡμῶν, ὡς ἀστραπὴ φοβερά, μετὰ δυνάμεως
15πολλῆς καὶ δόξης ἀνεικάστου, καθὼς καὶ Ἰωάννης ὁ Θεολόγος ἐκήρυξε, λέ‐13

14

γων· ἰδοὺ ἔρχεται ἐπὶ τῶν νεφελῶν τοῦ οὐρανοῦ, καὶ ὄψεται αὐτὸν πᾶς ὀφθαλ‐ μός, καὶ οἵτινες αὐτὸν ἐξεκέντησαν, καὶ κόψονται ἐπ’ αὐτῷ πᾶσαι αἱ φυλαὶ τῆς γῆς. Ποταπὴ ἄρα ψυχὴ θέλει εὑρεθῆναι τότε, ἵνα δυνηθῇ ὑπομεῖναι; Ὅτι ὁ οὐρανὸς καὶ ἡ γῆ φυγῇ χρήσονται, ὥς φησιν ὁ Θεολόγος πάλιν· εἶδον θρόνον
5λευκὸν μέγαν, καὶ τὸν καθήμενον ἐπ’ αὐτόν· οὗ ἀπὸ προσώπου αὐτοῦ ἔφυγεν ὁ οὐρανὸς καὶ ἡ γῆ, καὶ τόπος οὐχ εὑρέθη αὐτοῖς. Εἶδες τοιοῦτον φόβον ποτέ; Εἶδες τοιαῦτα ἐξαίσια καὶ φοβερὰ πράγματα; Ὁ οὐρανὸς καὶ ἡ γῆ φεύγει! Καὶ τίς λοιπὸν δύναται στῆναι; Ἡμεῖς οἱ ἁμαρτω‐ λοὶ ποῦ φύγωμεν, ὅταν ἴδωμεν θρόνους τιθέντας καὶ τὸν Δεσπότην τῶν ὅλων
10αἰώνων καθίζοντα; Ὅταν θεωρήσωμεν τὰς ἀναριθμήτους στρατιὰς περιεστώσας κύκλῳ τοῦ θρόνου ἐν φόβῳ; Τότε πληροῦται ἡ προφητεία Δανιήλ· ἐθεώρουν, φησίν, ἕως ὅτου θρόνοι ἐτέθησαν, καὶ παλαιὸς ἡμερῶν ἐκάθισε. Τὸ ἔνδυμα αὐτοῦ λευκὸν ὡσεὶ χιών· ἡ θρὶξ τῆς κεφαλῆς αὐτοῦ ὡσεὶ ἔριον καθαρόν· ὁ θρό‐ νος αὐτοῦ φλὸξ πυρός· οἱ τροχοὶ αὐτοῦ πῦρ φλέγον· ποταμὸς πυρὸς εἷλκεν
15ἔμπροσθεν αὐτοῦ· χίλιαι χιλιάδες ἐλειτούργουν αὐτῷ καὶ μύριαι μυριάδες παρε‐14

15

στήκεσαν αὐτῷ· κριτήριον ἐκάθισε, καὶ βίβλοι ἠνεῴχθησαν. Μέγας φόβος, ἀδελφοί, ἐν τῇ ὥρᾳ ἐκείνῃ, καὶ φρίκη καὶ ἔκστασις, ὅταν καθίσῃ ἐκεῖνος τὸ ἀπροσωπόληπτον κριτήριον, καὶ ἀνεῳχθῶσιν αἱ φοβεραὶ ἐκεῖναι βίβλοι, ἔνθα γεγραμμένα εἰσὶ καὶ τὰ ἔργα ἡμῶν καὶ οἱ λόγοι καὶ αἱ
5πράξεις ἡμῶν, ἃ ἐλαλήσαμεν καὶ ἐπράξαμεν ἐν τῷ βίῳ τούτῳ, καὶ ἐνομίσαμεν λανθάνειν τὸν Θεὸν τὸν ἐτάζοντα καρδίας καὶ νεφρούς, κατὰ τὸ γεγραμμένον· ὅτι αἱ τρίχες τῆς κεφαλῆς ὑμῶν πᾶσαι ἠριθμημέναι εἰσίν, ἤγουν οἱ διαλογισμοὶ καὶ τὰ ἐνθυμήματα, περὶ ὧν λόγον ἀποδώσομεν τῷ Κριτῇ. Ὤ, πόσων δακρύων χρῄζομεν διὰ τὴν ὥραν ἐκείνην, καὶ ἀμελοῦμεν! Ὤ,
10πόσα κλαύσομεν καὶ στενάξομεν ἑαυτούς, ὅταν ἴδωμεν τὰς μεγάλας ἐκείνας δω‐ ρεάς, ἃς μέλλουσι λαμβάνειν παρὰ τοῦ Βασιλέως τῆς δόξης οἱ καλῶς ἀγωνισά‐ μενοι· ὅταν ἴδωμεν τοῖς ὀφθαλμοῖς ἡμῶν τὴν ἀπόρρητον τῶν οὐρανῶν βασιλεί‐ αν! Καὶ πάλιν ἐκ τοῦ ἄλλου μέρους θεασόμεθα τὰς φοβερὰς κολάσεις φαινομέ‐ νας· μέσον δὲ τούτων πᾶσαν φυλὴν καὶ πᾶσαν πνοὴν ἀνθρώπων, ἀπὸ τοῦ πρω‐
15τοπλάστου Ἀδὰμ ἕως τοῦ γεννηθέντος ἔσχατον πάντων, καὶ πάντας μετὰ τρό‐15

16

μου γόνυ κλίνοντας καὶ προσκυνοῦντας ἐπὶ πρόσωπον, κατὰ τὸ γεγραμμένον· ζῶ ἐγώ, λέγει Κύριος, ὅτι ἐμοὶ κάμψει πᾶν γόνυ. Τότε, φιλόχριστοι, πᾶσα ἡ ἀνθρωπότης ἱσταμένη μέσον τῆς βασιλείας καὶ τῆς κρίσεως, μέσον ζωῆς καὶ θανάτου, μέσον ἀδείας καὶ ἀνάγκης, πάντες τὴν
5φοβερὰν ὥραν τῆς κρίσεως ἐκδεχόμενοι καὶ οὐδεὶς οὐδενὶ δύναται βοηθῆσαι. Τότε ἀπαιτεῖται ἕκαστος τὴν ὁμολογίαν τῆς πίστεως καὶ τὴν συνταγὴν τοῦ βα‐ πτίσματος· τήν τε πίστιν ἀμίαντον ἀπὸ πάσης αἱρέσεως καὶ τὴν σφραγῖδα ἄθραυστον καὶ τὸν χιτῶνα ἀμόλυντον, κατὰ τὸ γεγραμμένον· ὅτι πάντες οἱ κύ‐ κλῳ αὐτοῦ οἴσουσι δῶρα τῷ φοβερῷ Βασιλεῖ. Πάντες γὰρ οἱ πολιτογραφηθέν‐
10τες ἐν τῇ ἁγίᾳ Ἐκκλησίᾳ, ἀπαιτηθήσονται κατὰ τὴν ἰδίαν δύναμιν· δυνατοὶ γὰρ δυνατῶς ἐτασθήσοντα, κατὰ τὸ γεγραμμένον· ὅτι ᾧ ἐδόθη πολύ, ζητηθήσεται παρ’ αὐτοῦ· καὶ ᾧ μέτρῳ μετρεῖ ἕκαστος, ἀντιμετρηθήσεται αὐτῷ. Πλὴν κἂν μέγας τις ἦ κἄν τε μικρός, ἐπ’ ἴσης πάντες τὴν πίστιν ὡμολογήσαμεν καὶ τὴν ἁγίαν σφραγῖδα ἐλάβομεν. Πάντες ὁμοίως τῷ Διαβόλῳ ἀπεταξάμεθα, ἐμφυσή‐
15σαντες αὐτόν, καὶ πάντες ὁμοίως τῷ Χριστῷ συνεταξάμεθα, προσκυνήσαντες16

17

αὐτῷ, εἴγε ἄρα νενοήκατε τοῦ μυστηρίου τῆς κολυμβήθρας τὴν δύναμιν καὶ τοῦ ἀλλοτρίου ἀποταγῆς. Καὶ γὰρ ἡ ἀποταγή, ἣν ἐπὶ τοῦ ἁγίου βαπτίσματος ποιεῖν ἀπαιτούμεθα, μικρὰ μὲν φαίνεται λεγομένη, νοουμένη δὲ καὶ πάνυ ἐστὶ μεγά‐ λη· ἣν ὁ ἰσχύσας φυλάξαι, τρισμακάριος ἔσται· διὰ γὰρ ὀλίγων ῥημάτων πᾶν
5κακὸν ὀνομαζόμενον, ὃ μισεῖ ὁ Θεός, ἀποτασσόμεθα. Οὐχ ἓν ἢ δύο ἢ δέκα, ἀλλὰ πᾶν κακὸν ὀνομαζόμενον, ὃ μισεῖ ὁ Θεός, ἀποτασσόμεθα. Οἷόν τι λέγω· ἀποτάσσομαι, φησί, τῷ Σατανᾷ καὶ πᾶσι τοῖς ἔργοις αὐτοῦ. Ποίοις ἔργοις; Ἄ‐ κουσον! Πορνείᾳ, μοιχείᾳ, ἀκαθαρσίᾳ, ψεύδει, κλοπῇ, φθόνῳ, φαρμακείᾳ, μαντείᾳ, ἐπαοιδίᾳ, θυμῷ, ὀργῇ, βλασφημίᾳ, ἔχθρᾳ, ἔριδι, ζήλῳ. Ἀποτάσσο‐
10μαι μέθῃ, ἀργολογίᾳ, ὑπερηφανίᾳ, βλακείᾳ. Ἀποτάσσομαι γελοιασμοῖς καὶ κι‐ θαρισμοῖς, ᾄσμασι δαιμονικοῖς, παιδοφθορίαις, ὀρνεοσκοπίαις, ἐπερωτήσεσι
πνευμάτων, πεταλογραφίαις. Ἀποτάσσομαι εἰδωλοθύτου, αἵματος, πνικτοῦ καὶ17

18

θνησιμαίου. Καὶ τί πολλὰ λέγω; Οὐ γάρ ἐστι καιρὸς πάντα ἐξειπεῖν. Ἀλλὰ πα‐ ραδράμωμεν τὰ πολλὰ καὶ ἁπλῶς εἴπωμεν· ἀποτάσσομαι πᾶσι τοῖς ἐν ἡλίῳ καὶ σελήνῃ καὶ ἄστροις γινομένοις, καὶ ἐν πηγαῖς καὶ δένδροις καὶ ἐν τριόδοις καὶ βάμμασι καὶ ποτηρίοις καὶ ἑτέροις πολλοῖς ἀτόποις ἔργοις, ἅπερ αἰσχρόν
5ἐστι καὶ λέγειν. Τούτοις πᾶσι καὶ τοῖς ὁμοίοις τούτων ἀποτασσόμεθα ἐν τῇ τοῦ ἁγίου βαπτίσματος ἀποταγῇ, ἅπερ πάντες γινώσκομεν, ὅτι ἔργα καὶ διδασκα‐ λίαι εἰσὶ τοῦ Διαβόλου. Ταῦτα πάντα ἐν σκότει ὄντες τὸ πρίν, ὑπὸ τὴν ἐξουσίαν τοῦ Διαβόλου, ἐμάθομεν, πρὶν φθάσαι εἰς ἡμᾶς τὸ φῶς· ὅτε ἦμεν πεπραμένοι ὑπὸ τῆς ἁμαρτί‐
10ας. Ὅτε δὲ ἐβουλήθη ὁ φιλάνθρωπος καὶ ἐλεήμων Θεὸς λυτρώσασθαι ἡμᾶς ἐκ τῆς τοιαύτης πλάνης, ἐπεσκέψατο ἡμᾶς ἀνατολὴ ἐξ ὕψους, καὶ ἐπεφάνη ἡ χάρις
τοῦ Θεοῦ ἡ σωτήριος, καὶ ἔδωκεν ἑαυτὸν ἀντάλλαγμα ὑπὲρ ἡμῶν, καὶ ἐξηγό‐18

19

ρασεν ἡμᾶς τῆς πλάνης τῶν εἰδώλων, καὶ εὐδόκησεν ἀνακαινίσαι ἡμᾶς δι’ ὕδα‐ τος καὶ Πνεύματος. Ταῦτα οὖν πάντα ἀπηρνησάμεθα, καὶ ἀπεξεδυσάμεθα τὸν παλαιὸν ἄνθρωπον σὺν ταῖς πράξεσιν αὐτοῦ, ἐνεδυσάμεθα δὲ τὸν νέον Ἀδάμ. Ταῦτα οὖν ὁ ποιῶν τὰ προειρημένα πονηρὰ ἔργα μετὰ τὴν χάριν, τῆς χάριτος
5ἐξέπεσε, καὶ ὁ Χριστὸς αὐτὸν οὐδὲν ὠφελήσει, ἐπιμένοντα τῇ ἁμαρτίᾳ. Ἠκούσατε, φιλόχριστοι, πόσα πλήθη κακῶν ἀπετάξασθε δι’ ὀλίγων ῥημάτων. Ταύτην οὖν τὴν ἀποταγὴν καὶ τὴν καλὴν ὁμολογίαν ἀπαιτεῖται ἐν τῇ ὥρᾳ καὶ ἡμέρᾳ ἐκείνῃ ἕκαστος παρ’ ἡμῶν. Γέγραπται γάρ, ὅτι ἐκ τῶν λόγων σου δικαιωθήσῃ. Καὶ πάλιν ὁ Κύριος λέγει· ἐκ τοῦ στόματός σου κρινῶ σε, πο‐
10νηρὲ δοῦλε. Φανερὸν οὖν ἐστιν ὅτι οἱ λόγοι ἡμῶν, ἢ κατακρίνουσιν ἢ δικαιοῦσιν ἡμᾶς ἐν τῇ ὥρᾳ ἐκείνῃ. Ποίῳ δὲ τρόπῳ ἐρωτῶνται; Ἐπερωτῶνται ποιμένες, ἤγουν ἐπίσκοποι, καὶ περὶ τῆς ἰδίας πολιτείας καὶ ὑπὲρ τῆς ποίμνης αὐτῶν, καὶ ἀπαιτεῖται ἕκαστος τὰ λογικὰ πρόβατα, ἅπερ
15παρέλαβε παρὰ τοῦ ἀρχιποίμενος Χριστοῦ. Ἐὰν δὲ ἐξ ἀμελείας τοῦ ἐπισκόπου
ἀπολείψῃ πρόβατον, τὸ αἷμα αὐτοῦ ἐκ τῶν χειρῶν αὐτοῦ ἀπαιτεῖται. Ὁμοίως19

20

δὲ καὶ πρεσβύτεροι δώσουσι λόγον ὑπὲρ τῆς ἐκκλησίας αὐτῶν· ἅμα δὲ καὶ οἱ διάκονοι καὶ πᾶς δὲ πιστὸς ὑπὲρ τοῦ οἴκου αὐτοῦ, ὑπὲρ τῆς γυναικὸς καὶ τέ‐ κνων καὶ παίδων καὶ παιδισκῶν δώσει λόγον, εἰ ἐξέθρεψεν αὐτοὺς ἐν παιδείᾳ καὶ νουθεσίᾳ Κυρίου, καθὼς παραγγέλλει ὁ Ἀπόστολος. Τότε ἐπερωτῶνται
5βασιλεῖς καὶ ἄρχοντες, πλούσιοι καὶ πένητες, μικροὶ καὶ μεγάλοι, περὶ ὧν ἔπραξαν ἔργων. Γέγραπται γάρ, ὅτι πάντες παραστησόμεθα τῷ βήματι τοῦ Χριστοῦ, ἵνα κομίσῃ ἕκαστος τὰ διὰ τοῦ σώματος, πρὸς ἃ ἔπραξεν, εἴτε ἀγαθὸν εἴτε πονηρόν. Καὶ ἀλλαχοῦ δὲ γέγραπται, ὅτι οὐκ ἔστιν ὅστις ἐξελεῖται ἐκ τῶν χειρῶν μου.
10 Δεόμεθά σου, ἵνα ἡμῖν εἴπῃς τὰ ὕστερα τούτων γινόμενα. Λαλήσω ἐν ὀδύνῃ τῆς καρδίας μου ὅτι οὐ δύνασθε ἀκοῦσαι τὰ τούτων ὕστερα γινόμενα· ἀλλὰ παυσώμεθα, φιλόχριστοι. Πάλιν οὖν εἶπον οἱ φιλόχριστοι· μὴ φοβερώτερα τῶν προειρημένων εἰσίν, ὧν παρὰ σοῦ ἠκούσαμεν;
15Ὁ διδάσκαλος πάλιν δακρύσας εἶπεν· εἴπω μετὰ δακρύων· οὐδὲ γάρ ἐστι20

21

χωρὶς δακρύων ἐκεῖνα διηγήσασθαι· διότι ἔσχατά εἰσιν. Ἀλλ’ ἐπειδὴ ἐντολὴν ἔχομεν παρὰ τοῦ Ἀποστόλου, ταῦτα πιστοῖς ἀνθρώποις παρατίθεσθαι, ὑμεῖς δὲ πιστοί ἐστε, ταῦτα παρατίθημι ὑμῖν, καὶ ὑμεῖς δὲ ἑτέροις διδάξατε. Εἴγε καὶ τὴν καρδίαν μου ἀλγῶ ἐπὶ τῇ διηγήσει ταύτῃ, ἀλλὰ συμπαθήσατέ μοι, ἀδελφοὶ εὐ‐
5λογημένοι. Τότε γάρ, φιλόχριστοι, μετὰ τὸ ἐρευνηθῆναι καὶ πάντων τὰ ἔργα δημοσιευθῆναι ἐπὶ Ἀγγέλων καὶ ἀνθρώπων, καὶ πάντες οἱ ἐχθροὶ τεθῶσιν ὑπὸ τοὺς πόδας αὐτοῦ, καὶ καταργηθῇ πᾶσα ἐξουσία καὶ δύναμις, καὶ καμφθῇ τῷ Θεῷ πᾶν γόνυ, καθὼς γέγραπται, τότε ἀφορίσει αὐτοὺς ἀπ’ ἀλλήλων, ὥσπερ ὁ ποιμὴν ἀφορίζει τὰ πρόβατα ἀπὸ τῶν ἐρίφων· οἱ γὰρ ἔχοντες τὰ καλὰ ἔργα
10καὶ τοὺς καλοὺς καρποὺς χωρίζονται ἀπὸ τῶν ἀκάρπων καὶ ἁμαρτωλῶν· οἳ καὶ ἐκλάμψουσιν, ὡς ὁ ἥλιος. Οὗτοί εἰσιν οἱ τὰς ἐντολὰς τοῦ Κυρίου φυλάξαν‐ τες· οἱ ἐλεήμονες, οἱ φιλόπτωχοι καὶ φιλόρφανοι, οἱ ξενοδοχοῦντες, οἱ τοὺς γυ‐ μνοὺς περιβάλλοντες, οἱ τοὺς ἐν φυλακῇ ἐπισκεπτόμενοι, οἱ τῶν καταπονουμέ‐
νων ἀντιλήπτορες, οἱ τῶν κειμένων ἐπισκέπται, οἱ πενθήσαντες νῦν, καθὼς21

22

εἶπεν ὁ Κύριος, οἱ πτωχεύσαντες νῦν διὰ τὸν ἐν οὐρανοῖς κείμενον πλοῦτον, οἱ τὰ παραπτώματα τῶν ἀδελφῶν ἀφιέντες, οἱ τὴν σφραγῖδα τῆς πίστεως φυλά‐ ξαντες ἄθραυστον καὶ ἀμόλυντον ἀπὸ πάσης αἱρέσεως· τούτους στήσει ἐκ δε‐ ξιῶν. Τὰ δὲ ἐρίφια ἐξ εὐωνύμων· οὗτοί εἰσιν οἱ ἄκαρποι, οἱ τὸν Ποιμένα τὸν
5καλὸν παροξύναντες, οἱ μὴ προσέχοντες ταῖς φωναῖς τοῦ Ἀρχιποίμενος, οἱ σο‐ βαροί, οἱ ἀπαίδευτοι, οἱ τὸν καιρὸν τοῦτον τῆς μετανοίας, ὥσπερ ἔριφοι, παί‐ ζοντες καὶ τρυφῶντες· οἵτινες ἐδαπάνησαν ἐν κραιπάλῃ καὶ μέθῃ καὶ ἀσπλαγ‐ χνίᾳ τὸν πάντα χρόνον τῆς ζωῆς αὐτῶν, ὥσπερ ἐκεῖνος ὁ πλούσιος, ὁ μηδέποτε ἐλεήσας τὸν πτωχὸν Λάζαρον· διὰ τοῦτο καὶ τῆς ἐξ εὐωνύμων παραστάσεως
10κατεκρίθησαν, ὡς ἀνελεήμονες καὶ ἄσπλαγχνοι καὶ μὴ ἔχοντες μετανοίας καρ‐ πούς, οὐδὲ ἔλαιον ἐν ταῖς λαμπάσιν αὐτῶν. Οἱ δὲ τὸ ἔλαιον ἐκ τῶν πενήτων ἀγοράσαντες καὶ πλήσαντες τὰ ἀγγεῖα αὐτῶν, ἐκ δεξιῶν παρίστανται ἔνδοξοι καὶ ἱλαροί, φαιδρὰς κατέχοντες τὰς λαμπάδας, καὶ ἀκούουσι τῆς μακαρίας ἐκείνης καὶ εὐσπλάγχνου φωνῆς· δεῦτε οἱ εὐλογημένοι τοῦ Πατρός μου, κληρο‐
15νομήσατε τὴν ἡτοιμασμένην ὑμῖν βασιλείαν ἀπὸ καταβολῆς κόσμου. Οἱ δὲ ἐξ22

23

εὐωνύμων τῆς ὀδυνηρᾶς ἐκείνης καὶ σκυθρωπῆς ἀκούσουσιν ἀποφάσεως· πορεύ‐ εσθε ἀπ’ ἐμοῦ οἱ κατηραμένοι εἰς τὸ πῦρ τὸ αἰώνιον, τὸ ἡτοιμασμένον τῷ Δια‐ βόλῳ καὶ τοῖς ἀγγέλοις αὐτοῦ· ὡς οὐκ ἠλεήσατε, οὕτως οὐδὲ νῦν ἐλεηθήσεσθε· ὡς οὐκ ἠκούσατέ μου τῆς φωνῆς, οὕτως οὐδὲ ἐγὼ νῦν εἰσακούσομαι τῶν ὑμετέ‐
5ρων ὀδυρμῶν. Ἐμοὶ γὰρ οὐ διηκονήσατε· οὐδὲ πεινῶντα ἐθρέψατε, οὐδὲ διψῶντα ἐποτίσατε, οὐδὲ ἐξενοδοχήσατε, οὐδὲ ἐνεδύσατε γυμνητεύοντα, οὐδὲ ἀσθενοῦντά με ἐπεσκέψασθε, οὐδὲ ἐν φυλακῇ ὄντος μου ἤλθετε πρός με. Ἄλλου ἐργάται κυρίου ἐγένεσθε καὶ ὑπουργοί, τουτέστι τοῦ Διαβόλου. Διὰ τοῦτο ἀπο‐ χωρεῖτε ἀπ’ ἐμοῦ, ἐργάται τῆς ἀδικίας. Τότε ἀπελεύσονται οὗτοι εἰς κόλασιν
10αἰώνιον, οἱ δὲ δίκαιοι εἰς ζωὴν αἰώνιον. Εἰς μίαν δὲ κόλασιν ἀπέρχονται πάντες, ἢ διάφοροί εἰσι κολάσεις; Διάφοροι τῶν κολάσεων τόποι εἰσίν, ὡς ἐν τῷ Εὐαγγελίῳ ἠκούσαμεν. Ἔστιν οὖν σκότος ἐξώτερον· δῆλον ὅτι καὶ ἄλλο ἐσώτερον. Γέεννα τοῦ πυρὸς
τόπος ἄλλος· βρυγμὸς ὀδόντων τόπος ἴδιος· σκώληξ ἀκοίμητος ἐν ἑτέρῳ τόπῳ23

24

ἐστίν· ἡ λίμνη τοῦ πυρὸς τόπος ἕτερος· ὁ τάρταρος τόπος ἴδιος· τὸ ἄσβεστον πῦρ ἰδία χώρα· καταχθόνια καὶ ἀπώλεια ἐν ἰδίοις τόποις· κατώτατα γῆς ἄλλος τόπος· ᾅδης ἔνθα ἀποστρέφονται οἱ ἁμαρτωλοὶ καὶ πυθμὴν ᾅδου τόπος χαλε‐ πώτερος. Ἐν ταύταις ταῖς κολάσεσι καταμερίζονται οἱ ἐλεεινοί, ἕκαστος πρὸς
5ἀναλογίαν τῶν ἁμαρτημάτων αὐτοῦ, εἴτε σφοδρότερον εἴτε μαλακώτερον, κατὰ τὸ γεγραμμένον, ὅτι σειραῖς τῶν ἑαυτοῦ ἁμαρτιῶν ἕκαστος σφίγγεται· τοιοῦτο δέ ἐστι καὶ τὸ δαρήσεται πολλὰς καὶ ὀλίγας. Ὥσπερ δὲ ὧδέ εἰσι διαφοραὶ κο‐ λάσεων, οὕτω καὶ ἐν τῷ μέλλοντι αἰῶνι. Οἱ δὲ ἔχοντες κατ’ ἀλλήλων ἔχθραν, ἐὰν συμβῇ τούτοις οὕτως ἐκδημῆσαι ἐκ τοῦ σώματος, ἀπαραίτητον κρῖμα εὑρή‐
10σουσιν ἐν ὥρᾳ κρίσεως, καὶ ὡς μεμισημένοι εἰς τὸ ἐξώτερον σκότος ἀποπέμ‐ πονται καὶ πῦρ ἀτελεύτητον, ὡς καταφρονήσαντες τῆς εὐκόλου τοῦ Κυρίου ἐν‐ τολῆς, τῆς λεγούσης· ἀγαπᾶτε ἀλλήλους καὶ συγχωρεῖτε ἕως ἑβδομηκοντάκις
ἑπτά. Πᾶς δὲ ὁ ἁμαρτήσας οὐκ ὀφείλει ἀμερίμνως διάγειν, οὐδὲ πάλιν ἀπογι‐24

25

νώσκειν· διότι παράκλητον ἔχομεν πρὸς τὸν Πατέρα Ἰησοῦν Χριστόν, τὸν Θεὸν δίκαιον, καὶ αὐτὸς ἱλασμός ἐστι περὶ τῶν ἁμαρτιῶν ἡμῶν. Οὐχὶ τῶν ἀμερι‐ μνούντων, οὐδὲ τῶν ἀνακειμένων καὶ ῥεγχόντων, οὐδὲ τῶν τρυφώντων καὶ γε‐ λώντων, ἀλλὰ τῶν πενθούντων καὶ μετανοούντων καὶ βοώντων πρὸς αὐτὸν νυ‐
5κτὸς καὶ ἡμέρας, οἳ καὶ παρακληθήσονται ὑπὸ τοῦ Παρακλήτου. Ὁ δὲ ἁμαρτή‐ σας καὶ ἐπιλαθόμενος τῶν ἁμαρτιῶν αὐτοῦ, καὶ οὕτως ἐκδημῶν τοῦ σώματος, ἐπὶ τοῦτον ἡ ὀργὴ τοῦ Θεοῦ ἐπιπεσεῖται ἐκείνη, ἣν Μανασσῆς ἐμήνυσεν, εἰπών· ὅτι ἀνυπόστατος ἡ ὀργὴ τῆς ἐπὶ ἁμαρτωλοὺς ἀπειλῆς σου. Οὐαὶ τῷ φιλοπόρνῳ. Οὐαὶ τῷ μεθύσῳ. Οὐαὶ τοῖς μετὰ τυμπάνων καὶ
10αὐλῶν τὸν οἶνον πίνουσι, τὰ δὲ ἔργα Κυρίου οὐκ ἐμβλέπουσιν, οὐδὲ τῶν λόγων αὐτοῦ μνημονεύουσιν. Οὐαὶ τοῖς ἐνυβρίζουσι τὰς θείας Γραφάς. Οὐαὶ τοῖς ἀπο‐ λύουσι τὸν καιρὸν τοῦτον τῆς μετανοίας καὶ ἐπιστροφῆς εἰς μετεωρισμοὺς καὶ γελοῖα· ζητήσουσι γὰρ τὸν καιρόν, καὶ οὐ μὴ εὕρωσιν, ὃν κακῶς ἐδαπάνησαν.
Οὐαὶ τοῖς ἐν πνεύμασιν ἐπερωτῶσι πλάνοις, καὶ πρὸς μάντεις ἀπερχομένοις,25

26

καὶ προσέχουσι διδασκαλίαις δαιμονίων, ὅτι σὺν αὐτοῖς κατακριθήσονται ἐν τῷ μέλλοντι αἰῶνι. Οὐαὶ τοῖς γράφουσιν ἀδικίαν. Οὐαὶ τοῖς τὰ περίεργα ποιοῦσι, γοητείας καὶ μαντείας καὶ παιδοφθορίας καὶ τὰ ὅμοια τούτοις. Οὐαὶ τοῖς ἀπο‐ στεροῦσι μισθὸν μισθωτοῦ, ὅτι ὁ ἀποστερῶν μισθὸν ὡς ὁ ἐκχέων αἷμα. Οὐαὶ
5τοῖς ἀδίκως δικάζουσι· τοῖς δικαιοῦσι τὸν ἀσεβῆ καὶ τὸ δίκαιον τοῦ δικαίου αἴρουσιν. Οὐαὶ τοῖς μιαίνουσι τὴν ἁγίαν πίστιν ἐν αἱρέσεσιν, ἢ τοῖς αἱρετικοῖς συγκαταβαίνουσιν. Οὐαὶ τοῖς τὸ ἀνίατον πάθος νοσοῦσι, τουτέστι τὸν φθόνον καὶ τὴν βασκανίαν. Καὶ τί πολλὰ λέγω καὶ οὐ κόπτω ταχέως τὸν λόγον; Οὐαὶ πᾶσι τοῖς ἐξ ἀριστερῶν λαχοῦσιν ἐν τῇ ἡμέρᾳ ἐκείνῃ τῇ φοβερᾷ, ὅτι σκοτισθήσονται
10καὶ πικρὰ δακρύσουσιν, ὅτε ἀκούσωσι τῆς ὀδυνηρᾶς ἐκείνης ἀποφάσεως, τὸ πο‐ ρεύεσθε ἀπ’ ἐμοῦ οἱ κατηραμένοι. Ἄλλοι δὲ πάλιν ἀκούσουσι τῆς λυπηρᾶς ἐκεί‐ νης ἀποφάσεως, τὸ ἀποστραφήσονται οἱ ἁμαρτωλοὶ εἰς τὸν ᾅδην. Ἄλλοι ἀκού‐
σουσι τὸ ἀμὴν ἀμὴν λέγω ὑμῖν, οὐκ οἶδα ὑμᾶς· ἀποχωρεῖτε ἀπ’ ἐμοῦ, ἐργάται26

27

τῆς ἀδικίας. Ἄλλοι ἀκούσουσι, δηλονότι οἱ φθονεροί, τὸ ἆρον τὸ σὸν καὶ ὕπα‐ γε. Καὶ ποῦ ἆρα; Δηλονότι ὅπου οἱ ἀκούσαντες τὸ πορεύεσθε ἀπ’ ἐμοῦ οἱ κατη‐ ραμένοι εἰς τὸ πῦρ. Ἕτεροι ἀκούσουσι τὸ δήσαντες αὐτοῦ χεῖρας καὶ πόδας, ἐξενέγκατε εἰς τὸ σκότος τὸ ἐξώτερον. Ἄλλοι, ὡς τὰ ζιζάνια, δεσμευθήσονται
5εἰς τὸ κατακαῦσαι ἐν τῇ καμίνῳ τοῦ πυρός. Ὥσπερ δὲ πολλοὶ τρόποι τῆς σωτη‐ ρίας εἰσίν, οὕτω καὶ πολλαὶ μοναὶ ἐν τῇ βασιλείᾳ τῶν οὐρανῶν. Καὶ ὥσπερ εἰσὶ πολλοὶ τρόποι τῶν ἁμαρτιῶν καὶ τῶν ἁμαρτημάτων, οὕτω καὶ πολλοὶ τρόποι τῶν κολάσεων. Ὅσοι ἔχετε δάκρυα καὶ κατάνυξιν, κλαύσατε μετ’ ἐμοῦ· ἐγὼ γάρ, ἀδελ‐
10φοί μου εὐλογημένοι, ἐμνήσθην τοῦ ἐλεεινοῦ ἐκείνου χωρισμοῦ καὶ οὐ δύναμαι φέρειν· ἐν τῇ ὥρᾳ γὰρ ἐκείνῃ τῇ φοβερᾷ διαχωρίζονται ἀπ’ ἀλλήλων τὸν ἐλε‐ εινὸν χωρισμόν, καὶ ἀποδημοῦσιν ἕκαστος ἀποδημίαν ἐπιστροφὴν μὴ ἔχουσαν. Τίς οὕτω λιθοκάρδιος, ὃς οὐ μὴ κλαύσῃ ἀπεντεῦθεν τὴν ὥραν ἐκείνην, ὅταν διαχωρίζωνται ἐπίσκοποι ἀπὸ συνεπισκόπων, πρεσβύτεροι ἀπὸ συμπρεσβυτέ‐
15ρων, διάκονοι ἀπὸ συνδιακόνων, καὶ ὑποδιάκονοι καὶ ἀναγνῶσται ἀπὸ τῶν27

28

ἑταίρων αὐτῶν; Τότε διαχωρισθήσονται οἱ ποτὲ βασιλεῖς καὶ κλαύσουσι καὶ ἐλαθήσονται ὡς ἀνδράποδα. Τότε στενάξουσιν ἄρχοντες καὶ πλούσιοι ἄσπλαγ‐ χνοι, καὶ ἀποβλέψουσι πανταχόθεν στενοχωρούμενοι, καὶ οὐδεὶς ὁ βοηθῆσαι δυνάμενος. Οὔτε ὁ πλοῦτος φαίνεται, οὔτε οἱ κόλακες παρίστανται, οὔτε εὑρή‐
5σουσιν ἔλεος, οὐδὲ γὰρ ἠλέησαν, οὔτε προέπεμψαν, ἵνα εὕρωσι, καθὼς καὶ ὁ Προφήτης λέγει περὶ τῶν τοιούτων, ὅτι ὕπνωσαν ὕπνον αὐτῶν καὶ οὐχ εὗρον οὐδέν. Τότε διαχωρίζονται γονεῖς ἀπὸ τέκνων καὶ φίλοι ἀπὸ φίλων. Τότε ἀπο‐ χωρίζονται ὀδυνηρῶς συζυγίαι, αἳ οὐκ ἐφύλαξαν τὴν κοίτην αὐτῶν ἀμίαντον. Τότε διαχωρίζονται οἱ τῷ σώματι μὲν παρθένοι, τῷ δὲ τρόπῳ ἄσπλαγχνοι καὶ
10ἀπηνεῖς· ἡ γὰρ κρίσις ἀνίλεως τῷ μὴ πράξαντι ἔλεος. Ἀλλὰ παρεάσω τὰ πολ‐ λὰ εἰπεῖν, ὅτι συνέχει με φόβος καὶ τρόμος ἐν τῇ διηγήσει ταύτῃ. Καὶ ἵνα συν‐ τόμως εἴπω· τότε λοιπὸν ἀπελαύνονται ἐκ τοῦ βήματος καὶ ἀπάγονται ὑπὸ Ἀγγέλων αὐστηρῶν, ὠθούμενοι καὶ τυπτόμενοι καὶ τοὺς ὀδόντας τρίζοντες,
καὶ πυκνότερον ἐπιστρεφόμενοι ἰδεῖν τοὺς δικαίους καὶ τὴν χαράν, ὅθεν ἐχωρί‐28

29

σθησαν. Καὶ βλέπουσι τὸ φῶς ἐκεῖνο τὸ ἀνεκλάλητον· βλέπουσι τὰ κάλλη τοῦ παραδείσου· βλέπουσι τοὺς γνωρίμους ἐν τῇ χαρᾷ ἐκείνῃ· βλέπουσι τὰς μεγά‐ λας ἐκείνας δωρεάς, ἃς λαμβάνουσι παρὰ τοῦ Βασιλέως τῆς δόξης οἱ καλῶς ἀγωνισάμενοι. Εἶτα κατὰ μικρὸν ἀποσχοινιζόμενοι καὶ ἀπορφανιζόμενοι πάν‐
5των τῶν δικαίων καὶ φίλων καὶ γνωρίμων, λοιπὸν καὶ αὐτοῦ τοῦ Θεοῦ ἀπο‐ κρύπτονται, μηκέτι δυνάμενοι θεωρεῖν τὴν χαρὰν καὶ τὸ φῶς ἐκεῖνο τὸ ἀληθι‐ νόν. Καὶ λοιπὸν προσεγγίζουσιν ἐπὶ τὰς προειρημένας κολάσεις, τοῦ δια‐ σπαρῆναι καὶ τοῦ διασκορπισθῆναι ἐν αὐταῖς. Τότε θεωροῦντες τὴν παντελῆ αὐτῶν ἐγκατάλειψιν, καὶ ὅτι πᾶσα ἡ ἐλπὶς
10αὐτῶν ἀπώλετο, καὶ οὐδεὶς ὁ βοηθῆσαι δυνάμενος ἢ παρακαλέσαι ὑπὲρ αὐτῶν, δικαία γὰρ ἡ κρίσις τοῦ Θεοῦ, τότε λοιπὸν ἐν πικροτάτοις δάκρυσιν ὀλολύζον‐ τες, λέγουσιν· ὤ, πόσον καιρὸν ἀπωλέσαμεν ἐν ἀμελείᾳ! Ἐκεῖ ὁ Θεὸς ἐλάλει διὰ τῶν Γραφῶν, καὶ οὐ προσείχομεν· ὧδε ἡμεῖς βοῶμεν, καὶ αὐτὸς τὸ πρόσωπον αὐτοῦ ἀποστρέφει ἀφ’ ἡμῶν. Τί ὠφέλησαν ἡμῖν τὰ πέρατα τοῦ κόσμου; Ποῦ ὁ
15πατήρ, ὁ γεννήσας; Ποῦ μήτηρ, ἡ τεκοῦσα; Ποῦ ἀδελφοί; Ποῦ τὰ τέκνα; Ποῦ
οἱ φίλοι; Ποῦ ὁ πλοῦτος; Ποῦ τὰ ὑπάρχοντα; Ποῦ οἱ θόρυβοι; Ποῦ τὰ ἄριστα;29

30

Ποῦ ὁ πολὺς καὶ ἄκαρπος δρόμος; Ποῦ οἱ βασιλεῖς καὶ οἱ δυνάσται; Πῶς ἐκ πάντων τούτων οὐδεὶς ἡμᾶς σῶσαι δύναται, οὔτε δὲ ἑαυτοῖς δυνάμεθα βοη‐ θῆσαι, ἀλλὰ παντελῶς ἐγκατελείφθημεν καὶ ἀπὸ τοῦ Θεοῦ, καὶ ἀπὸ τῶν Ἁγί‐ ων, καὶ ἀπὸ τῶν ἰδίων χωριζόμεθα; Τί ποιήσωμεν; Ὅτι οὐκέτι καιρὸς μετα‐
5νοίας· οὐκέτι ἰσχύει παράκλησις· οὐκέτι τῶν δακρύων ὄφελος· οὐκέτι φαίνονται οἱ τὸ ἔλαιον πωλοῦντες πτωχοὶ καὶ πένητες· ἐλύθη γὰρ ἡ πανήγυρις. Ὅτε εἴχομεν καιρὸν καὶ δύναμιν, καὶ οἱ πωλοῦντες μετὰ δακρύων ἔκραζον, ἀγορά‐ σατε, τὰ ὦτα ἡμῶν κλείσαντες οὐκ ἠκούσαμεν, οὐδὲ ἠγοράσαμεν. Νῦν οὖν ἡμεῖς ζητοῦμεν, καὶ οὐχ εὑρίσκομεν. Οὐκέτι ἀνάρρυσις ἡμῶν τῶν ἐλεεινῶν·
10οὐκέτι ἐλέους τυγχάνομεν· οὐδὲ γάρ ἐσμεν ἄξιοι. Δικαία ἡ κρίσις τοῦ Θεοῦ. Οὐκέτι ὀψόμεθα τὰ τάγματα τῶν Ἁγίων· οὐκέτι θεασόμεθα τὸ φῶς τὸ ἀληθι‐ νόν. Ἀπωρφανίσθημεν ἀπὸ πάντων. Καὶ λοιπὸν τί εἴπωμεν; Σῴζεσθε, πάντες οἱ δίκαιοι. Σῴζεσθε, Ἀπόστολοι καὶ Προφῆται καὶ Μάρτυρες. Σῴζου, ὁ χορὸς τῶν πατριαρχῶν. Σῴζου, τὸ τάγμα τῶν μοναζόντων. Σῴζου, τίμιε καὶ ζωο‐
15ποιὲ Σταυρέ. Σῴζου, ἡ βασιλεία τῶν οὐρανῶν. Σῴζου, ἡ ἄνω Ἱερουσαλήμ, ἡ30

31

μήτηρ τῶν πρωτοτόκων. Σῴζου, ὁ παράδεισος τῆς τρυφῆς. Σῴζου καὶ σύ, Δέ‐ σποινα Θεοτόκε, ἡ μήτηρ τοῦ φιλανθρώπου Θεοῦ. Σῴζεσθε, πατέρες καὶ μητέ‐ ρες, υἱοὶ καὶ θυγατέρες· οὐκέτι ὀψόμεθά τινα ἐξ ὑμῶν. Καὶ λοιπὸν ἀπέρχονται ἕκαστος εἰς ὃν ἡτοίμασεν ἑαυτῷ τόπον τῆς βασάνου διὰ τῶν πονηρῶν αὐτοῦ
5ἔργων, ὅπου ὁ σκώληξ αὐτῶν οὐ τελευτᾷ καὶ τὸ πῦρ οὐ σβέννυται. Ἰδού, ἠκούσατε, ἀδελφοί μου φιλόχριστοι. Ἰδού, τὴν παράκλησιν ὑμῶν ἐποίησα καὶ τὴν ἐπιθυμίαν ὑμῶν ἐπλήρωσα. Ἰδού, ἔγνωτε τί ἑαυτοῖς εὐτρεπίζο‐ μεν. Ἰδού, ἠκούσατε τί κερδαίνουσιν οἱ ἀμελοῦντες καὶ ῥᾳθυμοῦντες καὶ μὴ με‐ τανοοῦντες. Ἠκούσατε πῶς χλευάζονται οἱ χλευάζοντες τὰς τοῦ Κυρίου ἐντο‐
10λάς. Ἠκούσατε πῶς ἀπατᾷ καὶ πλανᾷ τοὺς πολλοὺς ὁ ψυχοφθόρος οὗτος βίος. Ἔγνωτε πῶς ἐμπαίζονται οἱ ἐμπαῖκται τῶν θείων Γραφῶν. Μηδεὶς πλανηθῇ, ἀδελφοί μου εὐλογημένοι. Μή τις ἀπιστήσῃ, ὅτι λόγοι εἰσὶ μόνον ψιλοὶ περὶ τῆς κρίσεως λεγόμενοι. Ἀλλὰ ἀκριβῶς καὶ ἀσφαλῶς πάντες πιστεύσωμεν τῷ Κυρίῳ, ὅτι ἐστὶν ἀνάστασις νεκρῶν καὶ κρίσις καὶ ἀνταπόδοσις τῶν τε καλῶν
15καὶ τῶν φαύλων, κατὰ τὰς θείας Γραφάς. Καὶ πάντα παριδόντες τὰ πρόσκαιρα,
περιφρονήσαντες αὐτῶν φροντίσωμεν τὰ τῆς ἀπολογίας καὶ παραστάσεως τοῦ31

32

φοβεροῦ βήματος, καὶ τῆς φρικτῆς ἐκείνης ἡμέρας καὶ φοβερᾶς ὥρας. Αὕτη γάρ ἐστιν ἡ ὥρα ἡ πολυστένακτος, ἡ πολυώδυνος, ἡ πολύθλιπτος, ἡ δοκιμά‐ ζουσα ὅλον τὸν βίον. Περὶ ταύτης τῆς φρικτῆς ἡμέρας καὶ ὥρας οἱ ἅγιοι Προ‐ φῆται καὶ Ἀπόστολοι προεῖπον. Περὶ ταύτης τῆς ἡμέρας καὶ ὥρας ἡ θεία Γρα‐
5φή, ἀπὸ περάτων ἕως περάτων τῆς οἰκουμένης, ἐν ταῖς ἐκκλησίαις καὶ παντὶ τόπῳ βοᾷ καὶ διαμαρτύρεται πᾶσι, καὶ παρακαλεῖ, λέγουσα· βλέπετε, γρηγο‐ ρεῖτε, προσέχετε, νήφετε, προσεύχεσθε, ἐλεεῖτε, γίνεσθε ἕτοιμοι, ὅτι οὐκ οἴδατε τὴν ἡμέραν ἢ τὴν ὥραν, ἐν ᾗ ὁ Κύριος ἔρχεται. Πάντες οὖν, ὡς εἶπον, οἱ θεοφόροι, μετὰ πόνων καὶ δακρύων κράζουσι,
10προμηνύοντες τῆς ἡμέρας ἐκείνης τὴν ἀνάγκην. Περὶ ταύτης τῆς ἡμέρας ἔλεγεν Ἠσαΐας ὁ προφήτης· ἰδού, Κύριος ἔρχεται καταφθεῖραι πᾶσαν τὴν γῆν καὶ τοὺς ἁμαρτωλοὺς ἀπολέσαι ἐξ αὐτῆς. Καὶ πάλιν ὁ αὐτὸς Προφήτης λέγει· ἰδού, Κύ‐ ριος ἔρχεται, καὶ ὁ μισθὸς αὐτοῦ μετ’ αὐτοῦ καὶ τὸ ἔργον ἑκάστου ἐνώπιον αὐ‐ τοῦ. Ἄλλος Προφήτης βοᾷ, λέγων· ἰδού, Κύριος ἔρχεται, καὶ τίς ὑπομενεῖ ἡ‐
15μέραν εἰσόδου αὐτοῦ, ἢ τίς στήσεται ἐν τῇ ὀπτασίᾳ αὐτοῦ; Ἕτερος δὲ Προφήτης32

33

ἀνακράζει, λέγων· Κύριε, εἰσακήκοα τὴν ἀκοήν σου καὶ ἐφοβήθην, καὶ εἰσῆλθε τρόμος εἰς τὰ ὀστᾶ μου. Ἕτερος Προφήτης βοᾷ ἐκ προσώπου Κυρίου, λέγων· ἐν ἡμέρᾳ ἐκδικήσεως ἀνταποδώσω, καὶ οὐκ ἔστιν ὃς ἐξελεῖται ἐκ τῶν χειρῶν μου. Περὶ ταύτης τῆς ἡμέρας ὁ θεόφατος Δαυῒδ ἔλεγεν· ὁ Θεὸς ἐμφανῶς ἥξει,
5ὁ Θεὸς ἡμῶν, καὶ οὐ παρασιωπήσεται· πῦρ ἐνώπιον αὐτοῦ καυθήσεται, καὶ κύ‐ κλῳ αὐτοῦ καταιγὶς σφόδρα. Περὶ ταύτης τῆς ἡμέρας βοᾷ καὶ Παῦλος ὁ ἀπό‐ στολος· ἐν ἡμέρᾳ, ᾗ κρινεῖ ὁ Θεὸς τὰ κρυπτὰ τῶν ἀνθρώπων κατὰ τὸ εὐαγγέ‐ λιόν μου. Καὶ πάλιν λέγει· βλέπετε πῶς περιπατεῖτε· φοβερὸν τὸ ἐμπεσεῖν εἰς χεῖρας Θεοῦ ζῶντος. Βοᾷ δὲ καὶ ὁ μακάριος Πέτρος, ὁ κορυφαῖος τῶν Ἀπο‐
10στόλων, περὶ τῆς ἡμέρας ἐκείνης, λέγων· ἡ ἡμέρα Κυρίου, ὡς κλέπτης ἐν νυ‐ κτί, οὕτως ἔρχεται, δι’ ἣν οἱ οὐρανοὶ πυρούμενοι λυθήσονται, καὶ στοιχεῖα καυ‐ σούμενα τήκεται. Καὶ τί λέγω περὶ Προφητῶν καὶ Ἀποστόλων; Αὐτὸς ὁ Δε‐
σπότης ἡμῶν καὶ Κύριος περὶ τῆς ἡμέρας ἐκείνης προεμαρτύρατο, λέγων· βλέ‐33

34

πετε μήποτε βαρυνθῶσιν αἱ καρδίαι ὑμῶν ἐν κραιπάλῃ καὶ μέθῃ καὶ μερίμναις βιωτικαῖς, καὶ αἰφνίδιος ἐφ’ ὑμᾶς ἐπιστῇ ἡ ἡμέρα ἐκείνη· ὡς παγὶς γὰρ ἐπελεύ‐ σεται ἐπὶ τοὺς κατοικοῦντας ἐπὶ πρόσωπον πάσης τῆς γῆς. Γρηγορεῖτε οὖν, ὅτι ᾗ ὥρᾳ οὐ δοκεῖτε ὁ Υἱὸς τοῦ ἀνθρώπου ἔρχεται· καὶ ἀγωνίζεσθε εἰσελθεῖν διὰ
5τῆς στενῆς πύλης τῆς ἀπαγούσης εἰς τὴν ζωήν. Δι’ αὐτῆς, ἀδελφοί μου, βαδίσωμεν τῆς ὁδοῦ, ἵνα ζωὴν αἰώνιον κληρονο‐ μήσωμεν· ὁ γὰρ ταύτην βαδίζων, δῆλον ὅτι τὴν ζωὴν κληρονομήσει τὴν αἰώ‐ νιον. Αὕτη γὰρ ἡ ὁδός ἐστιν ἡ ζωή. Εἰ γὰρ καὶ ὀλίγοι εἰσὶν οἱ εὑρίσκοντες αὐ‐ τήν, ἀλλ’ ἡμεῖς, ἀγαπητοί, μὴ ἀποτύχωμεν αὐτῆς. Μηδεὶς ἐξ ὑμῶν ἔξω αὐτῆς
10βαδίσῃ, ἵνα μὴ εἰς ἀπώλειαν ἀπέλθῃ, καθὼς καὶ ὁ Προφήτης λέγει· μήποτε ὀργισθῇ Κύριος, καὶ ἀπολεῖσθε ἐξ ὁδοῦ δικαίας. Ἀκούσωμεν τοῦ Δεσπότου λέ‐ γοντος· ἐγώ εἰμι τὸ φῶς τοῦ κόσμου. Ἐγώ εἰμι ὁ ποιμὴν ὁ καλός. Ἐγώ εἰμι ἡ ζωή. Ἐγώ εἰμι ἡ θύρα· δι’ ἐμοῦ ἐάν τις εἰσέλθῃ σωθήσεται. Ἐγώ εἰμι ἡ ὁδός·
ὁ ἐμοὶ ἀκολουθῶν οὐ μὴ προσκόψει, ἀλλ’ ἕξει τὸ φῶς τῆς ζωῆς.34

35

Ταύτην οὖν τὴν μακαρίαν ὁδὸν βαδίσωμεν, ἣν ἐβάδισαν πάντες οἱ ποθή‐ σαντες τὸν Χριστόν. Ταύτης τὰ βαδίσματα θλιβερά, ἀλλ’ ἡ ἀνάπαυσις μακαρία. Ταύτης τὰ βαδίσματα σκυθρωπά, ἀλλ’ ἡ ἀνταπόδοσις χαρά. Ταύτης τὰ βαδί‐ σματα στενά, ἀλλὰ τὸ κατάλυμα εὐρύχωρον. Ταύτης τὰ βαδίσματα μετάνοια,
5νηστεία, προσευχή, ἀγρυπνία, ταπεινοφροσύνη, πτωχεία πνευματική, περιφρό‐ νησις σαρκός, ἐπιμέλεια ψυχῆς, χαμοκοιτία, ἀλουσία, ξηροφαγία, πεῖνα, δίψα, γυμνότης, ἐλεημοσύνη, δάκρυα, πένθος, στεναγμός, γονυκλισίαι, ἀτιμίαι, διωγμοί, ἁρπαγαί, κολαφισμοί, κόποι διὰ τῶν χειρῶν, κίνδυνοι, ἐπιβουλαί, τὸ λοιδορεῖσθαι καὶ ὑπομένειν, τὸ μισεῖσθαι καὶ μὴ μισεῖν, τὸ κακὰ πάσχειν καὶ
10καλὰ ἀποδιδόναι, τὸ ἀφιέναι τοῖς ὀφειλέταις τὰ ὀφειλήματα, τὸ τιθέναι τὴν ψυχὴν ὑπὲρ τῶν φίλων, τέλος δέ, τὸ ἐκχεῦσαι τὸ αἷμα ὑπὲρ τοῦ Χριστοῦ, ὅταν ὁ καιρὸς ἀπαιτῇ. Ταύτης τῆς στενῆς πύλης καὶ τεθλιμμένης ὁδοῦ τὰ βαδίσματα εἴ τις ἔχει, μακαρίαν λήψεται τὴν ἀνταπόδοσιν τὴν τῶν οὐρανῶν, ἧς οὐκ ἔστι
τέλος ποτέ.35

36

Πλατεῖα δὲ ἡ πύλη καὶ εὐρύχωρος ἡ ὁδὸς ἡ ἀπάγουσα εἰς τὴν ἀπώλειαν. Ταύτης τὰ βαδίσματά εἰσι πρὸς μὲν τὸ παρὸν χαροποιά, ἀλλ’ ἐκεῖθεν λυπηρά. Ἔνθεν γλυκέα, ἐκεῖθεν δὲ πικρότερα χολῆς. Ἔνθεν ἐλαφρά, ἐκεῖθεν δὲ βαρέα καὶ ἐπώδυνα. Ὧδε φαίνονται ὡς μηδαμινὰ καὶ οὐδὲν ὄντα, ἐκεῖ δὲ ὥσπερ
5θῆρες ἄγριοι κυκλοῦσι τοὺς ἐπιτελοῦντας καὶ μὴ μετανοοῦντας, κατὰ τὸν λόγον τοῦ Προφήτου· φησὶ γάρ· ἐν ἡμέρᾳ πονηρᾷ ἡ ἀνομία τῆς πτέρνης μου κυκλώ‐ σει με· τουτέστιν ἡ πονηρία τοῦ βίου τούτου, ἤγουν τῆς πλατείας ὁδοῦ τὰ βαδί‐ σματα, ἅπερ καὶ ὁ Ἀπόστολος ἐν μέρει ἀπηρίθμησε, λέγων· ἅτινά ἐστι πορ‐ νεία, μοιχεία, ἀσέλγεια, εἰδωλολατρία, ἔρις, ζῆλος, θυμός, διχοστασία, φθό‐
10νοι, φόνοι καὶ τὰ ὅμοια τούτοις. Τῆς πλατείας ὁδοῦ εἰσι τὰ βαδίσματα ὡσαύ‐ τως δὲ καὶ γελοῖα, κραυγαί, τρυφαί, κιθάραι, αὐλοί, χορεύματα, λουτρά, μα‐ λακὰ ἐνδύματα, ἄριστα πολυτελῆ, κρότοι χειρῶν καὶ θόρυβοι, ὕπνοι ἀμέριμνοι, στρωμναὶ ἁπαλαὶ καὶ κλῖναι διάφοροι, ἀδηφαγία, μισαδελφία, τὸ δὲ πάντων
χεῖρον, ἀμετανόησις καὶ τὸ μηδέποτε μνημονεύειν τῆς ἐξόδου τῆς ἐκ τοῦ βίου.36

37

Ταῦτά εἰσι τὰ βαδίσματα τῆς χαλεπῆς ἐκείνης ὁδοῦ, ἣν πολλοί εἰσιν οἱ ὁδεύοντες, διὸ καὶ τὸ κατάλυμα ἐπιτήδειον εὑρήσουσιν. Ἀντὶ τῆς τρυφῆς τὴν πεῖναν, ἀντὶ τῆς μέθης τὴν δίψαν, ἀντὶ τῆς ἀναπαύσεως τὴν ὀδύνην, ἀντὶ τοῦ γέλωτος τὸν ὀδυρμόν, ἀντὶ τῆς κιθάρας τὸν κλαυθμόν, ἀντὶ τῆς πολυσαρκίας
5τὸν σκώληκα, ἀντὶ τῆς ἀμεριμνίας τὴν οἰκονομίαν, ἀντὶ τῶν χορευμάτων τὸ εἶναι μετὰ τῶν δαιμόνων, ἀντὶ τῶν περιεργιῶν καὶ γοητειῶν καὶ λοιπῶν ἐπιτη‐ δευμάτων πονηρῶν τὸ ἐξώτερον σκότος, τὴν γέενναν πυρὸς καὶ τὰ τούτων ὅμοια, ἅπερ εἰσὶν αἱ νομαὶ τοῦ θανάτου, ἔνθα ποιμαίνει τὰ ἴδια πρόβατα καὶ τοὺς ἰδίους μαθητὰς καὶ φίλους, τοὺς βαδίζοντας τὴν πλατεῖαν καὶ εὐρύχωρον
10ὁδόν, κατὰ τὸν λόγον τοῦ Προφήτου· φησὶ γάρ· ὡς πρόβατα ἐν ᾅδῃ ἔθετο· θά‐ νατος ποιμανεῖ αὐτούς. Ἡμεῖς δέ, ἀγαπητοὶ ἀδελφοί, ἐκκλίνοντες ἐκ τῆς χαλε‐ πῆς ἐκείνης ὁδοῦ, ἀκούσωμεν τοῦ Κυρίου λέγοντος· ἀγωνίζεσθε εἰσελθεῖν διὰ τῆς στενῆς πύλης· λέγω γὰρ ὑμῖν ὅτι πολλοὶ ζητήσουσιν εἰσελθεῖν καὶ οὐχ εὑρήσουσι. Καὶ πολλὰ ἕτερα ὁ Κύριος καὶ πάντες οἱ θεοφόροι ὅμοια τούτοις
15βοῶσι.
Ταύτην τὴν ἡμέραν κατὰ νοῦν λαβόντες οἱ ἅγιοι Μάρτυρες, οὐκ ἠλέησαν37

38

τὰ ἑαυτῶν σώματα, ἀλλὰ πᾶν εἶδος κολαστηρίων ὑπέμειναν, χαίροντες τῇ ἐλπίδι τῶν στεφάνων. Ἄλλοι ἐν ἐρημίαις καὶ ὄρεσιν, ἐν νηστείᾳ καὶ παρθενίᾳ ἠγωνίσαντο, καὶ νῦν ἀγωνίζονται, οὐ μόνον ἄνδρες, ἀλλὰ καὶ γυναῖκες, τὸ ἀσθενέστερον μέρος, καὶ τὴν στενὴν πύλην καὶ τεθλιμμένην ὁδὸν βαδίσασαι
5ἥρπασαν τὴν βασιλείαν τῶν οὐρανῶν. Τίς οὖν ὑπομενεῖ τὴν αἰσχύνην ἐκείνην, ὅτε γυναῖκες στεφανωθήσονται ἐν τῇ ἡμέρᾳ ἐκείνῃ καὶ πολλοὶ ἄνδρες καταισχύ‐ νονται; Οὐκ ἔστι γὰρ ἐκεῖ ἄρσεν καὶ θῆλυ, ἀλλ’ ἕκαστος τὸν ἴδιον μισθὸν λήψε‐ ται κατὰ τὸν ἴδιον κόπον. Οὐ μόνον δὲ ἐν ταῖς ἐρήμοις καὶ ὄρεσι τοῦτο γέγο‐ νεν, ἀλλὰ πολλῷ μᾶλλον ἐν ταῖς πόλεσι καὶ ἐν ταῖς κώμαις καὶ ἐν ταῖς νήσοις
10καὶ ἐν ταῖς ἐκκλησίαις τὰ πλήθη τῶν σῳζομένων ἐξέλαμψαν, σπουδαίως ἕκα‐ στος ἐν τῷ ἰδίῳ τάγματι τὰς ἐντολὰς τοῦ Δεσπότου φυλάξαντες· ἐπίσκοποι, πρεσβύτεροι, διάκονοι καὶ τὰ λοιπὰ τάγματα τῆς Ἐκκλησίας· βασιλεῖς τε καὶ ἄρχοντες, ἀρχαί τε καὶ ἐξουσίαι. Οὐ γὰρ ὁ Δεσπότης Θεὸς διαφορὰς ἐποίησεν, ἢ προετίμησε τόπον τοῦ τόπου, ἀλλ’ οὕτως ἔφη· ὅπου ἐὰν ὦσιν εἰς τὸ ἐμὸν
15ὄνομα συνηγμένοι, τουτέστι καὶ ἐν ἐρημίᾳ καὶ ἐν ὄρεσιν, ἢ ἐν σπηλαίοις ἢ ἐν38

39

πόλεσιν ἢ ἐν κώμαις ἢ ἐν νήσοις ἢ ἐν παντὶ τόπῳ τῆς δεσποτείας μου, ἐκεῖ εἰμι ἐν μέσῳ αὐτῶν, καὶ μετ’ αὐτῶν ἔσομαι ἕως τῆς συντελείας τοῦ αἰῶνος, καὶ ἐν τῷ μέλλοντι αἰῶνι ἐγὼ ποιμανῶ αὐτοὺς εἰς ἀπεράντους αἰῶνας. Ἐκεῖνο τὸ φοβερὸν δικαστήριον καὶ τὸν ἀκολάκευτον Δικαστὴν ἐννοῶν ὁ
5μακάριος Δαυΐδ, καθ’ ἑκάστην νύκτα τὴν κλίνην τοῖς δάκρυσιν ἔβρεχε, καὶ πα‐ ρεκάλει τὸν Θεόν, λέγων· Κύριε, μὴ εἰσέλθῃς εἰς κρίσιν μετὰ τοῦ δούλου σου, μηδὲ θελήσῃς εἰπεῖν δίκην μετ’ ἐμοῦ, φιλάνθρωπε. Πάσης γὰρ ἀπολογίας ἀπορῶν, διὰ τοῦτο δυσωπῶ τὴν σὴν ἀγαθότητα, μὴ εἰσέλθῃς εἰς κρίσιν μετὰ τοῦ δούλου σου· ἐὰν γὰρ τοῦτο βουληθῇς ποιῆσαι, οὐ δικαιωθήσεται ἐνώπιόν
10σου πᾶς ζῶν. Ὁρᾶτε, ἀδελφοί, τὸν μακάριον Δαυῒδ φοβούμενον τὴν ἡμέραν ἐκείνην καὶ ὥραν, παρακαλοῦντά τε καὶ πρὸς ἀπολογίαν εὐτρεπιζόμενον. Δεῦτε οὖν καὶ ἡμεῖς, ἀδελφοὶ φιλόχριστοι, πρὶν ἢ ἐλθεῖν τὴν ἡμέραν ἐκεί‐ νην, πρὶν λυθῆναι τὴν πανήγυριν, πρὶν ὁ Θεὸς ἐμφανῶς ἥξῃ καὶ εὕρῃ ἡμᾶς ἀνε‐ τοίμους. Προφθάσωμεν τὸ πρόσωπον αὐτοῦ ἐν ἐξομολογήσει, ἐν μετανοίᾳ, ἐν
15προσευχαῖς, ἐν νηστείαις, ἐν δάκρυσιν, ἐν ξενοδοχίαις. Προφθάσωμεν, πρὶν39

40

αὐτὸν ἐμφανῶς ἥξειν καὶ εὑρεῖν ἡμᾶς ἀνετοίμους. Μὴ παυσώμεθα μετανοεῖν καὶ παρακαλεῖν ἐμπόνως, καὶ ἑτοιμάζεσθαι εἰς τὴν τοῦ Κυρίου ἀπάντησιν, πάντες ὁμοῦ, ἄνδρες καὶ γυναῖκες, πλούσιοι καὶ πένητες, δοῦλοι καὶ ἐλεύθεροι, πρε‐ σβῦται καὶ νέοι.
5 Ὁρᾶτε μή τις εἴπῃ ὅτι πολλὰ ἥμαρτον καὶ οὐκ ἔχω ἄφεσιν. Ὁ λέγων τοῦτο, οὐκ οἶδεν ὅτι ὁ Θεός ἐστι τῶν μετανοούντων· ὁ διὰ τοὺς κακῶς ἔχοντας παραγενόμενος· ὁ εἰπὼν ὅτι χαρὰ γίνεται ἐπὶ ἑνὶ ἁμαρτωλῷ μετανοοῦντι· ὁ εἰπὼν ὅτι οὐκ ἦλθον καλέσαι δικαίους, ἀλλὰ ἁμαρτωλοὺς εἰς μετάνοιαν. Αὕτη δέ ἐστιν ἡ ἀληθὴς μετάνοια, τὸ ἀποστῆναι ἀπὸ τῆς ἁμαρτίας καὶ μισῆσαι αὐ‐
10τήν, κατὰ τὸν λέγοντα, ἀδικίαν ἐμίσησα καὶ ἐβδελυξάμην, καὶ τὸ ὤμοσα καὶ ἔστησα τοῦ φυλάξασθαι τὰ κρίματά σου. Καὶ τότε ὁ Θεὸς μετὰ χαρᾶς δέχεται τὸν προσερχόμενον αὐτῷ. Βλέπετε δὲ μή τις εἴπῃ τολμήσας ὅτι οὐχ ἥμαρτον. Ὁ λέγων τοῦτο τυ‐
φλός ἐστι, μυωπάζων καὶ ἑαυτὸν φρεναπατᾷ, καὶ οὐκ οἶδε πῶς κλέπτει αὐτὸν ὁ40

41

Σατανᾶς καὶ ἐν λόγοις καὶ ἐν ἔργοις, καὶ διὰ τῆς ἀκοῆς καὶ διὰ τῶν ὀφθαλμῶν καὶ διὰ τῆς ἁφῆς καὶ διὰ τῶν λογισμῶν. Τίς γὰρ καυχήσεται ἁγνὴν ἔχειν τὴν καρδίαν, καὶ πάσας τὰς αἰσθήσεις αὐτοῦ καθαράς; Διότι οὐδεὶς ἀναμάρτητος· οὐδεὶς καθαρὸς ἀπὸ ῥύπου· οὐδεὶς ἀνυπεύθυνος παντελῶς ἐν ἀνθρώποις, εἰ μὴ
5μόνος ὁ δι’ ἡμᾶς πτωχεύσας, πλούσιος ὤν. Αὐτὸς μόνος ἀναμάρτητος, ὁ αἴρων τὴν ἁμαρτίαν τοῦ κόσμου, ὁ θέλων πάντας ἀνθρώπους σωθῆναι, ὁ μὴ βουλόμε‐ νος τὸν θάνατον τῶν ἁμαρτωλῶν, ὁ φιλάνθρωπος, ὁ πολυεύσπλαγχνος, ὁ ἐλε‐ ήμων, ὁ ἀγαθός, ὁ φιλόψυχος, ὁ παντοδύναμος, ὁ σωτὴρ πάντων ἀνθρώπων, ὁ πατὴρ τῶν ὀρφανῶν καὶ κριτὴς τῶν χηρῶν, ὁ τῶν μετανοούντων Θεός, ὁ ἰα‐
10τρὸς τῶν ψυχῶν καὶ τῶν σωμάτων, ἡ ἐλπὶς τῶν ἀπηλπισμένων, ὁ τῶν χειμα‐ ζομένων λιμήν, ἡ βοήθεια τῶν ἀβοηθήτων, ἡ ὁδὸς τῆς ζωῆς, ὁ πάντας πρὸς μετάνοιαν καλῶν καὶ μηδένα ἀποστρεφόμενος τῶν μετανοούντων. Πρὸς τοῦτον καταφύγωμεν καὶ ἡμεῖς· πάντες γὰρ ὅσοι κατέφυγον ἁμαρ‐
τωλοὶ πρὸς αὐτὸν σωτηρίας ἔτυχον. Καὶ ἡμεῖς οὖν, ἀδελφοί μου, μὴ ἀπο‐41

42

γνῶμεν τῆς ἑαυτῶν σωτηρίας. Ἡμάρτομεν; Μετανοήσωμεν. Μυριάκις ἡμάρτο‐ μεν; Μυριάκις μετανοήσωμεν. Ἐπὶ παντὶ ἔργῳ ἀγαθῷ χαίρει ὁ Θεός, ἐξαιρέ‐ τως δὲ ἐπὶ μετανοούσῃ ψυχῇ. Ἐπὶ ταύτῃ γὰρ ὅλος ἐπικάμπτεται, καὶ ἰδίαις χερσὶν ὑποδέχεται, καὶ προσκαλεῖται, λέγων· δεῦτε πρός με πάντες οἱ κο‐
5πιῶντες, ὅτι τὸν ἐρχόμενον πρός με οὐ μὴ ἐκβάλω ἔξω. Δεῦτε πρός με πάντες οἱ κοπιῶντες καὶ πεφορτισμένοι, καὶ ἀναπαύσω ὑμᾶς εἰς τὴν ἄνω πόλιν, ἔνθα πάντες οἱ ἅγιοί μου ἐν μεγάλῃ χαρᾷ ἀναπαύονται. Δεῦτε εἰς ἐκείνην τὴν χαρὰν τὴν ἀνεκλάλητον, τὴν ἀνείκαστον, τὴν ἀνεκδιήγητον· εἰς ἐκεῖνα τὰ ἀγαθά, 〈εἰσ〉 ἃ ἐπιθυμοῦσιν Ἄγγελοι παρακύψαι· ὅπου οἱ χοροὶ καὶ τὰ τάγματα τῶν
10δικαίων. Ἐκεῖ ὁ κόλπος τοῦ Ἀβραὰμ ὑποδέχεται τοὺς ὑπομένοντας τὰς θλί‐ ψεις, καθὼς καὶ τόν ποτε πτωχὸν Λάζαρον. Ἐκεῖ ἀνοίγονται οἱ θησαυροὶ τῶν αἰωνίων μου ἀγαθῶν, ἔνθα ἡ ἄνω Ἱερουσαλήμ, ἡ μήτηρ τῶν πρωτοτόκων· ἐκεῖ ἐστιν ἡ μακαρία γῆ τῶν πραέων. Δεῦτε πρός με πάντες, κἀγὼ ἀναπαύσω
ὑμᾶς ἐκεῖ, ὅπου πάντα ἤρεμα καὶ ἀστασίαστα, ὅπου τὰ φωτεινὰ καὶ θεάρεστα,42

43

ὅπου οὐδεὶς ὁ ἀδικῶν οὐδὲ τυραννούμενος, ὅπου οὐκ ἔνι ἁμαρτία οὐδὲ μελάνω‐ σις· ἔνθα φῶς τὸ ἀπρόσιτον καὶ χαρὰ ἀνεκλάλητος. Μακάριοι οἱ πενθοῦντες. Πενθήσατε, μετανοήσατε, ἐπιστρέψατε πρός με, κἀγὼ ἀναπαύσω ὑμᾶς ἔνθα οὐκέτι πόνος, οὐδὲ δάκρυον, οὐδὲ φροντίς, οὐδὲ μέ‐
5ριμνα, οὐδὲ ὀδυρμός. Ἐπιστρέψατε, υἱοὶ τῶν ἀνθρώπων, κἀγὼ ἀναπαύσω ὑμᾶς, ὅπου οὐκέτι ἄρσεν καὶ θῆλυ, ὅπου οὐκέτι Διάβολος, οὐδὲ θάνατος, οὔτε νηστεία, οὔτε λύπη, οὔτε ἔρις, οὔτε ζῆλος, ἀλλὰ χαρὰ καὶ εἰρήνη καὶ ἀνάπαυ‐ σις καὶ ἀγαλλίασις. Ἐπιστράφητε πρός με, κἀγὼ ἀναπαύσω ὑμᾶς, ὅπου τὸ ὕδωρ τῆς ἀναπαύσεως, καὶ ὁ τῆς χλόης τόπος, καὶ ἡ παρὰ τοῦ Θεοῦ τῶν ὅλων
10γεωργουμένη ἄμπελος· εἰς ἐκείνην τὴν μακαρίαν γῆν τῶν πραέων, ἐφ’ ἧς ἐγὼ ἡ ἀληθινὴ ἄμπελος βλαστάνω, ἧς γεωργὸν τὸν Πατέρα ἀκούετε. Δεῦτε πάντες οἱ κοπιῶντες καὶ πεφορτισμένοι, κἀγὼ ἀναπαύσω ὑμᾶς, ὅπου ἡ ἀκήρατος ζωὴ καὶ ἡ πάσης ἀγαθότητος εὐφροσύνη. Δεῦτε πρός με πάντες οἱ κοπιῶντες, κἀγὼ
ἀναπαύσω ὑμᾶς ἔνθα τὸ μόνον ἐράσμιον, τὸ διηνεκὲς ἀγαλλίαμα, ἡ ἀΐδιος43

44

εὐφροσύνη, τὸ ἀνέσπερον φῶς, ὁ ἄδυτος ἥλιος. Ἄρατε τὸν ζυγόν μου ἐφ’ ὑμᾶς καὶ μάθετε ὅτι πρᾷός εἰμι καὶ ταπεινὸς τῇ καρδίᾳ, καὶ εὑρήσετε ἀνάπαυσιν ταῖς ψυχαῖς ὑμῶν ἔνθα ἦχος τῶν ἑορταζόντων, ἔνθα οἱ θησαυροὶ τῆς σοφίας καὶ τῆς γνώσεως ἀπόκρυφοι ἀνακαλύπτονται. Δεῦτε πρός με πάντες, κἀγὼ ἀναπαύσω
5ὑμᾶς ἔνθα μεγάλη δωρεά, ἀνείκαστος χαρά, ἀμετάτρεπτος ἀνάπαυσις, ἀπέραν‐ τος εὐφροσύνη, ἄληκτος ὑμνολογία, ἀσίγητος δοξολογία, ἀκατάπαυστος εὐχα‐ ριστία, ἀδιάλειπτος θεολογία, ἀτελεύτητος βασιλεία, ἄπειρος πλοῦτος, ἀπέραν‐ τοι αἰῶνες, ἄβυσσος οἰκτιρμῶν, ἐλέους πέλαγος καὶ φιλανθρωπίας, ἀνθρωπί‐ νοις στόμασι λαληθῆναι μὴ δυνάμενα, ἀλλὰ μόνον δι’ αἰνιγμάτων παραδηλού‐
10μενα. Ἐκεῖ μυριάδες ἀγγέλων, πρωτοτόκων πανηγύρεις, ἀποστόλων θρόνοι, προφητῶν προεδρίαι, σκῆπτρα πατριαρχῶν, μαρτύρων στέφανοι, δικαίων ἔπαι‐ νοι. Ἐκεῖ πάσης ἀρχῆς, ἐξουσίας καὶ τάξεως ὁ μισθὸς ἀπόκειται καὶ ὁ τόπος ἡτοίμασται. Δεῦτε πρός με πάντες οἱ πεινῶντες καὶ διψῶντες τὴν δικαιοσύνην, κἀγὼ ἐμπλήσω ὑμᾶς ἀγαθῶν, ἃ ἐποθήσατε· ἃ ὀφθαλμὸς οὐκ εἶδε καὶ οὖς οὐκ
15ἤκουσε καὶ ἐπὶ καρδίαν ἀνθρώπου οὐκ ἀνέβη. Ταῦτα γὰρ ἡτοίμασα τοῖς μετα‐44

45

νοοῦσιν ἐκ τῆς ὁδοῦ αὐτῶν τῆς πονηρᾶς. Ταῦτα ἡτοίμασα τοῖς ἐλεοῦσι καὶ τοῖς πτωχοῖς τῷ πνεύματι. Ταῦτα ἡτοίμασα τοῖς πενθοῦσιν ἐν μετανοίᾳ. Ταῦτα ἡτοίμασα τοῖς εἰρηνοποιοῖς. Ταῦτα ἡτοίμασα τοῖς δι’ ἐμὲ διωκομένοις καὶ συκο‐ φαντουμένοις καὶ ὀνειδιζομένοις. Δεῦτε πρός με πάντες οἱ πεφορτισμένοι, καὶ
5ἀποτινάξατε καὶ ἀπορρίψατε ἀφ’ ὑμῶν τὸ φορτίον τῶν ἁμαρτιῶν· οὐδεὶς γὰρ πρός με καταφεύγων ἔμεινε πεφορτισμένος, ἀλλὰ ἀπέρριψε τὴν κακὴν συνήθει‐ αν καὶ ἀπέμαθεν ἣν κακῶς ἔμαθε παρὰ τοῦ Διαβόλου τέχνην· μανθάνει δὲ παρ’ ἐμοῦ τέχνην ἀγαθήν. Οἱ μάγοι προσελθόντες μοι ἀπέρριψαν τὴν μαγείαν καὶ ἔμαθον θεογνωσίαν. Οἱ τελῶναι κατέλιπον τὰ τελώνια καὶ συνεστήσαντο τὰς
10ἐκκλησίας. Οἱ διῶκται ἐπαύσαντο τοῦ διώκειν καὶ κατεδέξαντο τοῦ διώκεσθαι. Αἱ πόρναι ἐμίσησαν τὴν πορνείαν καὶ ἠγάπησαν τὴν σωφροσύνην. Ὁ λῃστὴς ἀπέθετο τοὺς φόνους, ἀπομαθὼν τὴν λῃστρικὴν τέχνην, καὶ ἀνέλαβε τὴν εἰλι‐ κρινῆ πίστιν, καὶ γέγονε τοῦ παραδείσου οἰκήτωρ. Δεῦτε οὖν καὶ ὑμεῖς πρός
με, ὅτι τὸν ἐρχόμενον πρός με οὐ μὴ ἐκβάλω ἔξω.45

46

Ἠκούσατε, ἀγαπητοί, τὰς χρηστὰς ἐπαγγελίας καὶ τὰς γλυκείας φωνὰς τοῦ σωτῆρος τῶν ψυχῶν ἡμῶν. Τίς εἶδε τοιοῦτον φιλόστοργον πατέρα; Τίς εἶ‐ δε τοιοῦτον χρηστὸν ἰατρόν; Δεῦτε οὖν, προσκυνήσωμεν καὶ προσπέσωμεν αὐ‐ τῷ, ἐξομολογούμενοι τὰς ἁμαρτίας ἡμῶν. Δόξα τῇ αὑτοῦ φιλανθρωπίᾳ. Δόξα
5τῇ αὑτοῦ μακροθυμίᾳ. Δόξα τῇ αὑτοῦ ἀγαθότητι καὶ τῇ αὑτοῦ συγκαταβάσει. Δόξα τοῖς αὑτοῦ οἰκτιρμοῖς. Δόξα τῇ αὑτοῦ βασιλείᾳ. Δόξα, τιμὴ καὶ προσκύνη‐ σις τῷ ὀνόματι αὐτοῦ εἰς τοὺς αἰῶνας. Ἀμήν. Πάλιν λέγω, καὶ λέγων οὐ παύσομαι. Μὴ ῥᾳθυμήσωμεν, οἱ ἁμαρτωλοί· μὴ δειλιάσωμεν· μὴ παυσώμεθα βοῶντες πρὸς αὐτὸν νυκτὸς καὶ ἡμέρας μετὰ
10δακρύων· ἐλεήμων γάρ ἐστι καὶ ἀψευδής, καὶ ποιήσει πάντως τὴν ἐκδίκησιν τῶν βοώντων πρὸς αὐτὸν νυκτὸς καὶ ἡμέρας. Αὐτὸς γάρ ἐστιν ὁ τῶν μετανο‐ ούντων Θεός· ὁ Πατὴρ καὶ ὁ Υἱὸς καὶ τὸ Ἅγιον Πνεῦμα. Αὐτῷ ἡ δόξα καὶ τὸ
κράτος εἰς τοὺς αἰῶνας τῶν αἰώνων. Ἀμήν.46