TLG 4138 048 :: EPHRAEM SYRUS :: In secundum adventum domini nostri Iesu Christi

EPHRAEM SYRUS Theol., vel Ephraem Graecus
(Syrus: A.D. 4)

In secundum adventum domini nostri Iesu Christi

Source: Phrantzoles, Konstantinos G. (ed.), Ὁσίου Ἐφραίμ τοῦ Σύρου ἔργα, vol. 3. Thessalonica: Το περιβόλι της Παναγίας, 1990: 404–415.

Dup. partim Assemani, J.S., Sancti patris nostri Ephraem Syri opera omnia, vol. 1 Rome (1732) 167d–171

Citation: Page — (line)

404

(1t)

Εἰς τὴν δευτέραν παρουσίαν
2tτοῦ Κυρίου ἡμῶν Ἰησοῦ Χριστοῦ
1 Προσέλθετε καὶ δεῦτε, υἱοὶ φωτός, ἀκούσατε τῆς εὐλογημένης φωνῆς καὶ μακαρίας ἐκείνης τοῦ Σωτῆρος ἡμῶν τῆς λεγούσης πρὸς ἡμᾶς· δεῦτε οἱ εὐλογημένοι τοῦ Πατρός μου, κληρονομήσατε τὴν βασιλείαν τῶν οὐρανῶν. Βλέπετε, ἀδελφοί μου, μηδεὶς ὑμῶν στερηθῇ τῆς μακαρίας ταύτης κληρονο‐
5μίας. Ἰδοὺ γὰρ ἐπὶ θύραις ἐστί. Φῶς ἐκ Φωτὸς κατέβη πρὸς ἡμᾶς, καὶ φω‐ τίσας ἡμᾶς ἀνήνεγκε πρὸς τὸ φῶς. Κατέβη πρὸς ἡμᾶς γενόμενος ὡς ἡμεῖς, ἵνα ἡμᾶς ὁμοίους αὑτῷ ποιήσῃ. Ὁ Ἀθάνατος πρὸς τοὺς θνητοὺς κατῆλθε,
καὶ ποιήσας αὐτοὺς ἀθανάτους ἀνέβη πάλιν πρὸς τὸν Πατέρα. Νῦν ἔρχεται404

405

μετὰ δόξης τοῦ εὐλογημένου Πατρὸς κρῖναι ζῶντας καὶ νεκρούς. Ὁδὸς ἡμῖν γέγονε πλήρης φωτὸς καὶ δόξης, ἵνα ἡμεῖς ἐν φωτὶ βαδίσωμεν πρὸς τὸν Πατέρα. Δεῦτε, ἀγαπητοί, βαδίσωμεν εἰς τὴν ὁδὸν ἣν ὁ Κύριος ἔδειξεν ἡμῖν, ἵ‐
5να μετὰ χαρᾶς φθάσωμεν εἰς τὴν αὐτοῦ βασιλείαν. Λάβωμεν ἐπισιτισμὸν καὶ ἔλαιον εἰς τὰ ἀγγεῖα ἡμῶν, οὐκ ἔστι γὰρ ὀλίγον τὸ μῆκος τῆς ὁδοῦ ἐκείνης. Περιζώσωμεν οὖν τὰς ὀσφύας ἡμῶν εἰλικρινείᾳ καὶ ἀληθείᾳ, ὡς ἄν‐ θρωποι καὶ δοῦλοι γνήσιοι ἐκδεχόμενοι τὸν ἴδιον Δεσπότην. Ἀνάψωμεν τὰς λαμπάδας ἡμῶν, καὶ γενναίως νήψωμεν· προσδοκῶμεν γὰρ τὸν Κύριον
10ἡμῶν ἐκ τῶν οὐρανῶν δέξασθαι. Μὴ οὖν νυστάζωμεν, ἵνα μὴ σβέννυνται αἱ λαμπάδες ἡμῶν. Ἰδοὺ ἦλθεν· ἡ νὺξ προέκοψε, καὶ ἡ ἡμέρα ἤγγικεν. Υἱοὶ τοῦ φωτός, φθάσατε εἰς τὸ φῶς. Ἐξέλθετε μετὰ χαρᾶς εἰς ἀπάντησιν τοῦ Κυρίου ἡμῶν. Δείξατε αὐτῷ τὰς ἀρετὰς ὑμῶν. Προσενέγκατε αὐτῷ τὴν ἄ‐ σκησιν καὶ τὴν ἐγκράτειαν ὑμῶν· τὰ δάκρυα καὶ τὴν ἀκτημοσύνην ὑμῶν.
15Μὴ οὖν ῥᾳθυμήσητε, μὴ ὀκνήσητε, μὴ νυστάζητε, μηδὲ ὑπνώσητε. Μηδεὶς405

406

ὑμῶν εἰς τὰ ὀπίσω βλεπέτω, ἀλλὰ τὸ ὄμμα τῆς ψυχῆς ἀναγέτω εἰς τὸ κάλ‐ λος ἐκεῖνο τὸ ἐπουράνιον. Ἄνω ἔχετε τὸ ὄμμα εἰς τὴν χαρὰν ἐκείνην, κλη‐ ρονόμοι τοῦ Πατρὸς καὶ συγκληρονόμοι τοῦ μονογενοῦς Υἱοῦ τοῦ Θεοῦ. Ἰδοὺ ταῦτα πάντα ἐχαρίσατο ἡμῖν ὁ Κύριος ἡμῶν. Τί οὖν ἀνταποδώσομεν
5ἡμεῖς αὐτῷ, ἀγαπητοί; Δεῦτε ῥίψωμεν ἀφ’ ἡμῶν πᾶσαν φροντίδα καὶ μέριμναν τοῦ αἰῶνος τούτου, καὶ μετὰ σπουδῆς μεγάλης καὶ προθυμίας πολλῆς δουλεύσωμεν αὐτῷ μόνῳ. Ἰδοὺ γὰρ ἡ ἡμέρα αὐτοῦ ἤγγικεν ἀληθῶς, καὶ ἡ παρουσία αὐ‐ τοῦ ἔφθασεν ἀκριβῶς. Δεῦτε οὖν, ἀδελφοί, ἑαυτοὺς ἑτοιμάσωμεν καὶ γρηγο‐
10ρήσωμεν, ἐκδεχόμενοι τὸν Κύριον ἡμῶν καὶ ἀθάνατον Νυμφίον. Ἰδοὺ γὰρ ἔλαμψεν, ἰδοὺ ἀνέτειλεν· ἡ γὰρ κραυγὴ ἐκείνη ἄφνω γίνεται· ἰδοὺ ὁ Νυμ‐ φίος ἔρχεται, ἐξέλθετε εἰς ἀπάντησιν αὐτοῦ πάντες οἱ ἀγαπήσαντες αὐτὸν καὶ ἑτοιμάσαντες ἑαυτοὺς ἰδεῖν αὐτὸν μετὰ δόξης. Πάντας γὰρ τοὺς ποθή‐ σαντας αὐτὸν χαροποιήσει ἐν τῷ παστῷ ἐκείνῳ τῷ φωτεινῷ καὶ λαμπρῷ
15καὶ ἀνεκλαλήτῳ καὶ αἰωνίῳ. Βλέπετε οὖν, ἀδελφοί μου, μὴ γενομένης τῆς
κραυγῆς ἐκείνης εὑρεθῇ τις ἐξ ὑμῶν κατέχων τὴν λαμπάδα σκοτεινὴν καὶ406

407

μὴ ἔχουσαν ἔλαιον, ἢ περιβεβλημένος ἐσθῆτα στυγνὴν καὶ ῥυποῦσαν καταδι‐ κασθῇ εἰς τὸ σκότος τὸ ἐξώτερον, καὶ εἰς τὴν τιμωρίαν ἐκείνην τὴν ἀθάνα‐ τον καὶ αἰώνιον, ὅπου ὁ κλαυθμὸς καὶ ὁ βρυγμὸς τῶν ὀδόντων. Ἀσφαλισώμεθα ἑαυτούς, ἀγαπητοί μου, ὅτι οὐκ οἴδαμεν πότε ὁ Κύ‐
5ριος ἡμῶν ἔρχεται· ὡς κλέπτης γὰρ ἐν νυκτί, καὶ ὡς παγίς, οὕτως ἡ ἡμέρα ἐκείνη ἔρχεται· καὶ ὥσπερ ἀστραπὴ ὀξυτάτη, οὕτως ἡ παρουσία τοῦ Κυρίου γίνεται· σαλπίσει γάρ, καὶ ἡ γῆ ἐκ τῶν θεμελίων αὐτῆς τρομάσει. Οἵ τε οὐ‐ ρανοὶ σὺν ταῖς δυνάμεσιν αὐτῶν σαλευθήσονται, καὶ οἱ νεκροὶ πάντες ἐγερ‐ θήσονται. Οἴμοι, οἴμοι, ἀγαπητοί! Τίς θαρσήσει ἐν τῇ ὥρᾳ ἐκείνῃ μὴ κατα‐
10γινώσκειν τὴν καρδίαν αὑτοῦ; Σύγγνωτε τῇ ἐμῇ ἀσθενείᾳ· ὑπολαμβάνω γὰρ ὅτι πᾶσα πνοὴ ἐν τῇ ὥρᾳ ἐκείνῃ τρεμεῖ· ἀλλ’ ἡ χάρις τοῦ Θεοῦ ἐνισχύει καὶ
χαροποιεῖ τὰς καρδίας τῶν δικαίων· καὶ ἁρπάζονται ἐν νεφέλαις εἰς ἀπάν‐407

408

τησιν αὐτοῦ. Οἱ δὲ ὁμοιωθέντες ἐμοὶ ῥᾴθυμοι καὶ ὀκνηροί, τρέμοντες μένου‐ σιν ἐπὶ τῆς γῆς. Κουφίσωμεν οὖν ἑαυτοὺς ὀλίγον ἀπὸ τῆς γῆς, ἀγαπητοί μου, καὶ εὐ‐ χερῶς εἰς τὸν οὐρανὸν ἀνερχώμεθα. Τί ἡμᾶς ὠφελεῖ ὁ κόσμος, ὅτε δεσμεύο‐
5μεν ἑαυτοὺς εἰς τὰς φροντίδας αὐτοῦ; Ἢ τί κερδανοῦμεν ἀπὸ τοῦ καλλωπι‐ σμοῦ τῶν ἱματίων, εἰ μὴ πῦρ ἄσβεστον; Ἢ τί προξενεῖ ἡμῖν ἡ φιλοκαλία τῶν ἐδεσμάτων, εἰ μὴ κόλασιν αἰωνίαν; Γινώσκετε οὖν ἀκριβῶς ὅτι εἰ μὴ ἀγωνισώμεθα ἐν τῷ βραχεῖ τούτῳ καιρῷ, μέλλομεν ἐκεῖ μετανοεῖν εἰς αἰῶ‐ να αἰῶνος.
10 Ἀδελφοί μου ποθεινοί, τί ἀμελοῦμεν ἢ τί ῥᾳθυμοῦμεν; Ἱνατί ἑαυτοὺς οὐκ εὐτρεπίζομεν; Ἰδοὺ γὰρ ἡ ἡμέρα Κυρίου ἤγγικεν ἐφ’ ἡμᾶς. Διατί φρον‐ τίδα πᾶσαν ἀνωφελῆ οὐκ ἀπορρίπτομεν ἀφ’ ἡμῶν, καὶ ἑαυτοὺς κουφίζομεν ἀπὸ τοῦ βάρους τῶν πραγμάτων; Οὐκ οἴδατε ὅτι ἡ θύρα στενὴ καὶ τεθλιμ‐
μένη ἐστί, καὶ πολυκτήμων δι’ αὐτῆς εἰσελθεῖν οὐ δύναται; Ἀγαπᾷ γὰρ τοὺς408

409

ἀκτήμονας τοὺς θλίψαντας ἑαυτοὺς ἑκουσίως εἰς ἄσκησιν καὶ ἀγρυπνίαν, καὶ τοὺς εὐτρεπίσαντας ἑαυτοὺς τὸν ἀθάνατον Νυμφίον ἰδεῖν μετὰ δόξης, ὥ‐ στε καὶ κληρονομῆσαι τὴν βασιλείαν τῶν οὐρανῶν. Ἰδοὺ γάρ, ἀγαπητοί μου, ἡ θύρα φωνεῖ ἡμᾶς, λέγουσα· ὀξυποδήσατε
5καὶ ἥκετε πρός με. Ἰδοὺ καὶ ἡ μήτηρ ἡμῶν Ἱερουσαλὴμ λέγει πρὸς ἡμᾶς· δεῦτε, τέκνα μου ποθεινά· δεῦτε πρός με. Πληθυνθείη ὁ ἀριθμὸς ὑμῶν ἐν ἐμοὶ καὶ ἐν τῷ νυμφῶνι τοῦ Κυρίου ὑμῶν· καὶ μεγαλυνθῶσιν οἱ χοροὶ ὑμῶν μετὰ ἁγίων Ἀγγέλων ἐν τῷ φωτί. Ἴδω ὑμᾶς μετὰ δόξης καὶ εὐπρεπείας, καὶ μετὰ χαρᾶς καὶ ἀγαλλιάσεως. Ποθήσατέ με, τέκνα μου, καθάπερ ἐγὼ
10ποθῶ ὑμᾶς· μηδὲν κτήσησθε ἐπὶ τῆς γῆς· μηδὲν μεριμνήσητε. Ἰδοὺ γὰρ ὁ Νυμφίος ἕτοιμός ἐστι τοῦ προελθεῖν ἐν νεφέλαις τοῦ οὐρανοῦ μετὰ δόξης τοῦ εὐλογημένου αὑτοῦ Πατρός, καὶ κατ’ ὄνομα ἕκαστον ὑμῶν φωνήσει, καὶ ἀνακλινεῖ αὐτὸν ἐν τῷ τάγματι τῶν ἁγίων ἐκείνων τῶν διαγόντων ἐν τῷ φωτὶ ἐκείνῳ τῷ ἀνεκλαλήτῳ, ἐν τῇ ζωῇ τῇ ἀκηράτῳ καὶ ἀθανάτῳ καὶ αἰω‐
15νίᾳ, κατὰ τοὺς καμάτους αὐτοῦ.409

410

Σπουδάσωμεν οὖν, ἀδελφοί μου, σπουδάσωμεν εἰς τὸν βραχὺν καιρὸν τοῦτον. Μὴ ἀμελήσωμεν ἐνταῦθα, ἀγαπητοί μου, ἵνα μὴ μεταμεληθῶμεν εἰς ἀτελευτήτους αἰῶνας, ὅπου οὐκ ὠφελήσουσι δάκρυα καὶ στεναγμοί· ὅπου οὐκ ἔστι μετάνοια. Λοιπὸν ἐν τῇ σπουδῇ ὑμῶν, ἀγαπητοί μου, Ἄγγελοι καὶ
5Ἀρχάγγελοι χαίρουσιν· ἐν δὲ τῇ ῥᾳθυμίᾳ ὑμῶν ὁ Ἐχθρὸς χαίρει. Σπουδά‐ σατε, τέκνα μου ποθεινά, σπουδάσατε, ἵν’ ἐγὼ εὐφρανθῶ εἰς ὑμᾶς, καὶ ὑμεῖς ἐν ἐμοὶ εἰς αἰῶνα αἰῶνος. Προσπίπτω σοι, Κύριε Ἰησοῦ Χριστέ, Υἱὲ τοῦ Θεοῦ τοῦ ζῶντος, δώρησαί μοι, καὶ πᾶσι τοῖς ἀγαπῶσί σε, ἰδεῖν σε μετὰ δό‐ ξης ἐν τῇ βασιλείᾳ σου, καὶ κληρονομῆσαι αὐτὴν μετὰ τῶν ποθούντων σε,
10Κύριέ μου δέσποτα. Ἀγαπητοί μου, ἐὰν ἀμελήσωμεν ἐν τῷ βραχεῖ καιρῷ τούτῳ, οὐκ ἔχο‐ μεν ἀπολογίαν ἐν τῇ ἡμέρᾳ ἐκείνῃ τῇ φοβερᾷ. Πρόφασιν γὰρ οὐχ εὑρήσομεν περὶ τῶν ἁμαρτιῶν· τοῦ γὰρ Κυρίου καὶ Σωτῆρος ἡμῶν καταβάντος ἐπὶ γῆς πρὸς ἡμᾶς, πᾶσα ἡμῶν πρόφασις ἀνῄρηται· ἐχαρίσατο γὰρ ἡμῖν ἐλθὼν τὴν
15ζωὴν τὴν αἰώνιον. Ἐχθροὶ ἦμεν, καὶ κατηλλάγη ἡμῖν· γήϊνοι, καὶ ἐπουρά‐410

411

νιοι γεγόναμεν· θνητοί, καὶ ἀθάνατοι ἐκλήθημεν· υἱοὶ σκότους, καὶ υἱοὶ φω‐ τὸς ἐγενόμεθα· αἰχμάλωτοι, καὶ ἀνεκλήθημεν· δοῦλοι ἁμαρτίας, καὶ ἠλευθε‐ ρώθημεν· πτωχοί, καὶ ἐπλουτίσθημεν· ἀπολλύμενοι, καὶ εὑρέθημεν· μισητοί, καὶ ἠγαπήθημεν· ἄδικοι, καὶ ἐδικαιώθημεν· οὐκ ἠλεημένοι, καὶ ἠλεήθημεν·
5ἁμαρτωλοί, καὶ ἐσώθημεν· ἐσκορπισμένοι, καὶ συνήχθημεν· γῆ καὶ σποδός, καὶ υἱοὶ Θεοῦ γεγόναμεν· γυμνοί, καὶ ἐσκεπάσθημεν· γεγόναμεν καὶ κληρο‐ νόμοι τοῦ Θεοῦ, καὶ συγκληρονόμοι τοῦ μονογενοῦς αὐτοῦ Υἱοῦ. Ἰδοὺ ταῦ‐ τα πάντα ἐχαρίσατο ἡμῖν ὁ Κύριος ἡμῶν· τί οὖν ἀνταποδώσωμεν αὐτῷ ἡμεῖς, ἀγαπητοί μου;
10 Δεῦτε ῥίψωμεν ἀφ’ ἡμῶν πᾶσαν φροντίδα καὶ μέριμναν τοῦ ματαίου αἰῶνος τούτου, καὶ μετὰ σπουδῆς μεγάλης καὶ προθυμίας πολλῆς δουλεύ‐ σωμεν αὐτῷ μόνῳ. Ἰδοὺ γὰρ ἡ ἡμέρα αὐτοῦ ἤγγικεν ἀληθῶς, καὶ ἡ παρου‐
σία αὐτοῦ ἔφθασεν εἰς ἡμᾶς ἀκριβῶς. Δεῦτε οὖν, ἀδελφοί μου, ἑαυτοὺς ἑτοι‐411

412

μάσωμεν καὶ γρηγορήσωμεν, ἐκδεχόμενοι τὸν Κύριον ἡμῶν καὶ ἀθάνατον Νυμφίον. Ἰδοὺ γὰρ ἔλαμψεν, ἰδοὺ ἀνέτειλεν, ἰδοὺ ἦλθεν. Ἡ νὺξ προέκοψεν, ἡ δὲ ἡμέρα ἤγγικεν. Υἱοὶ τοῦ φωτός, φθάσατε εἰς τὸ φῶς. Ἐξέλθετε εἰς ἀπάντησιν αὐτοῦ μετὰ χαρᾶς. Δείξατε αὐτῷ τὰς ἀρετὰς ὑμῶν. Προσενέγκα‐
5τε αὐτῷ τὴν ἄσκησιν καὶ τὴν ἐγκράτειαν ὑμῶν· τὰς ἀγρυπνίας καὶ τὸν κό‐ πον ὑμῶν· τὰ δάκρυα καὶ τὴν ἀκτημοσύνην ὑμῶν. Μὴ οὖν ῥᾳθυμήσητε, μη‐ δὲ νυστάζητε, μηδὲ ὑπνώσητε. Μηδεὶς ὑμῶν εἰς τὰ ὀπίσω βλεπέτω, ἀλλὰ τὸ ὄμμα τῆς ψυχῆς ὑμῶν ἄνω βλεπέτω, εἰς τὸ κάλλος ἐκεῖνο τὸ ἐπουράνιον. Ἄνω ἔχε τὸ ὄμμα εἰς τὴν χαρὰν ἐκείνην τοῦ ἀθανάτου Νυμφίου, ἧς κορέν‐
10νυται ἡ ψυχὴ ἡμῶν ἀπὸ τῆς θεωρίας τῆς δόξης αὐτοῦ καὶ τῆς λαμπρότητος καὶ εὐμορφίας. Ὁ πεινῶν ὑπομεινάτω· ἰδοὺ γὰρ ἡ τράπεζα τῆς βασιλείας ἐκδέχεται αὐτόν. Ὁ διψῶν καρτερησάτω· ἰδοὺ γὰρ ἡ τρυφὴ τοῦ παραδείσου ἡτοίμα‐ σται αὐτῷ. Ὁ ἀγρυπνῶν καὶ ψάλλων καὶ εὐχόμενος καὶ κλαίων ἐδυναμω‐
15θήτω, ὅτι ἡ χαρὰ τοῦ νυμφῶνος τοῦ Κυρίου αὐτοῦ παρακαλέσει αὐτόν. Ταῦ‐
τα οὖν εἰδότες πάντα, μηδὲν ἐπὶ τῆς γῆς κτησώμεθα, ἀδελφοί μου ἀγαπη‐412

413

τοί· ἕκαστος ἡμῶν ἐν τῇ ἡμέρᾳ ἐκείνῃ ἔχει δεῖξαι ποίαν ἀρετὴν ἐκτήσατο ἐνταῦθα, ἢ ποίους πόνους ὑπέμεινεν, ἢ ποίαν ἄσκησιν, ἢ ποίαν ἀγρυπνίαν ἐπεδείξατο. Ἄρα, ἀδελφοί μου, ὅταν δεικνύωσιν οἱ μάρτυρες τὰ τραύματα τῶν αἰ‐
5κισμῶν καὶ βασάνων, καὶ οἱ γενναῖοι ἀσκηταὶ τὴν ἄσκησιν καὶ τὴν ἐγκρά‐ τειαν αὐτῶν, καὶ τὴν ὑπομονὴν καὶ τὴν θλῖψιν αὐτῶν, καὶ τὴν ἀκτημοσύνην αὐτῶν, ἄρα οἱ ῥᾴθυμοι καὶ ὀκνηροὶ καὶ ἀδιάφοροι ἐν τίνι καυχήσονται; Ἐν τῇ χαυνότητι αὐτῶν καὶ ἐν τῇ ῥᾳθυμίᾳ αὐτῶν καὶ ἀπωλείᾳ αὐτῶν; Οὐαὶ αὐτοῖς ὅτι ἠμέλησαν κακῶς! Οὐαὶ αὐτοῖς ὅτι ἐρρᾳθύμησαν!
10 Δεῦτε, φίλοι μου· δεῦτε σπουδάσωμεν· δεῦτε προσπέσωμεν αὐτῷ· πεν‐ θήσωμεν καὶ κλαύσωμεν ἐναντίον αὐτοῦ ἀναιδῶς, ἵνα δωρήσηται ἡμῖν φω‐ τισμὸν ψυχῆς. Συνίετε τὰς μεθοδείας τοῦ ἐχθροῦ ἡμῶν καὶ ἀντικειμένου καὶ μισοκάλου, ὅτι βάλλει ἔμπροσθεν ἡμῶν ὀλισθήματα καὶ σκάνδαλα καὶ βλά‐ βην πολυκτημοσύνης, μετεωρισμὸν τοῦ αἰῶνος τούτου, καὶ ἡδονὴν σαρκι‐
15κήν, ἔτι δὲ καὶ πολυχρονίαν τῆς παρούσης ζωῆς τὴν προσδοκίαν, δειλίαν εἰς
τὴν ἄσκησιν, καὶ ὀκνηρίαν εἰς τὰς εὐχάς, ὕπνον εἰς τὴν ψαλμῳδίαν καὶ ἀνά‐413

414

παυσιν σαρκικήν. Ὅσον ἐκεῖνος σπουδάζει, τοσοῦτον ἡμεῖς ἀμελοῦμεν καὶ ῥᾳθυμοῦμεν. Ὅσον ἐκεῖνος ἐνεδρεύει, τοσοῦτον ἡμεῖς καταφρονοῦμεν, ἐπι‐ στάμενοι ὅτι αἱ ἡμέραι ἡμῶν ἐκολοβώθησαν, καὶ ὁ καιρὸς ἔφθασε, καὶ ὁ Κύριος τῆς δόξης ἔρχεται μετ’ εὐπρεπείας τῆς ὡραιότητος αὑτοῦ, καὶ μετὰ
5φοβερῶν δυνάμεων τῆς βασιλείας αὑτοῦ, ἀποδοῦναι ἑκάστῳ κατὰ τὴν πρᾶ‐ ξιν αὐτοῦ. Φοβοῦμαι, ἀδελφοί μου, μήποτε ἐφ’ ἡμᾶς πληρωθῇ ὁ λόγος τοῦ Κυρίου ὁ λέγων, ὅτι ἥξουσιν ἀπὸ ἀνατολῶν καὶ δυσμῶν καὶ βορρᾶ καὶ θα‐ λάσσης, καὶ ἀνακλιθήσονται μετὰ Ἀβραὰμ καὶ Ἰσαὰκ καὶ Ἰακὼβ ἐν τῇ βασιλείᾳ τῶν οὐρανῶν, ὑμεῖς δὲ βληθήσεσθε ἔξω.
10 Παρακαλῶ σε, τὸ φῶς τῆς ἀληθείας, Χριστέ, γέννημα τοῦ εὐλογημέ‐ νου Πατρός, χαρακτὴρ καὶ ἀπαύγασμα τῆς ὑποστάσεως αὐτοῦ, ὁ καθήμενος ἐκ δεξιῶν τῆς μεγαλωσύνης αὐτοῦ, ἀκατάληπτε Υἱὲ καὶ ἀνεξιχνίαστε Χριστὲ
καὶ ἀνεξερεύνητε Θεέ, καύχημα καὶ χαρὰ τοῖς ἀγαπῶσί σε, ζωή μου, Χρι‐414

415

στέ, σῶσόν με τὸν ἁμαρτωλὸν ἐν τῇ βασιλείᾳ σου. Ὁ κοπιῶν ἐργάτης προσδοκᾷ τοὺς μισθοὺς αὑτοῦ κομίσασθαι. Οἴμοι ὅτι κοπιᾷ ἡ γλῶσσά μου εἰς δοξολογίαν, ἀλλ’ ὡς ἐποίησα, μὴ ἀνταποδώσῃς μοι κατὰ τὰ ἔργα μου. Ἀλλὰ σῶσόν με διὰ τὴν χάριν σου, καὶ οἰκτείρησόν με διὰ τὴν εὐσπλαγ‐
5χνίαν σου. Ὅτι σὺ εὐλογημένος εἶ καὶ δεδοξασμένος εἰς τοὺς αἰῶνας. Ἀμήν.415