TLG 4138 047 :: EPHRAEM SYRUS :: De perfectione monachi EPHRAEM SYRUS Theol., vel Ephraem Graecus De perfectione monachi Dup. Assemani, J.S., Sancti patris nostri Ephraem Syri opera omnia, vol. 2 Rome (1732) 411–423. Citation: Page — (line) | ||
375(t) | Περὶ τοῦ τέλειον εἶναι τὸν μοναχόν | |
1 | Πέρυσί μοι προσῆλθόν τινες αἰτοῦντες μοναστηρίοις ποιῆσαι λυσιτελῆ τινά, ἀλλ’ ἐμοὶ ὁ λόγος οὐκ ἦν ἐν σχολῇ, ὅτι συνειχόμην ἀσθενείᾳ σώματος. Σιωπῶντι οὖν μοι γέγονε τὸ ἄλγος ἀπολογία· ὁρῶντες γὰρ τὴν ἐπίτασιν τῶν πόνων, ἐπέγνωσαν τῆς σιωπῆς τὴν αἰτίαν. Ὑπεμνήσθην οὖν ἀρτίως ὅτι | |
---|---|---|
5 | καὶ ἀπὸ ἑτέρων μοναστηρίων διὰ τοῦτο αὐτὸ παραγεγόνασι. Τί οὖν χρὴ ποιῆσαι; Ἰδίως πρὸς τούτους, ἑτέρωθι δὲ πρὸς ἐκείνους εἴπω, ἢ ἑνὶ λόγῳ ποιήσω τὸ ἱκανὸν ἀμφοτέροις; Ἀλλ’ αἰδοῦμαι διελθεῖν περὶ τῶν ἤδη κατωρ‐ θωμένων παρ’ αὐτοῖς, ἵνα μὴ γένωμαι αὐτοκατάκριτος. Ἄτοπόν ἐστι ἰδιώ‐ την παιδεύειν σοφούς· καθὼς καὶ πένητα πλούσιον εἰς ἐσθίασιν προτρέπε‐ | |
10 | σθαι. Νηπιάζω γὰρ αὐτὸς τῇ φρονήσει, αὐτοὶ δὲ ταῖς προκοπαῖς θαυμάσιοι | |
γεγόνασιν. Οὐχ οἱ λόγοι τὴν ἀλήθειαν συνιστῶσιν, ἡ ἀλήθεια δὲ τοὺς λόγους | 375 | |
376 | βεβαιοῦν εἴωθεν. Οἶδα συνθεῖναι λόγους οὐ ψευδομένους, τρόπους δὲ ποικί‐ λης ἀρετῆς δεῖξαί μοι οὐ πάρεστι. Τὸ ἔργον εἰκὼν ἀρετῆς γίνεται, ὁ δὲ λό‐ γος σκιὰ τῆς εἰκόνος ἐστίν. Ἐν τῇ σκιᾷ οὐδεὶς χαρακτήρ, μόνη δὲ φαντασία χαρακτῆρος ἐστί. | |
5 | Τί οὖν; Αἰτηθέντες παραιτησόμεθα; Ἢ μὴ παράσχωμεν παρακληθέν‐ τες; Καὶ τίς ἡμῖν καρπὸς ὑπάρξειεν; Πολλοὶ καὶ τὴν ὑπακοὴν εἰς ἀρετῆς ποίησιν παρειλήφασιν· εἰ δὲ καὶ εἰς τὰ πράγματα ἀπίδωμεν, εὑρήσομεν δού‐ λους δεσπόταις ἰδίοις δανείζοντας καὶ νέους πρεσβύταις συμβουλεύοντας καὶ ἀναξίους μεγίστοις ἀνδράσι συνεργοῦντας εἴς τινα. Ὁ δῆμος ἐκ ποικίλων | |
10 | ἐστί, καὶ ἡ δόξα μία γίνεται. Μείζων τῶν δοξαζόντων ὁ δοξαζόμενος, καὶ ἡ γενομένη μεσῖτις ἐν ἀμφοτέροις φαιδρύνεται. Ποιήσωμεν γυμνάσιον λόγων, ὡς ὁ στρατὸς μελέτην ἐπὶ ἄρχοντος. Μάθωσιν ὅτι λέγειν δυνάμεθα, τὸ ἔρ‐ γον οὐκ ἔχοντες. Ἓν τοῦτο ἐπίγνωτε ἐν ἡμῖν χρήσιμον· ὅτι ἀλήθειαν ἐπιπο‐ θοῦντες κατηγοροῦμεν ἑαυτῶν. Λυποῦμαι μὴ ποιήσας τὸ ἔργον, ὃ παρεκλή‐ | |
15 | θην, καὶ δέδοικα ποιῶν, μὴ ὡς ἀνάξιον ἀποβληθῇ. Ἀλλὰ διὰ τοῦτο παραι‐ | 376 |
377 | τήσομαι; Οὐ δύναται ὁ ὑποκείμενος ἀντιστῆναι τοῖς διακρίνουσι. Πλείονα οἴδατε, ἀδελφοί, τῷ ἔργῳ διδάσκοντες· βραχέα ποθεῖτε μα‐ θεῖν τῷ λόγῳ τερπόμενοι. Εἴπω καὶ πρὸς ὑμᾶς ὅτι ὁ καρπὸς βρῶσίς ἐστιν, οὐ τὰ φύλλα τὰ σκιάζοντα. Οἱ λόγοι ὡς φύλλα εἰσί, καὶ τὸ ἔργον ὡς ὁ καρ‐ | |
5 | πός. Βούλεσθε γνῶναι τοῦ ἔργου τὴν δύναμιν; Ἐκ τῆς βρώσεως· τὸ γὰρ φύλλον πλανᾷ δι’ ὁμοιότητος. Ποιῶ τὸ ἱκανὸν ὑμῖν, εἰδὼς τὴν ταπεινοφρο‐ σύνην ὑμῶν. Γινώσκω τὴν ἐμὴν βραχύτητα καὶ θαυμάζω ὑμῶν τὴν ἐπιεί‐ κειαν. Εἴπω ὅτι ὑμέτερόν ἐστι τὸ εὕρεμα, ὅτι παρ’ ὑμῖν φαιδρύνεται. Πένη‐ τές εἰσιν οἱ τὴν ἁλουργίδα τοῦ βασιλέως βαστάζοντες, καὶ ὅμως χρῄζει τῶν | |
10 | εὐτελῶν. Οἱ ποιοῦντες τὸ βασιλικὸν διάδημα, πολλῷ τῆς χρήσεως εἰσὶν ἀνάξιοι, καὶ πλὴν ποιοῦσιν ὃ προστάσσονται. Οἶδα πῶς οἱ γεωργοὶ τὴν γῆν ἀνατέμνουσιν ἀροτῆρσι καὶ βουσίν, ἀλλὰ πρὸς τὸ ἔργον πολὺ εἰμὶ ἀφυέστε‐ ρος. Πολλοί εἰσι τῷ ἔθει τὰ τῆς τέχνης εἰδότες ἀκριβῶς, καὶ τὸν περὶ αὐτῶν | |
λόγον ἀποδοῦναι μὴ δυνάμενοι. Ἄλλοι διὰ συνηθείας προκόψαντες ἐξεῦρον | 377 | |
378 | τέχνας, ἢ τὰς οὔσας κατεκόσμησαν. Οὕτως ὑμῖν κἀγὼ περὶ τοῦ καθ’ ὑμᾶς βίου λόγον ποιήσομαι, τὰ μὲν ἐξ ἔθους ἐκ τοῦ λέγειν εἰδώς, τὰ δὲ καὶ ἐπι‐ βάλλων τοῖς πόνοις χαριζόμενος. Ὁ τῶν μοναχῶν βίος Ἀγγέλοις ἔοικε, καὶ ἡ τάξις αὐτῶν θείας λει‐ | |
5 | τουργίας πεπλήρωται. Ἔχει τὴν ζωὴν τὴν ἐπὶ τοῦ παρόντος Θεῷ διακονοῦ‐ σαν, καὶ προκιχρᾷ ταύτην, ἵνα τὸν τόκον ζωὴν αἰώνιον ἀπολάβῃ. Δίδωσιν αὐτῷ εὔνοιαν καὶ κοινωνὸς γίνεται. Ἀντὶ τῶν παρόντων πόνων ἐλπίζει ἀπόληψιν ἀγαθῶν ἀϊδίων. Δανείζει τῇ πίστει τὰ ἐπίγεια καὶ ἀπολαμβάνει τὰ οὐράνια. Μόνοι οἱ μοναχοὶ ἴσασιν ἐπὶ τῆς γῆς ἀγῶνος θείου κατάστασιν. Οἱ | |
10 | ναῦται ἐπὶ θαλάσσης πλέοντες ἀηδίας ὑφίστανται· αὐτοὶ ἐν ἡσυχίᾳ διάγοντες κινδυνεύουσιν. Ὡς ἐκείνοις ἡ θάλασσα, τούτοις ἡ ἀερικὴ ἐνέργεια· ὡς ἐκεί‐ νους ἄνεμοι προκόπτειν κωλύουσιν, οὕτως οὗτοι ἐν τῷ ἀέρι μάχονται πρὸς τὰ ἐμποδὼν πνεύματα. Εἶπεν ὁ Ἀπόστολος περὶ ταύτης τῆς ἀθλήσεως καὶ τὰ πνευματικὰ τῆς πονηρίας ὠνόμασεν. Ἐπησφαλίσατο τὸν τόπον καλοῖς | |
15 | ἀλείμμασι καὶ τοὺς ἐπιχειροῦντας ἔπεισεν εἰδέναι τὴν κρυπτομένην ἔνεδραν. | 378 |
379 | Οὐχ ὁρῶντες τοὺς ἀντιπάλους οἱ μοναχοὶ ἀγωνίζονται. Ποταποὶ οὖν εἶναι οἱ τοιοῦτοι ὀφείλουσιν; Οὐ παραιτοῦμαι εἰπεῖν ὃ ὑπείληφα· ὅτι προφῆται τυγ‐ χάνουσι, τέχνην ἔχουσι πνευματικήν, ἧς ἄπειρος ἡ σάρξ ἐστιν· ἔργον ποιοῦ‐ σιν ἄδηλον, ὃ οὐδὲ αὐτοὶ οἱ ποιοῦντες βλέπουσιν· ἐμπορεύονται οὐκ ἐν οἷς | |
5 | ἀπολαύουσιν, ἀλλ’ ἐν τοῖς ἐλπιζομένοις τὸν πόνον ἐπιτείνουσιν· ὁδὸς αὐτοῖς ἡ ἔννοια, καὶ πέρας ἡ συγκατάθεσις· ἀποδημοῦσιν εἰς οὐρανὸν καὶ μυρίαις ἱστορίαις περιπίπτουσι. Πολλοὶ κρυβέντες τὸν ἔφεδρον διέδρασαν· ἄλλοι οὐκ ἀντιστάντες ἐνίκησαν· ἔνιοι δὲ διὰ τὸν φόβον ὑπέστρεψαν· τινὲς δὲ καὶ ἁλόν‐ τες ἐπαίχθησαν· πολλοὶ δὲ καὶ ἀνῃρέθησαν. Ὀλίγοι παντελῶς διαπορ‐ | |
10 | θμεύουσι καὶ σπάνιοι ἔμποροι ἐπάγονται τὴν ἀποδημίαν. Ὥσπερ ἐπὶ βαρβά‐ ροις τὴν ὁδὸν διδόντες, οὕτως ἐστὶ καὶ ἡ ὁδὸς τῶν μοναχῶν. Ἐπὶ δυσὶ λό‐ γοις ποιοῦσι τὴν πραγματείαν· ἢ μεγάλα κερδαίνειν ἐλπίζοντες, ἐὰν κατορ‐ θώσωσιν, ἢ καὶ τὴν οὖσαν ὑπόστασιν ἀπολέσαι. Εἶδον ἐν ταῖς πόλεσιν ἐπὶ ῥητοῖς θεάμασι θηρσὶν ἀγωνιζομένους τινάς· οὐδὲν ἔλαττον οἱ μοναχοὶ με‐ | |
15 | ταχειρίζονται· ἢ γὰρ ἐπλούτησαν ἄφνω ἢ καὶ τοῦ ζῆν ἀπηλλάγησαν· καὶ ὁ | 379 |
380 | Ἀπόστολος δὲ Παῦλος τὸν βίον αὐτοῦ θέατρον ὠνόμασεν· ἵνα καὶ συστῇ ὁ λόγος ἡμῶν, ὅτι ἀγῶνα ὑφίστασθε, ὁ αὐτὸς καὶ στάδιον αὐτὸν προσηγόρευ‐ σε, καὶ πυκτεύειν ἑαυτὸν εἴρηκεν· ἐκ τῆς πυγμῆς σύνες τὸ στάδιον, καὶ ἐκ τῆς πάλης τὸν ἀγῶνα νόησον· ἐκ τῶν θεωρούντων νόησον ἐπὶ τίσιν ἔργοις | |
5 | ἐστὶν ὁ θεωρούμενος· Ἄγγελοι καὶ ἄνθρωποι θεωροῦσιν. Οὐκοῦν εἰκότως εἴπομεν, ὅτι Ἀγγέλοις ἔοικεν ὁ βίος τῶν μοναχῶν. Τίνα εἰσὶν ἃ θεωροῦσιν Ἄγγελοι, εἰ μὴ τὰς πράξεις τὰς ἀποκρύφους, τὰς παγίδας τὰς ἐπὶ σχήματος συντεθείσας, τοὺς δολεροὺς τρόπους, τὰς ἐπιθέ‐ σεις τὰς μεθοδικάς, τὰς μηχανὰς τὰς ποικίλῳ τρόπῳ πλεκομένας τῶν δαι‐ | |
10 | μόνων; Πῶς αὐτὰς παρατρέχουσι, θεωροῦσι· πῶς ὡς θῆρες ὑπεράλλονται· πῶς τοὺς ἀντιπάλους τροποῦνται· πῶς τοὺς ἄλλους ἐλέγχουσι· πῶς τοὺς ἐπιπλάστους φίλους ἀναιροῦσι. Ταῦτα θεωροῦσιν οἱ Ἄγγελοι. Ἃ δὲ θεωροῦ‐ σιν οἱ ἄνθρωποι, τίνα ἐστί; Πάντως ὅτι ἀνθρώπινα. Ἐπεγείρονται γὰρ κατ’ αὐτῶν διωγμοί, λογισμοί, πτωχεῖαι, ἀπορίαι, νόσοι, ἀκαταστασίαι, κατηγο‐ | |
15 | ρίαι, συκοφαντίαι, σκυβαλισμοί, καὶ τὰ τούτοις παραπλήσια. Πολὺ δύσκολος | 380 |
381 | ὁ βίος τῶν μοναχῶν. Ἀδιάφορος ἐὰν ᾖ, παρακλέπτεται· ἐπειδὴ συμμιγείς ἐ‐ στιν, ὡς ὑδρομιγὴς οἶνος, ταχέως τρέπεται καὶ γενόμενος ὄξος, οὐ τίμιος, ἀλλ’ εὐτελής ἐστιν· οὐ προσωφελής, ἀλλ’ ἐπιβλαβής· οὐκ ἀπόλαυσιν παρέ‐ χων, ἀλλ’ ἀηδίαν. | |
5 | Ὡς οἶνος ὀφείλει ὁ βίος ἡμῶν διαφυλάττεσθαι· μὴ ὡς ἔτυχε παριών, μὴ γελοίοις σχολάζειν, μὴ λόγοις πολλοῖς κἂν ὦσιν ἀκέραιοι, μὴ τρόποις συχνοῖς κἂν ὦσιν ἀφελεῖς, μὴ ὄψεσι διαφόροις κἂν τὴν ἡδονὴν μὴ ὑπομι‐ μνῄσκωσι, μὴ τῷ πλείονι κἂν δυσωπῶσιν οἱ συμπαρόντες, κἂν γὰρ μὴ ἀδι‐ κῆται ἐν τούτῳ γενόμενος, ἀλλὰ τοῦ κέρδους οὐκ ἀπολαύσειεν. Οἶδα ὀκνη‐ | |
10 | ροὺς πολλούς, ὅτι ἠσθένησαν, ἄλλους δὲ πονοῦντας, ὅτι ἐκτήσαντο ἀνάπαυ‐ σιν· οἱ δὲ μοχθοῦντες, οἳ καὶ ἀσθενοῦσι διὰ τὸν πόνον, ὑγιάναντες, καὶ τὸ κέρδος καὶ τὸν ἔπαινον περιφέρονται. Οὐ παρῃτήσατο ὁ Παῦλος τῆς σαρκὸς τὴν ἀσθένειαν, καὶ ὅμως αὐτὸς ὡμολόγησεν ὅτι στέφανος αὐτῷ ὑπόκειται. | |
Ὁ ὀκνήσας καμεῖν, ἀναλγὴς μέν ἐστιν, καὶ ἐν ἀνδρείοις ἰδιώτης κρίνεται· | 381 | |
382 | οὗτός ἐστιν ὁ μὴ ἐπαγγειλάμενος τὸν μονήρη βίον· διὸ οὐκ ἔχει τί, οὐδὲ ὀνειδίζεται μὴ κτησάμενος. Ὁ ἐπαγγειλάμενος δέ, ἐὰν ὀκνῇ, καὶ μαστίζεται καὶ ἀπαιτεῖται τῆς δουλείας τὴν πρᾶξιν. Οὐκ εἴδετε στρατιώτην ὀκνηρόν, τί ὑφίσταται; Ἀπαιτεῖται ἐπιμελῶς | |
5 | τὸ σχῆμα τῶν ὅπλων, ἵππου τε καὶ πάσης καταστάσεως. Ἀπαιτεῖται μελέ‐ την, πρᾶξιν, ὑποταγήν, ἀνδραγαθίαν. Οὐκ ἔσται μοναχῷ εὐαπολόγητον ἀδιαφοροῦντι, ὥσπερ οὐδὲ γεωργῷ μὴ γῆν καλλιεργοῦντι. Νεώσας τὴν σάρ‐ κα σου, ὁ μοναχός, σπεῖρον ἐν σεαυτῷ τοῦ εὐαγγελικοῦ καρποῦ τὴν ἀπό‐ λαυσιν. Μὴ ἐάσῃς τὸ σῶμα ἄπρακτον, ὡς ἐποίησεν ὁ τὸ ἓν τάλαντον λα‐ | |
10 | βών· λαβὼν γὰρ τὴν ἄφεσιν μετὰ τῆς χάριτος καὶ ἀργευθείς, κατεκρίθη ὡς ὑπεύθυνος. Στρατιώτης γέγονε τοῦ Χριστοῦ, καὶ ἀπολαύων τῆς βασιλικῆς στρατείας, εἰς τὸ ἔργον ἠμέλησεν. Εἰ ἐκείνου ἐφείσατο ἀδιαφοροῦντος καὶ ὀκνοῦντος, καὶ μοναχοῦ φείσεται· εἰ φείδεται Δεσπότης δούλου ἀχρήστου, | |
καὶ ἐκείνου φείσεται· εἰ φείδεται Δεσπότης δούλου ὀκνοῦντος, καὶ μοναχοῦ | 382 | |
383 | φείσεται. Ὁ γεωργὸς ἐπὶ ἀμελείᾳ σπόρου μαστίζεται· ὁ στρατιώτης ἐπὶ ῥυ‐ πῶσιν ὅπλοις· πῶς οὐ πολλῷ μᾶλλον καὶ οἱ μοναχοί, ἐὰν ἀμελήσωμεν; Κα‐ κὸς ὁ οἶνος γέγονε; Τὸ ἀγγεῖον αἴτιον ἢ ὁ τόπος ἢ τὸ χρίσμα. Ἐπιζητεῖ τὴν αἰτίαν ὁ κτήτωρ· καὶ ἐπιγνούς, οὐ λυμαίνεσθαι ἐάσει. Δύναται καὶ κώνωψ, | |
5 | τὸ ἐλάχιστον, ἐρημῶσαι ἡδύτητα· καὶ πρὸς τὴν χρῆσιν ἡ μέμψις ἐπιγίνεται. Οὐδαμινὴ αἰτία πολλάκις μεγάλων κακῶν γίνεται αἰτία, καὶ ἐκ μικρᾶς ῥᾳ‐ θυμίας, μεγάλα τραύματα καὶ ἀνίατα καθίσταται. Ἴστωσαν οἱ μοναχοὶ ὅτι ὡς δοῦλοι καὶ γεωργοὶ καὶ στρατιῶται εἰσὶ τοῦ Χριστοῦ, καὶ ὅτι ὀφείλουσι τοῖς εἰρημένοις τόποις εἶναι ἕτοιμοι· καὶ πάντες ἄνθρωποι δοῦλοι τυγχάνου‐ | |
10 | σιν· ἀλλ’ οἱ μὲν ἐδραπέτευσαν καὶ ἄλλοις δουλεύουσι, τουτέστι τοῖς δαίμο‐ σιν· οἱ δὲ εἰς μικρὰν λειτουργίαν ἐτάχθησαν· ἔνιοι δὲ πρὸς ἀνθρώπων ὑπηρε‐ σίαν ὡς δοῦλοι δούλων γενόμενοι· οἱ δὲ μοναχοὶ οἰκεῖοι εἰσὶ καὶ θεράποντες. Προσέχετε πρὸς τὰς ἐπαγγελίας ὑμῶν καὶ συνήσετε ὅτι οὐ ψεύδομαι. Ἀκούσατε τοῦ Ἀποστόλου καὶ εἴσεσθε τὰ εἰρημένα σαφῶς. Λέγει ὅτι ὑπω‐ | |
15 | πιάζω μου τὸ σῶμα καὶ δουλαγωγῶ, καὶ τῆς σαρκὸς πρόνοιαν μὴ ποιεῖτε, | 383 |
384 | καὶ ἐνδύσασθε τὴν πανοπλίαν τοῦ Θεοῦ, καὶ ὅτι οὕτως τρέχω, ὡς οὐκ ἀδή‐ λως. Πρῶτον ἐποίησεν καὶ οὕτως ἐδίδαξεν. Αὕτη ἐστὶν ἡ πανοπλία τοῦ Θεοῦ· ἵνα τις καὶ ἑαυτῷ καὶ πολλοῖς χρησιμεύσῃ. Ἐὰν ᾖ μοναχὸς ἕτοιμος, καὶ τὸν ἀνέτοιμον ἐξαιρεῖται ἐν ἐφόδῳ τοῦ Δράκοντος. Γεωργεῖν χρὴ τοὺς | |
5 | μοναχοὺς καὶ πολεμεῖν· πολλῷ τῆς σαρκὸς ἡ ψυχὴ πολυμερεστέρα ἐστίν. Οἶδά τινας ἔργον ποιοῦντας πρὸς πολέμους ἔχοντας. Καὶ ἐπὶ τοῦ Ἔσδρα τοιοῦτοι γεγόνασιν· ᾠκοδόμουν τὸν ναὸν καὶ τὰς δεξιὰς ἡτοίμαζον πρὸς τοὺς πολεμίους· καὶ ἡ φυλὴ Βενιαμὶν ἀμφοτέραις χερσὶν εὐστόχως ἠκόντι‐ ζον. Πολλῷ πλέον ὁ νοῦς προχείρως ἐν πολλοῖς ἔργοις πνευματικοῖς ἐπαρ‐ | |
10 | κέσειεν. Εἰ χρὴ καὶ κατὰ ποσὸν διελθεῖν, ἐγὼ ὑμῖν καὶ τὰ περὶ τοῦ σπόρου διασαφήσω. Εἴπομεν τὸ νέωμα εἶναι τῆς ψυχῆς τὴν γνῶσιν, ἣν ἔλαβεν ἐν Θεοῦ διὰ τῆς χάριτος· ὁ σπόρος ἐστὶν ὁ εὐαγγελικὸς ἡ ὑπακοὴ τῶν ἐντο‐ | |
λῶν. Σὺ τέως ὑπακοὴν κτῆσαι, καὶ περὶ ὑετοῦ τὸν σπόρον αὐξάνοντος μὴ | 384 | |
385 | φρόντιζε. Ἐὰν ἐπὶ παρόντος θελήσῃ Θεὸς δοῦναι τὴν αὔξησιν, τρέφεις καὶ ἄλλους διὰ τῆς χάριτος· ἐὰν δὲ ὑπέρθηται εἰς τὸ μέλλον, τότε θερίσεις καὶ τὴν εὐπορίαν ἀποίσῃ διηνεκῆ. Γεώργει τὴν ἐν σοὶ χάριν, καὶ ἐν τῷ γεωργεῖν φύλαττε τὸ ἕρπον· εἰς ζημίαν τῆς γεωργίας καὶ μύρμηκες λεληθότως τὸν | |
5 | σπόρον λαμβάνουσι καὶ κόρακες ὑπνοῦντός σου τὸν σπόρον ἁρπάζουσιν. Ἔ‐ χε οὖν μετὰ τῶν γεωργικῶν ἐργαλείων ὀργάνων καὶ τὰ ἐργαλεῖα τὰ πολε‐ μικά· καὶ τῇ μὲν σκαφίδι ἐκρίζου τὰς ἀκάνθας, τῇ δὲ σφενδόνῃ ἀποσόβει τοὺς ἅρπαγας. Γίνεται καὶ τὸν δράκοντα ἐπιστῆναί σου τῷ γεωργίῳ, ἀλλὰ μὴ δείσῃς, ἀλλὰ προσελθὼν δίωξον αὐτόν, ἵνα μὴ καταμείνῃ ἐν σοί. Ἐὰν | |
10 | ἐάσῃς τὸν δράκοντα, δι’ αὐτοῦ καὶ τὰ λοιπὰ θηρία εἰσόδια γίνονται· καὶ ἀποκνοῦντός σου περὶ τὸ πλῆθος, ὑλομανῆ σου ποιοῦσι τὴν γεωργίαν· καὶ οὐ δυνήσῃ ἀπολαῦσαι τῶν πόνων σου, ἐπειδὴ δρυμῶνα ἑαυτῷ καὶ οἰκητή‐ ριον ὁ δράκων ἵδρυσε. Πολλαὶ χῶραι οὕτως ἄβατοι γεγόνασι καὶ πολλοὶ | |
ἀγροὶ οὕτως ἀπὸ θηρίων ἄρδην ἀπώλοντο. Εἶπε καὶ ὁ νομοθέτης, ὅτι κατὰ | 385 | |
386 | βραχὺ δεῖ ποιῆσαι τὴν τοῦ Χαναὰν ἀναίρεσιν, ἵνα μὴ ἐπὶ σὲ πολλὰ γένωνται τὰ θηρία τῆς γῆς. Ἐὰν ῥᾳθυμήσητε, ἀδελφοί, αἰτίαν τῆς ἐρημώσεως ὑμεῖς δίδοτε. Ἐὰν ἔθος ποιήσῃ ἐν ὑμῖν ἑρπετόν, πληθυνεῖ τὴν τέκνωσιν καὶ πολλοὺς ποιεῖ φω‐ | |
5 | λεοὺς καὶ ἀπασχολεῖ τὴν γῆν σου, ἣ διάτρητος οὖσα σπαρῆναι οὐ δύναται· καὶ σπειρομένη ζημίαν ὑφίσταται, ὅτι ὑπὸ τῶν ἑρπετῶν καταπίπτειν ποιεῖ τὴν εὐκαρπίαν. Ἐὰν μὴ θᾶττον ἀνέλῃς ὁραθὲν ἐν σοὶ τὸ πάθος, νομὴν ἐργά‐ ζεται· ἐὰν μὴ θεραπεύσῃς τὴν σῆψιν τὴν μικράν, εἰς μυρία διαιρεῖται καὶ φθείρει σου πᾶσαν τὴν ὑπόστασιν. Ἔνθεν φράττεις ἕνα φωλεόν, καὶ τὸ ἑρπε‐ | |
10 | τόν, ὅπερ εἴπομεν εἶναι τὸ πάθος, ἀλλαχόθεν ποιεῖ ἄνοιγμα· μίαν εἴσοδον σὺ ἀποκλείεις κἀκεῖνο ἀνοίγει ἐξόδους πολλάς. Διὰ τοῦτο οὐ δύνασθε τῶν πα‐ θῶν γενέσθαι ἐγκρατεῖς· ἐπειδὴ χρονίαν νομὴν εἰργάσαντο. Διὰ τοῦτο οὐ πι‐ στεύετε εἶναι γεώργιον πολύκαρπον, ὅτι τὸ ὑμῶν διαρεῦσαι πεποιήκατε ἀνυ‐ πόπτως. Διέπεσεν ὑμῶν τὸ γεώργιον, καὶ φύσιν τοιαύτην ἀνθρώπων νομίζε‐ | |
15 | τε. Λέγει ἡ Γραφὴ περὶ καθαρότητος, καὶ πρὸς ἄλλην χρῆσιν ὑπολαμβάνετε | 386 |
387 | αὐτὴν φράζειν· μαρτυρεῖ τοῖς κατορθώμασι, καὶ οὐ πιστεύετε· θαυμάζετε τοὺς λόγους, καὶ τὸ ἔργον οὐ ζηλοῦτε· καὶ οἴεσθε ὅτι διὰ τὸ θαυμασθῆναι Θεὸν ἐγράφησαν, οὐ διὰ τὸ ἀγωνίσασθαι. Οὕτως ὀκνηροί εἰσιν οἱ τοιοῦτοι, τῶν γὰρ ἀντιπάλων συνεργοὶ γεγόνασι. Χείρονές εἰσι τῶν ἀργούντων· ὅτι | |
5 | καταργοῦσι καὶ διέφθειραν. Προσέχετε τί ἐποίησεν ὁ Ἐχθρὸς τῷ Ἰώβ, μο‐ ναχοί, καὶ σύνετε πόσοις ἀγῶσιν ὁπλίζεται. Ἐπειδὴ γὰρ εὔδηλον εἶχε τῶν ἑρπετῶν καὶ θηρίων τὴν παρατήρησιν δηλαδή, ἐποίησε τὸ ὅμοιον πρὸς τὸ ὅ‐ μοιον μάχεσθαι, ἵνα σκοτώσῃ τὴν εὐσεβῆ ἄθλησιν. Διέφθειρέ τινας ἐν τοῖς μοναχοῖς, καὶ ἐν αὐτοῖς τοὺς μὴ διαφθαρέντας βιάζεται. Ἐὰν πέσῃ τὸ ὅ‐ | |
10 | μοιον, ὁ γνήσιος τὴν ἐκ τοῦ πλήθους μέμψιν οὐχ ὑφίσταται· ἐὰν μὴ ἀνέλῃ, ἀίδιον ἕξει τὸν πόλεμον· ἐὰν προσλάβηται τῆς λέπρας, καὶ τῆς δυσωδίας με‐ ταλαμβάνει· ἐὰν ἀποβάληται, τὸ σκάνδαλον τῶν πολλῶν χεῖρον αὐτῷ γίνε‐ ται. Αὕτη πρώτη καὶ μεγίστη μεθοδεία τοῦ Ἐχθροῦ, ὅτι εἰς σύγχυσιν μετέ‐ | |
15 | βαλε τὴν πρὸς αὐτὸν ἄθλησιν. Δύο ἑαυτῷ πραγματεύεται διὰ ταύτης τῆς | |
πανουργίας, τὸ ἀμέριμνον διατελεῖν, καὶ ἐχθρὸν ὄντα μὴ φαίνεσθαι· καὶ τρί‐ | 387 | |
388 | τον δεινόν, ὅμοια εἶναι νομίζεσθαι τοῖς φαύλοις τὰ ἀγαθὰ παρασκευάζων· ἐν πᾶσι τοσούτοις τρόποις τῇ ἀληθείᾳ παρετάξατο. Τὸν Ἀδὰμ οὕτως ἐπτέρνι‐ σε, καὶ τὸν Κάϊν ὡσαύτως κατέσπασεν· ἐκεῖνον διὰ τῆς γυναικός, καὶ τοῦ‐ τον διὰ τοῦ ἀδελφοῦ. Οὐκ ἔχω, ὅπως φράσω τοῦ λύκου τὴν ἐπίθεσιν. | |
5 | Ἐκπλήττομαι ὑμᾶς, ὦ μοναχοί, πῶς ὑπομένετε. Ἐγὼ ἐννοῶν ἐξίστα‐ μαι, ἃ ὑμεῖς πάσχετε παρατασσόμενοι. Καλῶς εἶπεν ὁ Κύριος ὅτι στενή ἐ‐ στιν ἡ ὁδὸς ἡ ἀπάγουσα εἰς τὴν ζωήν· ἰδοὺ γὰρ ἡ στενότης ὡς ἐν κατόπτρῳ διὰ τοῦ λόγου φαίνεται. Πικρὰ τὰ παρόντα τοῖς μοναχοῖς, ἡ κτῆσις ἐπίβου‐ λος, ἡ ἀπόκτησις ὀδυνηρά· πικρὰ ἡ εὐτέλεια, ἡ ἔνδεια ἐπώδυνος· ἡ ἄσκησις | |
10 | μοχθηρά, ἡ ἐγκράτεια ἐπίπονος· ἐπισφαλὴς ἡ ἀκρίβεια, ἡ σιωπὴ ἐπώδυνος. Ἐὰν ἐλέγξῃ, χρεώστης γίνεται, ἐὰν σιωπήσῃ, μαραίνεται ἀπὸ ζήλου Θεοῦ. 〈Εἰ〉 λαλήσει, ὑπεναντίον, εἰ ἡσυχάσει, ἐπιβλαβές. Οὐ δύναται λαλῆσαι | |
ἀλήθειαν, καὶ μὴ λαλῶν οὐχ ὑπομένει. Τὸ ὅμοιον Δράκων ἐν πᾶσιν ἀντεκα‐ | 388 | |
389 | τέστησεν· ἐν τῇ ἀκτημοσύνῃ ἀντέθηκε χρηστεμπορίαν, ἐν τῇ ἀγρυπνίᾳ τὴν συκοφαντίαν, ἐν τῇ ἀσκήσει τὴν ἀναίρεσιν, ἐν τῇ εὐχῇ κατηγορίαν ἀργίας, ἐν τῇ ἀληθείᾳ τὴν καταλαλιάν, ἐν τῇ ἀγάπῃ τὴν κακολογίαν, ἐν τῇ φιλοξε‐ νίᾳ τὴν ἀδιαφορίαν. Πάντα συνέφυρεν, ἐν πᾶσιν ἐκοινώνησεν. Ἐπὶ τέχνης | |
5 | ἐγένετο αὐτῷ ἡ ἀρετὴ καὶ ἐπὶ σχήματι τὴν εὐλάβειαν ἤγαγε. Κινδυνεύει ὁ βίος τῶν μοναχῶν καταλυθῆναι. Αἱ κεφαλαὶ σὺν τοῖς ποσὶν ὑφίστανται· οἱ ὀφθαλμοὶ σὺν ταῖς χερσὶν ἀρρωστίαν ὑπομένουσιν· ἡ κτῆσις τὴν πίστιν ἐμά‐ ρανε καὶ ἡ χρῆσις τὴν ἄσκησιν ἠλλοίωσεν· ἐβιάσατο τὴν ταπείνωσιν ἡ αὐ‐ θεντία καὶ ἔτρεψε τὴν ἐλπίδα ἡ τῶν καιρῶν μέριμνα. | |
10 | Τί ποιήσετε, οἱ γνήσιοι, ἐν τοσαύτῃ ὁμοιότητι; Ποῦ φύγητε πρὸς τοιαύ‐ την ἐμφέρειαν; Ἐν τοῖς ἐρήμοις; Καὶ πῶς; Ὅτι κἀκεῖ χυδαιότης ἐκράτησεν. Οἱ ἡγούμενοι, ὡς συγγενεῖς, ζηλοῦσι τὴν ἀλλοίωσιν, οὐ πάντῃ ἐτράπησαν, οὐ γὰρ ἔχουσι τὴν ὕλην σύμμαχον. Πρόσθετε τὸ ἔνδον καὶ εἴσεσθε τὴν πρὸς πάντα ὁμοιότητα οὐ σκυβαλισθῆναι κατὰ ἀρετήν· ὅτι οἱ πολλοὶ ἐφ’ ἑτέραν | |
15 | ὁδὸν ἰέναι προστάσσουσι. Τὸ ἔργον τῆς ψυχῆς ἡ πρᾶξις τοῦ σώματος ἐσκό‐ | |
τωσεν. Ἡ μέριμνα τῆς σαρκὸς ἤμβλυνε τῆς διανοίας τὸν ἔλεγχον. Οὐκ ἄγει | 389 | |
390 | σχολὴν ἡ συνείδησις κατανύξαι τὸν νοῦν· οὐκ ἐπιτρέχουσιν οἱ λογισμοὶ πρὸς μετάνοιαν εἰς τὸ πένθος τὸ πολλόν. Διὸ καὶ αὐτὸς ὑμᾶς ἐγὼ τοὺς γνησίους συνέχων σφάλλομαι. Τύπος ἐστὶν αἰχμαλωσίας ἡ παροῦσα κατάστασις. Εἰ ἔσχε πάντα τύπον καὶ ἀλήθειαν, καὶ οἱ πόλεμοι καὶ τὰ ἐξ αὐτῶν πρὸς τύπον | |
5 | καὶ ἀλήθειαν γεγόνασιν. Εἰ 〈καὶ〉 Ἠλίας ἔλεγεν ὅτι μόνος καταλέλειπται, ἀλλ’ ὁ Θεὸς πλῆθος εἶναι σὺν αὐτῷ ἐσήμανε. Καὶ ἐπὶ Ἱερεμίου οὕτω νοῆσαι ὀφείλομεν, ὅτι οὐ μόνος ἦν, ἀλλὰ καὶ σὺν αὐτῷ ἄλλοι πολλοί. Οὕτως καὶ περὶ ὑμῶν χρὴ πιστεύειν, Θεοῦ θεράποντες, ὅτι ἐστὲ μὴ φαινόμενοι. Ἐπειδὴ ἦσαν οἱ ἀφανεῖς ἐπὶ Ἰσραὴλ Ἠλίᾳ τῷ φαινομένῳ ὅμοιοι, πρόδηλον ὅτι καὶ | |
10 | τὴν πρᾶξιν μετῄεσαν. Καὶ ὑμεῖς κἂν μὴ φαίνησθε, ἀλλ’ ὡς οἶόν τε εἶναι σπουδάζετε. Οἶδα τινὰς τοιούτους, ἀλλ’ ὀλίγους παντελῶς. Πιστεύω εἶναι πολλούς, ἀλλ’ οὐ τὸ σύνολον συμπράττοντας. Ἐπένθει ὁ Ἱερεμίας τὴν Ἱε‐ ρουσαλὴμ διὰ τὴν πολιορκίαν, καὶ ὑμεῖς ὡσαύτως ποιοῦντες ὑπὲρ ἡμῶν πρεσβεύσατε. Συγχύθητε τοῖς ὑμετέροις πάθεσιν, ἀλλὰ τῆς ἡμετέρας ἐπιμε‐ | |
15 | λεῖσθε ἀσθενείας. Οἶδα τί εἶπον ἐξ ἀρχῆς ὅτι ἡ ψυχὴ ῥᾳδίως εἰς διαφόρους | 390 |
391 | πράξεις μερίζεται. Ποιῆσαι καλὸν καὶ κακὸν οὐ δύναται, κακὸν δὲ διὰ κα‐ λοῦ ἐπιτηδεύει. Διὰ νηστείας κενοδοξεῖ καὶ δι’ ἐγκρατείας ὑπερηφανεῖ· τὸ δὲ θέλειν καὶ αἱρεῖσθαι ὁμοῦ ταπεινοφροσύνην καὶ ὑψηλοφροσύνην οὐ δύναται. Εἶπε καὶ ταῦτα ὁ Κύριος, ὅτι οὐ δύνασθε δυσὶ κυρίοις δουλεύειν· περὶ δὲ | |
5 | τῶν ἐν σχήματι καλοῦ ποιούντων κακὸν ἔφη ὅτι λύκοι εἰσὶν ἐν κωδίᾳ προ‐ βάτων προερχόμενοι. Εἰς ἐκείνην τὴν πρᾶξιν ἀπιδών, ὡς οἶμαι, συμβου‐ λεύων μὴ διασφάλλεσθαι ἔφυγεν Ἠλίας ἐπὶ γῆς ἀλλοτρίας κἀκεῖ ἀναπέπαυ‐ ται ἡ διάνοια αὐτοῦ. Ἐν ἀρετῇ μόνος διέμεινεν, οὐ συγχυθεὶς οὔτε χυδαῖόν τι διαπραξάμενος· οὔτε ἀδιαφόρως ἐβίωσεν ὡς ἐπὶ ξένοις, οὔτε ὡς ἄγνω‐ | |
10 | στος ὢν τὴν τραχύτητα τῆς ἐγκρατείας ἐχαύνωσε. Μακάριοι οἱ τέλειοι, ὅτι ὡς μαργαρῖται ἀμίαντοι ἐν παντὶ τόπῳ δια‐ μένουσι. Μακάριοι οἱ καθαροὶ τῇ καρδίᾳ, ὅτι ὡς ὁ ἥλιος καὶ ἐν σκότει φαι‐ | |
δροὶ τυγχάνουσιν. Οὐκ ἐμίανε τὸν Ἱερεμίαν ὁ ἐν τῷ λάκκῳ βόρβορος, οὐκ | 391 | |
392 | ἠδίκησαν τὸν Δανιὴλ οἱ λέοντες. Τοὺς τρεῖς παῖδας τὸ πῦρ Βαβυλῶνος οὐκ ἔβλαψεν. Ἐκ τῶν αἰσθητῶν δηλοῦται, ὅτι οὐ δύνανται καταβλάψαι τὰ ἐναν‐ τία πνεύματα, ἐὰν ἐν Βαβυλῶνι ἦτε καὶ τοὺς κρατοῦντας παιδεύετε, ἐὰν ἐν τῷ Ἰσραὴλ κεκρυμμένοι καὶ φεύγοντες τοὺς ἀσεβοῦντας ἐλέγχετε. Νοήσατε | |
5 | διὰ τί ἐν Ἱερουσαλὴμ ὀφείλετε κρύπτεσθαι, ἐν δὲ τῇ Βαβυλῶνι παρρησιάζε‐ σθαι. Δαυῒδ ὁ βασιλεὺς ὑμᾶς διδάξει ὅτι τὸν μὲν Γολιὰθ ἤχθαιρεν, εἰς δὲ τὸν Σαοὺλ ταπεινώσει ἐκέχρητο. Εἶπε τὴν αἰτίαν, ὅτι χριστὸς Κυρίου γέγονε· τὸν δὲ Γολιάθ, ὡς ἀμύητον εὐσεβείας, ἀνῄρει προφανῶς. Ἄλλους καὶ ἀναγγέλλοντας θάνατον χριστοῦ Κυρίου ἀπέσφαττε, τινῶν δὲ καὶ θανεῖν | |
10 | ὀφειλόντων ἐφείδετο. Ἆρα χρὴ καὶ διαλύειν ὑμῖν τὰ αἰνίγματα, ἢ ὑμῖν αὐτοῖς καταλιπεῖν; Καὶ τί ποιήσουσιν οἱ ἁπλούστεροι, οἱ μὴ ἐπιγνόντες τὴν δύναμιν; Ὑμεῖς, ὡς ἔφην, καὶ ἔργῳ πλείονα οἴδατε, οἱ δὲ μεθ’ ὑμῶν δέονται τῆς διαφράσεως. | |
Ἐπὶ ἐκκλησίας, ὡς οἱ προφῆται ἐπὶ Ἱερουσαλήμ, δεῖ ἡσυχίαν ἄγειν· ἐπὶ δὲ | 392 | |
393 | ἡμῶν χρήσιμον καλουμένους τὴν ἀλήθειαν φθέγγεσθαι. Ἐπὶ δὲ ἱερέων ἢ σο‐ φῶν ἢ εὐσεβῶν δεῖ ταπεινοφρονεῖν, ὡς οἱ προφῆται πεποιήκασιν· ἐπὶ δὲ χρείαν ἐχόντων ἐλέγχου, μὴ ὑποκρίνεσθαι. Ἐὰν οἱ προχειρισθέντες ὑπὸ Κυ‐ ρίου ἡμᾶς διώκουσι, φύγωμεν· ἐὰν οἱ ἐν κόσμῳ τυραννοῦντες, ὡς ὁ Δανιήλ, | |
5 | παρρησιασώμεθα· ἐάν τις καταλεγῇ τῶν εὐσεβείας θεραπευτῶν, ὡς νεκροὺς λογισώμεθα διὰ τὸν προχειρισάμενον. Ἐὰν καὶ εἰς ἁμαρτίαν ἰδιωτῶν φιλε‐ χθρεῖν γένηταί τινας, φεισώμεθα διὰ τὴν εὐγένειαν. Ἑαυτοὺς ὅλως μὴ ἐκδι‐ κῶμεν· ὡς Δαυῒδ ὁ βασιλεὺς πεποίηκε. Ζημίας περιφρονήσωμεν. Περὶ λει‐ τουργίας πενήτων ἀκριβευσώμεθα, ὡς οἱ Ἀπόστολοι· περὶ τραπέζης λαμ‐ | |
10 | πρᾶς ἧττον φροντίσωμεν. Περὶ προσφορᾶς ἁγίας μεριμνήσωμεν ὡς Μωυσῆς· περὶ συνόντων εἰς κόρον γαστρὸς ἀμελήσωμεν. Περὶ ξένων πλησμονῆς ὡς ὁ | |
Ἀβραὰμ σπεύσωμεν· περὶ συγκαταβάσεων ἀκριβευσώμεθα. Περὶ δὲ ἀσθε‐ | 393 | |
394 | νοῦντος συγκαταβῆναι μὴ παραιτησώμεθα, ὡς ὁ Ἀπόστολος Κορινθίοις πε‐ ποίηκεν. Ἐὰν χρὴ ὑπὸ ἀνάγκης μεταβαλεῖν τὴν δίαιταν, ποιεῖν ἀκόλουθον· ἑαυτοῖς δὲ ἐπινοεῖν, ἀχρήσιμον. Ὅτε δεῖ καὶ ἑαυτῶν μὴ φεισώμεθα· ὅτε δὲ ἑαυτοὺς διοικοῦμεν, ὡς χρῄζοντες. Εἴ ποτε ἡττηθῶμεν, μὴ ἀπογνῶμεν· εἴ | |
5 | ποτε δὲ κατορθώσωμεν, μὴ φυσιωθῶμεν· ἐλπίζειν γὰρ ἐφ’ ἑκατέραν τροπὴν ὀφείλομεν. Τοὺς ἀδελφοὺς παιδεύσωμεν, ὡς μανθάνοντες, τοὺς δὲ πταίοντας διορθωσώμεθα, ὡς διδάσκοντες. Τοὺς βιωτικοὺς μὴ βλάψωμεν ἀδιαφοροῦν‐ τες· ὑπόληψιν δὲ ἔργῳ εὐσεβείας διδάξωμεν· προτρεψώμεθα μετὰ φαιδρότη‐ τος, καὶ μετὰ τοῦ πρέποντος ἤθους συνεστιώμεθα. Μήτε κρύπτωμεν δόξαν | |
10 | Θεοῦ, μήτε τὴν οἰκείαν πολιτείαν ἀποκαλύπτωμεν. Μὴ ὡς ἀφελεῖς πράξω‐ μεν, λαλήσωμεν δὲ ὡς ἁπλούστεροι· μὴ ὡς πανοῦργοι ὀφθῆναι σπεύσωμεν, ἀλλ’ ὡς φρόνιμοι μανθάνειν ἐπιθυμῶμεν· μὴ ὦμεν περίεργοι συντυγχάνον‐ | |
τες, ἀλλὰ μηδὲ μωρῶς ἀποκρινώμεθα· μὴ φιλοπόνως μέν, πλεῖον δὲ τῶν | 394 | |
395 | θείων εἰς τὰ ὅμοια· μήτε μὴ ἔχοντες σχολὴν τρέψωμεν τοῦ Θεοῦ τὴν λει‐ τουργίαν. Ἐὰν δυνάμεθα ποιῆσαι καλὸν ἑκάτερον, μὴ τὸ ἓν ἀντὶ δύο τάξω‐ μεν. Ἐὰν ἐμποδίζῃ τὸ καλὸν τὸ κάλλιον, μὴ προσκυνήσωμεν τὸ ἔλασσον. Ὅτε χρή, λαλήσωμεν, ἵνα οἴδαμεν τοὺς λαλοῦντας ὅτε μὴ χρή. Ὅτε δεῖ, | |
5 | σιωπήσωμεν, ὅπως γνῶμεν τῆς ἡσυχίας τὴν ὠφέλειαν. Τὸ ἔργον ἐν τοῖς πό‐ νοις μετρήσωμεν, καὶ γνωσόμεθα τίς αὐτοῦ λυσιτέλεια· τὸ κέρδος πρὸς τὴν αὐτάρκειαν φιλοκαλήσωμεν, καὶ εἰσόμεθα τὶς ἡ ὠφέλεια τῆς ἀσκήσεως. Ἐὰν πονῶμεν ἐπὶ πλείοσι, τῇ ἀπληστίᾳ αἰτίας παρέχομεν· ἐὰν ἐπὶ εὐπορίᾳ τερπώμεθα, ἐπὶ ἀπορίαις εὐάλωτοι τυγχάνομεν· ἐὰν ποθῶμεν λαμβάνειν, τὸ | |
10 | διδόναι παραιτούμεθα· ἐὰν ἡδέως πρὸς τὰ δῶρα, οὐχ ἡδέως πρὸς τὸ δί‐ καιον. Ὅτε τις δῷ σοι διὰ Θεόν, λάμβανε, ὡς κομίζων Θεῷ· ὅτε τις παρέ‐ χει διὰ κοινωνίαν εὐσεβείας, τὰ ὅμοια ποιῶν οὐχ ὑφέξεις λογοθέσιον. Ἐὰν δέξῃ, φανερῶς λάμβανε, καὶ ἐκφεύξῃ φιλαργυρίαν· ἐὰν παρέχῃς, κρυπτῶς | |
δίδου, καὶ διαδράσεις κενοδοξίαν· ἐὰν μὴ πείθῃ κολακευόμενος, οὐ λυπῇ | 395 | |
396 | λοιδορούμενος· ἐὰν μὴ παρέχῃς ἐμπαθῶς, οὐδὲ λήψῃ ἐμπαθῶς· ἐὰν μὴ εὐερ‐ γετῇς προσκλινῶς, οὐκ ἐπαίρῃ ἐγκωμιαζόμενος. Οὓς τιμᾷς, μὴ δι’ ἀμοιβὴν τιμήσῃς, καὶ οὐκ ἀπαιτήσεις τιμήν. Οὓς αἰδῇ, μὴ διὰ πλοῦτον κολακεύσῃς. Οὓς ἀγαπᾷς, μὴ διά τινα χρείαν, καὶ οὐ μὴ γένηται ἐπίπλαστον. Οὓς προσ‐ | |
5 | ποιῇ, μὴ δι’ ἑαυτόν, καὶ ἀποδράσεις τῆς φιλαυτίας τὸν ἰόν. Ἐὰν εὐποιῇς διὰ Θεόν, οἶδας ἕκαστον, ὧν ἐστὶν ἄξιος· ἐὰν γνησίως πορεύσῃ, οἶδας τοὺς ἐπιθέτας· ἐὰν διαθέσεως ἀντιποιήσῃ, καὶ εὐσέβειαν, ὡς δεῖ, θεραπεύσεις· ἐὰν πονέσῃς ἁμαρτήσας, ἐπιγνώσῃ ἀνάπαυσιν εὐπραγήσας· ἐὰν ἡδέως ἔλεγχον δέξῃ, μετὰ οἰκειότητος ἄλλους ἐλέγξεις· ἐὰν ὑπομείνῃς λοιδορίαν, οἶδας τὴν | |
10 | ὁδὸν τῆς μακροθυμίας· ἐὰν ἐνέγκῃς μοχθηρίαν, ἐπιγνώσῃ ἐλευθερίαν χρη‐ στότητος· ἐὰν βαστάσῃς ἄφρονα, δυνήσῃ ποιῆσαι αὐτὸν φρόνιμον. Ἐὰν μὴ κινηθῇς ἀπὸ λόγου κενοῦ, οὐ ποιήσεις πρᾶξιν κενήν· ἐὰν μὴ μισήσῃς ἄφρο‐ νας, οὐ μὴ διορθώσῃ ψυχήν· εἰ μὴ ποθήσεις τὸν πλησίον, οὐκ οἶδας πῶς | |
σεαυτὸν ἀγαπήσεις· εἰ μὴ τιμήσεις δίκαιον, οὐ συνήσεις θεραπείαν Θεοῦ. Εἰ | 396 | |
397 | μὴ δώσεις χρῄζοντι, οὐκ εἴσῃ καὶ σεαυτὸν εἶναι ἄνθρωπον. Ὅτε λυπῇ ἐπὶ νεκρῷ, ὑπομνήσθητι τῆς φύσεως· ὅτε ἐπὶ ἁμαρτάνουσι μὴ χαίρεις, φρόντιζε περὶ τελειότητος· ὅτε μανθάνειν σπεύδεις περὶ ἀρετῆς, τότε νοήσεις τῆς δια‐ νοίας σου τὴν εὐτέλειαν. Μάνθανε παρὰ ἁγίων καὶ αἴτει Θεοῦ χάριν εἰς | |
5 | διάπραξιν· νόησον τὴν κακίαν καὶ τὸν Θεὸν αἰτήσεις εἰς βοήθειαν· σύνες τὴν φύσιν καὶ μὴ χωρίζου τῆς τοῦ Θεοῦ χάριτος. Ἠγνόησας; Μὴ λυποῦ ὡς ἄνθρωπος. Κατώρθωσας; Μὴ καυχῶ ὑπὲρ ἄνθρωπον. Ἐπὶ προκοπαῖς μὴ καυχηθῇς καὶ μὴ ἀπαγορεύεις ἐπὶ σφάλματι. Ἐπὶ θείᾳ χάριτι μὴ ἀλαζονεύου καὶ οὐ μὴ περιτραπῇς εἰς ἀσέβειαν· ἐπὶ δόξῃ | |
10 | μὴ ἐπαίρου καὶ οὐ μὴ πέσῃς εἰς ἀπόγνωσιν. Ἀπόδραθι τὸ ψεῦδος, ὡς τὸν δράκοντα, καὶ εἰσελεύσῃ εἰς τὸν παράδεισον. Μὴ ταχέως τοῖς λεγομένοις πί‐ στευε, μηδὲ παντὶ λέγοντι συγκατατίθου. Βραδέως ἐπαγγέλλου καὶ ταχέως ἐπιτέλει. Βραδέως πίστευε καὶ ταχέως ἀλήθευε. Σπεῦδε μαθεῖν τὸ σαφές, | |
οὐχ ἵνα κρίνῃς, ἀλλ’ ἵνα μὴ κατακρίνῃς. Μᾶλλον ὑστέρει εἰς κρίσιν· εἰ γὰρ | 397 | |
398 | ἐπέχεις, σεαυτὸν οἰκτηρήσεις. Φεῦγε τὸ δικάζεσθαι καὶ μὴ παραιτοῦ διακα‐ ταπονούμενον. Ἐὰν γένῃ κριτής, ὡς σύμβουλος γενοῦ· ἐὰν προτραπῇς εἰς συμβουλίαν, ὡς πατὴρ εὐνόησον. Μὴ ἀποφαίνου ἐν συμβουλῇ σου ἀγνοῶν τοῦ Θεοῦ τὰ ἀπόκρυφα. Δίσταζε διηγούμενος, καὶ οὐκ ἔσῃ εὐεπίληπτος. Δί‐ | |
5 | δασκε ὡς ἔμαθες, καὶ ὠφελήσεις τοὺς ἀκούοντας. Ἀμφιβόλως περὶ ὧν ἀγνοεῖς διηγοῦ, καὶ ἐὰν πέσῃς, ἔσῃ σῶος. Ἑλοῦ θανεῖν ἢ φθόνῳ ὑποταγῆ‐ ναι. Ἑλοῦ ζημίαν ἢ ὅρκον· οὐ γὰρ λείπει τῇ εὐσεβείᾳ ἄμυνα. Ζήλου τὸ ἀγα‐ θὸν ἐνεργῶς καὶ ὡσαύτως μίσει τὸ πονηρόν. Ἐὰν ὀμόσῃς ἐν ἀνάγκῃ, ἀπο‐ λογία σοι ὑπάρξει βεβαία· ἐὰν ἐξ ἀνάγκης γένῃ κριτής, ἐκφεύξῃ τὴν μετὰ | |
10 | κρίσεως κατάκρισιν. Ἐὰν συναρπασθῇς, ἀπολόγησαι ὡς ἄνθρωπος· ἐὰν συμπέσῃς διανοίᾳ, προσοίσῃ τὴν φύσιν. Κρεῖσσον ὡς ἄσοφον κριθῆναι ἢ ὡς σοφὸν καταγνωσθῆναι. Ἄμεινον ὡς ἄπειρον ἀποβληθῆναι ἢ ὡς ἔμπειρον δί‐ κας λέγειν. Ἐὰν ψεύσῃ, ὁμολόγησον· ἐὰν ἐν πάθει ᾖς, μὴ κρύψῃς τοὺς | |
ἀκούοντας. Ἐὰν σεαυτῷ σύνοιδας, μὴ ἀμερίμνως δίαγε· ἐὰν οὐκ ἔστιν ὁ | 398 | |
399 | συμπονῶν, ὡς μόνος ὑπόστηθι κόπον πλείονα. Ὅπερ δύο ἢ τρεῖς ἤμελλον ποιεῖν, ποιῆσαι μὴ ὀκνήσῃς. Μὴ κρύπτε τοὺς ἀνθρώπους ἐν πλημμελείαις γενόμενος· σεαυτὸν δὲ ἐκκάλυπτε δεόντως. Μὴ κρύπτε Θεὸν σφαλλόμενος, ἵνα μὴ καὶ αὐτὸς κρυβῇ σε ἐν καιρῷ ἀνάγκης. Μὴ καυχῶ περὶ δικαιοσύνης, | |
5 | ἵνα μὴ κατακριθῇς περὶ τῆς τελειότητος αὐτῆς. Μὴ καυχῶ περὶ φρονήσεως, ἵνα μὴ ὑπὲρ προλήψεως ἐξετασθῇς. Ἑλοῦ ἐπιβῆναι ξίφει ἢ ἁλῶναι ἐν ὀργῇ. Μᾶλλον ὑποστῆναι θυμοῦ ὀργὴν αἵρησαι ἢ γὰρ ἐπιδείξασθαι. Ἄμεινον τὸ πτερνισθῆναι ἢ πτερνίσαι· ἐὰν δὲ ᾖς ἐν θείᾳ χάριτι, οὐδὲν ὑφίστασαι. Προό‐ ρα τὸ μέλλον ὡς λόγου ἀντεχόμενος καὶ τὸ παρὸν παρατήρει ὡς θνητὸς ἄν‐ | |
10 | θρωπος. Δοκίμαζε τοὺς φίλους καὶ τοὺς ἐχθροὺς συμβίβαζε. Ἐπιεικῶς ἔλεγ‐ χε καὶ εὐσεβῶς συνδιατίθου. Μήτε τοὺς φαύλους παντελῶς ἀποποιοῦ, μήτε τοὺς ἀγαθοὺς ἀεὶ ἐγκωμίαζε. Μὴ γίνου κατάδηλος ἐν ἀμφοτέροις μέρεσιν, ἀλλὰ μηδὲ ἄπειρος ὢν τῆς γνώμης αὐτῶν. Μὴ εὐνόει ἐμπαθῶς, καὶ οὐ μὴ | |
μισηθῇς· μὴ γίνου θεωρητής, καὶ οὐ μὴ ὑποληφθῇς ὡς ἐχθρός· μὴ σπεῦδε τὰ | 399 | |
400 | πάντων εἰδέναι, καὶ οὐ μὴ ἀποδώσεις σεαυτόν· μὴ θέλε τὰ πάντων νοεῖν, καὶ οὐ μὴ σιανθῇς· μὴ σπούδαζε εἰς κατάληψιν μυστηρίων, καὶ προδότης οὐ μὴ νομισθῇς. Ἐὰν γένηται ἐπὶ σοῦ μάχη, μὴ ἀκριβεύου τοὺς λόγους· ἐάν τις ἐν μάχῃ ὢν ἀνατίθεταί σοι, μὴ ἐρέτιζε· ἐὰν πυνθάνεταί σου φίλος περὶ ἀντα‐ | |
5 | ποδόσεως, μὴ συνεργήσῃς· ἐὰν ὁ ἐχθρὸς ἀπειλῇ σοι, μὴ σύμπιπτε· ἐὰν δό‐ λον νοήσῃς, μὴ παρ’ αὐτὰ ἐλέγξῃς· ἐὰν συνήσῃς ἔνεδρον πολλῶν, μὴ διὰ τραχείας ἀπαντήσῃς ὁδοῦ· ἐὰν ὄχλου ἐπανάστασίς σοι γένηται, μὴ θαρσήσῃς τῷ λόγῳ σου· ἐὰν ἐμπέσῃς εἰς πονηρίας, μὴ ἀντιστῇς διὰ τῆς ἰσχύος σου. Εἰς ὄχλου διαίρεσιν μὴ μέσαζε ἐξ ἀρχῆς· εἰς μάχην δυνατῶν μὴ γίνου | |
10 | κατ’ αὐτούς· εἰς ἀταξίαν νεωτέρων μὴ περιέλθῃς ἐπιεικῶς, ἀλλ’ αὐστηρῶς· εἰς λόγους κενοὺς μὴ δίδου ἄνεσιν· εἰς διήγησιν ἐμπαθῆ μὴ καθέζου· εἰς γέ‐ λωτα μὴ ἐπιτέρπου, καὶ οὐ μὴ σπείρῃς ἐν σοὶ ῥᾳθυμίαν. Εὐτραπέλοις μὴ χαῖρε, ἵνα μὴ εἰς μετεωρισμὸν ἐκτραπῇς· ὁδοῖς πόλεως μὴ πύκναζε, ἵνα μὴ | |
ἐμπαθὴς ἀποβῇς. Μίσει τῶν πολλῶν τὰς συνουσίας, ὅτι σύγχυσιν τῇ ψυχῇ | 400 | |
401 | παρέχουσιν. Ἀγάπησον σιωπήν, ἵνα ἐν σοὶ ἡ συνείδησις ὡς διδάσκαλος ᾖ. Φεῦγε πολυλογίαν, ἵνα μὴ γένῃ ἐπιλήσμων. Ἀπόδραθι τὰ συμπόσια, ἵνα μὴ γένῃ πόρνος δίχα γυναικῶν. Παραιτοῦ τὰς περιττὰς συντυχίας, ἵνα μὴ κρι‐ τὴς καταστῇς ἄδικος ἄνευ τῆς αὐτοῦ ἐξουσίας. Ἀποποιοῦ τὰς τῶν γυναικῶν | |
5 | ὁμιλίας, ἵνα μὴ καὶ τὸν ὕπνον ἔχῃ ἐμπαθῆ. Μὴ ἔσθιε συνεχῶς, ἵνα μὴ σκο‐ τώσῃς σου τὴν διάνοιαν. Μὴ πολλὰ μεταλάμβανε, ἵνα μὴ πηλὸν ποιήσῃς τὴν σάρκα σου. Ἀπέχου μνήμης ἐδεσμάτων παραξένων, ἵνα μὴ γένῃ ἐμπα‐ θής. Ἀπέχου τραπεζῶν ἡδονῆς, ἵνα μὴ γένῃ καὶ πονηρίας παράσιτος. Ἰδίαζε τὰ πολλά, ἵνα, ὅταν συντύχῃς, μάθῃς ἑκατέρων τὴν ὠφέλειαν. Μὴ πᾶσι θάρ‐ | |
10 | ρει, πᾶσι δὲ τοῖς θέλουσι συντύγχανε. Μὴ πάρελκε τὰς συντυχίας, ἵνα μὴ ἐπιλάθῃ τῆς ἡσυχίας. Μὴ ἐκτείνῃς τὰς ὁμιλίας, ἵνα μὴ ζημιωθῇς τῆς συνομι‐ λίας τοῦ Θεοῦ. Ἐὰν μὴ προσπίπτῃς τῷ Θεῷ, ἀναγίνωσκε ἐν ἡσυχίᾳ· ὅτε δὲ ἀρχὴ | |
γραφῆς Θεοῦ, ὡς μέλλων διηγεῖσθαι ἃ ἤκουσας φρόντισον. Ὅτε Θεῷ παρί‐ | 401 | |
402 | στασαι, σύνες τοὺς ἐπιγείοις ἄρχουσι λειτουργοῦντας. Ἐκ δούλων καὶ δε‐ σποτῶν νόει σου τὴν παράστασιν. Ἐκ μαθητῶν καὶ διδασκάλων μάθε τὰ περὶ Θεοῦ. Ἀπὸ τῶν ἐπὶ γῆς φίλων μάθε, ὡς ὀφείλεις παρεδρεύειν αὐτῷ. Ἀπὸ τῆς σαρκικῆς ἀνάγκης καὶ τὴν τῆς ψυχῆς χρείαν δοκίμασον. Οἷον ὁρᾷς | |
5 | ἐν ἐνδείᾳ τὸ σῶμα, καὶ τὴν διάνοιαν νόησον, ὅτε δεῖται τροφῆς. Οἵαν σκο‐ πῇς πρὸς ἀσθένειαν μετάληψιν, καὶ τῷ νῷ τράπεζαν πάρεχε. Ὡς ἐπιμελητὴς ἀγροῦ, γενοῦ καὶ τῆς ψυχῆς· ὡς χρεώστης φυσικῶν, γίνου καὶ τῆς εὐσε‐ βείας· ὡς οἰκονόμος ῥώσεως, ἔσο καὶ τῇ διανοίᾳ· ὡς τέκνων φροντιστής, εἶ‐ ναι σπούδαζε καὶ τῶν καλῶν πράξεων· ὡς δούλων ἐπιστάτης, γίνου καὶ | |
10 | τῶν νόθων· ὡς ἐπόπτης πόλεως, μερίμνα 〈καὶ〉 τῆς ἀρετῆς· ὡς κτηνῶν ἡνίοχος, καὶ τὰ πάθη ἐπίβλεπε· ὡς παιδευτὴς ἀλόγων σκληρῶν, γίνου καὶ τοῖς πάθεσιν ἀγριαίνουσιν. Ὡς ποιμήν, θεράπευε τὴν σάρκα σου τῇ ἀπαθείᾳ· ὡς φύλαξ θησαυροῦ, γίνου ἐπὶ τῆς πίστεως· ὡς στρατηγὸς βουληφόρος, | |
ἀγωνίζου πρὸς τὰ πολεμικά· ὡς ἀθλητὴς ἐπίδοξος, ἀγωνίζου μὴ ἀδοξεῖν· | 402 | |
403 | ὡς σοφὸς διδάσκαλος, μὴ καταγνωσθῇς ὑπὸ τοῦ παρατυχόντος· ὡς καλὸς στρατιώτης, ἑτοιμάζου πρὸς τὸν ἀντίπαλον· ὡς σοφὸς ἀρχιτέκτων, δοκίμαζέ σου τὴν δύναμιν· ὡς συνετὸς οἰκονόμος, σύνες σου τὴν εὐκαρπίαν· ὡς ἀλη‐ θὴς ἔμπορος, νόει σου τὴν πραγματείαν· ὡς εὔνους οἰκέτης, ἐπίστησον τοῖς | |
5 | ὀφειλομένοις. Πρόσεχε χαλιναγωγεῖν τὴν σάρκα, ἵνα μὴ τὸν ἐπιβάτην νοῦν καταβά‐ λῃ εἰς κίνδυνον. Ἀφόρα πρὸς τὰ μέλη ὡς λοίδορος, ἵνα μὴ τὸ κάλλος ἀφα‐ νισθῇ τῆς ἀρετῆς. Ἐπίστησον ταῖς αἰσθήσεσιν, ἵνα μὴ ὡς ὅπλα πολέμου ἰὸν εἰς φθορὰν ὑποδέξωνται. Σκόπησον πρὸς τὴν ψυχήν, ἵνα μὴ δι’ ἐπιβουλῆς | |
10 | προδοσίαν ὑποστῇς. | 403 |