TLG 4138 046 :: EPHRAEM SYRUS :: Adhortatio sive Catechesis ad monachos EPHRAEM SYRUS Theol., vel Ephraem Graecus Adhortatio sive Catechesis ad monachos Dup. Assemani, J.S., Sancti patris nostri Ephraem Syri opera omnia, vol. 2 Rome (1732) 370a–372. Citation: Page — (line) | ||
368(t) | Νουθεσία, ἤγουν κατήχησις πρὸς μοναχούς | |
1 | Δεῦτε, ἀγαπητοί μου, δεῦτε, πατέρες καὶ ἀδελφοί μου, ποίμνιον ἐκλε‐ κτὸν τοῦ Σωτῆρος, πραγματευσώμεθα ἕως στήκει ἡ πανήγυρις. Πληρώσατε τοὺς ὀφθαλμοὺς ὑμῶν δακρύων, καὶ εὐθέως τῆς καρδίας ὑμῶν οἱ ὀφθαλμοὶ ἀνοίγονται. Λαλήσατε λόγους ζωῆς, καὶ παραχρῆμα κατανύγεται ὑμῶν ἡ | |
---|---|---|
5 | καρδία. Λάβετε καλὴν ἔννοιαν περὶ τῆς βασιλείας καὶ τοῦ παραδείσου, καὶ εὐθέως καταφρονεῖτε τῶν γηΐνων πραγμάτων. Μηδεὶς ῥᾳθυμήσας πτοηθῇ, μηδὲ ὀλιγοψυχήσῃ, μηδὲ φοβηθήτω τις, μηδὲ ὑπνώσειεν, ἀλλ’ ἀναιδῶς ἐπι‐ καλεσώμεθα τὸν Θεόν, καὶ δουλεύσωμεν τῷ Σωτῆρι ἡμῶν. Σπουδαίως ἁγνίσωμεν τὰς καρδίας ἡμῶν διὰ τοῦ Ἁγίου Πνεύματος. Συγκροτήσωμέν | |
10 | τε ἀλλήλους καὶ παρακαλέσωμεν καὶ στηρίξωμεν. Συγχωρήσωμέν τε ἀλλή‐ | |
λοις ἐξ ὅλης καρδίας· δοῦλοι γάρ ἐσμεν τοῦ ἀψευδοῦς Θεοῦ τοῦ εἰπόντος· | 368 | |
369 | ἀμήν, ἀμὴν λέγω ὑμῖν, ἐὰν μὴ ἀφῆτε ἐξ ὅλης τῆς καρδίας τὰ παραπτώματα αὐτῶν, οὐδὲ ὁ Πατὴρ ὑμῶν ὁ οὐράνιος ἀφήσει τὰ παραπτώματα ὑμῶν. Καὶ δι’ αὐτῶν ἁγίων Ἀποστόλων αὐτοῦ ἐσήμανεν ἡμῖν ποσάκις συγχωρῆσαι χρὴ τῷ ἀδελφῷ· εἰπόντος γὰρ τοῦ Πέτρου· Κύριε, ποσάκις, ἐὰν ἁμάρτῃ εἰς | |
5 | ἐμὲ ὁ ἀδελφός μου, συγχωρήσω αὐτῷ; Ἑπτάκις; Ἔφη αὐτῷ ὁ Κύριος· οὐ λέγω σοι ἑπτάκις, ἀλλ’ ἕως ἑβδομηκοντάκις ἑπτά· ἡμεῖς δὲ ἐνίοτε οὐδὲ τρί‐ τον τῆς ἡμέρας συγχωροῦμεν ἀλλήλοις. Παρακαλῶ οὖν ὑμᾶς, ἀγαπητοί μου, καὶ προσπίπτω, ὦ φίλοι μου· νή‐ ψατε ἐν τῷ βραχεῖ καιρῷ τούτῳ καὶ ἀγωνίσασθε εἰς τὴν ἑνδεκάτην ὥραν | |
10 | ταύτην. Ἡ ἑσπέρα ἤγγικεν καὶ ὁ μισθαποδότης μετὰ δόξης ἔρχεται ἀποδώ‐ σων ἑκάστῳ κατὰ τὰ ἔργα αὐτοῦ. Προσέχετε ἑαυτοῖς, μή τις κατορθώσας θαρρήσει, καὶ ἀμελήσας ἀπολέσει τὴν ἄμετρον αὐτοῦ μισθαποδοσίαν. Ἔοικε | |
γὰρ ὁ μοναχὸς τῇ ἐσπαρμένῃ χώρᾳ, ἥτις αὐξάνει μετὰ ὑετοῦ καὶ δρόσου, | 369 | |
370 | καὶ καρποφορεῖ καρπὸν εὐφροσύνης. Ὅταν δὲ φθάσει εἰς αὐτὸν τὸν καρπόν, εἰς πλείονα μέριμναν ἄγει τὸν γεωργόν· μεριμνῶν γὰρ ἀγρυπνεῖ. Φοβεῖται μὴ ἄφνω χάλαζα ἢ ἄγρια ζῶα διαφθείρῃ αὐτόν. Οὕτως ὁ μοναχός· ἐν ὅσῳ ἐστὶν ἐν τῷ σώματι τούτῳ, ἡμέραν καθ’ ἡμέραν μεριμνησάτω καὶ φροντισά‐ | |
5 | τω ὑπὲρ τῆς ἀθανάτου ζωῆς, ἵνα μὴ ἀμελήσας εὑρεθῇ εἰς κενὸν τρέχων. Ἡ χαρά, ἡ εὐφροσύνη τοῦ γεωργοῦ ἐστιν, ὅταν τὸ ἄμητον αὐτοῦ συνάξῃ καὶ ἐπιτύχῃ τῶν ἀμοιβῶν. Τὸν αὐτὸν δὴ τρόπον χαίρουσι καὶ ἀγάλλονται οἱ Ἄγγελοι τοῦ Θεοῦ ἐν τῷ οὐρανῷ, ὅταν φοβούμενος τὸν Θεὸν τελειώσῃ τὸν δρόμον αὐτοῦ. Πληρώσας ὁ γεωργὸς τὰς ἀποθήκας αὐτοῦ καὶ γενόμενος | |
10 | ἀμέριμνος, τρυφᾷ καὶ ἀγάλλεται· καὶ ὁ μοναχὸς ἐτέθη εἰς τὴν ἀποθήκην αὐ‐ τοῦ, τουτέστιν εἰς τὸ μνῆμα, καὶ εὐθέως ὁ πλοῦτος αὐτοῦ ἀνέβη εἰς τοὺς οὐ‐ ρανούς. Νήψωμεν οὖν, ἀγαπητοί· νήψωμεν ἐν τῷ πολέμῳ τοῦ ἀντιδίκου ἡμῶν. Ὁ μὲν γὰρ πόλεμος αὐτοῦ ἰταμός, αὐτὸς δὲ ἀσθενὴς ὑπάρχει. Ὁ δὲ | |
15 | ἡμέτερος Δεσπότης καὶ ἀγωνοθέτης τοῖς προθύμως πολεμοῦσι καὶ δύναμιν | |
παρέχει καὶ στέφανον ἀμάραντον. Καθάπερ γὰρ διώκεται χοῦς ὑπὸ σφοδροῦ | 370 | |
371 | ἀνέμου, οὕτως καὶ ὁ ἀντίδικος ἡμῶν Διάβολος διώκεται ἀπὸ φωνῆς τῆς τοῦ Θεοῦ δοξολογίας, καὶ εὐχῶν καὶ δακρύων. Μηδεὶς οὖν ῥᾳθυμήσει, μηδὲ φοβηθῇ, ἀλλ’ ὁ ἰσχυρὸς τοῦ ἀσθενοῦς ἀντιλαμβανέσθω· ὁ πρόθυμος τὸν ὀλι‐ γόψυχον παρακαλεσάτω· ὁ νήφων τὸν βαρούμενον ὕπνῳ διεγειράτω· ὁ κα‐ | |
5 | τεσταλμένος τὸν ἀκατάστατον νουθετησάτω· ὁ ἐγκρατὴς τῷ ἀτάκτῳ ἐπιτι‐ μάτω· οὕτω γὰρ ἀλλήλους συγκροτοῦντες καὶ ὁμοθυμαδὸν νικῶντες, τὸν ἀντίπαλον ἡμῶν καταισχυνοῦμεν καὶ τὸν Θεὸν ἡμῶν δοξάσομεν. Οἵ τε ἅ‐ γιοι Ἄγγελοι ἐφ’ ἡμᾶς εὐφρανθήσονται καὶ οἱ ὁρῶντες ἡμᾶς καὶ οἱ ἀκούον‐ τες τὰ περὶ ἡμῶν οἰκοδομηθήσονται. | |
10 | Παράδεισος πλήρης καρπῶν εὐφροσύνης καὶ ποικίλων ἀνθῶν, πλήθη μοναχῶν ἐπὶ τὸ αὐτὸ κεκοσμημένων εἰς τὴν ἀγάπην τοῦ Θεοῦ. Πηγὴ καλὴ καὶ πλήρης ὑδάτων, πλήθη φυτῶν ἄρδουσα, πλήθη μοναχῶν, ἄρδοντες ἑαυ‐ τῶν τὴν ψαλμῳδίαν ἐν τοῖς δάκρυσιν. Πόλις τετειχισμένη, ὠχυρωμένη, πλῆθος μοναχῶν ἐπὶ τὸ αὐτὸ ἀλλήλους συγκροτοῦντες εἰς τὴν ἀγάπην τοῦ | |
15 | Χριστοῦ. Διάδημα πολύτιμον, πεπλεγμένον ἐν λίθοις τιμίοις καὶ μαργαρίταις | |
ὡραίοις, πλῆθος μοναχῶν πρὸς πᾶν ἔργον ἀγαθὸν καὶ καλόν. Σκάφος πλῆ‐ | 371 | |
372 | ρες πλούτου βασιλικοῦ, πλῆθος μοναχῶν ἐπὶ τὸ αὐτὸ πεπληρωμένων τῆς ἀγάπης τοῦ Χριστοῦ. Ἐλαία ὡραία καὶ εὔκαρπος, πλῆθος μοναχῶν ἐπὶ τὸ αὐτὸ περικεκοσμημένων καὶ ἐστηριγμένων εἰς τὴν ἀγάπην τοῦ Χριστοῦ. Εἰ‐ κὼν βασιλικὴ ἔχουσα θαυμαστὴν ἱστορίαν παντοίων χρωμάτων ἐκλεκτῶν | |
5 | καὶ ἀνθηρῶν, πλῆθος μοναχῶν κεκοσμημένων ἐν ταῖς ποικίλαις ἀρεταῖς. Παρεμβολὴ Ἀγγέλων ἁγίων, πλῆθος μοναχῶν ἐπὶ τὸ αὐτὸ περικεκοσμημέ‐ νων, ἔχοντες πρὸς τὸν Θεὸν διαπαντὸς τὴν ἔννοιαν αὐτῶν. Ὡς μέλι καὶ κηρίον ἐν τῷ στόματι, οὕτως ἀπόκρισις μοναχοῦ τῷ πλη‐ σίον αὐτοῦ μετὰ ἀγάπης καὶ ταπεινοφροσύνης. Ὥσπερ ὕδωρ διψῶντι ἐν | |
10 | καύματι, οὕτως λόγος παρακλήσεως ἀδελφοῦ ἐν θλίψει αὐτοῦ. Ὥσπερ ἂν δῷ τις χεῖρα πεπτωκότι, ἐγείρει αὐτόν, οὕτως ἐγείρει λόγος ζωῆς καὶ παρα‐ κλήσεως ῥᾴθυμον ψυχὴν καὶ ὀλίγωρον. Ὥσπερ σπόρος ἀγαθὸς καὶ ἐκλεκτὸς ἐν γῇ ἀγαθῇ καὶ φιλοκάλῳ, οὕτως ἀγαθοὶ λογισμοὶ ἐν ψυχῇ μοναχοῦ. Ὡς λαμπὰς φαιδρὰ ἐν τόπῳ σκοτεινῷ λάμπουσα, οὕτω μοναχὸς νήφων τῷ νοῒ | |
15 | καὶ τῇ καρδίᾳ ἐν καιρῷ τῆς ψαλμῳδίας αὐτοῦ. Ὡς δέσις καλὴ καὶ ἰσχυρὰ | 372 |
373 | ἐν οἰκοδομῇ, οὕτω μακροθυμία μοναχοῦ. Ὥσπερ γόμος ἅλατος ἀνδρὶ ἀσθε‐ νεῖ, οὕτως ὕπνος μοναχοῦ ἐν καιρῷ ψαλμῳδίας αὐτοῦ. Ὡς δεσμοὶ καὶ ἅλυ‐ σις ἀετῷ, οὕτως ἡ τοῦ κόσμου μέριμνα τῷ μοναχῷ. Ὡς ἄκανθαι καὶ τρίβο‐ λοι ἐν σπόρῳ καλῷ, οὕτω λογισμοὶ πονηροὶ καὶ αἰσχροὶ ἐν ψυχῇ μοναχοῦ. | |
5 | Ὡς γάγγραινα ἰωμένη καὶ σαθρωμένη καὶ μὴ λαμβάνουσα τέλος ἰάσεως, οὕτω μνησικακία ἐν ψυχῇ μοναχοῦ. Ὥσπερ σκώληξ διαφθείρει ξύλον, οὕτως ἔχθρα διαφθείρει ψυχὴν μοναχοῦ. Ὥσπερ σὴς διαφθείρει ἱμάτιον, οὕτω κα‐ ταλαλιὰ ψυχὴν μοναχοῦ. Ὥσπερ ξύλον ὑψηλὸν καὶ ὡραῖον, ἄκαρπον δέ, οὕ‐ τως μοναχὸς ὑπερήφανος καὶ ἀλαζών. Ὥσπερ καρπὸς τερπνὸς καὶ ὡραῖος, | |
10 | ἔσωθεν δὲ σεσηπώς, οὕτως μοναχὸς βάσκανος καὶ φθονερός. Ὥσπερ ἄν τις ἀκοντίσῃ λίθον εἰς πηγὴν καθαρὰν ταράσσει αὐτήν, οὕτως ἀπόκρισις μονα‐ χοῦ μετ’ ὀργῆς τὴν διάνοιαν ταράσσει τοῦ πλησίον. Ὥσπερ βασιλεῖ τις πα‐ ρεστὼς καὶ ὁμιλῶν αὐτῷ, καλέσαντος δὲ αὐτὸν συνδούλου, καταλείψας τὸν | |
βασιλέα τῷ συνδούλῳ ὁμιλεῖ, οὕτως ἐν ψαλμῳδίᾳ ὁμιλῶν καὶ μετεωριζόμε‐ | 373 | |
374 | νος. Συνῶμεν τοίνυν, ἀγαπητοί, τίνι παραστήκομεν. Ὥσπερ Ἄγγελοι τοῦ Θεοῦ μετὰ φόβου καὶ τρόμου παραστήκουσιν ὑμνοῦντες, οὕτω καὶ ἡμεῖς ὀφείλομεν μετὰ ἁγνῆς καρδίας καὶ φόβου παρίστασθαι τῷ Θεῷ, ἵνα τύχω‐ μεν ἐλέους ἐν τῇ ἡμέρᾳ τῆς κρίσεως διὰ τὸν Κύριον ἡμῶν Ἰησοῦν Χριστόν, | |
5 | ᾧ ἡ δόξα εἰς τοὺς αἰῶνας. Ἀμήν. | 374 |