TLG 4138 045 :: EPHRAEM SYRUS :: Paraenesis de patientia et animae compunctione

EPHRAEM SYRUS Theol., vel Ephraem Graecus
(Syrus: A.D. 4)

Paraenesis de patientia et animae compunctione

Source: Phrantzoles, Konstantinos G. (ed.), Ὁσίου Ἐφραίμ τοῦ Σύρου ἔργα, vol. 3. Thessalonica: Το περιβόλι της Παναγίας, 1990: 363–367.

Dup. Assemani, J.S., Sancti patris nostri Ephraem Syri opera omnia, vol. 2 Rome (1732) 366e–368d.

Citation: Page — (line)

363

(1t)

Παραίνεσις περὶ ὑπομονῆς
2tκαὶ κατανύξεως ψυχῆς
1 Ἀγαπητοί, γενώμεθα ὡς γενναῖοι στρατιῶται ὑπὲρ τοῦ βασιλέως ἡμῶν ἑτοίμως ἀποθνῄσκοντες. Ὅτε γὰρ ἐν κόσμῳ ὑπήρχομεν, ὅτε ἐν βιωτι‐ κοῖς ἀνεστρεφόμεθα πράγμασι, ταῦτα οὐκ ἐπάσχομεν, οὐδὲ τοιαύτας θλίψεις ὑφιστάμεθα. Ἀλλὰ νῦν, ὅτε προσήλθομεν τῷ Κυρίῳ εὐαρεστῆσαι, θερμῶς
5τοιαῦται ἐπαναστάσεις καὶ πειρασμοὶ καθ’ ἡμῶν ἐγείρονται καὶ θλίψεις ὑπὸ τοῦ Πονηροῦ. Ὁρᾷς ὅτι διὰ τὸν Κύριον ταῦτα πάσχομεν; Φθονοῦντος γὰρ ἡμῖν τοῦ Πονηροῦ, καὶ πειράζοντος διαστρέψαι ἀπὸ τῆς ὁδοῦ τῆς ζωῆς, εἰς χαύνωσιν καὶ ὀλιγωρίαν ἄγει, ἵνα μὴ εὐαρεστήσαντες σωθῶμεν. Ὅσον τοίνυν καθ’ ἡμῶν ὁ Πονηρὸς ἐπεγείρεται, ἡμεῖς ἐὰν εὑρεθῶμεν
10ἐν ὑπομονῇ καὶ ἀνδρείᾳ γενναῖοι καὶ πρόθυμοι, ἑτοίμως ἔχοντες μέχρι θανά‐363

364

του ὑπομένειν διὰ τὴν εἰς Χριστὸν ἐλπίδα, πᾶσαι αἱ μεθοδεῖαι αὐτοῦ λύον‐ ται· ἔχομεν γὰρ τὸν ὑπερασπιστὴν ἡμῶν καὶ ὑπέρμαχον Χριστόν, ὃς ἡμῖν θλιβομένοις καὶ ἐλπίζουσιν ἐπ’ αὐτὸν ὑπομονὴν δίδωσι, καὶ ἐκείνους κα‐ ταισχύνει, ἡμῶν τὰ νικητήρια τῶν πόνων, τουτέστι τὴν βασιλείαν τοῦ Κυ‐
5ρίου, κομιζομένων. Γενώμεθα ὡς ἄκμονες τυπτόμενοι καὶ μὴ ἐνδίδοντες, μηδὲ ἐν τύπῳ χαυνώσεως ἢ ὀλιγωρίας ἢ ἀκηδίας διὰ τῶν μαστίγων καὶ πειρασμῶν ἐν ἑαυτοῖς τι δεχόμενοι. Δερόμενοι νικήσωμεν τὸν ἀντίπαλον διὰ τῆς ὑπομο‐ νῆς. Καὶ γὰρ ὁ Κύριος ἡμῶν οὕτως τὸν ἀγῶνα τοῦτον διώδευσεν, μαστιζό‐
10μενος, ὀνειδιζόμενος, ἐμβριμούμενος, ἐμπτυόμενος, λιθαζόμενος, ἔσχατον καὶ ἀτίμῳ θανάτῳ σταυροῦ ὑπὸ ἀνόμων τιμωρούμενος· καὶ πάντα ὑπήνεγκε διὰ τὴν ἡμῶν σωτηρίαν, ὑπολιμπάνων ἡμῖν ὑπόγραμμα ζωῆς, ἵνα, δι’ ἧς ὁδοῦ θλίψεως καὶ πειρασμῶν καὶ θανάτου αὐτὸς διώδευσε, τῇ αὐτῇ ὁδῷ
διοδεύσωσιν οἱ ἐν ἀληθείᾳ εἰς αὐτὸν πιστεύσαντες καὶ συγκληρονόμοι αὐτοῦ364

365

γενέσθαι βουλόμενοι· ἵνα ὥσπερ αὐτὸς διὰ πολλῶν παθῶν, ἔσχατον δὲ ἀπο‐ θανὼν ἐπὶ σταυροῦ ἐνίκησε καὶ ἐθανάτωσε καὶ κατέκρινε τὴν ἁμαρτίαν διὰ τῆς σαρκός, καταργήσας καὶ ἀπεκδυσάμενος τὰς ἀντικειμένας δυνάμεις, κα‐ θὼς εἴρηται, τὰς ἀρχὰς καὶ τὰς ἐξουσίας ἐπὶ τοῦ σταυροῦ ἐδειγμάτισε,
5θριαμβεύσας αὐτὰς ἐν αὐτῷ, οὕτω καὶ ἡμεῖς πᾶσαν αὐτοῦ ἐπανάστασιν καὶ θλῖψιν ὑπὸ τοῦ Πονηροῦ ἐμποιουμένην γενναίως καὶ προθύμως καὶ ἕως θα‐ νάτου ἐλθόντες, ἐὰν ὑπομείνωμεν, τότε νικήσομεν τὸν ἀντίπαλον διὰ τῆς πί‐ στεως καὶ ὑπομονῆς καὶ τῆς εἰς τὸν Κύριον ἐλπίδος. Καὶ οὕτως δόκιμοι εὑ‐ ρεθέντες ἐντεῦθεν, τῆς ἀπολυτρώσεως καταξιώμεθα καὶ τοῦ ἁγιασμοῦ τοῦ
10Ἁγίου Πνεύματος πληρώμεθα καὶ τῆς ἐκεῖθεν αἰωνίου ζωῆς κληρονόμοι γε‐ νώμεθα. Εἰς γὰρ τὸν πνευματικὸν ἀγῶνα ἡ κατὰ τοῦ ἀντικειμένου νίκη διὰ παθῶν καὶ θανάτου γίνεται. Πάσχοντες οὖν καὶ θανατούμενοι διὰ τὸν Κύ‐ ριον προθύμως, νικήσομεν πᾶσαν τῶν ἀντικειμένων τὴν δύναμιν καὶ πᾶσαν θλῖψιν, καὶ πειρασμοὺς μὴ ἐπιπόνους ἡγώμεθα, ἀλλ’ εὐκαίρως ὑπομένωμεν
15πᾶσαν τὴν τοῦ Πονηροῦ ἐπανάστασιν, τὸν τοῦ Κυρίου θάνατον ἐπιθυμίᾳ365

366

πάντοτε πρὸ ὀφθαλμῶν ἔχοντες. Καὶ καθὼς εἴρηται ὑπὸ τοῦ Κυρίου, καθ’ ἡμέραν τὸν σταυρὸν αἴροντες, ὅ ἐστι θάνατος, ἀκολουθῶμεν αὐτῷ ὀπίσω· καὶ οὕτως εὐκαίρως ὑπομένωμεν πᾶσαν θλῖψιν ἤτοι κρυπτὴν ἤτοι φανεράν. Εἰ γὰρ θάνατον ὑπὲρ τοῦ Κυρίου ὑπομένειν προσδοκῶμεν, καὶ πρὸ ὀφθαλ‐
5μῶν ἔχοντες πάντοτε ἐπιποθοῦμεν, πολλῷ μᾶλλον καὶ θλίψεις βαρείας εὐ‐ καίρως καὶ ἀκαίρως μετὰ χαρᾶς πάντως ὑπομενοῦμεν. Διὰ τοῦτο γὰρ βα‐ ρείας καὶ φορτικὰς τὰς θλίψεις ἡγούμεθα ἀνυπομονήτως ἔχοντες, ἐπειδὴ τὸν τοῦ Κυρίου θάνατον πρὸ ὀφθαλμῶν ἔχομεν οὐδαμῶς, καὶ ἐν αὐτῷ πάντοτε ἡ διάνοια οὐκ ἐπιποθεῖ. Ὁ γὰρ Χριστὸν ἐπιθυμῶν κληρονομῆσαι, καὶ τὸ αὐ‐
10τοῦ πάθος ἀκωλύτως ἐπιθυμητὸν ἡγήσεται· ὥστε οἱ Χριστὸν ἀγαπῶντες, ἐν τούτῳ φαίνονται, ὅταν πᾶσαν θλῖψιν ἐπερχομένην αὐτοῖς γενναίως καὶ προ‐ θύμως ὑπομείνωσι διὰ τὴν εἰς τὸν Χριστὸν ἐλπίδα. Παρακαλέσωμεν οὖν τὸν Κύριον δοῦναι ἡμῖν σύνεσιν εἰς τὸ γνωρίζειν τὸ αὐτοῦ θέλημα καὶ προθύμως
ἐπιτελεῖν ἐν πάσῃ ὑπομονῇ καὶ μακροθυμίᾳ, μετὰ χαρᾶς ἣν αὐτὸς ἡμῖν χα‐366

367

ρίσεται, δυναμώσας ἡμᾶς εἰς πᾶσαν εὐαρέστησιν· ἵνα δόκιμοι καὶ ἄξιοι εὑ‐ ρεθέντες, σωτηρίας αἰωνίου τύχωμεν ἐν Χριστῷ Ἰησοῦ, τῷ Κυρίῳ ἡμῶν· ᾧ
ἡ δόξα καὶ τὸ κράτος εἰς τοὺς αἰῶνας τῶν αἰώνων. Ἀμήν.367