TLG 4138 044 :: EPHRAEM SYRUS :: De quibusdam interrogationibus EPHRAEM SYRUS Theol., vel Ephraem Graecus De quibusdam interrogationibus Dup. Assemani, J.S., Sancti patris nostri Ephraem Syri opera omnia, vol. 2 Rome (1732) 365a–366d. Citation: (Line) | ||
t | Περὶ ἐρωτήσεών τινων | |
---|---|---|
1 | Περὶ ὧν ἠρωτήσατε, μαθεῖν βουλόμενοι, διὰ συντομίας ἐρῶ· ὅτι δίχα φόβου Θεοῦ καὶ ὑπομονῆς τελείας κατορθωθῆναί τι καὶ εἰς πέρας ἐλθεῖν τῶν ἀμηχάνων ἐστί· τοῦ Ἀποστόλου λέγοντος· ὑπομονῆς γὰρ ἔχετε χρείαν, ἵνα τὸ θέλημα τοῦ Θεοῦ ποιήσαντες κομίσησθε τὰς ἐπαγγελίας· καὶ ὁ Κύριος δι‐ | |
5 | δάσκει λέγων τοῖς ἑαυτοῦ μαθηταῖς οὕτως· ἐν τῇ ὑπομονῇ ὑμῶν κτήσασθε τὰς ψυχὰς ὑμῶν· καὶ πάλιν· 〈ὁ〉 δὲ ὑπομείνας εἰς τέλος, οὗτος σωθήσεται. Οὐ γὰρ ἀπεφήνατο ἄχρι τοῦδε ἢ τοῦδε, οὗτος σωθήσεται, ἀλλ’ ὁ ὑπομείνας εἰς τέλος, οὗτος σωθήσεται. Οὐ γὰρ ἐν τῇ ἀρχῇ τὸ τέλος γνωρίζεται, ἀλλ’ ἐν τῷ τέλει ὁ καρπὸς εὑρίσκεται. Συνάψατε οὖν τὴν ἀρχὴν τῷ τέλει, ἵνα ἐν τῷ | |
10 | τέλει τὸ νῖκος εὑράμενοι κομιεῖσθε τὰς ἐπαγγελίας. Φυλάξωμεν καὶ τὸν ἁγιασμόν· ζητήσεται γὰρ τοῦτο ἐξαιρέτως παρὰ τοῖς τὸν μονήρη βίον ἐπα‐ νῃρημένοις. Μὴ ὦμεν κενόδοξοι, ἵνα μὴ καὶ ἡμῖν εἴπῃ ὁ Κύριος· πάντα τὰ ἔργα αὐτῶν ποιοῦσι πρὸς τὸ θεαθῆναι τοῖς ἀνθρώποις· πλατύνουσι γὰρ τὰ φυλακτήρια αὐτῶν καὶ μεγαλύνουσι τὰ κράσπεδα αὐτῶν, φιλοῦσι δὲ τὴν | 359 |
15 | πρωτοκαθεδρίαν ἐν ταῖς συναγωγαῖς καὶ τοὺς ἀσπασμοὺς ἐν ταῖς ἀγοραῖς, καὶ καλεῖσθαι ὑπὸ τῶν ἀνθρώπων ῥαββί. Ἐσόμεθα τοιγαροῦν ταπεινοὶ ἐν λόγῳ, ἐν ἔργῳ, ἐν ἀναστροφῇ, ὅπως εὕρωμεν χάριν παρὰ Κυρίου· καθότι εὐδοκεῖ Κύριος ἐν τῇ ταπεινώσει. Οἶδα ἀδελφὸν ἐν Κυρίῳ· καὶ ἦν οὗτος ἡσυχάζων ἐν τόπῳ τινὶ ἐν ὑπο‐ | |
20 | ταγῇ μεγάλῃ· καὶ συνέβη ἐν τῷ τόπῳ ἐκείνῳ ἀδελφὸν ὀχληθῆναι ὑπὸ πονηρ‐ ροτάτου δαίμονος· καὶ οὗτος ἐπονομάζειν ἐκεῖνον ἤρξατο, ἀποβοᾶν καὶ λέ‐ γειν. Καὶ ἦν ἐν τῇ συνάξει φυλαττόμενος ὑπὸ νεωτέρων· ἐκεῖνος δὲ ἦν περὶ οὗ ἔκραξε τὸ δαιμόνιον ἐν τῷ κελλίῳ αὐτοῦ ἡσυχάζων. Ὡς δὲ ἐθεάσατο ὁ προεστὼς τὴν πολλὴν τοῦ δαίμονος σφυγμήν, ἀποστείλας ἐκάλεσε τὸν ἀδελ‐ | |
25 | φὸν ἐκεῖνον, ὅπως προσκαρτερήσῃ τῷ πάσχοντι· καὶ παραγενόμενος εὑρί‐ σκει τὸν πάσχοντα ἔνδοσιν λαβόντα μικράν. Καὶ ὡς ἦν ὁμιλῶν αὐτῷ, ἄφνω κυριευθεὶς ὑπὸ τοῦ ἀκαθάρτου ἤρξατο ἀποβοᾶν καὶ λέγειν· σὺ πάλιν ὧδε κακῶς ἥκεις κακὴν ὁδόν· κακά σου τὰ ἀπαντήματα· κακὰ εἴπῃς, κακὰ ἀκούσεις· καὶ τὸ πρῶτόν με σὺ ἐξέβαλας καὶ ἔδησάς με ἐν τῇ ταπεινώσει | 360 |
30 | σου. Καὶ πάλιν ἔφη πρὸς αὐτὸν ὁ δαίμων· μὴ ἐπαίρου, καλὲ ὁ δεῖνα, μὴ ἐπαίρου· ἔμελλες γὰρ καὶ σὺ ἐπισκεπῆναι, εἰ μὴ διὰ τὴν ταπείνωσίν σου σκεπάζῃ· αὕτη γάρ ἐστιν ἡ καὶ νῦν ἐκθλίβουσά με καὶ πολεμοῦσα. Καὶ εἰ ἄρα καὶ αὐτοὶ οἱ δαίμονες καὶ ἄκοντες ὁμολογοῦσι μὴ δύνασθαι πρὸς τὴν ταπείνωσιν, ἀλλὰ δεδιέναι ταύτην καὶ φρίττειν, τί ἡμεῖς καταμε‐ | |
35 | λοῦμεν τῆς τοιαύτης ἀξίας; Καὶ γὰρ σημεῖον ἀπαστράπτει πνευματικόν, ἣν ὑπερήφανοι δαίμονες φέρειν οὐ δύνανται. Τοῦ Κυρίου εἰπόντος, μάθετε ἀπ’ ἐμοῦ ὅτι πρᾷός εἰμι καὶ ταπεινὸς τῇ καρδίᾳ, καὶ εὑρήσετε ἀνάπαυσιν ταῖς ψυχαῖς ὑμῶν, ἡμεῖς εἴπωμεν πρὸς αὐτόν, σοὶ χάρις, Κύριε, τῷ παμβασιλεῖ | |
καὶ Θεῷ, ὅτι γέγονας ἡμῖν ὁδὸς σωτηρίας· σύ, Κύριε, καὶ τοὺς δαίμονας | 361 | |
40 | χαλινοῖς, καὶ ἐξαίρεις ἀπὸ παντὸς κακοῦ τοὺς ἐλπίζοντας ἐπὶ σέ. Περὶ δὲ ἐμοῦ μὴ διαλείπητε εὐχόμενοι, ὅπως εὕροιμι ἔλεος παρὰ Κυ‐ ρίου, ὅταν καταλάβῃ με ἡ συνοχὴ ἐκείνη καὶ ὁ τοῦ θανάτου πνιγμός· καὶ μὴ αἰσχυνθείην, ὅταν ἀποκαλύπτῃ Κύριος τὰ κρυπτὰ τοῦ σκότους καὶ φανεροῖ τὰς βουλὰς τῶν καρδιῶν. Οὐαὶ τῷ ἠσχυμμένῳ ἐν τῇ ὥρᾳ ἐκείνῃ· ὁ δὲ δεσπό‐ | |
45 | της Θεὸς καὶ παντοκράτωρ, ὁ ἐτάζων πᾶν ῥῆμα, καὶ ὑμᾶς καὶ ἡμᾶς οἰκτει‐ ρήσει κατὰ τὸ πλῆθος τῶν οἰκτιρμῶν αὐτοῦ· καὶ ἑκάστου ἡμῶν τὸ ὄνομα ἔγγραπτον ποιήσει ἐν τῇ βασιλείᾳ τῶν οὐρανῶν· ὅτι αὐτῷ ἡ δόξα εἰς τοὺς | |
αἰῶνας τῶν αἰώνων. Ἀμήν. | 362 |