TLG 4138 043 :: EPHRAEM SYRUS :: Paraenesis EPHRAEM SYRUS Theol., vel Ephraem Graecus Paraenesis Dup. Assemani, J.S., Sancti patris nostri Ephraem Syri opera omnia, vol. 2 Rome (1732) 364c–365a. Citation: (Line) | ||
t | Παραίνεσις | |
---|---|---|
1 | Ἀκούσατε ταῦτα ὑμεῖς υἱοὶ φωτὸς ὄντες καὶ φυλάξατε· βασιλείας γὰρ οὐρανῶν πρόξενος γενήσεται ὑμῖν ἡ παραίνεσις αὕτη. Γρηγορήσατε ἐν τοῖς λόγοις τούτοις, καὶ εὑρήσετε ἀνάπαυσιν ταῖς ψυχαῖς ὑμῶν. Δυναμώθητε ἀπὸ ἀσθενείας κραταιούμενοι τῷ φόβῳ τοῦ Θεοῦ. Εὐχὴ ὑμῶν ἔστω καθαρὰ πρὸς | |
5 | τὸν Θεόν. Ἀλλὰ καὶ περὶ ἐμοῦ παρακαλῶ. Ζωῆς αἰωνίου κληρονόμοι τυγ‐ χάνετε, ἐὰν τῶν παραινέσεων τούτων μὴ ἀμελήσητε. Ἤτω ὑμῶν τὸ ναὶ ναί, καὶ τὸ οὒ οὔ· εὐαγγελικὸν τὸ παράγγελμα. Θάνατος ὑμῶν οὐ κυριεύσει· με‐ ταβεβήκατε γὰρ ἐκ τοῦ θανάτου εἰς τὴν ζωήν. Ἰησοῦς ἐστιν ἡ ζωὴ ὑμῶν, ᾗ κολληθέντες οὐκ ἀποθνῄσκετε· κύριος γάρ ἐστι ζωῆς καὶ θανάτου, καὶ τοὺς | |
10 | ἐγγίζοντας πρὸς αὐτὸν ζωοποιεῖ. Λύει ἁμαρτήματα, καθαίρει ἀνομήματα τῶν ἐπικαλουμένων αὐτόν. Μετανοοῦντας θεραπεύει καὶ ἐπιστρέφοντας ἁγιάζει. Νοήσατε τοίνυν τῆς μετανοίας τὴν δύναμιν, καὶ πρὸς αὐτὴν οἱ ἡμαρτηκότες ἐπείχθητε. Ξένον γὰρ ὑμῖν τὸ τῆς ἁμαρτίας εἶδος, ὦ φίλοι Θεοῦ· οὐ γὰρ κυριεύσει τῆς νοητῆς ὑμῶν σαρκὸς ἡ ἁμαρτία, ἀφθαρσίαν | 357 |
15 | ἐπανῃρημένοις. Πειρασμοῦ ἐκτὸς τυγχάνετε, ἀδελφοί, ἐπειδὴ πικρίας ἀπηλ‐ λάγητε, ῥήμασι θείοις πιστωθέντες. Τῶν γηΐνων κατεφρονήσατε, σταυρὸν ἐπὶ μετώπῳ προσλαβόντες, ἔχοντες φοβερὸν τῷ Διαβόλῳ θέαμα. Τιμήσαν‐ τες δικαιοσύνην καὶ ἁγνείαν τηρήσαντες ἐντὸς τοῦ παραδείσου ἤδη γεγόνα‐ | |
τε. | 358 |