TLG 4138 042 :: EPHRAEM SYRUS :: Paraenesis ad ascetas (ordine alphabetico)

EPHRAEM SYRUS Theol., vel Ephraem Graecus
(Syrus: A.D. 4)

Paraenesis ad ascetas (ordine alphabetico)

Source: Phrantzoles, Konstantinos G. (ed.), Ὁσίου Ἐφραίμ τοῦ Σύρου ἔργα, vol. 3. Thessalonica: Το περιβόλι της Παναγίας, 1990: 338–356.

Dup. Assemani, J.S., Sancti patris nostri Ephraem Syri opera omnia, vol. 2 Rome (1732) 356b–364c.

Citation: Page — (line)

338

(t)

Παραίνεσις ἀσκηταῖς κατὰ στοιχεῖον
1 Ἀρχὴ ἀποταγῆς μοναχοῦ φοβεῖσθαι τὸν Κύριον· ἄφοβος δὲ μοναχὸς ἔξω τῶν πυλῶν τῆς βασιλείας τοῦ Θεοῦ αὐλισθήσεται. Ἀρχὴ ζωῆς ἀγαθῆς μοναχοῦ γνῶσις Θεοῦ· ἀγνωσία δὲ Θεοῦ σκοτίζει ψυχὴν μοναχοῦ. Ἀγαθὴ κληρονομία μοναχοῦ σωφροσύνη καὶ ἁγιασμός· ἀποκληρονόμος δὲ γίνεται
5πατέρων ὁ ἐκτὸς τούτων μοναχός. Ἄσκησις μοναχοῦ μελέτη τῶν γραφῶν καὶ ποίησις ἐντολῶν Θεοῦ· ἀνάσκητος δέ ἐστιν ὁ μὴ ἐν τούτοις ἀναστρεφό‐ μενος μοναχός. Βρῶσις μοναχοῦ τὸ ποιεῖν τὸ θέλημα 〈τοῦ Θεοῦ, βρῶμα δὲ〉 αἰσθη‐
τὸν οὐ παρίστησι τῷ Χριστῷ μοναχόν, ἀλλ’ εἰς κοιλίαν χωρεῖ καὶ εἰς ἀφε‐338

339

δρῶνα ἐκπορεύεται. Βῆμα μοναχοῦ σεμνῶς κινούμενον ἐκτριβέτω βαθμοὺς ἐκκλησίας· βῆμα δὲ μοναχοῦ ἄσεμνον μὴ ἐκπορευέσθω ἐξ οἰκίας εἰς οἰκίαν. Βίος μοναχοῦ ἀκηλίδωτος ἔστω, μὴ χλευαζόμενος ὑπὸ γυναικαρίων σεσω‐ ρευμένων ἁμαρτίαις· βέλος γὰρ πειρατηρίου ἐστὶν ἐν καρδίᾳ μοναχοῦ γυνὴ
5ἑταιριζομένη ἐν οἰκίᾳ. Βουλὴ μοναχοῦ μετὰ συνετοῦ γινέσθω· βουλὴ δὲ ἀσυ‐ νέτου μὴ κατοικείτω ἐν καρδίᾳ μοναχοῦ. Γρηγορῶν μοναχὸς ψαλμοῖς καὶ ὕμνοις καὶ ᾠδαῖς πνευματικαῖς, ἐκδιώκει νυκτερινὰς φαντασίας. Γαυριῶν μοναχὸς ἐπὶ κατορθώμασι καὶ κα‐ θεύδων, ἱστοὺς ἀράχνης ὑφαίνει. Γενναῖος μοναχὸς τῷ σταυρῷ τοῦ Χριστοῦ
10ἐκφεύγει βρόχους διαβολικούς. Γήϊνος μοναχός, καὶ εἰς γῆν νενευκώς, πᾶσι σατανικός. Γνώμη μοναχοῦ διαπαντὸς ἔστω πρακτικὴ ἔργων ἀγαθῶν. Γυ‐ μνάσιον μοναχοῦ λογισμοὶ ἐπάλληλοι. Γρηγόρησις μοναχοῦ πιστοῦ πραΰνει λογισμοὺς ῥυπαρούς. Γεώργιον μοναχοῦ ψυχὴ ἀγαθὴ καρποφοροῦσα
εὐαγγελικῶς. Γεωργῶν ταύτην μοναχός, φάγεται τὸν καρπὸν αὐτῆς. Γλυκὺς339

340

καρπὸς ἐν στόματι, τῶν ἰδίων ὁ μισθός. Δύναμις ἀθάνατος μοναχοῦ ἀκτημοσύνη βαστάζουσα τὸν σταυρόν· δει‐ νὸν γὰρ παρὰ μοναχοῖς φιλαργυρία, ἀποκλείουσα βασιλείαν οὐρανῶν. Δὸς καρδίαν, μοναχέ, εἰς ὤμους σου, ἵνα τῷ νοῒ καὶ τῷ πρακτικῷ ἀποδιώξῃς
5ἀπὸ σοῦ τὸν ἀντικείμενον. Δῶρον ἀγαθὸν μοναχοῦ παρθενία, ἁρματηλάτην αὐτὸν εἰς οὐρανοὺς ἀνάγουσα σὺν τῷ Ἠλίᾳ· διό, μοναχέ, ταύτης ἐραστὴς γενόμενος, ἐπίβηθι τῷ πυρίνῳ ἅρματι δροσιζόμενος ὀχετοῖς δυσίν. Δάκρυον ἐξ ὀφθαλμῶν προχεόμενον, δένδρον ζωῆς εἰς ὕψος ἐγειρόμενον ταπεινοφρο‐ σύνης δυνάμει· κεκτημένος τοῦτο μοναχὸς τρυγήσει τοὺς ἀγαθοὺς καρπούς.
10Δύναμις παρθενίας ἀποχὴ βρωμάτων· ὁ δὲ κραιπαλῶν μοναχὸς σπιλώσει σάρκα αὐτοῦ. Δημοσιεύων μοναχὸς δόμα αὐτοῦ, βδελυχθήσεται, καὶ ἀκού‐ σεται παρὰ Χριστοῦ· ἀπέχεις τὸν μισθόν σου· δυσωπούμενος δὲ ἐξειπεῖν, λή‐ ψεται μισθὸν παρὰ τοῦ τὰ κρύφια γινώσκοντος Χριστοῦ. Διδοὺς μοναχὸς τὰ
τοῦ Θεοῦ τῷ Θεῷ, μὴ ἐπαιρέσθω· δεόμενος δὲ τοῦ Θεοῦ λεγέσθω· Δέσποτα,340

341

ἐκ τῶν σῶν τὰ σὰ προσφέρω· παρὰ σοῦ λύτρωσιν ψυχῆς μόνον ζητῶ. Εὐχομένου μοναχοῦ καθαρῶς ἐν νυκτεριναῖς προσευχαῖς, εἰσακούσεται Κύριος· ἐν ἡμέρᾳ δὲ τοῦτον λαμπρυνεῖ ὁ Θεὸς καὶ ὡς ἡμέραν καθ’ ἡμέραν ἀναδείξει αὐτόν. Ἐλεήμων μοναχὸς φιλάδελφος ἔσται καὶ κληρονομήσει τὴν
5γῆν τὴν ἀγαθήν. Ἐν ὑπερηφανίᾳ μοναχοῦ οὐκ ἀναπαύσεται Κύριος· ἐν τα‐ πεινοφροσύνῃ δὲ αὐτοῦ ἀναπαύσεται τὸ Πνεῦμα τὸ Ἅγιον. Ἐνθύμησις μο‐ ναχοῦ διαπαντὸς ἔστω ἐν τῇ βασιλείᾳ τῶν οὐρανῶν, καὶ ἐν τάχει κληρονο‐ μήσει αὐτήν. Ἐν παντὶ καιρῷ ἔστω ὁ χιτὼν τοῦ μοναχοῦ ἄσπιλος· οὐχ ὁ ὑφαντός, ἀλλ’ ὁ πνευματικός· ἐν μέσῃ γὰρ νυκτὶ ὁ τοιοῦτος συνεισελεύσεται
10τῷ Νυμφίῳ. Ἔλαιον ἐπικομιζέσθω μοναχός, εἰς ἀπάντησιν τοῦ Νυμφίου· ἔ‐ ξω γὰρ μένει μοναχὸς μετὰ τῶν μωρῶν πέντε παρθένων, ὁ μὴ ἐλαίῳ φαι‐ δρύνων τὴν ἑαυτοῦ λαμπάδα. Ζωὴ μοναχοῦ κατὰ μίμησιν Ἀγγέλων γινέσθω, καταφλέγουσα ἁμαρ‐
τίας· ζωὴ γάρ ἐστιν ἡ τῶν μετανοούντων ὁλοκάρπωσις. Ζωὴ μοναχοῦ χα‐341

342

ρακτηριζέτω τὰ μέλη αὐτοῦ νενεκρωμένα πρὸς ἐπιθυμίαν ὑπάρχοντα· ζωὴ γὰρ Ἰωάννου καὶ βίος, ὑπογραμμὸς γέγονε τῶν μοναχῶν. Ζάλη δαιμόνων ἀπὸ μοναχῶν φευγέτω· γαλήνη Ἀγγέλων παρὰ μοναχοῖς χορευέτω. Ζάλης δαιμονικῆς ἐπερχομένης κρατείτω μοναχὸς θυμοῦ· ζωὴ γὰρ μοναχοῦ ἐν
5πρᾳότητι καὶ ὑπομονῇ γνωρίζεται. Ζέων τῷ πνεύματι μοναχὸς ἀποδιώκει τὸν Διάβολον· ζηλῶν δὲ ἀνόμως ὁ μοναχὸς τὸν ἀδελφὸν αὐτοῦ, ἀνόμως ἐπισπᾶται τὸν Διάβολον. Ζύμη κακίας μὴ ὀνομαζέσθω παρὰ μοναχοῖς· ἀγά‐ πη δὲ εἰλικρινὴς κρατείτω μοναχῶν. Ἥλιος μὴ ἐπιδυέτω ἐπὶ τῷ παροργισμῷ τοῦ μοναχοῦ. Ἥσυχος μονα‐
10χὸς οὐ ταράσσει ἀδελφούς· κραυγὴ δὲ μοναχοῦ διαστρέφει μονήν. Ἦχον ψαλμῳδίας μὴ ἀπαναίνου, μοναχέ· αὕτη γὰρ ἡ τῶν Ἀγγέλων ὑμνολογία. Ἦχον θεάτρων διαβολικῶν φεῦγε, μοναχέ· αὕτη γὰρ ἡ τῶν δαιμόνων ἀπά‐ τη. Ἤτω ἐπὶ τοῦ μετώπου σου διαπαντὸς ὁ σταυρὸς τοῦ Χριστοῦ, μοναχέ·
ἤτω καὶ ἐν τῇ καρδίᾳ σου διαπαντὸς ὁ τοῦ Θεοῦ φόβος, ἀσκητά. Ἡσυχία342

343

μοναχοῦ μετὰ καθαρᾶς καρδίας, δυσωπεῖ τὸ Πνεῦμα τὸ Ἅγιον. Ἦθος χρη‐ στὸν μοναχοῦ φιλαδελφίαν ἐργάζεται καὶ μάχην ἀποδιώκει. Ἡρμοσμένος τῷ Κυρίῳ μοναχὸς μὴ ἐκδιδότω ἑαυτὸν τῷ Διαβόλῳ, ἵνα μὴ καταισχυνθῇ ἐπὶ τοῦ νυμφῶνος.
5 Θυρεὸς μοναχοῦ ἀκαταμάχητος, ὕμνος Ἀγγέλων ἐν τῷ στόματι αὐ‐ τοῦ· θάνατος δὲ μοναχοῦ ὕπνος ὑπὲρ ὕμνον ἀγαπώμενος. Θησαυρὸς μονα‐ χοῦ ἀκτημοσύνη ἑκούσιος· θειότατός ἐστιν ὁ ταύτην ἐπανῃρημένος μοναχός. Θησαύρισον, μοναχέ, ἐν οὐρανῷ· ἀπέραντοι γὰρ οἱ τῆς ἀπολαύσεως αἰῶνες. Θεωρίᾳ μοναχοῦ ἐν Γραφαῖς ἁγίαις γινέσθω. Θύρα μοναχοῦ μὴ μοχλοῖς σι‐
10δηροῖς κλειέσθω, ἀλλὰ τῷ ἀκρογωνιαίῳ λίθῳ στηριζέσθω. Θεοσέβεια μονα‐ χοῦ ἐν φιλοξενίᾳ γνωριζέσθω, καὶ ἐν ἀγαλλιάσει κατευθυνέσθω. Θαυμαστὸν πρόσωπον μοναχοῦ διὰ προσευχῆς γίνεται, καὶ διὰ ἐλεημοσύνης γνωρίζεται. Ἱλαρὸς τῇ ὄψει μοναχὸς ἀσκητῶν ἀνάπαυσις ἔσται καὶ λογισμῶν πο‐
νηρῶν καθαιρέτης. Ἰωάννης σου ὑπογραμμὸς γενέσθω, μοναχέ, τρίχας κα‐343

344

μήλου περιβεβλημένος, ἵνα Ἠλίας τῇ μηλωτῇ σκεπάσας εἰς οὐρανοὺς ἀνα‐ γάγῃ σε. Ἰάκωβος χαίρειν προτρέπεται ἐπὶ ταῖς προσπιπτούσαις συμφοραῖς ὑπομονὴν ἐκδιδάσκων. Ἰωάννης σε πρὸς τὸν ἐν ἀρχῇ Λόγον καθωδήγησεν. Ἰκμὰς ἐν μετώπῳ ἱλαρότητος πνευματικῆς γινομένης μοναχοῦ, εὐφραίνει
5πλῆθος μοναχῶν. Ἰταμὸς μοναχὸς σκορπίζει σύλλογον ἀδελφῶν. Ἰσότης ἐπὶ μοναχῶν ὑπερηφανίαν ἐξορίζει καὶ ταπεινοφροσύνην εἰσοικίζει. Ἰσάγγελος γίνεται μοναχός, κοιλίας καταφρονῶν καὶ κραιπάλην οὐκ ἀγαπῶν. Κάλλος ἀμήχανον ἐν ψυχῇ μοναχοῦ, παρθενία ἐκλάμπουσα· κάκιστον δὲ πρόσωπον μοναχοῦ, παρθενίας ἐσπιλωμένης. Κάκιστον μοναχῷ κακία
10συνείσακτος ὡς πῦρ ἐπὶ καλάμης. Κόσμον πατήσας μοναχός, Χριστῷ συνό‐ μιλος γίνεται· κόσμου δὲ πράγμασιν ἐμπεπλεγμένος, οὐκ ἀρέσει τῷ στρατο‐ λογήσαντι Χριστῷ. Κῆρυξ πιστότατος βασιλείας οὐρανῶν μοναχὸς ἀφιλάρ‐
γυρος· κακῶς δὲ ἀπολλύμενος ὁ φιλαργυρίαν νοσῶν. Κόσμος νεανίσκου μο‐344

345

ναχοῦ σωφροσύνη ἀνεπισκότητον κεκτημένη παρθενίαν. Κειμήλιον μοναχοῦ ὑπακοή· ὁ κεκτημένος αὐτὴν εἰσακουσθήσεται παρὰ Κυρίου. Κακία μὴ αὐλι‐ ζέσθω ἐν καρδίᾳ μοναχοῦ· ἀγαθωσύνη δὲ πλεοναζέσθω ἐν ἔργοις αὐτοῦ. Λόγον ἀγαθὸν ἐξερευγέσθω μοναχός, καὶ λαλείτω ἐν στόματι αὐτοῦ
5λόγους Ὑψίστου. Λιμὸν ἑκούσιον ἀναλαβέτω μοναχὸς τοῦ ταπεινῶσαι γήϊνον σῶμα καὶ ὑψῶσαι οὐρανοπολίτην ψυχήν. Λόγον ἀληθείας φθεγγέσθω μοναχός, καὶ ψεῦδος ἐξοριζέσθω ἐκ τοῦ στόματος αὐτοῦ. Λόγον σκληρὸν ἐὰν ἀκούσῃ μοναχός, μὴ θρασυνέσθω, ἀλλὰ ὑποπιπτέτω· λήψεται γὰρ τῆς εἰρήνης μισθὸν πιστόν, καὶ υἱὸς Ὑψίστου κληθήσεται, τῆς εἰρήνης μεσίτης
10γενόμενος. Λιγυρῶς φθεγγόμενος μοναχὸς ἐν ταπεινοφροσύνῃ καὶ ἐκ λιθίνης καρδίας προσκαλεῖται δάκρυα. Λέων φοβερὸς τοῖς ὀνάγροις· οὕτως μοναχὸς λογισμοῖς ἐπιθυμίας. Λύων μοναχὸς ἀκαίρως νηστείαν, ὡς ὁ κατασκάπτων
πύργον ἐκ θεμελίων. Λαῖλαψ ἐγείρων κονιορτὸν ἐν τῷ πεδίῳ, οὕτως μονα‐345

346

χὸς ὑπερήφανος ἐγείρων ὀργὰς ἐν μοναστηρίῳ. Λιμὴν ἀχείμαστος πλοίοις, οὕτως ἔστω μοναχὸς ἐν μοναστηρίῳ. Μίμημα Ἀγγέλων μοναχὸς ἐπὶ γῆς ἀγαθῆς, ὃς οὐκ ἐτρώθη τοξεύματι ἡδονῆς. Μὴ σπεύσῃς, μοναχέ, ἐν ὑπερηφανίᾳ, ἵνα μὴ πέσῃς πτῶμα ἐξαίσιον.
5Μιμητὴς γενοῦ, μοναχέ, τῆς ταπεινοφροσύνης Παύλου, ἵνα καὶ συγκληρονό‐ μος γένῃ τῶν Ἁγίων. Μίμησαι τὸν τελώνην, μοναχέ, ἵνα μὴ σὺν τῷ Φαρι‐ σαίῳ κατακριθῇς. Μωυσέως τὸ πρᾷον ἐπίλεξαι, μοναχέ, ἵνα σου τὴν καρ‐ δίαν ἀκρότομον οὖσαν εἰς λίμνας ὑδάτων μεταβάλῃ Θεός. Μετὰ ταῦτα λέ‐ ξεις, ὡς πεῖραν λαβών· τί καλὸν ἡ πρᾳότης! Ἐπὶ ὕδατος ἀναπαύσεως
10ἐξέθρεψέ με. Μὴ σκληρὸς φανῇς, μοναχέ· μνήσθητι ὅτι οὐδεὶς σκληρὸς γεγο‐ νὼς ὑπέμεινεν. Μὴ τὸν Ἄβελ καταλιπών, μοναχέ, τῷ ὑπερηφάνῳ Κάϊν προσ‐ τεθῇς, καὶ τῶν ἐκείνου τιμωριῶν συμμέτοχος γένῃ. Μάθε ὡς καλὸν ἡ τα‐ πεινοφροσύνη, καὶ ταύτην ἔκλεξαι σεαυτῷ· ἀνάγει γὰρ πρὸς οὐρανόν. Μι‐ σθὸς ἀγαθός σοι πρόκειται, μοναχέ, τῆς ταπεινοφροσύνης, ἡ τῶν οὐρανῶν
15βασιλεία· ταύτης μὴ ἀμελήσῃς.346

347

Νέος μοναχὸς στηριζέσθω ἐπὶ σωφροσύνῃ, κενοδοξίαν παρορῶν. Νεό‐ φυτον ἡγιασμένον ὑπὸ Θεοῦ μοναχὸς σωφροσύνῃ ἀρδευόμενος. Νηστεία χα‐ λινὸς μοναχοῦ· ὁ ῥίπτων αὐτήν, ἵππος θηλυμανὴς εὑρίσκεται. Νέος μοναχὸς ἀχαλίνωτος ἀφειδῶς ἁμαρτάνει. Νίπτων μοναχὸς πόδας ὁσίων, λαμπρύνει
5καρδίαν αὐτοῦ, καὶ ἕξει θησαυρὸν ἐν οὐρανοῖς. Νίπτων μοναχὸς πόδας ἁμαρτωλῶν ἀδιακρίτως, εὐλογίαν ἀπολλυμένων ἐφ’ ἑαυτὸν ἐπισπᾶται. Νύ‐ κτα καὶ ἡμέραν ἐργάζεται μοναχὸς ἐγρήγορος, εὐχαῖς προσεδρεύων. Νύσ‐ σων μοναχὸς καρδίαν αὐτοῦ, προχέει δάκρυον καὶ οὐρανόθεν ἔλεον προσκα‐ λεῖται. Νᾶμα θεῖον ἐν στόματι μοναχοῦ, ψαλμὸς ἐξομολογήσεως· ὁ κεκτη‐
10μένος αὐτὴν τέλειός ἐστι. Ξύλον ζωῆς ἐπὶ γῆς μοναχὸς ἀπαθής. Ξύλον ζωῆς αἰωνίου ἐν οὐρα‐ νοῖς μοναχὸς ἀπλανής. Ξένον θέαμα ἐν οὐρανοῖς μοναχὸς ἐπὶ γῆς ἀγγελικὸν ἐπανῃρημένος βίον. Ξίφος ὀξύτατον κατὰ τοῦ Διαβόλου ψαλμὸς ἐν στόματι
μοναχοῦ. Ξύλον ξηρὸν ἐπὶ Ἐλισσαίου σίδηρον εἵλκυσεν ἐκ βυθοῦ· ξηρὸν δὲ347

348

σῶμα ὑπὸ νηστείας γενόμενον ἐπὶ μοναχοῦ, ψυχὴν ἐκ βυθοῦ ἀνιμᾶται. Ξη‐ ραίνει ἡδονῶν ὀχετοὺς νηστεία μοναχοῦ. Ξίφος κατὰ τῶν παθῶν γρηγόρη‐ σις μοναχοῦ ἐν προσευχαῖς ἀκουομένη. Ξενισμὸς μοναχοῦ μετὰ λαχάνων, γινόμενος ἐν ἀγάπῃ, ἀγαθὸν ὑπὲρ στέαρ ὁλοκαυτωμάτων. Ξένια καὶ δῶρα
5ἀπατᾷ σοφούς· ὁ δεχόμενος αὐτὰ ἐπὶ ἀδικίᾳ ἑτέρων, οὐκ ἔστιν ἀσκητής. Ὅρος νηστείας μοναχοῦ ἀποβίωσις· πρὸ τελευτῆς μὴ ἀπόσχῃ αὐτῆς. Ὅρος προσευχῆς μοναχοῦ ἀόριστος· ἐν παντὶ γὰρ καιρῷ εὐλογεῖν τὸν Κύ‐ ριον, ἀγαθόν. Ὁ ὀνειδίζων μοναχοὺς ἀσκητὴς ἀδόκιμος, καὶ παρὰ ἀνθρώ‐ ποις βδελυκτός. Ὁ μὴ κρατῶν γλώσσης αὐτοῦ μοναχὸς ἐν ἡμέρᾳ ὀργῆς, οὐ‐
10δὲ παθῶν κρατήσει εὐχερῶς ὁ τοιοῦτος. Ὀργιζόμενος μοναχὸς ἀναιρεῖ ψυ‐ χὴν αὐτοῦ καὶ κατατιτρώσκει βέλεσιν ὀξυτάτοις τὸν ἔγγιστα αὐτοῦ. Οὐαὶ μοναχῷ τῷ δικαιοῦντι αὑτὸν ἐνώπιον τῶν ἀνθρώπων· βδελυκτὸς γὰρ ὁ τοιοῦτος παρὰ Θεῷ. Ὀκνηρὸς μοναχὸς μελετήσει λόγους ματαίους καὶ ἡ
ὁμιλία αὐτοῦ ἔσται ἀπατηλή. Ὀξὺς μοναχὸς ἐμπεσεῖται εἰς πειρασμόν, ὁ δὲ348

349

πρᾷος καταπαύει ὀργήν. Ὁ πεποιθὼς ἐπὶ τῇ δυνάμει αὐτοῦ μοναχὸς πεσεῖ‐ ται· ὁ δὲ πεποιθὼς ἐπὶ εὐλαβείᾳ στήσεται. Ὁ ἐξουθενῶν τὸν πλησίον, ὡς ἁμαρτωλόν, ταλαίπωρος, ὁ δὲ προτιμῶν τὸν ἔγγιστα αὐτοῦ ὑψωθήσεται. Παγκρατιάζων μοναχὸς βδελυχθήσεται, καὶ ἐν ὄψεσιν ἀξίων ἀτιμα‐
5σθήσεται. Πρὸ πειρασμοῦ καθόπλιζε σεαυτόν, μοναχέ· συμβήσεται γάρ, ἵνα ἐν τῷ πειρασμῷ δόκιμος ἀναφανῇς. Πλοῦτον καὶ πολυσαρκίαν μὴ κτήσῃ, μοναχέ· ἡ γὰρ στενὴ καὶ τεθλιμμένη ὁδὸς τὰ μὴ συμφέροντα ἀπωθεῖται. Παύλου γενόμενος μαθητής, λέγε σὺν αὐτῷ· ἥγημαι πάντα σκύβαλα, ἵνα Χριστὸν κερδήσω. Πῦρ καιόμενον ἐντὸς μοναχοῦ, ἡδονὴ ἐκ κραιπάλης ἀνα‐
10πτομένη. Πηγὴ ἀέναος ὁ Χριστός· ἐκ ταύτης ἀρυόμενος, μοναχέ, τὴν δυσώ‐ δη πυρκαϊὰν κατάσβεσον. Πλοῦτος ἐν χερσὶ κατεχόμενος, καὶ πολυσαρκία ἐκ κραιπάλης συνισταμένη, οὐκ εἰσδεχθήσονται εἰς πύλας οὐρανῶν. Πεποι‐ θὼς οὖν ἔσο, μοναχέ, μὴ ἐπὶ πλούτῳ καὶ πολυσαρκίᾳ, ἀλλ’ ἐν ἀκτημοσύνῃ
καὶ ἐγκρατείᾳ, ἵνα μὴ ἔξω τῶν πυλῶν στῇς. Πεποιθὼς μοναχὸς ἐπὶ περιβο‐349

350

λῇ γένους καὶ εὐγενείᾳ σώματος ταπεινωθήσεται· ὁ δὲ διὰ Χριστὸν ταπει‐ νός, ὑψωθήσεται. Ῥῆμα πονηρὸν μὴ προφερέτω μοναχός· ἄμπελος γὰρ ἀκανθοφόρος γί‐ νεται. Ῥήμασι γλυκυτάτοις λαλείτω μοναχὸς τῷ πλησίον· μέλι γὰρ πικρίαν
5οὐκ ἔχει. Ῥᾴθυμος μὴ γινέσθω προστάτης δικαιοσύνης ἔργων· ἡ γὰρ μέλισ‐ σα διαπαντὸς ἐργάζεται. Ῥεῖθρον Ἰορδάνου καθάρσιον ἁμαρτημάτων· Χρι‐ στὸς τοῦτον ἡγίασεν. Ῥεῖθρον δακρύων μοναχοῦ, ἄφεσις ἁμαρτημάτων· ὁ Χριστὸς εἶπε· μακάριοι οἱ κλαίοντες νῦν ὅτι γελάσονται. Ῥιπίζεται κοῦφος μοναχὸς ὑπὸ λαίλαπος λογισμῶν· ῥήμασι δὲ εὐαγγελικοῖς στηρίζει ἑαυτὸν ὁ
10κρατῶν. Ῥῦσαι τὸν πλησίον, μοναχέ, ἀπὸ ἁμαρτίας, χωρὶς ὀνειδισμοῦ, ὅση σοι δύναμις· Θεὸς γὰρ τοὺς ἐπιστρέφοντας οὐκ ἀπωθεῖται. Ῥῆμα κακίας καὶ πονηρίας μὴ ἀποκλείσῃς ἐν καρδίᾳ σου κατὰ τοῦ ἀδελφοῦ σου, μοναχέ, ἵνα
δυνατὸς ᾖς τοῦ λέγειν· ἄφες ἡμῖν τὰ ὀφειλήματα ἡμῶν, ὡς καὶ ἡμεῖς ἀφίε‐350

351

μεν τοῖς ὀφειλέταις ἡμῶν. Ῥᾴθυμος μοναχὸς πνιγήσεται ὑπὸ λογισμῶν, ὡς ὑπὸ ἀκανθῶν σίτος. Στέφανος καυχήσεως μοναχοῦ εἰρήνη καὶ ἁγιασμός· ὁ κεκτημένος αὐ‐ τὰ ὄψεται τὸν Κύριον. Σωφροσύνη μοναχοῦ ἀνυψώσει κεφαλὴν αὐτοῦ, καὶ
5ἐν μέσῳ πολλῶν δοξάσει αὐτήν. Σοφία μοναχοῦ μὴ ἐν κοπολογίᾳ γινέσθω, ἀλλ’ ἐν εὐσταθίᾳ καὶ πρᾳότητι δοξαζέσθω. Σοφὸς ἔσται ὁ τοιοῦτος, καὶ πι‐ στὸς οἰκονόμος εἰς πλῆθος ἀδελφῶν ἀποδειχθήσεται· σοφὸς γὰρ ἀληθῶς ἐ‐ στιν οὐχ ὁ τῷ λόγῳ διδάσκων, ἀλλ’ ὁ τῷ ἔργῳ παιδεύων. Συνετὸς μοναχὸς φάλαγγι δαιμόνων πυκτεύσας ἄτρωτος διαμένει τῶν ἐκεῖθεν βελῶν. Στηρι‐
10ζόμενος μοναχὸς τῷ σταυρῷ τοῦ Χριστοῦ συντρίψει τὴν κεφαλὴν τοῦ Δρά‐ κοντος. Στόμα μοναχοῦ ἀνοιγέσθω λόγῳ Θεοῦ, καρδία δὲ αὐτοῦ μελετάτω λόγια Κυρίου ἀμετεωρίστως. Τίμιον κτῆμα μοναχοῦ παρθενία φωτὶ ἐλεημοσύνης καταλαμπομένη· τοῦτο φυλάξας μοναχὸς ἀσφαλῶς εἰσελεύσεται εἰς τὸν νυμφῶνα. Τήρησον
15ἐντολὰς Ὑψίστου, μοναχέ, καὶ πατέρων παραγγελίαν φυλάξαι σπούδασον,351

352

ἀσκητά· ταῦτα γὰρ ποιῶν κληρονόμος τῆς τῶν οὐρανῶν βασιλείας ἀναδει‐ χθήσῃ. Τολμηρὸς μοναχὸς ἐμπεσεῖται εἰς πειρασμὸν καὶ παγίδα τοῦ Διαβό‐ λου· τὸν δὲ πρᾷον καταλήψεται εἰρήνη καὶ στέφανος ἁγιάσματος. Τρυφητὴς μοναχὸς ἐν ἀπάταις ἔσται καὶ φαντασίαις νυκτεριναῖς· τοῦ δὲ νηστεύοντος
5ἄσπιλος ἡ κοίτη καὶ ἀφαντασίαστος ὁ ὕπνος αὐτοῦ. Τῷ φοβουμένῳ τὸν Θεὸν μοναχῷ οὐ συναντήσεται πρᾶγμα πονηρόν· τὸν γὰρ τοιοῦτον φυλάττει ὁ Κύριος, καὶ ἐν ἡμέρᾳ τελευτῆς ἕξει ὁ τοιοῦτος ἱλασμόν. Ὑποταγὴ μοναχοῦ οὐκ ἐν τῷ μείζονι γνωρίζεται, ἀλλ’ ἐν πειρασμοῖς δοκιμάζεται. Ὑπομονὴ μοναχοῦ ἐν ταῖς θλίψεσι παρὰ πιστοῦ τελειουμένη,
10ἐλπίδα περιποιεῖται μὴ καταισχύνουσαν. Ὑπομονὴ μοναχοῦ ἕως ἐσχάτης ἀναπνοῆς αὐτοῦ· ὁ γὰρ ὑπομείνας εἰς τέλος οὗτος σωθήσεται. Ὑμνολογία μοναχοῦ ἀκατάπαυστος ἔστω· τὰ γὰρ Σεραφὶμ ἀκαταπαύστως δοξολογεῖ. Ὕμνος πνευματικὸς ἔστω ἐν στόματί σου, μοναχέ, ἐπικουφίζων σοι τὸ βά‐
ρος τῶν ἐπερχομένων πειρασμῶν. Ὑπόμεινον, μοναχέ· βραχὺς γὰρ τῆς ὑπο‐352

353

μονῆς ὁ καιρός, ἀπέραντοι δὲ οἱ τῆς ἀπολαύσεως αἰῶνες. Ὑπήκοος μοναχὸς εὐπαρρησιάστως τῷ σταυρῷ παραστήσεται· ὁ γὰρ ἐπὶ τοῦ σταυροῦ Κύριος, 〈ὑπήκοος μέχρι θανάτου,〉 θανάτου δὲ σταυροῦ. Φωνὴ μοναχοῦ μὴ ἀνυψούσθω πρὸς τὸν ἀδελφὸν αὐτοῦ ἐν πικρίᾳ ψυ‐
5χῆς αὐτοῦ. Φωνὴ μοναχοῦ ἐν πρᾳότητι προσευχῆς εἰλικρινῶς ἀναπεμπέσθω πρὸς τὸν Θεὸν ἀκινήτοις χείλεσι. Φωστὴρ ἀληθινὸς ἐπὶ τῆς γῆς μοναχός, ὃς οὐκ ὠλίσθησεν γλώσσῃ αὐτοῦ. Φίλος Χριστοῦ ὁ τοιοῦτος, καὶ ὃς οὐκ ἐσπί‐ λωσεν ἁμαρτίαις σῶμα αὐτοῦ. Φόβος Θεοῦ συνέχων μοναχόν, ὡς πύργος ἀκαταμάχητος. Φόβον Θεοῦ μὴ κεκτημένος μοναχός, εὐάλωτος ἔσται τοῖς
10ὑπεναντίοις. Φῶς καθαρὸν ἐπὶ γῆς μοναχός, παρ’ ᾧ οὐχ εὑρέθη φιλαργυρία· φιλαργυρία γὰρ οὖσα ῥίζα πάντων τῶν κακῶν, οὐ τίκτει καρποὺς ἀγαθούς. Φαγεῖν κρέα καὶ πιεῖν οἶνον, ἄμεινον μοναχῷ, ἢ φαγεῖν ἐν καταλαλιαῖς σάρκας ἀδελφοῦ αὐτοῦ. Φάγε, μοναχέ, ἄρτον σου μετὰ μέλιτος, πικρίας ἀπεχόμενος, καὶ πίε οἶνόν σου μετὰ γάλακτος, νηπιάζων τῷ πνεύματι· μέλι
15γὰρ πικρίαν οὐκ ἔχει 〈καὶ〉 γάλα κακίαν οὐκ οἶδε.353

354

Χρυσὸς δοκιμάζεται ἐν καμίνῳ πυρὸς καὶ μοναχὸς ἐν πλήθει μοναζόν‐ των γνωρισθήσεται. Χεῖρες μοναχοῦ ἔστωσαν ὁσίως ἀναπεπετασμέναι πρὸς τὸν Θεόν· χερσὶ γὰρ προτυπώσας τὸν σταυρὸν Μωυσῆς, κατηγωνίσατο τὸν Ἀμαλήκ. Χάρις ἀγαθὴ ἐπὶ μοναχῷ ἐσταυρωμένῳ καὶ καθ’ ἡμέραν ἀποθνῄ‐
5σκοντι· χαίρουσι γὰρ ἐπ’ αὐτῷ Ἄγγελοι εἰσδεχόμενοι αὐτὸν εἰς βασιλείαν οὐρανῶν. Χαλινὸς παθῶν μοναχοῦ νηστεία, ἀναίρεσις δὲ αὐτῶν προσευχὴ μετὰ ἐλεημοσύνης. Χάλαζα φθοροποιὸς ἀμπέλῳ ἄρτι τοὺς ἕλικας προβαλλο‐ μένῃ, χεῖρες μοναχοῦ κακῶς ἁπτόμεναι ἐν μοναστηρίῳ, ἄρτι συνισταμένῳ. Χιόνος λαμπρότερος μοναχός, ἀνώτερος σαρκικῶν ἐπιθυμιῶν ὑπάρχων·
10Χριστὸν γὰρ ἀντὶ χρυσοῦ ποθῶν, ὄψεται αὐτὸν ἐν ἡμέρᾳ ἀγαθωσύνης στε‐ φανοῦντα αὐτόν. Ψίθυρος μοναχὸς διασκορπίζει πλῆθος μοναχῶν καὶ διασκεδάζει φί‐ λους· ψάλλων δὲ μοναχὸς συνεχῶς συγκροτήσει φιλίαν πνευματικήν. Ψιθυ‐
ρίσας ὁ ὄφις τὴν Εὔαν τοῦ παραδείσου ἐξώρισε· ψιθυρίζων δὲ μοναχὸς ἐκεί‐354

355

νῳ ὅμοιος ἔσται· τὴν γὰρ ψυχὴν τοῦ πλησίον ἀπόλλυσι καὶ τὴν αὑτοῦ οὐ διασῴζει. Ψάλλων δὲ συνετῶς ἐν καρδίᾳ αὐτοῦ, ἐπακουσθήσεται ὑπὸ τοῦ Θεοῦ. Ψυχὴ μοναχοῦ ἀμετεώριστον ἐχέτω τὸ ὄμμα πρὸς τὸν Θεόν· ψυχὴ γὰρ μοναχοῦ ἀποταξαμένη τῷ κόσμῳ καὶ νυμφευθεῖσα τῷ Χριστῷ τῶν ἐπι‐
5γείων καταφρονήσει. Ψελλίῳ τρυπήσει τὴν κεφαλὴν τοῦ Δράκοντος μοναχὸς ἔργοις ἀγαθοῖς περιβεβλημένος· ψυχὴ γὰρ μοναχοῦ εὐωδιάζουσα πνευματι‐ κῶς, φράσσει τὴν ὄσφρησιν τοῦ Δράκοντος ὁσίως, μὴ ὀσφρανθῆναι ἐν αὐτῷ μολυσμὸν ἡδονῆς. Ὡς καλόν, ἀδελφοί, κρατεῖν ἡδονῆς, καὶ ἀνώτερον εἶναι τῶν σαρκι‐
10κῶν ἐπιθυμιῶν! ᾯ γὰρ πάρεστι φόβος Θεοῦ ἐν καρδίᾳ, τούτῳ μολυσμὸς ἡδονῆς οὐχ ἅπτεται. Ὡραῖος αἶνος ἐν στόματι μοναχοῦ ἐκ καθαρᾶς καρδίας ἀναπεμπόμενος Θεῷ. Ὡς θυμίαμα εὐῶδες τὴν τούτου δέησιν προσδέξεται Κύριος. Ὢ ποταπὴ λύπη ἐν Ἀγγέλοις, μοναχοῦ δι’ ἀπροσεξίαν ἔξω βαλλο‐ μένου τῆς βασιλείας! Ὢ ποταπὴ ὀδύνη Ἁγίοις, ἀσκητοῦ δι’ ὑπερηφανίαν μὴ
15συνεισερχομένου τῷ Νυμφίῳ εἰς τὴν ἁγίαν παστάδα! Ὢ πόση χαρὰ ἐν355

356

Ἁγίοις, ἁμαρτωλοῦ διὰ μετανοίας εἰσερχομένου εἰς βασιλείαν οὐρανῶν! Ὢ πόση εὐφροσύνη Ἁγίοις, ἁμαρτωλοῦ ἐπιστρέφοντος ἐκ πλάνης ὁδοῦ αὐτοῦ! Ὧν μιμούμενοι τὴν πίστιν, πληρώσατε τὴν μετὰ χαρᾶς εὐφροσύνην. Ὢ μα‐ κάριοι Θεοῦ παῖδες, μοναχοί, ὧν οὐ κατηγωνίσατο σαρκὸς ἐπιθυμία! Ὑμᾶς
5ἡ γῆ οὐ καλύψει, ἀλλ’ οὐρανὸς σὺν Ἀγγέλοις εἰσδέξεται. Αὐτῷ τῷ Θεῷ δό‐
ξα εἰς τοὺς αἰῶνας. Ἀμήν.356