TLG 4138 041 :: EPHRAEM SYRUS :: De fide EPHRAEM SYRUS Theol., vel Ephraem Graecus De fide Dup. Assemani, J.S., Sancti patris nostri Ephraem Syri opera omnia, vol. 2 Rome (1732) 336–340. Citation: Page — (line) | ||
327(t) | Περὶ πίστεως | |
1 | Ὁ Κύριος ἐν τῷ εὐαγγελίῳ τοὺς ἑαυτοῦ μαθητὰς εἰς τελείαν πίστιν ἀγαγεῖν βουλόμενος ἔλεγεν· ὁ ἐν ὀλίγῳ πιστός, καὶ ἐπὶ πολλῷ πιστός ἐστι· καὶ ὁ ἐν ὀλίγῳ ἄπιστος, καὶ ἐν πολλῷ ἄπιστός ἐστι. Τί ἐστι τὸ ὀλίγον, καὶ τί ἐστι τὸ πολύ; Τὸ ὀλίγον, τὰ τοῦ αἰῶνος τούτου εἰσὶν ἐπαγγέλματα, ἅπερ | |
---|---|---|
5 | ὑπέσχετο παρασχεῖν τοῖς πιστεύουσιν αὐτῷ, οἷον τροφάς, ἐνδύματα καὶ τὴν λοιπὴν τοῦ σώματος ἀνάπαυσιν, ἢ ὑγείαν καὶ τὰ τοιαῦτα, προστάξας μὴ με‐ ριμνᾶν ὅλως περὶ τούτων, ἀλλὰ τῇ ἐπ’ αὐτὸν πεποιθήσει ἐλπίζειν τὸν εἰς αὐ‐ τὸν καταφεύγοντα. Τὸ δὲ πολύ, τὰ τοῦ αἰωνίου καὶ ἀφθάρτου αἰῶνος δωρή‐ ματα, ἅπερ ὑπέσχετο παρασχεῖν τοῖς πιστεύουσιν αὐτῷ καὶ ἀδιαλείπτως πε‐ | |
10 | ρὶ ἐκείνων μεριμνῶσι καὶ αἰτοῦσιν. Ὅτι ἐνετείλατο· ὑμεῖς δέ, φησίν, ζητεῖτε | |
τὴν βασιλείαν τοῦ Θεοῦ μόνον καὶ τὴν δικαιοσύνην, καὶ ταῦτα πάντα προσ‐ | 327 | |
328 | τεθήσεται ὑμῖν· ὅπως ἐκ τῶν ὀλίγων καὶ προσκαίρων δοκιμασθῇ ἕκαστος, εἰ πιστεύει Θεῷ· ὅτι ἐπηγγείλατο παρέχειν, ἡμῶν ἀμερίμνων περὶ τὰ τοιαῦ‐ τα ὄντων, καὶ μόνον περὶ τῶν μελλόντων καὶ αἰωνίων τὴν φροντίδα ἐχόν‐ των. Ἕκαστος γάρ, ἐν τῷ λόγῳ ᾧ εἶπεν ὁ Κύριος, εἰ πιστεύει, περὶ τῶν | |
5 | προσκαίρων δοκιμάζεται καὶ ἐλέγχεται. Πῶς; Ἄκουε. Πιστεύειν λέγεις καὶ βασιλείας οὐρανῶν καταξιοῦσθαι καὶ υἱὸς Θεοῦ γενέσθαι, γεννηθεὶς ἄνωθεν, καὶ συγκληρονόμος Θεοῦ γενέσθαι καὶ αἰῶνας ὅλους συμβασιλεύειν Χριστῷ καὶ τρυφᾶν ἐν φωτὶ ἀρρήτῳ ἐν ἀπεράντοις καὶ ἀναριθμήτοις αἰῶσι, ὡς ὁ Θεός; Πάντως ἐρεῖς, ναί, διὰ ταύτην γὰρ τὴν αἰ‐ | |
10 | τίαν καὶ ἀναχωρήσας τοῦ βίου, ἑαυτὸν τῷ Χριστῷ ἐξέδωκα. Δοκίμασον τοί‐ νυν σεαυτόν, μήποτέ σε μέριμναι βιωτικαὶ καὶ γήϊναι κατέχωσιν ἔτι καὶ φροντὶς πολλὴ περὶ τῆς τοῦ σώματος τροφῆς καὶ ἐνδύσεως καὶ τῆς λοιπῆς ἐπιμελείας καὶ ἀναπαύσεως, τῇ σῇ δυνάμει περιγινόμενος καὶ προνοούμενος | |
σεαυτοῦ, ἅπερ προσετάχθης ὅλως περὶ αὐτῶν μὴ μεριμνῆσαι. | 328 | |
329 | Εἰ γὰρ πιστεύεις τὰ αἰώνια καὶ ἀθάνατα καὶ παράμονα καὶ ἄφθαρτα λήψεσθαι, πόσῳ μᾶλλον ταῦτα τὰ παρερχόμενα καὶ γήϊνα, ἅπερ ὁ Θεὸς ἔ‐ δωκε τοῖς θηρίοις καὶ πετεινοῖς καὶ ἀσεβέσιν ἀνθρώποις; Οὐ πιστεύεις πα‐ ρασχέσθαι σοι τὸν Κύριον; Ὥσπερ γὰρ καὶ ἐνετείλατο τοῦ μὴ μεριμνᾶν, εἰ‐ | |
5 | πών· μὴ μεριμνήσητε, τί φάγετε ἢ τί περιβάλλεσθε· ταῦτα γὰρ πάντα τὰ ἔθνη τοῦ κόσμου ἐπιζητεῖ· ὑμῶν γὰρ οἶδεν ὁ Πατὴρ ὁ οὐράνιος, ὅτι χρῄζετε τούτων ἁπάντων. Καὶ ἐπάγει, ὀνειδίζων ὀλιγοπίστους· ἐμβλέψατε εἰς τὰ πε‐ τεινὰ τοῦ οὐρανοῦ, ὅτι οὐ σπείρουσιν, οὔτε θερίζουσι, καὶ ὁ Πατὴρ ὑμῶν ὁ οὐράνιος τρέφει αὐτά. Πόσῳ μᾶλλον διαφέρετε τῶν πετεινῶν; Καὶ πάλιν | |
10 | ἐπασφαλιζόμενος λέγει· μὴ οὖν μεριμνήσητε εἰς τὴν αὔριον. Εἰ δὲ ἔτι περὶ τούτων μεριμνᾷς καὶ οὐκ ἐνεπίστευσας ἑαυτὸν τῷ λόγῳ αὐτοῦ, γνῶθι ὅτι τὰ αἰώνια ἀγαθά, ἅπερ ἐστὶν ἡ βασιλεία τῶν οὐρανῶν, ἀκμὴν οὐκ ἐπίστευσας λαβεῖν, καὶ νομίζεις πιστεύειν, ἐν τοῖς μικροῖς καὶ φθαρτοῖς ἄπιστος εὑρισκό‐ μενος. Καὶ πάλιν· ὥσπερ τὸ σῶμα τιμιώτερόν ἐστι τοῦ ἐνδύματος, οὕτω καὶ | |
15 | ἡ ψυχὴ τιμιωτέρα ἐστὶ τοῦ σώματος. | 329 |
330 | Πιστεύεις τοίνυν, ὅτι ἡ ψυχή σου ὑπὸ Χριστοῦ ἴασιν δέχεται ἀπὸ τῶν αἰωνίων καὶ ἀθεραπεύτων παρὰ ἀνθρώποις τραυμάτων, τῶν παθῶν τῆς ἀτι‐ μίας, δι’ ἣν καὶ ἦλθεν ἐνταῦθα ὁ Κύριος, ἵνα νῦν τὰς ψυχὰς τῶν πιστευόν‐ των θεραπεύσῃ ἐκ τῶν ἀνιάτων παρὰ ἀνθρώποις παθῶν, καὶ καθαρίσῃ ἐκ | |
5 | τοῦ ῥύπου τῆς λέπρας τῆς κακίας ὁ μόνος θεραπευτὴς καὶ ἀληθινὸς Ἰατρός; Ἐρεῖς πάντως· πιστεύω· εἰς τοῦτο γὰρ ἕστηκα, καὶ ταύτην ἔχω τὴν προσδο‐ κίαν. Γνῶθι τοίνυν ἐρευνήσας ἑαυτόν, μήποτέ σε τὰ σαρκικὰ πάθη πρὸς ἰα‐ τροὺς γηΐνους ἀποφέρει, ὡς Χριστοῦ ᾧ ἐπίστευσας μὴ δυναμένου σε θερα‐ πεῦσαι. Εἶδες πῶς σεαυτὸν ἀπατᾷς! Ὁρᾷς ὅτι νομίζεις πιστεύειν, μηδέπω | |
10 | πιστεύων, ὡς δεῖ, ἐξ ἀληθείας; Εἰ γὰρ τὰ αἰώνια καὶ ἀθεράπευτα τῆς ἀθα‐ νάτου ψυχῆς τραύματα καὶ πάθη κακίας ἐπίστευσας ὑπὸ Χριστοῦ θεραπεύε‐ σθαι, ἆρα ἀδυνατεῖ θεραπεύειν καὶ τὰ πρόσκαιρα τοῦ σώματος πάθη τε καὶ νοσήματα, ἂν πρὸς αὐτὸν μόνον καταφεύγῃς, ὑπεριδὼν ἰατρικῶν ἐπιτηδευ‐ μάτων; Ὁ γὰρ τὴν ψυχὴν κτίσας, αὐτὸς καὶ τὸ σῶμα πεποίηκε· καὶ ὁ ἐκεί‐ | |
15 | νην τὴν ἀθάνατον ἰώμενος, αὐτὸς καὶ τὸ σῶμα δύναται ἀπὸ τῶν προσκαί‐ | 330 |
331 | ρων παθῶν καὶ νοσημάτων θεραπεῦσαι. Ἀλλὰ πάντως ἐρεῖς μοι· ταῦτα ὁ Θεὸς ἔδωκεν εἰς θεραπείαν τῷ σώματι, τάς τε βοτάνας καὶ γῆς φάρμακα καὶ ἰατρῶν ἐπιτηδεύματα πρὸς τὰ τοῦ σώματος πάθη, προευτρεπίσαι τῷ ἀπὸ γῆς ὄντι σώματι ἐκ τῶν τῆς γῆς διαφόρων εἰδῶν οἰκονομήσας. | |
5 | Σύμφημι κἀγὼ οὕτως ἔχειν. Ἀλλὰ γνῶθι, τίσι ταῦτα δέδοται καὶ τί‐ σιν ᾠκονομήθη. Ὁ Θεός, κατὰ πολλὴν καὶ ἄπειρον αὑτοῦ φιλανθρωπίαν καὶ χρηστότητα, ἐκπεσόντος τοῦ ἀνθρώπου ἀπὸ τῆς ἐντολῆς, ἧς εἴληφε, καὶ ὑπὸ τὴν ἀπόφασιν τῆς ὀργῆς γεγονότος, καὶ ὥσπερ εἰς αἰχμαλωσίαν καὶ ἐρημίαν καὶ μέταλλόν τι ἐκ τῆς τρυφῆς τοῦ παραδείσου εἰς τὸν κόσμον τοῦτον ἐξορι‐ | |
10 | σθέντος, καὶ ὑπὸ τὴν ἐξουσίαν τοῦ σκότους γεγονότος, καὶ ἀπίστως διὰ τῆς πλάνης τῶν παθῶν ὑπὸ πάθη καὶ νοσήματα τῆς σαρκὸς περιπέπτωκεν, ὁ πρὶν ἀπαθὴς καὶ ἄνοσος δηλονότι, καὶ πάντες οἱ ἐξ αὐτοῦ γεννηθέντες τοῖς αὐτοῖς πάθεσι πεπτωκότες, ᾠκονόμησε ταῦτα νῦν τοῖς ἀσθενέσι καὶ ἀπί‐ στοις, μὴ βουληθεὶς παντελῶς ἐξολοθρεῦσαι τὸ ἁμαρτωλὸν τῶν ἀνθρώπων | |
15 | γένος, διὰ πολλὴν χρηστότητα, ἀλλ’ ἔδωκεν εἰς ψυχαγωγίαν καὶ ἐπιμέλειαν | 331 |
332 | καὶ θεραπείαν τοῦ σώματος τοῖς τοῦ κόσμου τούτου ἀνθρώποις τοῖς ἔξω πᾶ‐ σι· ἐκείνοις γὰρ συνεχώρησε τούτοις χρᾶσθαι, τοῖς τῷ Θεῷ μηδέπω δυναμέ‐ νοις ἑαυτοὺς ἐξ ὅλου ἐμπιστεύειν. Σὺ δὲ ὁ μονάζων, ὁ προσεληλυθὼς Χριστῷ καὶ υἱὸς Θεοῦ βουλόμενος | |
5 | εἶναι καὶ ἄνωθεν ἐκ Πνεύματος γεννηθῆναι καὶ ἀνώτερος τοῦ πρώτου καὶ ἀπαθοῦς ἀνθρώπου, καὶ μείζονας ἐπαγγελίας ἐκδεχόμενος, τὴν τοῦ Κυρίου ἐπιδημίαν τῆς εὐδοκίας, καὶ ξένος τοῦ κόσμου τούτου γενόμενος, καὶ καινο‐ τέραν τινὰ καὶ ξένην πίστιν καὶ ἔννοιαν καὶ πολιτείαν, παρὰ πάντας τοὺς τοῦ κόσμου ἀνθρώπους, κεκτῆσθαι ὀφείλεις· ἐπεὶ ἐὰν οὕτως, ὡς καὶ πάντες, | |
10 | διάγῃς, οὐδὲν διαφέρεις τῶν κοσμικῶν. Εἰ δὲ καὶ ὁ κόσμος γαμεῖ, ἐσθίει καὶ πίνει, χρυσῷ καὶ ἀργύρῳ κέχρηται, ἐμπορίαις, τέχναις, πλούτῳ· ἅπερ πάντα ᾠκονόμησεν ὁ Θεὸς τῷ ἀνθρώπῳ πεσόντι ὑπὸ τὴν ἁμαρτίαν. Οὐ γὰρ ἄνευ Θεοῦ τι τῶν ἐν χρήσει οἰκονομηθέντων τοῖς ἀνθρώποις ἐροῦμεν εἶναι. Σὺ δὲ | |
πάντων τούτων ἐκτὸς γέγονας διὰ τὴν εἰς Χριστὸν τελείαν εὐαρέστησιν. Οὕ‐ | 332 | |
333 | τω δὴ καὶ τῆς τοῦ κόσμου τῶν παθῶν θεραπείας, ἰατρικῶν τε ἐπιτηδευμά‐ των ἐκτὸς εἶναι ὀφείλεις, ὡς προσπεφευγὼς Χριστῷ, τῷ πάντα παρέχειν τοῖς ἑαυτοῦ δούλοις ἐπαγγειλαμένῳ. Εἰ δὲ τὰ αὐτὰ τῷ κόσμῳ φρονεῖς καὶ πάσχεις, ὅμοιος αὐτῶν ἔτι τυγχάνεις, ἄπιστος, νομίζων εἶναι πιστὸς καὶ οἰ‐ | |
5 | κεῖος Χριστοῦ. Καινῆς γὰρ καὶ ξένης προαιρέσεως καὶ πίστεως καὶ ἀναστρο‐ φῆς καὶ πολιτείας, παρὰ πάντα τὸν κόσμον, ὀφείλεις ἐπιμελήσασθαι καὶ τυ‐ χεῖν ὁ βουλόμενος τελείως εὐαρεστῆσαι Χριστῷ καὶ τοῖς ἴχνεσιν αὐτοῦ ἐξα‐ κολουθῆσαι καὶ τὰ ἐναντία φρονεῖν τῶν τοῦ αἰῶνος τούτου ἀνθρώπων, ἐπει‐ δὴ καινὴν καὶ παράδοξον ἀκοὴν ἐπίστευσας, αἰωνίων ἀγαθῶν ἐπαγγέλματα | |
10 | καὶ πόλεως οὐρανίου κληρονομίαν καὶ βασιλείας ἀκηράτου καὶ τρυφῆς διη‐ νεκοῦς καὶ αἰωνίου ἀπολαύσεως, καὶ καρδίας ἁγιασμὸν καὶ διὰ Πνεύματος παντελῆ σοι γενομένην κάθαρσιν. Ὁ γὰρ βουλόμενος ἐξ ἀληθείας Χριστοῦ εἶναι ἄνθρωπος καὶ τῶν αἰωνίων ἀγαθῶν ἐλπίζων ἐπιτυχεῖν, τοὺς πόνους καὶ τὰς θλίψεις πλοῦτον ἡγεῖσθαι μετὰ χαρᾶς ὀφείλει, καὶ τὴν κακουχίαν | |
15 | ἀνάπαυσιν, τὴν σκληρὰν δίαιταν τρυφήν, τὸ ὄνειδος τιμὴν καὶ τὰς ὕβρεις | 333 |
334 | δόξαν λογίζεσθαι· αὕτη γάρ ἐστι τῶν τοῦ Θεοῦ δούλων ἡ δόξα, τῶν τῷ Κυρίῳ αὐτῶν ἀκολουθούντων καὶ τοῖς αὐτοῦ λόγοις πειθομένων. Ἀλλ’ οὐ μόνον τὸ ὄνειδος ὁ ἀγωνιστὴς καὶ στρατιώτης τοῦ Χριστοῦ φέρειν ὀφείλει, ἀλλὰ καὶ ἐὰν ἀπαντήσῃ πλοῦτος, ὡς κοπρίαν βδελύσσεσθαι | |
5 | προσήκει· ἐὰν δόξα καὶ ἀρχή, μὴ ἐπαρθῇ καὶ τυφωθῇ· ἐὰν ἔπαινοι καὶ τιμαὶ ἀνθρώπων, ὡς οὐ δέοντα οὕτως ἡγεῖσθαι· μᾶλλον δὲ ἐν τούτοις θλίβεσθαι τοῖς νομιζομένοις ἐνδόξοις, καὶ ἐπ’ ἐκείνοις χαίρειν καὶ ἥδεσθαι τοῖς ἐν κό‐ σμῳ ἀτίμοις. Δύναται γὰρ ἔσθ’ ὅτε ὄνειδος μὲν ἐνεγκεῖν, δόξας δὲ καὶ τιμὰς μὴ ἐνεγκεῖν, ἀλλ’ ἐπαρθῆναι καὶ ἑαυτοὺς ἐκστῆναι καὶ τὴν ὁδὸν τῆς δικαιο‐ | |
10 | σύνης τὴν ταπεινὴν ἀφιέναι, ὡς φησὶν ὁ Παῦλος· διὰ τῶν ὅπλων τῆς δικαιο‐ σύνης τῶν δεξιῶν καὶ ἀριστερῶν, διὰ δόξης καὶ ἀτιμίας, ὅπως τῶν ἀμφοτέ‐ ρων ἁπάντων πραγμάτων δοκιμαζόντων αὐτὸς ἴσος καὶ ἄσειστος τυγχάνῃ, ἑαυτοῦ μηδέπω ἐξιστάμενος. Τὸν γὰρ ὄντως εὐαρεστῆσαι τῷ Κυρίῳ βουλό‐ | |
μενον, οὕτως εἶναι δεῖ, καὶ τὸν ἀγῶνα τῆς αὐτοῦ προαιρέσεως οὕτω τελειῶ‐ | 334 | |
335 | σαι. Ὥσπερ οὖν ὁ ἄκμων τυπτόμενος ἀεὶ οὐκ ἐνδίδωσιν, οὐδὲ κοιλωμάτων τύπους δέχεται εἰς ἑαυτόν, ἀλλ’ ἔστιν ὁ αὐτὸς ἴσος ἀεί· οὕτω καὶ ὁ χριστια‐ νίζειν βουλόμενος, εἰς τὰς διαφόρους θλίψεις τε καὶ τοὺς πειρασμούς, ἤτοι τὰς ἔξωθεν τῶν ἀνθρώπων ἐπαγομένας ὕβρεις ἢ διωγμοὺς ἢ ζημίας ἤ τινα | |
5 | τοιαῦτα, ἤτοι τὰς ἔνδοθεν ὑπὸ τῶν τῆς κακίας πνευμάτων διαφόρως ἐπαγο‐ μένας, μενέτω οὖν ἴσος, φέρων γενναίως πάντα τὰ ἐπερχόμενα. Ὀχύρωμα καὶ ἀλιστήριον καὶ πύργον ἰσχύος ἀπὸ προσώπου Ἐχθροῦ ἔχων τὸν Κύριον ἀεί, καὶ ἐπ’ αὐτῷ καταφευγέτω ἐν τῷ καιρῷ τοῦ πολέμου, μὴ ἔν τινι τῶν ἐχθρῶν χώρᾳ τυγχάνων, καὶ λεγέτω· γενοῦ μοι ὁ Θεὸς εἰς καταφυγήν, καὶ | |
10 | εἰς τόπον ὀχυρὸν τοῦ σῶσαί με. Οὕτως δύναται περιγενέσθαι πάντων τῶν ἐπερχομένων πειρασμῶν καὶ θλίψεων, πάντοτε τὸν Κύριον καὶ τὴν εἰς αὐτὸν πίστιν καὶ ἐλπίδα ὡς βεβαίαν πεποίθησιν διαπαντὸς πρὸ ὀφθαλμῶν ἔχων. Ἀλλὰ καὶ δόξα ἀνθρώπων καὶ ἔπαινοι καὶ τιμαὶ καὶ ἀρχαὶ ἐὰν ἀπαντῶσιν, | |
ὡς προείρηται, μὴ κοιλότητας καὶ τύπους ἐν τῇ ψυχῇ ἐμποιείτωσαν, ἐν τῷ | 335 | |
336 | ἥδεσθαι αὐτοῖς καὶ ἐπαναπαύεσθαι, καὶ διὰ ταῦτα ἐπαίρεσθαι καὶ ὑψοῦσθαι· διὰ γὰρ δεξιῶν καὶ ἀριστερῶν πειραζόμενος, τουτέστι διὰ δόξης καὶ ἀτι‐ μίας, διὰ δυσφημίας καὶ εὐφημίας, ἴσος καὶ ἀνένδοτος εἶναι χρὴ ἐπ’ ἀμφοτέ‐ ροις τοῖς μέρεσιν, ἄσειστος ἀεὶ τυγχάνων. | |
5 | Οὕτως ὁ ἐπὶ τὴν πέτραν τὸν ἑαυτοῦ θεμέλιον οἰκοδομήσας πρώην, πλημμύραι καὶ ποταμοὶ θλίψεων καὶ χειμῶνες πειρασμῶν, ἀνέμων τε δει‐ νῶν τῶν πνευμάτων τῆς πονηρίας προσκρουόντων καὶ προσρησσόντων, οὐκ ἔπεσεν, ἐπειδὴ τεθεμελίωτο ἐπὶ τὴν πέτραν. Εἰς τοιαύτην ἕξιν καὶ ἀγαθὴν μελέτην, ἀνδρείας τε λέγω καὶ γενναιότητος, μακροθυμίας τε καὶ ὑπομονῆς, | |
10 | πίστεως καὶ ἐλπίδος καὶ πεποιθήσεως, πρότερον ἐξασκήσας ἑαυτὸν διὰ τοῦ λόγου τοῦ Θεοῦ καὶ ἐθίσας ἦθος ἀγαθὸν καὶ ἀγωγὴν ὁσίαν, καὶ τοῖς λοιποῖς τῆς ἀρετῆς ἐπιτηδεύμασι διατρίβων καὶ τῷ λόγῳ ἑπόμενος τοῦ Θεοῦ, ἔπειτα τὴν ἐξ ὕψους δύναμιν ἐν προσδοκίᾳ πίστεως δεξάμενος, ὁ τοιοῦτος ἀληθῶς | |
γίνεται θεμέλιος καὶ οἶκος καὶ στύλος καὶ ἑδραίωμα ἐν τῇ χάριτι τοῦ Θεοῦ, | 336 | |
337 | καὶ πολλῶν ψυχῶν αἴτιος ζωῆς καθίσταται, τὴν ἀσθένειαν τῶν πολλῶν βα‐ στάζειν δυνάμενος. Καὶ ἡμεῖς τοίνυν εἰς πᾶσαν ἀρετὴν ἑαυτοὺς ἐξασκήσαντες καὶ παντὶ τρόπῳ ἀγαθῷ πρὸς τὴν εὐαρέστησιν τῆς ζωῆς ἑαυτοὺς ἀποδόντες, καὶ ἀνεν‐ | |
5 | δότου πρὸς πάντα πειρασμὸν τοῦ νοῦ γενομένου καὶ ὑπὸ τῆς χάριτος τοῦ Θεοῦ δυναμούμενοι, τῶν αἰωνίων ἀγαθῶν κληρονόμοι γενώμεθα ἐν Χριστῷ Ἰησοῦ τῷ Κυρίῳ ἡμῶν· ᾧ ἡ δόξα καὶ τὸ κράτος, σὺν τῷ Πατρὶ καὶ τῷ | |
Ἁγίῳ Πνεύματι, εἰς τοὺς αἰῶνας τῶν αἰώνων. Ἀμήν. | 337 |