TLG 4138 040 :: EPHRAEM SYRUS :: De beatitudinibus atque infelicitatibus EPHRAEM SYRUS Theol., vel Ephraem Graecus De beatitudinibus atque infelicitatibus Dup. Assemani, J.S., Sancti patris nostri Ephraem Syri opera omnia, vol. 2 Rome (1732) 334b–335. Citation: (Line) | ||
t | Περὶ μακαρισμῶν καὶ ταλανισμῶν | |
---|---|---|
1 | Μακάριοι οἱ τὸν Θεὸν ἀγαπήσαντες καὶ διὰ τὴν ἀγάπην αὐτοῦ κατα‐ φρονοῦντες πάντων τῶν γηΐνων πραγμάτων. Μακάριοι οἱ δακρύοντες ἡμέ‐ ρας καὶ νυκτός, ὅτι αὐτοὶ ῥυσθήσονται ἀπὸ τῆς μελλούσης ὀργῆς. Μακάριοι οἱ ταπεινοῦντες ἑαυτοὺς ἑκουσίως, ὅτι ἐκεῖ ὑψωθήσονται. Μακάριοι οἱ ἐγ‐ | |
5 | κρατεῖς, ὅτι ἡ τρυφὴ τοῦ παραδείσου ἐκδέχεται αὐτούς. Μακάριοι οἱ κατα‐ πονοῦντες τὰ σώματα ἑαυτῶν ἐν ἀγρυπνίᾳ καὶ ἀσκήσει, ὅτι ἡ ἀγαλλίασις τοῦ παραδείσου ἡτοίμασται αὐτοῖς. Μακάριοι οἱ ἐκκαθάραντες ἑαυτοὺς ἀπὸ λογισμῶν πονηρῶν, ὅτι τὸ Πνεῦμα τὸ Ἅγιον οἰκεῖ ἐν αὐτοῖς. Μακάριοι οἱ ἀγαπῶντες τὸν Θεὸν ἐξ ὅλης ψυχῆς ὑπὲρ πάντα τὸν κόσμον, ὅτι αὐτοὶ φίλοι | |
10 | Χριστοῦ εὑρεθήσονται. Μακάριοι οἱ ἑκουσίως βαστάσαντες τὸν σταυρὸν αὐ‐ τῶν καὶ ἐν ἀληθείᾳ τῷ Χριστῷ ἀκολουθήσαντες, ὅτι αὐτοὶ καταλήψονται | |
τὴν ἄνω Ἱερουσαλήμ. Μακάριοι οἱ περιζωσάμενοι τὰς ὀσφύας αὐτῶν ἐν ἀληθείᾳ καὶ ἑτοίμους ἔχοντες τὰς λαμπάδας αὐτῶν, προσδοκῶντες τὸν ἐπουράνιον Νυμφίον, ὅτι συμβασιλεύσουσιν αὐτῷ ἐν τῇ τῶν οὐρανῶν βασι‐ | 323 | |
15 | λείᾳ. Μακάριος ὁ κτησάμενος νοεροὺς ὀφθαλμοὺς καὶ κατανοήσας ἀκλινῶς τὴν θεωρίαν τῶν μελλόντων ἀγαθῶν, ὅτι καταλήψεται αὐτοῖς. Μακάριος ὁ ἔχων διηνεκῶς πρὸ ὀφθαλμῶν τὴν ἡμέραν τῆς ἀπολογίας καὶ σπουδάσας εὐάρεστος εὑρεθῆναι. Μακάριος ὁ νικητὴς γενόμενος τῶν ἡδονῶν τῆς σαρ‐ κός, ὅτι παρρησίαν εὑρήσει τῇ ἐσχάτῃ ἡμέρᾳ τῆς διαγνώσεως. Μακάριος ὁ | |
20 | πενθήσας ἐπὶ τῆς γῆς διὰ τὸν Θεόν, ὅτι οἱ καρποὶ αὐτοῦ ἐν οὐρανοῖς ἀνα‐ βλαστήσουσι. Μακάριος ὁ μὴ φαγὼν δωρεὰν ἄρτον, ἀλλ’ ἐν κόπῳ τῶν ἰδίων χειρῶν, κατὰ τὸν Ἀπόστολον, καὶ ἄλλοις χορηγῶν ἐκ τῶν οἰκείων πόνων, ὅτι ἀναπαύσεται ἐν τοῖς κόλποις Ἀβραάμ. Οὐαὶ δὲ τῷ ἐν πλημμελείαις ὑπάρχοντι καὶ τὸν τῆς μετανοίας καιρὸν | |
25 | μὴ ἐπιγινώσκοντι, ὅτι ἐκεῖ μετανοήσει ὀλοφυρόμενος εἰς αἰῶνας ἀνόνητα. Οὐαὶ τῷ λέγοντι, ὅτι τὸ παρὸν χρήσομαι τῇ σαρκὶ καὶ ἐν γήρᾳ μετανοήσω, | |
ὅτι ὡς παγίας, οὕτως ἐπελεύσεται αὐτῷ ἄφνω ὁ θάνατος, καὶ ἡ προσδοκία αὐτοῦ ἀπολεῖται. Οὐαὶ τῷ ἑκουσίως ἁμαρτάνοντι καὶ αὔριον μετανοεῖν βού‐ λεται, οὐ γὰρ ἐπιγινώσκει τί τέξεται ἡ ἐπιοῦσα καὶ ἡ ἐν μέσῳ νύξ. Οὐαὶ τῷ | 324 | |
30 | διδόντι χεῖρα τῷ πονηρῷ, γινώσκοντι τὸ ἀγαθόν, ὅτι πονηροὶ ἄγγελοι πα‐ ραλήψονται αὐτὸν ἐν τῇ ἡμέρᾳ τῆς ἐξόδου αὐτοῦ. Οὐαὶ τῷ τιθέντι πρόσκομ‐ μα τῷ πλησίον ἐκ τῶν ἑαυτοῦ πράξεων πονηρῶν, ὅτι λόγον ὑφέξει ἐν ἡμέρᾳ κρίσεως ὑπὲρ ὧν καὶ ἄλλους ἐσκανδάλισεν ἐν τοῖς αὐτοῖς πονηροῖς αὐτοῦ ἐπιτηδεύμασιν. Οὐαὶ τῷ ἀποτασσομένῳ τῷ κόσμῳ καὶ πάλιν τὰ τοῦ κόσμου | |
35 | φρονοῦντι, ὅτι ἡ παραβολὴ τοῦ ἀρότρου μετελεύσεται αὐτόν. Οὐαὶ τῷ ἐξα‐ κολουθοῦντι τοῖς θελήμασι τῆς σαρκὸς καὶ καταφρονοῦντι τῆς ἐπιμελείας τῆς ψυχῆς αὑτοῦ, ὅτι διαλυθήσεται εἰς γῆν ἡ ζωὴ αὐτοῦ καὶ ἡ ἐλπὶς αὐτοῦ. Οὐαὶ τῷ μὴ σπεύδοντι ἐν πάσῃ ἰσχύϊ αὐτοῦ ἀπεντεῦθεν εὐτρεπίσαι τὴν ἐκεῖ‐ θεν ἀπολογίαν δοῦναι. Οὐαὶ τοῖς ἀπολωλεκόσι τὴν ὑπομονήν· καὶ τί ποιή‐ | |
40 | σουσιν, ὅταν ἐπισκέψηται Κύριος; | |
Σπουδάσατε, ἀγαπητοί, εἰς τὸν βραχὺν καιρὸν τοῦτον ἑαυτοῖς βοηθῆ‐ σαι, καὶ διὰ μετανοίας καὶ δακρύων ἐξιλεώσασθαι τὸν μακρόθυμον καὶ ἐλεήμονα Θεόν, τὸν ἐκδεχόμενον ἡμῶν τὴν ἐπιστροφὴν καὶ παρέχοντα τὴν ζωήν. Μὴ καταφρονήσωμεν τῆς σωτηρίας ἡμῶν. Μὴ ἡδυνθῶμεν εἰς τούτου | 325 | |
45 | κόσμου ἡδονάς, ὅτι πρὸς ὥραν εἰσὶν καὶ ὕστερον μετάμελον ἐμποιοῦσι καὶ πάλιν τοὺς αὐτοὺς ἔρχονται· καὶ πᾶσα ἡ δόξα τοῦ κόσμου τούτου ἀπὸ γῆς εἰς γῆν χωρεῖ, καὶ οὐδὲν ἄλλο ἡμῖν συνοδεύει, εἰ μὴ μόνον ἡ ἁμαρτία καὶ ἡ ἐκ ταύτης κόλασις. Οὐδεὶς ἡμῖν βοηθήσει ἐν ἐκείνῃ τῇ ἡμέρᾳ· οὐ φίλος, οὐ συγγενής, εἰ μὴ ἡ ἐντεῦθεν μετάνοια καὶ ταύτης αἱ συνεργοὶ ἀρεταί, ἡ ἀλη‐ | |
(50) | θὴς ἀγάπη, ἡ ταπεινοφροσύνη, ἡ ὑπακοή, ἡ ἐγκράτεια. Αὗται συνέρχονται ἡμῖν ἐκ τοῦ βίου τούτου. Αὗται ἀνθίστανται ταῖς ἐναντίαις δυνάμεσιν, ταῖς βουλομέναις κατέχειν ἡμᾶς ἐν τῇ ἐξόδῳ ἡμῶν τῇ ἐκ τοῦ βίου τούτου. Αὗται παριστῶσιν ἡμᾶς τῷ Σωτῆρι Χριστῷ, προσκυνῆσαι καὶ δοξάσαι, σὺν τῷ Πατρὶ καὶ τῷ Ἁγίῳ Πνεύματι, νῦν καὶ ἀεὶ καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώ‐ | |
55 | νων. Ἀμήν. | 326 |