TLG 4138 039 :: EPHRAEM SYRUS :: De patientia

EPHRAEM SYRUS Theol., vel Ephraem Graecus
(Syrus: A.D. 4)

De patientia

Source: Phrantzoles, Konstantinos G. (ed.), Ὁσίου Ἐφραίμ τοῦ Σύρου ἔργα, vol. 3. Thessalonica: Το περιβόλι της Παναγίας, 1990: 306–322.

Dup. Assemani, J.S., Sancti patris nostri Ephraem Syri opera omnia, vol. 2 Rome (1732) 326b–334a.

Citation: Page — (line)

306

(t)

Περὶ ὑπομονῆς
1 Ὁ βουλόμενος Θεῷ εὐαρεστῆσαι καὶ κληρονόμος Θεοῦ διὰ πίστεως γενέσθαι, ἵνα καὶ αὐτὸς υἱὸς Θεοῦ προσαγορευθῇ, γεννηθεὶς ἐκ Πνεύματος Ἁγίου, πρὸ πάντων τῆς μακροθυμίας καὶ τῆς ὑπομονῆς δραξάμενος, ὀφείλει τὰς ἀπαντώσας θλίψεις, στενοχωρίας τε καὶ ἀνάγκας γενναίως ὑποφέρειν,
5ἤτοι σωματικὰς νόσους καὶ πάθη, ἤτοι ὀνειδισμοὺς καὶ ὕβρεις ὑπὸ ἀνθρώ‐ πων, ἤτοι ἀοράτους θλίψεις διαφόρους, τὰς ἐπαγομένας τῇ ψυχῇ ὑπὸ τῶν τῆς πονηρίας πνευμάτων πρὸς τὸ ἐμποδίσαι αὐτὴν εἰς τὴν ζωὴν εἰσελθεῖν, εἰς χαύνωσιν καὶ ὀλιγωρίαν καὶ ἀνυπομονησίαν ἀπαγαγεῖν βουλομένων· κατ’ οἰκονομίαν τοῦ Θεοῦ, συγχωροῦντος ἑκάστῃ ψυχῇ δοκιμασθῆναι ἐν
10διαφόροις θλίψεσιν, ἵνα φανερωθῶσιν οἱ ἐξ ὅλης ψυχῆς ἀγαπῶντες τὸν
Θεόν, εἰ πάντα τὰ ἐπιφερόμενα ὑπὸ τοῦ Πονηροῦ γενναίως ὑποφέρουσι καὶ306

307

τῆς ἐλπίδος τοῦ Θεοῦ οὐκ ἀφίστανται, ἀλλὰ πάντοτε τὴν λύτρωσιν διὰ τῆς χάριτος ἐν πίστει καὶ ὑπομονῇ πολλῇ ἐκδεχόμενοι· διὸ καὶ ἐξελθεῖν δυνή‐ σονται πάντα πειρασμόν, καὶ οὕτως τῆς ἐπαγγελίας τυχόντες, ἄξιοι τῆς βα‐ σιλείας καθίστανται. Ὀφείλει οὖν ψυχή, ἐν τῷ λόγῳ τοῦ Κυρίου κατακολου‐
5θοῦσα, τὸν σταυρὸν αὐτοῦ καθ’ ἡμέραν αἴρειν, ὡς γέγραπται· τουτέστιν, ἑτοίμως ἔχουσα ὑπομένειν διὰ Χριστὸν πᾶσαν θλῖψιν καὶ πειρασμόν, ἤτοι φανερὸν ἤτοι κρυπτόν, καὶ εἰς τὸν Κύριον ἀποκρέμασθαι τῇ ἐλπίδι πάντοτε, ὅτι ἐν ἐξουσίᾳ αὐτοῦ ἐστιν καὶ τὸ θλιβῆναι τὴν ψυχήν, παραχωρουμένην ὑπ’ αὐτοῦ, καὶ τὸ λυτρωθῆναι παντὸς πειρασμοῦ καὶ θλίψεως δι’ αὐτοῦ. Εἰ δὲ
10μὴ ἀνδρίζεται καὶ γενναίως φέρει, ὑπομένουσα πάντα πειρασμὸν καὶ θλῖψιν, ἀλλὰ λυπεῖται καὶ ἀκηδιᾷ καὶ ἄχθεται καὶ στενοχωρεῖται καὶ ὀλιγωρεῖ τοῦ ἀγῶνος, ἢ καὶ ἀπελπίζει, ὡς μηκέτι λυτρουμένη, ὅπερ καὶ τοῦτο αὐτῆς τῆς κακίας ἐστὶ τέχνη, εἰς ἀκηδίαν καὶ ὀλιγωρίαν τὴν ψυχὴν ἐμβάλλουσα· καὶ τῆς ἐλπίδος ἐγκρατὴς μὴ γενομένη, ἀπεκδεχομένη τὸ ἔλεος τοῦ Κυρίου ἐν
15πίστει ἀδιστάκτῳ, τῆς ζωῆς ἡ τοιαύτη οὐ γίνεται, ἐπειδὴ ἀκόλουθος πάντων307

308

τῶν ἁγίων οὐ γέγονεν, οὔτε τοῖς ἴχνεσι τοῦ Κυρίου περιεπάτησεν. Κατανόησον καὶ ἴδε, πῶς ἐξ ἀρχῆς οἱ πατέρες καὶ πατριάρχαι καὶ προφῆται καὶ ἀπόστολοι καὶ μάρτυρες δι’ αὐτῆς ὁδοῦ τῶν θλίψεων καὶ τῶν πειρασμῶν διελθόντες, οὕτως ἐγενήθησαν εὐαρεστῆσαι Θεῷ, ὑπομείναντες
5πάντα πειρασμὸν καὶ θλῖψιν γενναίως, καὶ ἐν ταῖς στενοχωρίαις ἥδοντο, διὰ τὴν προσδοκωμένην τῆς μισθαποδοσίας ἐλπίδα, ὡς ἡ Γραφή φησι· τέκνον, ἐὰν προσέρχῃ δουλεύειν Κυρίῳ, ἑτοίμασον τὴν ψυχήν σου εἰς πειρασμόν· εὔ‐ θυνον τὴν καρδίαν σου καὶ καρτέρει. Καὶ πάλιν ὁ Ἀπόστολος λέγει· εἰ δὲ χωρίς ἐστε παιδείας, ἧς μέτοχοι γεγόνασι πάντες, ἄρα νόθοι ἐστὲ καὶ οὐχ
10υἱοί. Καὶ ἀλλαχοῦ πάλιν· τὰ ἐπιφερόμενά σοι πάντα, ὡς ἀγαθὰ πρόσδεξαι· εἰδὼς ὅτι ἄνευ Θεοῦ οὐδὲν γίνεται. Καὶ ὁ Κύριος λέγει· μακάριοί ἐστε, ὅταν ὀνειδίσωσιν ὑμᾶς καὶ διώξωσι καὶ εἴπωσι πᾶν πονηρὸν ῥῆμα καθ’ ὑμῶν
ψευδόμενοι ἕνεκεν ἐμοῦ. Χαίρετε καὶ ἀγαλλιᾶσθε, ὅτι ὁ μισθὸς ὑμῶν πολλὸς308

309

ἐν τοῖς οὐρανοῖς. Καὶ τό· μακάριοι οἱ δεδιωγμένοι ἕνεκα δικαιοσύνης, ὅτι αὐτῶν ἐστιν ἡ βασιλεία τῶν οὐρανῶν. Δεδιωγμένοι δέ, ἤτοι φανερῶς ὑπὸ τῶν ἀνθρώπων, ἤτοι κρυπτῶς ὑπὸ τῶν πνευμάτων τῆς πονηρίας· ἀνταγωνί‐ ζονται γὰρ πρὸς τὴν τὸν Θεὸν ἀγαπῶσαν ψυχὴν καὶ εἰς θλίψεις διαφόρους
5ἐμβάλλουσι, πρὸς τὸς ἐμποδίσαι αὐτὴν εἰσελθεῖν εἰς τὴν ζωήν· ἅμα δὲ ἵνα καὶ δοκιμασθῶσιν, εἰ κατὰ ἀλήθειαν ἀγαπῶσι τὸν Θεόν, ἐν τῷ ὑπομένειν πᾶσαν θλῖψιν καὶ τῆς ἐλπίδος εἰς τέλος κρατῆσαι καὶ τὴν λύτρωσιν ἐπιδείξα‐ σθαι ἐκδεχόμεναι. Ἢ πάλιν καὶ ἀκηδιῶσα ἢ ὀλιγωροῦσα καὶ τῆς ἐλπίδος ἐλαττουμένη ἀποδειχθήσεται, μὴ ἀγαπῶσα τὸν Θεὸν ἐξ ἀληθείας. Αἱ δὲ διά‐
10φοροι θλίψεις καὶ πειρασμοὶ ἀποδεικνύουσι τὰς ἀξίας οὔσας καὶ ἀναξίους ψυχάς· τὰς ἐχούσας πίστιν, ἐλπίδα καὶ ὑπομονήν, καὶ τὰς μὴ ἐχούσας· ἵνα ἐν πᾶσιν ἀποδειχθήσονται δόκιμοι καὶ πισταὶ καὶ ἄξιαι ψυχαί, ἕως τέλους ὑπομένουσαι καὶ τῆς ἐλπίδος τῆς πίστεως κρατήσασαι, καὶ οὕτως τὴν ἀπο‐ λύτρωσιν δεξάμεναι διὰ τῆς χάριτος, δικαίως τῆς βασιλείας κληρονόμοι γε‐
15νήσονται.309

310

Τὴν ὑπομονὴν τοίνυν καὶ ἐλπίδα πρὸ πάντων ἑκάστη ψυχὴ βουλομένη εὐαρεστῆσαι Θεῷ γενναίως κρατείτω, καὶ οὕτως δυνήσεται διεξελθεῖν πᾶσαν ἐπανάστασιν καὶ θλῖψιν τοῦ Πονηροῦ. Οὐδὲ γὰρ εἰς τοσοῦτο παραχωρεῖ ὁ Θεὸς ψυχὴν εἰς αὐτὸν ἐλπίζουσαν καὶ αὐτὸν ὑπομένουσαν πειρασθῆναι, ὥστε
5ἐξαπορηθῆναι καὶ παραδοθῆναι εἰς πειρασμοὺς καὶ θλίψεις, ἃς οὐ δύναται ὑπενεγκεῖν· ὡς ὁ Ἀπόστολός φησιν· πιστὸς ὁ Θεός, ὃς οὐκ ἐάσει ἡμᾶς πει‐ ρασθῆναι, ἀλλὰ ποιήσει σὺν τῷ πειρασμῷ καὶ τὴν ἔκβασιν, τοῦ δύνασθαι ἡμᾶς ὑπενεγκεῖν. Οὐδὲ γὰρ ὅσον βούλεται ὁ Πονηρὸς πειράζει καὶ θλίβει τὴν ψυχήν, ἀλλ’ ὅσον παραχωρεῖται αὐτῷ ὑπὸ τοῦ Θεοῦ. Μόνον ἡ ψυχὴ
10γενναίως ὑποφέρουσα, τὴν ἐλπίδα κρατείτω τὴν ἐν πίστει, ἀπεκδεχομένη τὴν παρ’ αὐτοῦ βοήθειαν καὶ ἀντίληψιν, καὶ ἀμήχανον αὐτὴν ἐγκαταλειφθῆ‐ ναι. Ἀλλ’ ὅσον ἀγωνίζεται, διὰ πίστεως καὶ ἐλπίδος προσφεύγουσα Θεῷ, καὶ τὴν παρ’ αὐτοῦ βοήθειαν καὶ λύτρωσιν ἀδιστάκτως ἐκδεχομένη, τοσού‐ τῳ ταχύτερον λυτροῦται αὐτὴν ὁ Κύριος πάσης περιεχούσης θλίψεως. Οἶδε
15γὰρ αὐτὸς πόσον ὀφείλει εἰς δοκιμασίαν καὶ πειρασμὸν εἰσελθεῖν ἡ ψυχή,310

311

καὶ τοσοῦτο καὶ παραχωρεῖ· μόνον αὐτὴ ἐγκρατὴς γενέσθω εἰς τέλος, καὶ οὐ μὴ καταισχυνθῇ. Καθὼς εἴρηται· ἡ θλῖψις ὑπομονὴν κατεργάζεται, ἡ δὲ ὑπομονὴ δοκιμήν, ἡ δὲ δοκιμὴ ἐλπίδα, ἡ δὲ ἐλπὶς οὐ καταισχύνει. Καὶ πά‐ λιν· ὡς Θεοῦ διάκονοι, ἐν ὑπομονῇ πολλῇ, ἐν θλίψεσιν, ἐν ἀνάγκαις, ἐν στε‐
5νοχωρίαις, καὶ τὰ ἑξῆς. Καὶ ὁ Κύριός φησιν· ὁ δὲ ὑπομείνας εἰς τέλος, οὗτος σωθήσεται. Καὶ πάλιν· ἐν τῇ ὑπομονῇ ὑμῶν κτήσασθε τὰς ψυχὰς ὑμῶν. Καὶ ἀλλαχοῦ λέγει· τίς ἐπίστευσε τῷ Κυρίῳ, καὶ κατῃσχύνθη; Ἢ τίς ἐνέμεινε τῷ λόγῳ αὐτοῦ, καὶ κατελείφθη; Καὶ τίς ἐπεκαλέσατο αὐτόν, καὶ ὑπερεῖδεν αὐ‐ τόν; Εἰ γὰρ οἱ ὀλίγης συνέσεως καὶ νοὸς μέτοχοι γεγονότες ἄνθρωποι ἐπί‐
10στανται δοκιμάζειν καὶ διακρίνειν, πόσον βάρος καὶ γόμον ἕκαστον τῶν ζώων βαστάζειν δύναται, οἷον, ἡμίονος ἢ κάμηλος· καὶ τοσοῦτον ἐπιφορτί‐ ζουσι κατὰ τὴν δύναμιν τοῦ ζώου. Καὶ ὁ κεραμεὺς πλάσας τὰ σκεύη, ἐὰν μὴ ἐν τῇ καμίνῳ βάλῃ αὐτά, ἵνα πυρωθέντα στερεωθῇ, ἐπιτήδεια εἰς χρῆσιν ἀν‐
θρώποις οὐ γίνεται· ἐπίσταται δὲ πόσον ἐν τῷ πυρὶ χρὴ ἐάσαι, ἕως οὗ χρή‐311

312

σιμα γένηται· οὐδὲ ὑπὲρ τὸ δέον αὐτὰ ἀφίησιν ἐν τῇ καμίνῳ, ἵνα μὴ κατα‐ καέντα διαφθαρῇ· οὐδὲ πάλιν ἐλλιπόμενα, ἵνα μὴ ἀποίητα ᾖ καὶ ἄχρηστα. Εἰ οὖν ἐπὶ τῶν φθειρομένων καὶ φαινομένων τοσαύτην διάκρισιν καὶ γνῶσιν οἱ ἄνθρωποι κέκτηνται, πόσῳ μᾶλλον ὁ Θεὸς ὢν ἀκατάληπτος τῇ γνώσει καὶ
5τῇ συνέσει, καὶ ὅλος σοφία ὑπάρχων, ἐπίσταται πόσων δοκιμασιῶν καὶ πει‐ ρασμῶν χρῄζουσιν αἱ ψυχαί, αἱ αὐτῷ εὐαρεστῆσαι θέλουσαι καὶ τῆς αἰωνίου ζωῆς ἐπιτυχεῖν ἐπιθυμοῦσαι· καὶ οὕτως ὑπομείνασαι γενναίως καὶ προθύμως ἐν ἐλπίδι πᾶσαν θλῖψιν μέχρι τέλους, τότε δόκιμοι καὶ ἐπιτήδειοι τῆς βασι‐ λείας τῶν οὐρανῶν καθίστανται.
10 Ὥσπερ γὰρ τὸ εἶδος τῆς καννάβεως οὐ χρησιμεύει εἰς τὸ γενέσθαι ἀπ’ αὐτοῦ νήματα λεπτότατα, ἐὰν μὴ ἐπὶ πολὺ κοπανισθῇ· καὶ ὅσον βασανίζε‐ ται, τοσούτῳ καθαρώτερον καὶ ἐπιτηδειότερον γίνεται, οὕτω καὶ ἡ φιλόθεος ψυχὴ εἰς πολλὰς δοκιμασίας καὶ πειρασμοὺς εἰσερχομένη καὶ θλίψεις ὑπομέ‐ νουσα γενναίως, καθαρωτέρα καὶ χρησιμωτέρα εἰς τὴν πνευματικὴν τῆς λε‐
15πτότητος ἐργασίαν καθίσταται, καὶ τέλος τὸν ἐπουράνιον τῆς βασιλείας χῶ‐
ρον κληρονομεῖν καταξιοῦται. Ὥσπερ γὰρ τὸ νεόπλαστον σκεῦος ἐν πυρὶ312

313

〈μὴ〉 βληθέν, ἀνεπιτήδειόν ἐστιν εἰς χρῆσιν ἀνθρώπων· ἢ ὥσπερ νήπιον, ἐφ’ ὅσον χρόνον εἰς τὸ τοῦ κόσμου ἔργον ἀνεπιτήδειον τυγχάνει, οὔτε γὰρ πόλεις οἰκοδομεῖ, οὔτε φυτεῦσαι δύναται, οὔτε σπόρον καταθέσθαι, οὔτε ἕτε‐ ρόν τι τοῦ κόσμου ἐπιτελεῖν, νήπιον γάρ ἐστιν, οὕτω καὶ αἱ ψυχαί, αἱ χάρι‐
5τος θείας μέτοχοι γενόμεναι, τροποφοροῦνται ἐν τῇ γλυκύτητι καὶ ἀναπαύ‐ σει τοῦ Πνεύματος, διὰ τὴν νηπιότητα αὐτῶν τῇ τοῦ Κυρίου χρηστότητι μη‐ δέπω δοκιμασθεῖσαι ἐν διαφόροις πειρασμοῖς καὶ θλίψεσιν ὑπὸ τῶν πονηρῶν πνευμάτων, δι’ ὧν δείκνυται ἡ ὑπομονή· ἀλλὰ ἀκμὴν νήπιοι τυγχάνουσι, καὶ ἵν’ οὕτως εἴπω, οὐδέποτε χρησιμεύουσι τῇ βασιλείᾳ, ὡς εἴρηται· εἰ δὲ
10χωρίς ἐστε παιδείας, ἧς μέτοχοι γεγόνασι πάντες, ἄρα νόθοι ἐστέ, καὶ οὐχ υἱοί. Ὥστε καὶ αἱ θλίψεις καὶ οἱ πειρασμοὶ συμφέρον εἰσὶ τῷ ἀνθρώπῳ, καὶ δόκιμον καὶ στερεὰν τὴν ψυχὴν ἀπεργάζονται, ἐὰν γενναίως καὶ προθύμως ἐν πεποιθήσει Θεοῦ καὶ ἐλπίδι ὑπομένῃ τὰ ἐπερχόμενα, ἀπεκδεχομένη ἐν πί‐ στει ἀδιστάκτῳ τὴν ἀπὸ τοῦ Κυρίου λύτρωσιν καὶ τὸ ἔλεος αὐτοῦ. Καὶ ἀδύ‐
15νατον ἀποτυχεῖν αὐτὴν τῆς ἐπαγγελίας τοῦ Πνεύματος καὶ τῆς ἀπολυτρώ‐
σεως τῶν τῆς κακίας παθῶν· καὶ καταξιωθῇ ὡς δόκιμος καὶ πιστὴ τὴν313

314

εἰς τὸν Κύριον ἐλπίδα ἕως τέλους ἐν ὑπομονῇ κρατῆσαι. Ὥσπερ γὰρ οἱ ἅγιοι μάρτυρες εἰς τὸ φαινόμενον πολλὰς βασάνους ὑπέμειναν, καὶ ἕως θανάτου ἐλθόντες τὴν εἰς τὸν Κύριον ἐλπίδα, ἔμειναν εἰς τὴν καλὴν ὁμολογίαν καὶ οὕτως δόκιμοι ἀποδειχθέντες τοὺς στεφάνους τῆς
5δικαιοσύνης λαβεῖν κατηξιώθησαν. Οἱ δὲ πλείονας καὶ χαλεπωτέρας βασά‐ νους ὑπενεγκόντες, πλείονα δόξαν καὶ παρρησίαν ἐκτήσαντο πρὸς τὸν Θεόν· ὅσοι δὲ ἠπίστησαν, τὰς θλίψεις καὶ μάστιγας δεδοικότες, μὴ ἐμμείναντες τῇ καλῇ ὁμολογίᾳ εἰς τέλος, ἀπαρρησίαστοι καὶ κατῃσχυμμένοι καὶ ἐνταῦθα καὶ ἐν ἡμέρᾳ κρίσεως ἀποδείκνυνται. Τὸν αὐτὸν τρόπον καὶ ψυχαὶ εἰς θλί‐
10ψεις παραδιδόμεναι, ἵνα δοκιμασθῶσιν ὑπὸ τῶν τῆς πονηρίας πνευμάτων, ἀοράτως καὶ διαφόρως βασανιζόμεναι, ἤτοι κρυπτῶς ἔνδοθεν πόνοις θλί‐ ψεων ἢ λογισμοῖς πονηροῖς, ἤτοι δὲ καὶ φανερῶς διὰ σωματικῶν παθῶν, ὑπομείνασαι γενναίως καὶ τῆς ἐλπίδος κρατήσασαι καὶ τὴν μισθαποδοσίαν τοῦ Κυρίου ἀπεκδεχόμεναι, τῶν στεφάνων τῆς δικαιοσύνης καταξιοῦνται,
15τὴν αὐτὴν ἀπολύτρωσιν ἔνδοθεν ἐχόμεναι καὶ τὴν αὐτὴν παρρησίαν τῶν
μαρτύρων ἐπὶ Θεῷ ἐν ἡμέρᾳ κρίσεως εὑρίσκουσαι. Τὸ γὰρ αὐτὸ μαρτύριον314

315

τῶν θλίψεων, ὅπερ ἐκεῖνοι διὰ τοῦ σταυροῦ, οὗτοι δὲ διὰ τῶν πνευμάτων τῆς πονηρίας τῶν ἐν ἐκείνοις ἐνεργησάντων, καὶ ὅσῳ πλείονας θλίψεις καὶ ἐπαναστάσεις τοῦ Πονηροῦ ὑπομένουσι, καὶ τὴν ἐλπίδα εἰς τέλος κρατοῦσι, τοσούτῳ πλείονα δόξαν ἐπὶ Θεῷ πορίζονται. Καὶ ἐντεῦθεν λυτρωθήσονται
5κατὰ τὴν ἐλπίδα τῆς προσδοκίας αὐτῶν καὶ τῆς παρακλήσεως τοῦ Πνεύμα‐ τος ἀξιοῦνται, καὶ ἐκεῖθεν αἰωνίων ἀγαθῶν καὶ τῆς βασιλείας κληρονόμοι γενήσονται. Ὅσαι δὲ ὑποσταλῶσι δειλίᾳ καὶ φόβῳ, τὰς θλίψεις μὴ ὑπομεί‐ νασαι, ἀλλ’ εἰς ὀλιγωρίαν καὶ ἀνυπομονησίαν καὶ ἀπελπισμὸν ἔλθωσι, καὶ ἀποστραφῶσι τῆς δικαίας ὁδοῦ καὶ τὸ ἔλεος τοῦ Κυρίου εἰς τέλος μὴ ἐκδέ‐
10χονται, αἱ τοιαῦται ψυχαί, ὡς ἄδικοι εὑρεθεῖσαι, τῆς αἰωνίου ζωῆς τυχεῖν πῶς δυνήσονται; Ἕως θανάτου γὰρ πᾶσα ψυχὴ χρεωστεῖ, διὰ τὸν Κύριον τὸν ὑπὲρ ἡμῶν ἀποθανόντα, μακροθυμεῖν καὶ ὑπομένειν εἰς τέλος, καὶ τὴν εἰς αὐτὸν ἐλπίδα κρατῆσαι, καὶ οὕτως τῆς αἰωνίου σωτηρίας καταξιωθῆναι. Ὅσοι γὰρ βούλονται τελείως ἐξειλῆσαι τῆς αἰωνίου γεέννης τῆς τιμω‐
15ρούσης τοὺς ἁμαρτωλοὺς καὶ τῆς αἰωνίου βασιλείας ἐπιτυχεῖν, τὰς θλίψεις
τῆς γεέννης ἐντεῦθεν διὰ τῶν πειρασμῶν, τῶν ὑπὸ τοῦ Πονηροῦ ἐπαγομέ‐315

316

νων, παθοῦσιν ἀεί· καὶ ἐὰν ὑπομείνωσιν ἕως τέλους, τὸ ἔλεος Κυρίου ἀπεκδεχόμενοι ἐν πίστει, καὶ τῶν πειρασμῶν καὶ τῶν θλίψεων διὰ τῆς χάρι‐ τος λυτροῦνται καὶ τῆς κοινωνίας τοῦ Ἁγίου Πνεύματος ἔνδοθεν καταξιοῦν‐ ται, καὶ τῆς αἰωνίου γεέννης ἐκεῖθεν ἐξειλοῦσι, καὶ τὴν αἰώνιον βασιλείαν
5τοῦ Κυρίου κληρονομοῦσι. Τοιαύτην γὰρ ὁδὸν ὁ Κύριος ἔθετο, τὴν εἰς τὴν ζωὴν ἀποφέρουσαν, στενὴν καὶ τεθλιμμένην, ὡς γέγραπται. Διὰ τοῦτο καὶ ὀλίγοι εἰσὶν οἱ διοδεύοντες αὐτήν. Τοιαύτης τοίνυν ἐλπίδος ἡμῖν προκειμένης, καὶ τῶν τοιούτων ἐπαγγε‐ λιῶν ἡμῖν ἐπαγγελθεισῶν ὑπὸ τοῦ ἀψευδοῦς Θεοῦ, πᾶσαν ἐπανάστασιν καὶ
10θλῖψιν τοῦ Πονηροῦ γενναίως ὑπομείνωμεν διὰ τὴν ἐλπίδα τὴν ἀποκειμένην ἡμῖν ἐν τοῖς οὐρανοῖς. Ὅσας γὰρ θλίψεις διὰ τὸν Κύριον ὑπομείνωμεν, τί ἀντάξιον ᾖ πρὸς τὴν μέλλουσαν ἐπηγγελμένην ἡμῖν αἰωνίαν ζωήν, ἢ πρὸς τὴν ἄνωθεν γινομένην ἐν ταῖς ὑπομενούσαις ψυχαῖς τοῦ Ἁγίου Πνεύματος πα‐ ράκλησιν, ἢ πρὸς τὴν ἀπολύτρωσιν τοῦ σκότους τῆς κακίας καὶ πρὸς τὰ
15ὀφειλήματα τοῦ πλήθους τῶν ἁμαρτιῶν ἡμῶν, καθὰ εἴρηται· κρινόμενοι δὲ316

317

ὑπὸ Κυρίου, παιδευόμεθα, ἵνα μὴ σὺν τῷ κόσμῳ κατακριθῶμεν. Καὶ πάλιν· οὐ γὰρ ἄξια τὰ παθήματα τοῦ νῦν καιροῦ πρὸς τὴν μέλλουσαν δόξαν ἀπο‐ καλυφθῆναι εἰς ἡμᾶς. Γενώμεθα ὡς γενναῖοι στρατιῶται, ὑπὲρ τοῦ βασιλέως ἡμῶν ἑτοίμως ἀποθνῄσκοντες. Ὅτε γὰρ ἐν τῷ κόσμῳ ἦμεν, ὅτε ἐν βιωτικοῖς
5ἀνεστρεφόμεθα πράγμασι, τοιαῦτα οὐκ ἐπάσχομεν, οὐδὲ τοιαύτας ὑφιστάμε‐ θα θλίψεις· ἀλλὰ νῦν ὅτε προσήλθομεν τῷ Κυρίῳ εὐαρεστῆσαι, τοιαῦται ἐπαναστάσεις καὶ πειρασμοὶ καὶ θλίψεις τοῦ Πονηροῦ καθ’ ἡμῶν ἐγείρονται. Ὁρᾷς ὅτι διὰ τὸν Κύριον ταῦτα πάσχομεν, φθονοῦντος ἡμῖν τοῦ Πονη‐ ροῦ καὶ πειράζοντος διαστρέψαι ἀπὸ τῆς ὁδοῦ τῆς ζωῆς, καὶ εἰς χαύνωσιν ἢ
10ὀλιγωρίαν ἄγειν, ἵνα μὴ εὐαρεστήσαντες σωθῶμεν; Ὅσον τοίνυν ὁ Πονηρὸς καθ’ ἡμῶν ἐπεγείρεται, ἡμεῖς ἂν εὕρωμεν ἐν ὑπομονῇ ἀνδρείαν, καὶ γενναῖοι καὶ πρόθυμοι καὶ ἑτοίμως ἔχοντες ἕως θανάτου, εὐχόμενοι ὑπομένειν διὰ τὴν εἰς Χριστὸν ἐλπίδα, πᾶσαι αὐτοῦ αἱ μεθοδεῖαι λύονται. Ἔχομεν γὰρ τὸν ὑπερασπιστὴν ἡμῶν καὶ ὑπέρμαχον Χριστόν, ὃς καὶ ἡμῖν θλιβομένοις καὶ
15ἐλπίζουσιν ἐπ’ αὐτὸν ὑπομονὴν δίδωσι, καὶ ἐκείνους καταισχύνει, ἡμῶν τὰ317

318

νικητήρια τῶν πόνων, τουτέστι τὴν βασιλείαν, διὰ τοῦ Κυρίου κομιζομένων. Γενώμεθα ὡς ἄκμονες, τυπτόμενοι καὶ μὴ ἐκδιδόντες, μηδὲ τύπους χαυνώ‐ σεως ἢ ὀλιγωρίας καὶ ἀκηδίας διὰ τῶν μαστίγων καὶ πειρασμῶν ἐν αὑτοῖς δεχόμενοι. Δερόμενοι νικήσωμεν τὸν ἀντίπαλον διὰ τῆς ὑπομονῆς. Καὶ γὰρ
5ὁ Κύριος ἡμῶν οὕτως τὸν ἀγῶνα τοῦτον διώδευσε, μαστιζόμενος, ὀνειδιζό‐ μενος, διωκόμενος, ἐμπαιζόμενος, ἐμπτυόμενος· ἐσχάτῳ καὶ ἀτίμῳ θανάτῳ σταυροῦ ὑπὸ ἀνόμων τετιμώρηται, καὶ πάντα ὑπήνεγκε διὰ τὴν ἡμετέραν σωτηρίαν, ἡμῖν ὑπολιμπάνων ὑπογραμμὸν ζωῆς· ἵνα δι’ ἧς ὁδοῦ θλίψεως καὶ πειρασμοῦ καὶ θανάτου αὐτὸς διώδευσε, τῇ αὐτῇ ὁδῷ ὁδεύωσιν οἱ εἰς
10αὐτὸν ἐν ἀληθείᾳ πιστεύοντες καὶ συγκληρονόμοι αὐτοῦ βουλόμενοι γενέ‐ σθαι. Ἵνα ὥσπερ αὐτὸς διὰ πολλῶν παθῶν ἔσχατον ἀποθανὼν ἐπὶ σταυροῦ ἐνίκησε σταυρωθείς· καὶ ἀποθανὼν ἐθανάτωσε καὶ κατέκρινε τὴν ἁμαρτίαν
διὰ τῆς σαρκός, καθαιρήσας τὰς ἀντικειμένας δυνάμεις, καθὼς εἴρηται·318

319

ἀπεκδυσάμενος τὰς ἀρχὰς καὶ τὰς ἐξουσίας ἐπὶ τοῦ σταυροῦ, ἐδειγμάτισε θριαμβεύσας αὐτὰς ἐν αὐτῷ, οὕτω καὶ ἡμεῖς πᾶσαν ἐπανάστασιν καὶ θλῖψιν τοῦ Πονηροῦ γενναίως καὶ προθύμως, ἕως θανάτου ἐλθόντες, ἐὰν ὑπομείνω‐ μεν, τὸν ἀντικείμενον διὰ τῆς πίστεως καὶ ὑπομονῆς καὶ τῆς εἰς τὸν Κύριον
5ἐλπίδος. Καὶ οὕτω δόκιμοι εὑρεθέντες, καὶ ἐντεῦθεν τῆς αὐτοῦ ἀπολυτρώ‐ σεως καταξιούμεθα καὶ τοῦ ἁγιασμοῦ τοῦ Πνεύματος πληρούμεθα καὶ τῆς ἐκεῖθεν αἰωνίου ζωῆς κληρονόμοι γενώμεθα· εἰς γὰρ τὸν πνευματικὸν ἀγῶνα ἡ κατὰ τοῦ ἀντικειμένου νίκη διὰ παθῶν καὶ θανάτου γίνεται. Πάσχοντες καὶ θανατούμενοι διὰ τὸν Κύριον προθύμως, νικήσωμεν τὸν ἀντικείμενον.
10 Διὸ πᾶσαν θλῖψιν καὶ πειρασμοὺς μὴ ἐπιπόνους καὶ σκληροὺς ἡγεῖσθε, ἀλλ’ εὐκαίρους, καὶ ὑπομένειν πᾶσαν τοῦ Ἐχθροῦ ἐπανάστασιν, τὸν ἐπὶ τοῦ Κυρίου θάνατον ἐν ἐπιθυμίᾳ πάντοτε πρὸ ὀφθαλμῶν ἔχοντες, καὶ καθὼς εἴ‐ ρηται ὑπὸ τοῦ Κυρίου, καθ’ ἡμέραν τὸν σταυρὸν αἴροντες, ὅ ἐστι θάνατος. Ἀκολουθήσωμεν αὐτῷ ὀπίσω, καὶ οὕτως εὐκαίρως ὑπομένειν μὲν πᾶσαν
15θλῖψιν, ἤτοι κρυπτὴν ἤτοι φανεράν. Εἰ γὰρ θάνατον ὑπὲρ τοῦ Κυρίου ὑπομέ‐319

320

νειν προσδοκῶμεν καὶ πρὸ ὀφθαλμῶν ἔχομεν πάντοτε ἐπιποθοῦντες, πόσῳ μᾶλλον οἵας ἂν θλίψεις βαρείας εὐχερῶς καὶ εὐκόλως μετὰ χαρᾶς ὑπομεί‐ νωμεν. Διὰ τοῦτο γὰρ βαρείας καὶ φορτικὰς τὰς θλίψεις ἡγούμεθα ἀνυπομο‐ νήτως ἔχοντες, ἐπειδὴ τὸν ἐπὶ τοῦ Κυρίου θάνατον πρὸ ὀφθαλμῶν οὐκ ἔχο‐
5μεν, καὶ ἐν αὐτῷ ἡ διάνοια πάντοτε οὐκ ἐπιποθεῖ. Ὁ γὰρ Χριστὸν ἐπιθυμῶν κληρονομῆσαι, καὶ τὰ αὐτοῦ παθεῖν ἀκολούθως ἐπιθυμείτω· ὥστε οἱ Χρι‐ στὸν ἀγαπῶντες, ἐν τούτῳ φαίνονται· ὅταν πᾶσαν θλῖψιν ἐπερχομένην αὐ‐ τοῖς, γενναίως καὶ προθύμως ὑπομείνωσι διὰ τὴν εἰς Χριστὸν ἐλπίδα. Παρακαλέσωμεν οὖν τὸν Κύριον δοῦναι ἡμῖν σύνεσιν εἰς τὸ γνωρίζειν
10τὸ αὐτοῦ θέλημα, καὶ προθύμως ἐπιτελεῖν ἐν πάσῃ ὑπομονῇ καὶ μακροθυμίᾳ μετὰ χαρᾶς, ἣν αὐτὸς ἡμῖν χαρίσηται, δυναμώσας ἡμᾶς εἰς πᾶσαν εὐαρέ‐ στησιν, ἵνα δόκιμοι καὶ ἄξιοι αὐτοῦ εὑρεθέντες σωτηρίας αἰωνίου τύχωμεν ἐν Χριστῷ Ἰησοῦ τῷ Κυρίῳ ἡμῶν, ᾧ ἡ δόξα καὶ τὸ κράτος καὶ ἡ δύναμις εἰς τοὺς αἰῶνας τῶν αἰώνων. Ἀμήν.
15Ἆρα οἱ ῥᾴθυμοι καὶ ὀκνηροὶ καὶ ἀδιάφοροι ἐν τίνι καυχήσονται; Ἐν320

321

τῇ χαυνότητι αὐτῶν καὶ ἐν τῇ ῥᾳθυμίᾳ αὐτῶν καὶ ἀπωλείᾳ αὐτῶν; Οὐαὶ αὐτοῖς, ὅτι ἐρρᾳθύμησαν! Δεῦτε, φίλοι μου, σπουδάσωμεν· δεῦτε, προσπέσωμεν αὐτῷ. Πενθήσω‐ μεν καὶ κλαύσωμεν ἐναντίον αὐτοῦ ἀναιδῶς, ἵνα δωρήσηται ἡμῖν φωτισμὸν
5ψυχῆς. Συνίετε τὰς μεθοδείας τοῦ Ἐχθροῦ ἡμῶν καὶ ἀντικειμένου καὶ μισο‐ κάλου· ὅτι βάλλει ἔμπροσθεν ἡμῶν ὀλισθήματα καὶ σκάνδαλα καὶ βλάβην πολυκτημοσύνης, μετεωρισμὸν τοῦ αἰῶνος τούτου καὶ ἡδονὴν σαρκικήν, ἔτι δὲ καὶ πολυχρόνιον τῆς παρούσης ζωῆς τὴν προσδοκίαν, δειλίαν εἰς τὴν ἄ‐ σκησιν καὶ ὀκνηρίαν εἰς τὰ εὐχάς, ὕπνον εἰς τὴν ψαλμῳδίαν καὶ ἀνάπαυσιν
10σαρκικήν. Ὅσον ἐκεῖνος σπουδάζει, τοσοῦτο ἡμεῖς ἀμελοῦμεν καὶ ῥᾳθυμοῦ‐ μεν. Ὅσον ἐκεῖνος ἐνεδρεύει, τοσοῦτο ἡμεῖς καταφρονοῦμεν, ἐπιστάμενοι ὅτι αἱ ἡμέραι ἡμῶν ἐκολοβώθησαν, καὶ ὁ καιρὸς ἔφθασε, καὶ ὁ Κύριος τῆς δό‐ ξης ἔρχεται μετ’ εὐπρεπείας τῆς ὡραιότητος αὐτοῦ, καὶ μετὰ φοβερῶν δυνά‐ μεων τῆς βασιλείας αὐτοῦ, ἀποδοῦναι ἑκάστῳ κατὰ τὴν πρᾶξιν αὐτοῦ. Φο‐
15βοῦμαι, ἀδελφοί μου, μήποτε ἐφ’ ἡμᾶς πληρωθῇ ὁ λόγος τοῦ Κυρίου, λέ‐
γων· ὅτι ἥξουσιν ἀπὸ ἀνατολῶν καὶ δυσμῶν καὶ βορρᾶ καὶ θαλάσσης, καὶ321

322

ἀνακλιθήσονται μετὰ Ἀβραὰμ καὶ Ἰσαὰκ ἐν τῇ βασιλείᾳ τῶν οὐρανῶν, ὑμεῖς δὲ ἐκβληθήσεσθε ἔξω. Παρακαλῶ σε, τὸ φῶς τῆς ἀληθείας, Χριστέ, γέννημα τοῦ εὐλογημέ‐ νου Πατρός, χαρακτὴρ καὶ ἀπαύγασμα τῆς ὑποστάσεως αὐτοῦ, ὁ καθήμενος
5ἐκ δεξιῶν τῆς μεγαλωσύνης αὐτοῦ, ἀκατάληπτε Υἱὲ καὶ ἀνεξιχνίαστε Χριστὲ καὶ ἀνεξερεύνητε Θεέ, καύχημα καὶ χαρὰ τοῖς ἀγαπῶσί σε, ἡ ζωή μου, Χρι‐ στέ, σῶσόν με τὸν ἁμαρτωλὸν ἐν τῇ βασιλείᾳ σου καὶ μὴ ἀνταποδώσῃς μοι κατὰ τὰ ἔργα μου, ἀλλὰ σῶσόν με διὰ τὴν χάριν σου, καὶ οἰκτείρησόν με διὰ τὴν εὐσπλαγχνίαν σου. Ὅτι σὺ εὐλογημένος εἶ καὶ δεδοξασμένος εἰς
10τοὺς αἰῶνας τῶν αἰώνων. Ἀμήν.322